Book Read Free

Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79)

Page 191

by Dionysius of Halicarnassus


  ἐκ δὲ τοῦ Σαβίνων ἔθνους αὖθις ἕτεροί τινες τῆς Ῥωμαίων οὔπω πεπειραμένοι δυνάμεως, πόλιν οἰκοῦντες εὐδαίμονα καὶ μεγάλην, ἐγκαλεῖν μὲν αὐτοῖς οὐδὲν ἔχοντες, φθονεῖν δὲ ταῖς εὐτυχίαις ἀναγκαζόμενοι μείζοσιν ἢ κατὰ λόγον γινομέναις, ἄνθρωποι δεινοὶ τὰ πολέμια τὸ μὲν πρῶτον ἀπὸ λῃστηρίων καὶ καταδρομῆς ἀγρῶν ὀλίγοι συνελθόντες ἤρξαντο, ἔπειτα δελεαζόμενοι ταῖς ὠφελείαις φανερὰν ποιοῦνται στρατείαν ἐπ᾽ αὐτοὺς καὶ τῆς ὁμόρου πολλὴν λεηλατοῦντες ἐκάκωσαν ἰσχυρῶς. [2] οὐ μὴν ἐξεγένετό γε αὐτοῖς οὔτε τὰς ὠφελείας ἀπἄγειν οὔτ᾽ αὐτοῖς ἀθώοις ἀπελθεῖν, ἀλλ᾽ ἐκβοηθήσας κατὰ σπουδὴν ὁ τῶν Ῥωμαίων βασιλεὺς καὶ πλησίον τῆς ἐκείνων παρεμβολῆς θέμενος τὸν χάρακα προελθεῖν [3] αὐτοὺς ἠνάγκασεν εἰς μάχην. ἐγένετο μὲν οὖν μέγας ἀγὼν καὶ πολλοὶ παρ᾽ ἀμφοτέρων ἔπεσον, ἐκράτησαν δὲ Ῥωμαῖοι κατὰ τὸ ἔμπειρόν τε καὶ φιλόπονον, ὧν [p. 357] ἐθάδες ἦσαν ἐκ πλείστου, καὶ περιεγένοντο παρὰ πολὺ τῶν Σαβίνων τοῖς τε φεύγουσιν αὐτῶν ἐπὶ τὸν χάρακα σποράσι καὶ ἀσυντάκτοις ἐκποδὸς ἑπόμενοι πολὺν ἐποίουν φόνον. [4] κρατήσαντες δὲ καὶ τῆς παρεμβολῆς αὐτῶν παντοδαπῶν χρημάτων γεμούσης καὶ τοὺς αἰχμαλώτους, οὓς ἔλαβον οἱ Σαβῖνοι κατὰ τὰς προνομάς, ἀπολαβόντες ἀπῄεσαν ἐπ᾽ οἴκου. αἱ μὲν δὴ πολεμικαὶ πράξεις τοῦδε τοῦ βασιλέως αἱ μνήμης καὶ λόγου παρὰ Ῥωμαίοις τυγχάνουσαι τοιαίδε τινὲς λέγονται γενέσθαι: πολιτικαὶ δὲ ἃς ἔρχομαι λέξων.

  πρῶτον μὲν τῇ πόλει μοῖραν οὐ μικρὰν προσέθηκεν τειχίσας τὸν λεγόμενον Ἀουεντῖνον: ἔστι δὲ λόφος ὑψηλὸς ἐπιεικῶς ὀκτωκαίδεκά που σταδίων τὴν περίμετρον, ὃς τότε μὲν ὕλης παντοδαπῆς μεστὸς ἦν, πλείστης δὲ καὶ καλλίστης δάφνης, ἐφ᾽ ἧς Λαυρῆτον ὑπὸ Ῥωμαίων καλεῖται τόπος τις ἐπ᾽ αὐτοῦ: νῦν δὲ οἰκιῶν ἐστι πλήρης ἅπας, ἔνθα σὺν πολλοῖς ἄλλοις καὶ τὸ τῆς Ἀρτέμιδος ἱερὸν ἵδρυται, εἴργεται δὲ ἀφ᾽ ἑτέρου τῶν συμπεριεχομένων τῇ Ῥώμῃ λόφων τοῦ καλουμένου Παλλαντίου, περὶ ὃν ἡ πρώτη κατασκευασθεῖσα πόλις ἱδρύθη, βαθείᾳ καὶ στενῇ φάραγγι. ἐν δὲ τοῖς ὕστερον χρόνοις ἐχώσθη πᾶς ὁ μεταξὺ τῶν λόφων αὐλών. [2] τοῦτον δὴ τὸν λόφον ἐπιτείχισμα κατὰ τῆς πόλεως ὁρῶν ἐσόμενον, εἴ [p. 358] τις αὐτῇ ἐπίοι στρατὸς τείχει καὶ τάφρῳ περιέλαβε καὶ τοὺς μεταχθέντας ἐκ Τελλήνης τε καὶ Πολιτωρίου καὶ τῶν ἄλλων πόλεων ὅσων ἐκράτησεν ἐν τούτῳ τῷ χωρίῳ καθίδρυσεν. ἓν μὲν δὴ τοῦτο τὸ πολίτευμα τοῦ βασιλέως παραδίδοται καλὸν ἅμα καὶ πραγματικόν, ἐξ οὗ μείζονά τε συνέβη γενέσθαι τὴν πόλιν ἑτέρας προσθέσει πόλεως καὶ πολλῇ χειρὶ πολεμίων ἐπιστρατευσάντων ἧττον εὔληπτον:

  ἕτερον δέ τι τοῦ προειρημένου πολιτεύματος κρεῖττον, ὃ καὶ τοῖς κατὰ τὸν βίον ἅπασιν εὐδαιμονεστέραν αὐτὴν ἐποίησε καὶ πραγμάτων ἐπῆρεν ἅψασθαι γενναιοτέρων. τοῦ γὰρ Τεβέριος ποταμοῦ καταβαίνοντος μὲν ἐκ τῶν Ἀπεννίνων ὀρῶν, παρ᾽ αὐτὴν δὲ τὴν Ῥώμην ῥέοντος, ἐμβάλλοντος δ᾽ εἰς αἰγιαλοὺς ἀλιμένους καὶ προσεχεῖς, οὓς τὸ Τυρρηνικὸν ποιεῖ πέλαγος, μικρὰ δὲ καὶ οὐκ ἄξια λόγου τὴν Ῥώμην ὠφελοῦντος διὰ τὸ μηθὲν ἐπὶ ταῖς ἐκβολαῖς ἔχειν φρούριον, ὃ τὰς εἰσκομιζομένας διὰ θαλάττης καὶ καταγομένας ἄνωθεν ἀγορὰς ὑποδέξεταί τε καὶ ἀμείψεται τοῖς ἐμπορευομένοις, ἱκανοῦ δὲ ὄντος ἄχρι μὲν τῶν πηγῶν ποταμηγοῖς σκάφεσιν εὐμεγέθεσιν ἀναπλεῖσθαι, πρὸς αὐτὴν δὲ τὴν Ῥώμην καὶ θαλαττίαις ὁλκάσι μεγάλαις, ἐπίνειον ἔγνω κατασκευάζειν ἐπὶ ταῖς ἐκβολαῖς αὐτοῦ λιμένι χρησάμενος αὐτῷ τῷ στόματι τοῦ ποταμοῦ. [2] εὐρύνεταί τε γὰρ ἐπιπολὺ τῇ θαλάττῃ συνάπτων καὶ κόλπους λαμβάνει [p. 359] μεγάλους, οἵους οἱ κράτιστοι τῶν θαλαττίων λιμένων: ὃ δὲ μάλιστα θαυμάσειεν ἄν τις, οὐκ ἀποκλείεται τοῦ στόματος ὑπὸ τῆς θαλαττίας θινὸς ἐμφραττόμενος, ὃ πάσχουσι πολλοὶ καὶ τῶν μεγάλων ποταμῶν, οὐδ᾽ εἰς ἕλη καὶ τέλματα πλανώμενος ἄλλοτε ἄλλῃ προκαταναλίσκεται πρὶν ἢ τῇ θαλάττῃ συνάψαι τὸ ῥεῖθρον, ἀλλὰ ναυσιπέρατός ἐστιν ἀεὶ καὶ δι᾽ ἑνὸς ἐκδίδωσι τοῦ γνησίου στόματος ἀνακόπτων τὰς πελαγίους ῥαχίας τῆς θαλάττης, καίτοι πολὺς αὐτόθι γίνεται καὶ χαλεπὸς ὁ πνέων ἀπὸ τῆς ἑσπέρας ἄνεμος. [3] αἱ μὲν οὖν ἐπίκωποι νῆες ὁπηλίκαι ποτ᾽ ἂν οὖσαι τύχωσι καὶ τῶν ὁλκάδων αἱ μέχρι τρισχιλιοφόρων εἰσάγουσί τε διὰ τοῦ στόματος αὐτοῦ καὶ μέχρι τῆς Ῥώμης εἰρεσίᾳ καὶ ῥύμασι παρελκόμεναι κομίζονται, αἱ δὲ μείζους πρὸ τοῦ στόματος ἐπ᾽ ἀγκυρῶν σαλεύουσαι ταῖς ποταμηγοῖς ἀπογεμίζονταί τε καὶ ἀντιφορτίζονται σκάφαις. [4] ἐν δὲ τῷ μεταξὺ τοῦ τε ποταμοῦ καὶ τῆς θαλάττης ἀγκῶνι πόλιν ὁ βασιλεὺς ἐντειχίσας, ἣν ἀπὸ τοῦ συμβεβηκότος Ὠστίαν ὠνόμασεν, ὡς δ᾽ ἂν ἡμεῖς εἴποιμεν θύραν, οὐ μόνον ἠπειρῶτιν, ἀλλὰ καὶ θαλαττίαν παρεσκεύασε τὴν Ῥώμην γενέσθαι καὶ τῶν διαποντίων ἀγαθῶν ἔγευσεν.

