Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79)

Home > Other > Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) > Page 189
Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) Page 189

by Dionysius of Halicarnassus


  ἐπὶ τούτοις καταλυσάμενοι τὸν πόλεμον οἱ Σαβῖνοι καὶ τῶν ὁμολογιῶν στήλας ἀντιγράφους θέντες ἐν τοῖς ἱεροῖς, ἐπειδὴ συνέστη Ῥωμαίοις πρὸς τὰς Λατίνων πόλεις κοινῇ συνηρπαγμένας πόλεμος οὐ ῥᾴδιος ἐν ὀλίγῳ καθαιρεθῆναι χρόνῳ ῾δἰ ἃς [p. 342] δὲ αἰτίας ὀλίγῳ ὕστερον ἐρὦ, δεξάμενοι τὸ συμβὰν ἀγαπητῶς ὅρκων μὲν ἐκείνων καὶ συνθηκῶν ὥσπερ οὐδὲ γεγενημένων ἐπελάθοντο, καιρὸν δὲ νομίσαντες ἐπιτήδειον ἔχειν ὧν ἐξέτισαν Ῥωμαίοις χρημάτων πολλαπλάσια παρ᾽ αὐτῶν ἀπολαβεῖν, ὀλίγοι μὲν τὸ πρῶτον καὶ ἀφανῶς ἐξιόντες ἐληίζοντο τὴν ὅμορον: [2] ἔπειτα δὲ πολλοὶ συνιόντες καὶ ἐκ τοῦ φανεροῦ, ἐπεὶ τὰ πρῶτα κατὰ γνώμην αὐτοῖς ἐχώρησεν οὐδεμιᾶς ἐπὶ τὴν φυλακὴν τῶν γεωργῶν ἀφικομένης βοηθείας, καταφρονήσαντες τῶν πολεμίων ἐπ᾽ αὐτὴν διενοοῦντο τὴν Ῥώμην ἐλαύνειν καὶ συνῆγον ἐξ ἁπάσης πόλεως στρατόν, διελέγοντο δὲ καὶ ταῖς Λατίνων πόλεσι περὶ [3] συμμαχίας. οὐ μὴν ἐξεγένετό γε αὐτοῖς φιλίαν τε καὶ ὁμαιχμίαν ποιήσασθαι πρὸς τὸ ἔθνος: μαθὼν γὰρ τὴν διάνοιαν αὐτῶν ὁ Τύλλος ἀνοχὰς πρὸς Λατίνους ποιησάμενος ἐπὶ τούτους ἔγνω στρατὸν ἐξάγειν τήν τε Ῥωμαίων ἅπασαν δύναμιν καθοπλίσας διπλασίαν οὖσαν ἤδη τῆς πρότερον, ἐξ οὗ τὴν Ἀλβανῶν πόλιν προσέλαβε, καὶ ἀπὸ τῶν ἄλλων συμμάχων ἐπικουρικὸν ὅσον πλεῖστον ἐδύνατο μεταπεμψάμενος. [4] συνῆκτο δὲ καὶ τοῖς Σαβίνοις ἤδη τὸ στράτευμα, καὶ ἐπειδὴ πλησίον ἀλλήλων ἐγένοντο περὶ τὴν καλουμένην ὕλην κακοῦργον ὀλίγον τὸ μεταξὺ χωρίον ἀφέντες κατεστρατοπεδεύσαντο. τῇ δ᾽ ἑξῆς ἡμέρᾳ συμπεσόντες ἐμάχοντο καὶ ἦσαν ἰσόρροποι μέχρι πολλοῦ: ἤδη δὲ περὶ δείλην ὀψίαν ἐγκλίνουσιν οἱ Σαβῖνοι [p. 343] βιασθέντες ὑπὸ τοῦ Ῥωμαίων ἱππικοῦ καὶ πολὺς αὐτῶν γίνεται φόνος ἐν τῇ φυγῇ, Ῥωμαῖοι δὲ νεκρούς τε τῶν πολεμίων σκυλεύσαντες καὶ χρήματα ὅσα ἦν ἐν τῷ χάρακι διαρπάσαντες τῆς τε χώρας τὴν κρατίστην λεηλατήσαντες ἀπῄεσαν ἐπ᾽ οἴκου. τοῦτο τὸ τέλος ἔλαβεν ὁ συμβὰς Ῥωμαίοις πρὸς Σαβίνους πόλεμος ἐπὶ τῆς Τύλλου ἀρχῆς.

