Book Read Free

Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79)

Page 195

by Dionysius of Halicarnassus


  τότε δ᾽ οὖν, ἐπειδὴ παρεσκεύαστο ἀμφοτέροις τὰ πρὸς τὸν ἀγῶνα ἐπιτήδεια, συνῄεσαν εἰς μάχην, εἶχον δὲ τὸ μὲν εὐώνυμον κέρας οἱ Ῥωμαῖοι, τὸ δὲ δεξιὸν οἱ Τυρρηνοί, κατὰ μέσην δὲ τὴν φάλαγγα Λατῖνοι ἐτάχθησαν. γενομένου δὲ ἀγῶνος καρτεροῦ δι᾽ ὅλης ἡμέρας ἐνίκων οἱ Ῥωμαῖοι παρὰ πολὺ καὶ πολλοὺς μὲν ἀποκτείναντες τῶν πολεμίων ἐν τῇ μάχῃ γενομένους ἄνδρας ἀγαθούς, πολλῷ δ᾽ ἔτι πλείους αἰχμαλώτους λαβόντες ἐν τῇ φυγῇ, τῶν δὲ παρεμβολῶν ἀμφοτέρων ἐγκρατεῖς γενόμενοι καὶ χρημάτων μέγαν περιβαλόμενοι πλοῦτον ἀδεῶς ἤδη τῆς ὑπαίθρου πάσης ἐκράτουν, ἣν πυρὶ καὶ σιδήρῳ καὶ πᾶσι λωβησάμενοι κακοῖς, ἐπειδὴ τὸ θέρος ἐτελεύτα, [p. 390] λύσαντες τὰς παρεμβολὰς ἀπῄεσαν ἐπ᾽ οἴκου. καὶ ὁ βασιλεὺς Ταρκύνιος τρίτον ἐπὶ τῆς ἰδίας ἀρχῆς τὸν ἐκ τῆς2δε τῆς μάχης κατήγαγε θρίαμβον. [2] τῷ δ᾽ ἑξῆς ἐνιαυτῷ παρασκευαζομένου πάλιν τοῦ βασιλέως στρατὸν ἐπὶ τὰς πόλεις τῶν Σαβίνων ἐξάγειν καὶ πολιορκίαις αὐτὰς προσάγεσθαι διεγνωκότος, γενναῖον μὲν οὐδὲν ἔτι βούλευμα καὶ νεανικὸν οὐδεμιᾶς ἐγένετο, πᾶσαι δὲ κοινῇ γνώμῃ χρησάμεναι πρὶν εἰς κίνδυνον ἐλθεῖν ἀνδραποδισμοῦ καὶ κατασκαφῆς καταλύσασθαι τὸν πόλεμον ἔγνωσαν. [3] καὶ παρῆσαν ἐξ ἑκάστης πόλεως οἱ κράτιστοι τῶν Σαβίνων πρὸς βασιλέα Ταρκύνιον ἐξεληλυθότα μετὰ πάσης ἤδη δυνάμεως παραδιδόντες αὐτῷ τὰ τείχη καὶ δεόμενοι μετρίας ποιήσασθαι τὰς συμβάσεις. ὁ δὲ ἀσπαστῶς δεξάμενος τὴν ἄνευ κινδύνων ὑποταγὴν τοῦ ἔθνους σπονδάς τε ποιεῖται πρὸς αὐτοὺς ὑπὲρ εἰρήνης τε καὶ φιλίας ἐπὶ ταῖς αὐταῖς ὁμολογίαις, αἷς Τυρρηνοὺς πρότερον ὑπηγάγετο, καὶ τοὺς αἰχμαλώτους ἀπέδωκεν αὐτοῖς ἄνευ λύτρων.