  ἐτείχισε δὲ καὶ τὸ καλούμενον Ἰανίκολον ὄρος ὑψηλὸν ἐπέκεινα τοῦ Τεβέριος ποταμοῦ κείμενον καὶ φρουρὰν ἱκανὴν ἐν αὐτῷ κατέστησεν ἀσφαλείας ἕνεκα τῶν διὰ τοῦ ποταμοῦ πλεόντων: [p. 360] ἐλῄστευον γὰρ οἱ Τυρρηνοὶ τοὺς ἐμπόρους ἅπασαν κατέχοντες τὴν ἐπέκεινα τοῦ ποταμοῦ χώρα�
�: [2] καὶ τὴν ξυλίνην γέφυραν, ἣν ἄνευ χαλκοῦ καὶ σιδήρου δεδέσθαι θέμις ὑπ᾽ αὐτῶν διακρατουμένην τῶν ξυλίνων, ἐκεῖνος ἐπιθεῖναι τῷ Τεβέρει λέγεται, ἣν ἄχρι τοῦ παρόντος διαφυλάττουσιν ἱερὰν εἶναι νομίζοντες. εἰ δέ τι πονήσειεν αὐτῆς μέρος οἱ ἱεροφάνται θεραπεύουσι θυσίας τινὰς ἐπιτελοῦντες ἅμα τῇ κατασκευῇ [3] πατρίους. ταῦτα διαπραξάμενος ἐπὶ τῆς ἰδίας ἀρχῆς ὁ βασιλεὺς οὗτος ἱστορίας ἄξια καὶ τὴν Ῥώμην οὐκ ὀλίγῳ κρείττονα παραδοὺς τοῖς ἐπιγινομένοις ἧς αὐτὸς παρέλαβεν, ἔτη τέτταρα πρὸς τοῖς εἴκοσι τὴν βασιλείαν κατασχὼν ἀποθνήσκει δύο καταλιπὼν υἱούς, τὸν μὲν ἔτι παῖδα τὴν ἡλικίαν, τὸν δὲ πρεσβύτερον ἀρτίως γενειῶντα.