  αἱ δὲ τῶν Λατίνων πόλεις Ῥωμαίοις ἐγένοντο διάφοροι τότε πρῶτον, οὐκ ἀξιοῦσαι κατεσκαμμένης τῆς Ἀλβανῶν πόλεως τοῖς ἀνῃρηκόσιν αὐτὴν Ῥωμαίοις τὴν ἡγεμονίαν παραδιδόναι. ἐτῶν γὰρ διαγενομένων πεντεκαίδεκα μετὰ τὸν ἀφανισμὸν τῆς Ἄλβας πρεσβείας ἀποστείλας ὁ τῶν Ῥωμαίων βασιλεὺς εἰς τὰς ἀποίκους τε καὶ ὑπηκόους αὐτῆς τριάκοντα πόλεις ἠξίου πείθεσθαι τοῖς ὑπὸ Ῥωμαίων ἐπιταττομένοις, ὡς παρειληφότων αὐτῶν ἅμα τοῖς ἄλλοις οἷ εἶχον Ἀλβανοὶ καὶ τὴν ἡγεμονίαν τοῦ Λατίνων ἔθνους, δύο μὲν ἀποφαίνων τρόπους κτήσεων, καθ᾽ οὓς ἄνθρωποι γίνονται τῶν ἀλλοτρίων κύριοι, τόν τε ἀναγκαῖον καὶ τὸν ἑκούσιον, Ῥωμαίους δὲ λέγων καθ᾽ ἑκάτερον τὸν τρόπον παρειληφέναι τὴν ἡγεμονίαν ὧν εἶχον Ἀλβανοὶ πόλεων. [2] πολεμίων τε γὰρ αὐτῶν σφισι γενομένων τοῖς ὅπλοις κεκρατηκέναι καὶ τὴν πόλιν τὴν ἑαυτῶν ἀπολωλεκόσι τῆς ἰδίας αὐτοῖς μεταδεδωκέναι: ὥστε καὶ ἄκουσιν Ἀλβανοῖς καὶ ἑκοῦσι προσήκειν ἐξεστάναι Ῥωμαίοις τῆς τῶν ὑπηκόων ἀρχῆς. [3] αἱ δὲ τῶν Λατίνων πόλεις ἰδίᾳ μὲν [p. 344] οὐδὲν ἀπεκρίναντο πρὸς τοὺς πρέσβεις, κοινῇ δὲ τοῦ ἔθνους ἀγορὰν ἐν Φερεντίνῳ ποιησάμενοι ψηφίζονται μὴ παραχωρεῖν Ῥωμαίοις τῆς ἀρχῆς καὶ αὐτίκα αἱροῦνται δύο στρατηγοὺς αὐτοκράτορας εἰρήνης τε καὶ πολέμου, Ἄγκον Πουπλίκιον ἐκ πόλεως Κόρας καὶ Σπούσιον Οὐεκίλιον ἐκ Λαουϊνίου. [4] διὰ ταύτας μὲν δὴ τὰς αἰτίας συνέστη Ῥωμαίοις ὁ πρὸς τοὺς ὁμοεθνεῖς πόλεμος, προὔβη δὲ ἄχρι πενταετοῦς χρόνου πολιτικός τις γενόμενος καὶ ἀρχαϊκός. οὔτε γὰρ ἐκ παρατάξεως ὅλοις τοῖς στρατεύμασι πρὸς ὅλα συμβάλλουσι μεγάλη συμφορὰ καὶ φθόρος ὁλοσχερὴς συνέβη οὔτε πόλις αὐτῶν οὐδεμία πολέμῳ κρατηθεῖσα κατασκαφῆς ἢ ἀνδραποδισμοῦ ἢ ἄλλης τινὸς ἀνηκέστου συμφορᾶς ἐπειράθη: ἀλλ᾽ ἐμβαλόντες εἰς τὴν ἀλλήλων γῆν ὑπὸ τὴν ἀκμὴν τοῦ σίτου καὶ προνομεύσαντες ἀπῆγον ἐπ᾽ οἴκου τὰς δυνάμεις διαμειβόμενοι τοὺς αἰχμαλώτους. [5] μίαν δὲ πόλιν ἐκ τοῦ Λατίνων ἔθνους Μεδυλλίαν παλαίτερον ἔτι Ῥωμαίων ἀποικίαν γενομένην ἐπὶ τῆς Ῥωμύλου ἀρχῆς, ὡς ἐν τῷ πρὸ τούτου δεδήλωκα λόγῳ, μεταθεμένην αὖθις ὡς τοὺς ὁμοεθνεῖς πολιορκίᾳ παραστησάμενος ὁ τῶν Ῥωμαίων βασιλεὺς ἔπεισε μηθὲν ἔτι νεωτερίζειν: ἄλλο δ᾽ οὐθὲν ὧν οἱ πόλεμοι φέρουσι δεινῶν οὐδετέροις ἐν τῷ τότε συνέβη χρόνῳ. τοιγάρτοι ῥᾴδιαί τε καὶ οὐδὲν ἔγκοτον ἔχουσαι προθυμηθέντων Ῥωμαίων αἱ διαλύσεις ἐπετελέσθησαν. [p. 345]

  ταῦτα διαπραξάμενος ἐπὶ τῆς ἰδίας ἀρχῆς βασιλεὺς Τύλλος Ὁστίλιος, ἀνὴρ ἐν ὀλίγοις ἄξιος εὐλογεῖσθαι τῆς τε εὐτολμίας ἕνεκα τῆς πρὸς τὰ πολέμια καὶ τῆς φρονήσεως τῆς περὶ τὰ δεινά, ὑπὲρ ἄμφω δὲ ταῦτα, ὅτι οὐ ταχὺς ὢν εἰς πόλεμον ἰέναι βέβαιος ἦν καταστὰς εἰς αὐτὸν ἐν ἅπασι τῶν ἀντιπάλων προέχειν, ἔτη δὲ κατασχὼν τὴν ἀρχὴν δύο καὶ τριάκοντα τελευτᾷ τὸν βίον ἐμπρησθείσης τῆς οἰκίας, καὶ σὺν αὐτῷ γυνή τε ἀπόλλυται καὶ τέκνα καὶ ὁ ἄλλος οἰκετικὸς ἅπας ὄχλος καταληφθεὶς ὑπὸ τοῦ πυρός. [2] καταπρησθῆναι δὲ τὴν οἰκίαν οἱ μὲν ὑπὸ κεραυνοῦ λέγ�
�υσι μηνίσαντος τοῦ θεοῦ δι᾽ ὀλιγωρίαν ἱερῶν τινων ῾ἐκλιπεῖν γὰρ ἐπὶ τῆς ἀρχῆς τῆς ἐκείνου πατρίους τινὰς θυσίας, ἑτέρας δ᾽ οὐχ ὑπαρχούσας ἐπιχωρίους Ῥωμαίοις παραγαγεῖν᾽, οἱ δὲ πλείους ἐξ ἀνθρωπίνης φασὶν ἐπιβουλῆς τὸ πάθος γενέσθαι ἀνατιθέντες τὸ ἔργον Μαρκίῳ τῷ μετ᾽ ἐκεῖνον ἄρξαντι τῆς πόλεως. [3] τοῦτον γὰρ ἐκ τῆς Νόμα Πομπιλίου θυγατρὸς γενόμενον ἄχθεσθαί τε, ὅτι ἐκ βασιλείου γένους πεφυκὼς αὐτὸς ἰδιώτης ἦν, καὶ γένος ἐπιτρεφόμενον ὁρῶντα τῷ Τύλλῳ παντὸς μάλιστα ὑποπτεύειν, εἴ τι πάθοι Τύλλος εἰς τοὺς ἐκείνου παῖδας ἥξειν τὴν ἀρχήν. ταῦτα δὴ διανοούμενον ἐκ πολλοῦ στήσασθαι κατὰ τοῦ βασιλέως ἐπιβουλὴν