  αὗται πολεμικαὶ πράξεις βασιλέως Ταρκυνίου μνημονεύονται, εἰρηνικαὶ δὲ καὶ πολιτικαὶ τοιαίδε τινές, οὐδὲ γὰρ ταύτας βούλομαι παρελθεῖν ἀμνημονεύτους. εὐθὺς γὰρ ἅμα τῷ παραλαβεῖν τὴν ἀρχὴν τὸν δημοτικὸν ὄχλον οἰκεῖον ἑαυτῷ ποιῆσαι προθυμηθείς, ὥσπερ οἱ πρότεροι βασιλεῖς ἐποίουν, διὰ τοιαύτας εὐεργεσίας ὑπηγάγετο: ἐπιλέξας [p. 391] ἄνδρας ἑκατὸν ἐξ ἁπάντων τῶν δημοτικῶν, οἷς ἀρετήν τινα πολεμικὴν ἢ πολιτικὴν φρόνησιν ἅπαντες ἐμαρτύρουν, πατρικίους ἐποίησε καὶ κατέταξεν εἰς τὸν τῶν βουλευτῶν ἀριθμόν, καὶ τότε πρῶτον ἐγένοντο Ῥμαίοις τριακόσιοι βουλευταὶ τέως ὄντες διακόσιοι. [2] ἔπειτα ταῖς ἱεραῖς παρθένοις, ὑφ᾽ ὧν τὸ ἄσβεστον φυλάττεται πῦρ, τέτταρσιν οὔσαις δύο προσκατέλεξεν ἑτέρας: πλειόνων γὰρ ἤδη συντελουμένων ὑπὸ τῆς πόλεως ἱερουργιῶν, αἷς ἔδει τὰς τῆς Ἑστίας παρεῖναι θυηπόλους, οὐκ ἐδόκουν αἱ τέτταρες ἀρκεῖν. Ταρκυνίου δὲ ἄρξαντος ἠκολούθουν οἱ λοιποὶ βασιλεῖς, καὶ μέχρι τῶν καθ᾽ ἡμᾶς χρόνων ἓξ ἀποδείκνυνται τῆς Ἑστίας ἀμφίπολοι. [3] δοκεῖ δὲ καὶ τὰς τιμωρίας, αἷς κολάζονται πρὸς τῶν ἱεροφαντῶν αἱ μὴ φυλάττουσαι τὴν παρθενίαν, ἐκεῖνος ἐξευρεῖν πρῶτος εἴτε κατὰ λογισμὸν εἴτε ὡς οἴονταί τινες ὀνείρῳ πειθόμενος, ἃς μετὰ τὴν ἐκείνου τελευτὴν ἐν τοῖς Σιβυλλείοις εὑρεθῆναι χρησμοῖς οἱ τῶν ἱερῶν ἐξηγηταὶ λέγουσιν: ἐφωράθη γάρ τις ἐπὶ τῆς ἐκείνου βασιλείας ἱέρεια Πιναρία Ποπλίου θυγάτηρ οὐχ ἁγνὴ προσιοῦσα τοῖς ἱεροῖς. τρόπος δὲ τιμωρίας ὅστις ἐστίν, ᾧ κολάζουσι τὰς διαφθαρείσας, ἐν τῇ πρὸ ταύτης δεδήλωταί [4] μοι γραφῇ. τήν τε ἀγοράν, ἐν ᾗ δικάζουσι καὶ ἐκκλησιάζουσι καὶ τὰς ἄλλας πολιτικὰς ἐπιτελοῦσι παράξεις ἐκεῖνος ἐκόσμησεν ἐργαστηρίοις τε καὶ παστάσι περιλαβών, καὶ τὰ τείχη τῆς πόλεως αὐτοσχέδια [p. 392] καὶ φαῦλα ταῖς ἐργασίαις ὄντα πρῶτος ᾠκοδομήσατο λίθοις ἁμαξιαίοις εἰργασμένοις πρὸς κανόνα. [5] ἤρξατο δὲ καὶ τὰς ὑπονόμους ὀρύττειν τάφρους, δι᾽ ὧν ἐπὶ τὸν Τέβεριν ὀχετεύεται πᾶν τὸ συρρέον ἐκ τῶν στενωπῶν ὕδωρ, ἔργα θαυμαστὰ καὶ κρείττω λόγου κατασκευασάμενος. ἔγωγ᾽ οὖν ἐν τρισὶ τοῖς μεγαλοπρεπεστάτοις κατασκευάσμασι τῆς Ῥώμης, ἐξ ὧν μάλιστα τὸ τῆς ἡγεμονίας ἐμφαίνεται μέγεθος, τάς