  μετὰ δὲ τὸν Ἄγκου Μαρκίου θάνατον ἡ βουλὴ πάλιν ἐπιτρέψαντος αὐτῇ τοῦ δήμου πολιτείαν ἣν ἐβούλετο καταστήσασθαι μένειν ἐπὶ τῆς αὐτῆς ἔγνω καὶ ἀποδείκνυσι μεσοβασιλεῖς. οἱ δὲ συναγαγόντες εἰς ἀρχαιρεσίας τὸ πλῆθος αἱροῦνται βασιλέα Λεύκιον Ταρκύνιον. βεβαιωσάντων δὲ καὶ τῶν παρὰ τοῦ δαιμονίου σημείων τὰ κριθέντα ὑπὸ τοῦ πλήθους παραλαμβάνει τὴν βασιλείαν ἐνιαυτῷ δευτέρῳ μάλιστα τῆς μιᾶς καὶ τετταρακοστῆς ὀλυμπιάδος, ἣν ἐνίκα στάδιον Κλεώνδας Θηβαῖος, ἄρχοντος Ἀθήνησιν Ἡνιοχίδου. [2] γονέων δ᾽ ὁποίων τινῶν οὗτος ὁ Ταρκύνιος ἦν καὶ πατρίδος ἐξ ἧς ἔφυ καὶ δι᾽ [p. 361] ἅς2τινας αἰτίας εἰς Ῥώμην ἀφίκετο καὶ δι᾽ οἵων ἐπιτηδευμάτων ἐπὶ τὴν βασιλείαν παρῆλθεν, ὡς ἐν ταῖς ἐπιχωρίοις συγγραφαῖς εὗρον ἐρῶ. [3] Κορίνθιός τις ἀνὴρ ὄνομα Δημάρατος ἐκ τῆς Βακχιαδῶν συγγενείας ἐμπορεύεσθαι προελόμενος ἐπέπλευσεν εἰς τὴν Ἰταλίαν ὁλκάδα τε οἰκείαν ἀνάγων καὶ φόρτον ἴδιον. ἐξεμπολήσας δὲ τὸν φόρτον ἐν ταῖς Τυρρηνῶν πόλεσιν εὐδαιμονούσαις μάλιστα τῶν ἐν Ἰταλίᾳ τότε καὶ μεγάλα κέρδη περιβαλόμενος ἐκεῖθεν οὐκέτι εἰς ἄλλους ἐβούλετο κατάγεσθαι λιμένας, ἀλλὰ τὴν αὐτὴν εἰργάζετο συνεχῶς θάλατταν Ἑλληνικόν τε φόρτον εἰς Τυρρηνοὺς κομίζων καὶ Τυρρηνικὸν εἰς τὴν Ἑλλάδα φέρων καὶ γίνεται πάνυ πολλῶν χρημάτων κύριος. [4] ἐπικαταλαβούσης δὲ στάσεως τὴν Κόρινθον καὶ τῆς Κυψέλου τυραννίδος ἐπανισταμένης τοῖς Βακχιάδαις οὐκ ἀσφαλὲς εἶναι δοκῶν ἐν τυραννίδι ζῆν πολλὰ κεκτημένος ἄλλως τε καὶ τῆς ὀλιγαρχικῆς οἰκίας ὑπάρχων, συνεσκευασμένος τὴν οὐσίαν ὅσην οἷός τ᾽ [5] ἦν ᾤχετο πλέων ἐκ τῆς Κορίνθου. ἔχων δὲ φίλους πολλοὺς καὶ ἀγαθοὺς Τυρρηνῶν διὰ τὰς συνεχεῖς ἐπιμιξίας, μάλιστα δ᾽ ἐν Ταρκυνίοις πόλει μεγάλῃ τε καὶ εὐδαίμονι τότε οὔσῃ, οἶκόν τε αὐτόθι κατασκευάζεται καὶ γυναῖκα ἐπιφανῆ κατὰ γένος ἄγεται. γενομένων δ᾽ αὐτῷ δυεῖν παίδων Τυρρηνικὰ θέμενος [p. 362] αὐτοῖς ὀνόματα, τῷ μὲν Ἄρροντα, τῷ δὲ Λοκόμωνα καὶ παιδεύσας ἀμφοτέρους Ἑλληνικήν τε καὶ Τυρρηνικὴν παιδείαν, εἰς ἄνδρας ἐλθοῦσιν αὐτοῖς γυναῖκας ἐκ τῶν ἐπιφανεστάτων οἴκων λαμβάνει.