πολλοὺς ἔχοντα Ῥωμαίων τοὺς συγκατασκευάζοντας αὐτῷ τὴν δυναστείαν, φίλον [p. 346] δὲ ὄντα τοῦ Τύλλου καὶ ἐν τοῖς μάλιστα πιστευόμενον φυλάττειν ὅτε καιρὸς ἐπιτήδειος φανείη τῆς ἐπιθέσεως. [4] μέλλοντος δὲ τοῦ Τύλλου θυσίαν τινὰ κατ᾽ οἶκον ἐπιτελεῖν, ἣν αὐτοὺς μόνον ἐβούλετο τοὺς ἀναγκαίους εἰδέναι, καὶ κατὰ δαίμονα τῆς ἡμέρας ἐκείνης χειμερίου σφόδρα γενομένης κατά τε ὄμβρον καὶ ζάλην καὶ σκότος, ὥστ᾽ ἔρημον ἀπολειφθῆναι τὸν πρὸ τῆς οἰκίας τόπον τῶν φυλαττόντων, ἐπιτήδειον ὑπολαμβάνοντα τὸν καιρὸν ἅμα τοῖς ἑταίροις ἔχουσιν ὑπὸ ταῖς περιβολαῖς τὰ ξίφη παρελθεῖν εἴσω τῶν θυρῶν, ἀποκτείναντα δὲ τὸν βασιλέα καὶ τοὺς παῖδας αὐτοῦ καὶ τῶν ἄλλων ὅσοις ἐνέτυχεν ἐνεῖναι πῦρ εἰς τὴν οἰκίαν κατὰ πολλοὺς τόπους, ταῦτα δὲ πράξαντα τὸν ὑπὲρ τῆς κεραυνώσεως διασπεῖραι λόγον. [5] ἐγὼ δὲ τοῦτον μὲν οὐ δέχομαι τὸν λόγον οὔτ᾽ ἀληθῆ νομίζων οὔτε πιθανόν, τῷ δὲ προτέρῳ μᾶλλον προστιθέμενος κατὰ δαίμονα νομίζω τὸν ἄνδρα ταύτης τῆς τελευτῆς τυχεῖν. οὔτε γὰρ ἀπόρρητον φυλαχθῆναι τὴν πρᾶξιν ὑπὸ πολλῶν συσκευαζομένην. εἰκὸς ἦν, οὔτε τῷ συστήσαντι αὐτὴν βέβαιον ἦν ὅτι μετὰ τὴν Ὁστιλίου τελευτὴν ἐκεῖνον ἀποδείξουσι Ῥωμαῖοι βασιλέα τῆς πόλεως, οὔτ᾽ εἰ τὰ παρ᾽ ἀνθρώπων αὐτῷ πιστὰ καὶ βέβαια ἦν, τά γέ τοι παρὰ τῶν θεῶν ὅμοια ἔμελλε ταῖς ἀνθρωπίναις ἀγνοίαις ἔσεσθαι. [6] μετὰ γὰρ τὴν ὑπὸ τῶν φυλῶν γενησομένην [p. 347] ψηφηφορίαν τοὺς θεοὺς ἔδει τὴν βασιλείαν αὐτῷ δι᾽ οἰωνῶν αἰσίων ἐπιθεσπίσαι: ἄνδρα δὲ μιαρὸν καὶ τοσούτοις ᾑμαγμένον φόνοις ἀδίκοις τίς ἔμελλε θεῶν ἢ δαιμόνων παρήσειν βωμοῖς τε προσιόντα καὶ θυμάτων καταρχόμενον καὶ τὰς ἄλλας ἐπιτελοῦντα θεραπείας; ἐγὼ μὲν δὴ διὰ ταῦτα οὐκ εἰς ἀνθρωπίνην ἐπιβουλὴν ἀλλ᾽ εἰς θεοῦ βούλησιν τὸ ἔργον ἀναφέρω, κρινέτω δ᾽ ἕκαστος ὡς βούλεται.