τε τῶν ὑδάτων ἀγωγὰς τίθεμαι καὶ τὰς τῶν ὁδῶν στρώσεις καὶ τὰς τῶν ὑπονόμων ἐργασίας οὐ μόνον εἰς τὸ χρήσιμον τῆς κατασκευῆς τὴν διάνοιαν ἀναφέρων, ὑπὲρ οὗ κατὰ τὸν οἰκεῖον καιρὸν ἐρῶ, ἀλλὰ καὶ εἰς τὴν τῶν ἀναλωμάτων πολυτέλειαν, ἣν ἐξ ἑνὸς ἔργου τεκμήραιτ᾽ ἄν τις Γάιον Ἀκίλλιον ποιησάμενος τοῦ μέλλοντος λέγεσθαι βεβαιωτήν, ὅς φησιν ἀμεληθεισῶν ποτε τῶν τάφρων καὶ μηκέτι διαρρεομένων τοὺς τιμητὰς τὴν ἀνακάθαρσιν αὐτῶν καὶ τὴν ἐπισκευὴν χιλίων μισθῶσαι ταλάντων.

  κατεσκεύασε δὲ καὶ τὸν μέγιστον τῶν ἱπποδρόμων Ταρκύνιος τὸν μεταξὺ τοῦ τε Αὐεντίνου καὶ τοῦ Παλλαντίου κείμενον πρῶτος ὑποστέγους ποιήσας περὶ αὐτὸν καθέδρας ῾τέως γὰρ ἑστῶτες ἐθεώρουν᾽ ἐπ᾽ ἰκρίοις, δοκῶν ξυλίναις σκηναῖς ὑποκειμένων: [p. 393] καὶ διελὼν τοὺς τόπους εἰς τριάκοντα φράτρας ἑκάστῃ φράτρᾳ μοῖραν ἀπέδωκε μίαν, ὥστε ἐν τῇ προσηκούσῃ χώρᾳ καθεζόμενον ἕκαστον θεωρεῖν. [2] ἔμελλε δὲ ἄρα σὺν χρόνῳ καὶ τοῦτο τὸ ἔργον ἐν τοῖς πάνυ καλοῖς καὶ θαυμαστοῖς κατασκευάσμασι τῆς πόλεως γενήσεσθαι. μῆκος μὲν γὰρ τοῦ ἱπποδρόμου τριῶν καὶ ἡμίσους ἐστὶ σταδίων, εὖρος δὲ τεττάρων
πλέθρων: πέριξ δὲ αὐτοῦ κατά τε τὰς μείζους πλευρὰς καὶ κατὰ μίαν τῶν ἐλαττόνων εὔριπος εἰς ὑποδοχὴν ὕδατος ὀρώρυκται βάθος τε καὶ πλάτος δεκάπους. μετὰ δὲ τὸν εὔριπον ᾠκοδόμηνται στοαὶ τρίστεγοι. τούτων δὲ αἱ μὲν ἐπίπεδοι λιθίνας ἔχουσιν ὥσπερ ἐν τοῖς θεάτροις ὀλίγον ὑπερανεστηκυίας ἀλλήλων καθέδρας, [3] αἱ δ᾽ ὑπερῷοι ξυλίνας. συνάγονται δ᾽ εἰς τὸ αὐτὸ καὶ συνάπτουσιν ἀλλήλαις αἱ μείζους ὑπὸ τῆς ἐλάττονος μηνοειδὲς ἐχούσης τὸ σχῆμα συγκλειόμεναι, ὥστε μίαν ἐκ τῶν τριῶν γίνεσθαι στοὰν ἀμφιθέατρον ὀκτὼ σταδίων ἱκανὴν ὑποδέξασθαι πεντεκαίδεκα μυριάδας ἀνθρώπων. ἡ δὲ λοιπὴ τῶν ἐλαττόνων πλευρῶν αἴθριος ἀνειμένη ψαλιδωτὰς ἱππαφέσεις ἔχει διὰ [4] μιᾶς ὕσπληγος ἅμα πάσας ἀνοιγομένας. ἔστι δὲ καὶ περὶ τὸν ἱππόδρομον ἔξωθεν ἑτέρα στοὰ μονόστεγος ἐργαστήρια ἔχουσα ἐν αὑτῇ καὶ οἰκήσεις ὑπὲρ αὐτά, δἰ ἧς εἰσιν εἴσοδοί τε καὶ ἀναβάσεις τοῖς ἐπὶ τὴν θέαν ἀφικομένοις παρ᾽ ἕκαστον ἐργαστήριον, ὥστε [p. 394] μηδὲν ἐνοχλεῖσθαι τὰς τοσάς2δε μυριάδας εἰσιούσας τε καὶ ἀπολυομένας.