  καὶ μετ᾽ οὐ πολὺν χρόνον ὁ μὲν πρεσβύτερος αὐτοῦ τῶν παίδων γένος οὐδὲν καταλιπὼν ἐμφανὲς ἀποθνήσκει. καὶ μετ᾽ ὀλίγας ἡμέρας αὐτὸς ὁ Δημάρατος ὑπὸ λύπης τελευτᾷ κληρονόμον ἁπάσης τῆς οὐσίας τὸν περιλειπόμενον τῶν παίδων Λοκόμωνα καταλιπών: ὃς παραλαβὼν τὸν πατρικὸν πλοῦτον μέγαν ὄντα πολιτεύεσθαί τε καὶ τὰ κοινὰ πράττειν καὶ ἐν τοῖς πρώτοις τῶν ἀστῶν εἶναι προῄρητο. [2] ἀπελαυνόμενος δὲ πανταχόθεν ὑπὸ τῶν ἐπιχωρίων καὶ οὐχ ὅπως ἐν τοῖς πρώτοις ἀριθμούμενος, ἀλλ᾽ οὐδ᾽ ἐν τοῖς μέσοις, ἀνιαρῶς ἔφερε τὴν ἀτιμίαν. ἀκούων δὲ περὶ τῆς Ῥωμαίων πόλεως, ὅτι πάντας ἀσμένως ὑποδεχομένη τοὺς ξένους ἀστοὺς ποιεῖται καὶ τιμᾷ κατὰ τὴν ἀξίαν ἕκαστον, ἐκεῖ μετενέγκασθαι τὴν οἴκησιν ἔγνω τά τε χρήματα πάντα συσκευασάμενος καὶ τὴν γυναῖκα ἐπαγόμενος καὶ τῶν ἄλλων φίλων καὶ οἰκείων τοὺς βουλομένους: ἐγένοντο δὲ οἱ συναπαίρειν αὐτῷ προθυμηθέντες συχνοί. [3] ὡς δὲ κατὰ τὸ καλούμενον Ἰανίκολον ἦσαν, ὅθεν ἡ Ῥώμη τοῖς ἀπὸ Τυρρηνίας ἐρχομένοις πρῶτον ἀφορᾶται, καταπτὰς ἀετὸς ἄφνω καὶ τὸν πῖλον αὐτοῦ τὸν ἐπὶ τῆς κεφαλῆς κείμενον ἁρπάσας, ἀνέπτη πάλιν ἄνω κατὰ [p. 363] τὴν ἐγκύκλιον αἰώραν φερόμενος καὶ εἰς τὸ βάθος τοῦ περιέχοντος ἀέρος ἀπέκρυψεν: ἔπειτ᾽ ἐξαίφνης ἐπιτίθησι τῷ Λοκόμωνι τὸν πῖλον ἐπὶ τὴν κεφαλὴν ἁρμόσας ὡς πρότερον ἥρμοστο. [4] θαυμαστοῦ δὲ καὶ παραδόξου πᾶσι τοῦ σημείου φανέντος ἡ γυνὴ τοῦ Λοκόμωνος ὄνομα Τανακύλλα ἐμπειρίαν ἱκανὴν ἐκ πατέρων ἔχουσα τῆς Τυρρηνικῆς οἰωνοσκοπίας, λαβοῦσα μόνον αὐτὸν ἀπὸ τῶν συνόντων ἠσπάσατό τε καὶ ἀγαθῶν ἐλπίδων ἐνέπλησεν ὡς ἐξ ἰδιωτικῆς τύχης εἰς ἐξουσίαν βασιλικὴν ἐλευσόμενον. σκοπεῖν μέντοι συνεβούλευεν ὅπως παρ᾽ ἑκόντων λήψεται Ῥωμαίων τὴν ἡγεμονίαν ἄξιον τῆς τιμῆς ταύτης ἑαυτὸν παρασχών.