  μετὰ δὲ τὴν Ὁστιλίου Τύλλου τελευτὴν ἡ μεσοβασίλειος ὑπὸ τῆς βουλῆς ἀποδειχθεῖσα ἀρχὴ κατὰ τοὺς πατρίους ἐθισμοὺς αἱρεῖται βασιλέα τῆς πόλεως Μάρκιον ἐπίκλησιν Ἄγκον: ἐπικυρώσαντος δὲ τοῦ δήμου τὰ δόξαντα τῇ βουλῇ καὶ τῶν ἐκ τοῦ θεοῦ καλῶν γενομένων συντελέσας τὰ κατὰ νόμον ἅπαντα παραλαμβάνει τὴν ἀρχὴν ὁ Μάρκιος ἐνιαυτῷ δευτέρῳ τῆς τριακοστῆς καὶ πέμπτης ὀλυμπιάδος, ἣν ἐνίκα στάδιον Σφαῖρος ὁ Λακεδαιμόνιος, καθ᾽ ὃν χρόνον Ἀθήνησι τὴν ἐνιαύσιον ἀρχὴν εἶχε Δαμασίας. [2] οὗτος ὁ βασιλεὺς πολλὰς τῶν ἱερουργιῶν ἀμελουμένας καταμαθών, ἃς ὁ μητροπάτωρ αὐτοῦ Πομπίλιος Νόμας κατεστήσατο, πολεμιστάς τε καὶ πλεονέκτας τοὺς πλείστους Ῥωμαίων γεγονότας ὁρῶν καὶ οὐκέτι τὴν γῆν ὡς πρότερον ἐργαζομένους, συναγαγὼν εἰς ἐκκλησίαν τὸ πλῆθος τά τε θεῖα σέβειν αὐτοὺς ἠξίου πάλιν, ὥσπερ ἐπὶ Νόμα διετέλουν σέβοντες, διεξιὼν ὅτι παρὰ τὴν τῶν θεῶν ὀλιγωρίαν νόσοι τε λοιμικαὶ πολλαὶ κατέσκηψαν εἰς τὴν πόλιν, ὑφ᾽ ὧν ἐφθάρη μοῖρα τοῦ [p. 348] πλήθους οὐκ ὀλίγη, καὶ βασιλεὺς Ὁστίλιος ὁ μὴ ποιούμενος αὐτῶν ὴν ἔδει φυλακὴν κάμνων ἐπὶ πολλοὺς χρόνους τὸ σῶμα πάθεσι παντοδαποῖς καὶ οὐδὲ τῆς γνώμης ἔτι τῆς αὑτοῦ καρτερὸς διαμένων, ἀλλὰ συνδιαφθαρεὶς τῷ σώματι τὰς φρένας, οἰκτρᾶς καταστροφῆς ἔτυχεν αὐτός τε καὶ γένος τὸ ἐξ αὐτοῦ: [3] πολιτείας τε ἀγωγὴν τὴν ὑπὸ Νόμα κατασταθεῖσαν Ῥωμαίοις ἐπαινῶν ὡς καλὴν καὶ σώφρονα καὶ ἀπὸ τῶν δικαιοτάτων ἔργων τὰς καθ᾽ ἡμέραν ἑκάστῳ παρέχουσαν εὐπορίας, ἀνανεώσασθαι πάλιν αὐτὴν παρεκάλει γεωργίαις τε καὶ κτηνοτροφίαις καὶ ταῖς ἄλλαις ἐργασίαις, ὅσαις μηθὲν ἀδίκημα προσῆν, ἁρπαγῆς δὲ καὶ βίας καὶ τῶν ἐκ τοῦ πολέμου γινομένων ὠφελειῶν ὑπεριδεῖν. [4] ταῦτα καὶ τὰ τούτοις ὅμοια διαλεγόμενος καὶ εἰς πολλὴν ἐπιθυμίαν καθιστὰς ἅπαντας ἡσυχίας ἀπολέμου καὶ φιλεργίας σώφρονος καὶ μετὰ τοῦτο συγκαλέσας τοὺς ἱεροφάντας καὶ τὰς περὶ τῶν ἱερῶν συγγραφάς, ἃς Πομπίλιος συνεστήσατο, παρ᾽ αὐτῶν λαβὼν ἀνέγραψεν εἰς δέλτους καὶ προὔθηκεν ἐν ἀγορᾷ πᾶσι τοῖς βουλομένοις σκοπεῖν, ἃς ἀφανισθῆναι συνέβη τῷ χρόνῳ: χαλκαῖ γὰρ οὔπω στῆλαι τότε ἦσαν, ἀλλ᾽ ἐν δρυΐναις ἐχαράττοντο σανίσιν οἵ τε νόμοι καὶ αἱ περὶ τῶν ἱερῶν διαγραφαί: μετὰ δὲ τὴν ἐκβολὴν τῶν βασιλέων εἰς ἀναγραφὴν δημοσίαν αὖθις ἤχθησαν ὑπ᾽ ἀνδρὸς ἱεροφάντου Γαίου Παπιρίου, τὴν ἁπάντων [p. 349] τῶν ἱερέων ἡγεμονίαν ἔχοντος. ἀνακτησάμενος δὲ τὰ κατερρᾳθυμημένα τῶν ἱερῶν καὶ τὸν ἀργὸν ὄχλον ἐπὶ τὰς ἰδίας ἐργασίας ἀποστείλ
ας ἐπῄνει μὲν τοὺς ἐπιμελεῖς γεωργούς, ἐμέμφετο δὲ τοὺς κακῶς προισταμένους τῶν ἰδίων κτημάτων, ὡς οὐ βεβαίους πολίτας. [5]

 

‹ Prev