  ἐνεχείρησε δὲ καὶ τὸν νεὼν κατασκευάζειν τοῦ τε Διὸς καὶ τῆς Ἥρας καὶ τῆς Ἀθηνᾶς ὁ βασιλεὺς οὗτος εὐχὴν ἀποδιδούς, ἣν ἐποιήσατο τοῖς θεοῖς ἐν τῇ τελευταίᾳ πρὸς Σαβίνους μάχῃ. τὸν μὲν οὖν λόφον, ἐφ᾽ οὗ τὸ ἱερὸν ἔμελλεν ἱδρύεσθαι, πολλῆς δεόμενον πραγματείας ῾οὔτε γὰρ εὐπρόσοδος ἦν οὔτε ὁμαλός, ἀλλ᾽ ἀπότομος καὶ εἰς κορυφὴν συναγόμενος ὀξεῖαν᾽ ἀναλήμμασιν ὑψηλοῖς πολλαχόθεν περιλαβὼν καὶ πολὺν χοῦν εἰς τὸ μεταξὺ τῶν τε ἀναλημμάτων καὶ τῆς κορυφῆς ἐμφορήσας, ὁμαλὸν γενέσθαι παρεσκεύασε καὶ πρὸς ἱερῶν ὑποδοχὴν ἐπιτηδειότατον. [2] τοὺς δὲ θεμελίους οὐκ ἔφθασε θεῖναι τοῦ νεὼ χρόνον ἐπιβιώσας μετὰ τὴν κατάλυσιν τοῦ πολέμου τετραετῆ. πολλοῖς δ᾽ ὕστερον ἔτεσιν ὁ τρίτος βασιλεύσας ἀπ᾽ ἐκείνου Ταρκύνιος, ὁ τῆς ἀρχῆς ἐκπεσών, τούς τε θεμελίους κατεβάλετο καὶ τῆς οἰκοδομῆς τὰ πολλὰ εἰργάσατο. οὐ μὴν ἐτελείωσε τὸ ἔργον οὐδ᾽ οὗτος, ἀλλ᾽ ἐπὶ τῶν ἐνιαυσίων ἀρχόντων τῶν κατὰ τὸν τρίτον ἐνιαυτὸν ὑπατευσάντων τὴν συντέλειαν ἔλαβεν ὁ νεώς. [3] ἄξιον δὲ καὶ τὰ πρὸ τῆς κατασκευῆς αὐτοῦ γενόμενα διελθεῖν, ἃ παραδεδώκασιν ἅπαντες οἱ τὰς ἐπιχωρίους συναγαγόντες ἱστορίας. ἐπειδὴ γὰρ ἔμελλε κατασκευάζειν ὁ Ταρκύνιος τὸν γαόν, συγκαλέσας τοὺς οἰωνομάντεις ἐκέλευσε [p. 395] τοῖς ἀνδράσι περὶ αὐτοῦ πρῶτον διαμαντεύσασθαι τοῦ τόπου, τίς ἐπιτηδειότατός ἐστι τῆς