  ὁ δὲ περιχαρὴς τῷ σημείῳ γενόμενος ἐπειδὴ ταῖς πύλαις ἤδη συνήγγιζεν, εὐξάμενος τοῖς θεοῖς ἐπιτελῆ γενέσθαι τὰ μαντεύματα καὶ σὺν ἀγαθαῖς εἰσελθεῖν τύχαις παρῆλθεν εἰς τὴν πόλιν: καὶ μετὰ τοῦτο συνελθὼν εἰς λόγους Μαρκίῳ τῷ βασιλεῖ πρῶτον μὲν ἑαυτὸν ἐδήλωσεν ὅστις ἦν, ἔπειθ᾽ ὅτι κατοικεῖν ἐν τῇ πόλει βουλόμενος παρείη πᾶσαν τὴν πατρικὴν οὐσίαν ἐπαγόμενος, ἣν εἰς τὸ κοινὸν ἔφη
τῷ βασιλεῖ καὶ τῇ Ῥωμαίων πόλει τιθέναι μείζονα οὖσαν ἢ κατ᾽ ἰδιώτην ἄνδρα κεκτῆσθαι. [2] ἀσμένως δὲ τοῦ βασιλέως αὐτὸν ὑποδεξαμένου καὶ καταχωρίσαντος ἅμα τοῖς συμπαροῦσιν αὐτῷ Τυρρηνῶν εἰς φυλήν τε καὶ φρατρίαν, οἰκίαν τε κατασκευάζεται [p. 364] τόπον διαλαχὼν τῆς πόλεως τὸν ἀρκοῦντα καὶ γῆς λαμβάνει κλῆρον. ἐπεὶ δὲ ταῦτα διῳκήσατο καὶ τῶν ἀστῶν εἷς ἐγεγόνει, μαθὼν ὅτι Ῥωμαίων ἑκάστῳ κοινόν τ᾽ ὄνομα κεῖται καὶ μετὰ τὸ κοινὸν ἕτερον, ὃ δὴ συγγενικὸν αὐτοῖς ἐστι καὶ πατρωνυμικόν, ἐξομοιοῦσθαι καὶ κατὰ τοῦτο αὐτοῖς βουλόμενος Λεύκιον μὲν ἀντὶ Λοκόμωνος ἑαυτῷ τίθεται τὸ κοινὸν ὄνομα, Ταρκύνιον δὲ τὸ συγγενικὸν ἐπὶ τῆς πόλεως ἐν ᾗ γενέσεώς τε καὶ τροφῆς ἔτυχε: [3] βασιλέως τε φίλος ἐν ὀλίγῳ πάνυ χρόνῳ γίνεται δῶρα διδούς, ὧν αὐτὸν ἐν χρείᾳ μάλιστα γινόμενον ᾐσθάνετο καὶ χρήματα παρέχων εἰς τὰς πολεμικὰς χρείας ὅσων ἐδεῖτο, ἐν δὲ ταῖς στρατείαις ἁπάντων κράτιστα πεζῶν τε καὶ ἱππέων ἀγωνιζόμενος γνώμης τε ὅπου δεήσειεν ἀγαθῆς ἐν τοῖς πάνυ φρονίμοις τῶν συμβούλων ἀριθμούμενος. [4] γενόμενος δὲ παρὰ τῷ βασιλεῖ τίμιος οὐδὲ τῆς ἄλλων Ῥωμαίων εὐνοίας διήμαρτεν, ἀλλὰ καὶ τῶν πατρικίων πολλοὺς ταῖς εὐεργεσίαις ὑπηγάγετο καὶ τὸ δημοτικὸν πλῆθος οἰκείως ἔχειν ἑαυτῷ παρεσκεύασεν εὐπροσηγόροις τε ἀσπασμοῖς καὶ κεχαρισμέναις ὁμιλίαις καὶ χρημάτων μεταδόσει καὶ ταῖς ἄλλαις φιλοφροσύναις.

 

‹ Prev