πόλεως χῶρος ἱερὸς ἀνεῖσθαι καὶ τοῖς θεοῖς αὐτοῖς μάλιστα κεχαρισμένος. [4] ἀποδειξάντων δ᾽ αὐτῶν τὸν ὑπερκείμενον τῆς ἀγορᾶς λόφον, ὃς τότε μὲν ἐκαλεῖτο Ταρπήιος, νῦν δὲ Καπιτωλῖνος, αὖθις ἐκέλευσεν αὐτοὺς διαμαντευσαμένους εἰπεῖν ἐν ὁποίῳ τοῦ λόφου χωρίῳ θέσθαι δεήσει τοὺς θεμελίους. τοῦτο δὲ οὐ πάνυ ῥᾴδιον ἦν: πολλοὶ γὰρ ἦσαν ἐν αὐτῷ βωμοὶ θεῶν τε καὶ δαιμόνων ὀλίγον ἀπέχοντες ἀλλήλων, οὓς ἔδει μετάγειν ἑτέρωσέ ποι, καὶ πᾶν ἀποδοῦναι τῷ μέλλοντι τοῖς θεοῖς τεμένει γενήσεσθαι τὸ δάπεδον. [5] ἔδοξε δὴ τοῖς οἰωνοπόλοις ὑπὲρ ἑκάστου βωμοῦ τῶν καθιδρυμένων διαμαντευσαμένοις, ἐὰν παραχωρῶσιν οἱ θεοὶ τότε κινεῖν αὐτούς. οἱ μὲν οὖν ἄλλοι θεοί τε καὶ δαίμονες ἐπέτρεψαν αὐτοῖς εἰς ἕτερα χωρία τοὺς βωμοὺς σφῶν μεταφέρειν, οἱ δὲ τοῦ Τέρμονος καὶ τῆς Νεότητος πολλὰ παραιτουμένοις τοῖς μάντεσι καὶ λιπαροῦσιν οὐκ ἐπείσθησαν οὐδ᾽ ἠνέσχοντο παραχωρῆσαι τῶν τόπων. τοιγάρτοι συμπεριελήφθησαν αὐτῶν οἱ βωμοὶ τῇ κατασκευῇ τῶν ἱερῶν, καὶ νῦν ὁ μὲν ἕτερός ἐστιν ἐν τῷ προνάῳ τῆς Ἀθηνᾶς, ὁ δ᾽ ἕτερος ἐν αὐτῷ τῷ σηκῷ πλησίον τοῦ ἕδους. [6] ἐκ δὲ τούτου συνέβαλον οἱ μάντεις, ὅτι τῆς Ῥωμαίων πόλεως οὔτε τοὺς ὅρους μετακινήσει καιρὸς οὐθεὶς οὔτε τὴν ἀκμὴν μεταβαλεῖ: καὶ μέχρι τῶν κατ᾽ ἐμὲ χρόνων ἀληθὲς [p. 396] αὐτῶν ἐστιν ἑκάτερον εἰκοστὴν ἤδη καὶ τετάρτην γενεάν.

  ὁ δὲ τῶν οἰωνοσκόπων ἐπιφανέστατος ὁ τοὺς βωμοὺς μεθιδρυσάμενος καὶ τὸ ἱερὸν τοῦ Διὸς τεμενίσας καὶ τἆλλα προλέγων τὰ θεῖα τῷ δήμῳ διὰ μαντικῆς αὐτὸς μὲν ἐκαλεῖτο τὸ κοινὸν ὄνομα καὶ προσηγορικὸν Νέβιος, τὸ δὲ συγγενικὸν Ἄττιος, ὃς ἁπάντων θεοφιλέστατος ὁμολογεῖται γενέσθαι τῶν ἀκριβούντων τὴν τέχνην καὶ μεγίστου τυχεῖν δι᾽ αὐτὴν ὀνόματος ἀπίστους τινὰς ὑπερβολὰς τῆς οἰωνομαντικῆς ἐπιστήμης ἐπιδειξάμενος: ὧν ἐγὼ μίαν, ἣν μάλιστα τεθαύμακα, προχειρισάμενος ἐρῶ προειπὼν ἐξ οἵας ὁρμηθεὶς συντυχίας καὶ τίνας ἀφορμὰς παρὰ τοῦ δαιμονίου λαβὼν τοσαύτην ἔσχεν ἐπιφάνειαν, ὥστε πάντας ἀζήλους ἀποδεῖξαι τοὺς κατὰ [2] τὴν αὐτὴν ἀκμάσαντας ἡλικίαν. πένης αὐτῷ πατὴρ ἐγένετο χωρίον εὐτελὲς γεωργῶν, ᾧ τά τε ἄλλα συνειργάζετο παῖς ὢν ὁ Νέβιος, ὅσα τοῖς τηλικούτοις δύναμις ἦν, καὶ τὰς ὗς ἐξελαύνων ἔβοσκεν. ἀποκοιμηθεὶς δέ ποτε καὶ μετὰ τὴν ἐξέγερσιν οὐχ εὑρίσκων τινὰς τῶν ὑῶν τέως μὲν ἔκλαιε τὰς πληγὰς ὀρρωδῶν τὰς παρὰ τοῦ πατρός, ἔπειτ᾽ ἐλθὼν ἐπὶ τὴν καλιάδα τὴν ἐν τῷ χωρίῳ καθιδρυμένην ἡρώων ἠξίου τούς ἥρωας συνεξευρεῖν αὐτῷ τὰς ὗς, γενομένου δὲ τούτου θύσειν αὐτοῖς ὑπέσχετο τὸν μέγιστον τῶ
ν ἐκ τοῦ [3] χωρίου βοτρύων. εὑρὼν δὲ μετ᾽ ὀλίγον τὰς ὗς ἐβούλετο [p. 397] μὲν ἀποδοῦναι τοῖς ἥρωσι τὴν εὐχήν, ἐν ἀπορίᾳ δὲ ἦν πολλῇ τὸν μέγιστον οὐ δυνάμενος ἐξευρεῖν βότρυν. ἀδημονῶν δ᾽ ἐπὶ τῷ πράγματι τοὺς θεοὺς ἠξίου δι᾽ οἰωνῶν φανερὸν αὐτῷ ποιῆσαι τὸ ζητούμενον. ἔπειτ᾽ ἐπελθὸν αὐτῷ κατὰ δαίμονα διχῇ νέμει τὸν ἀμπελῶνα, θάτερα μὲν αὐτοῦ λαμβάνων ἐκ δεξιᾶς, θάτερα δ᾽ ἐξ ἀριστερᾶς, ἔπειθ᾽ ὑπὲρ ἑκατέρου τῶν μερῶν τοὺς παρακειμένους οἰωνοὺς ἐσκόπει. φανέντων δ᾽ ἐπὶ θατέρου μέρους ὀρνίθων, οἵων αὐτὸς ἐβούλετο, πάλιν ἐκεῖνο διχῇ διῄρει τὸ χωρίον καὶ τοὺς ὄρνιθας διέκρινε τοὺς παραγινομένους κατὰ τὸ αὐτό. ταύτῃ χρώμενος τῇ διαιρέσει τῶν τόπών καὶ τὴν ἐσχάτην ὑπὸ τῶν ὀρνίθων ἀποδειχθεῖσαν ἄμπελον ὑπελθὼν εὑρίσκει βότρυος ἄπιστόν τι χρῆμα καὶ αὐτὸν φέρων ἐπὶ τὴν καλιάδα τῶν ἡρώων ὁρᾶται πρὸς τοῦ πατρός. [4] θαυμάσαντι δὲ τὸ μέγεθος τῆς σταφυλῆς καὶ πόθεν εἰλήφει πυνθανομένῳ διηγεῖται πάντα ἐξ ἀρχῆς. ὁ δ᾽ ὑπολαβών, ὅπερ ἦν, ἐμφύτους εἶναί τινας ἀρχὰς μαντικῆς ἐν τῷ παιδί, κομίσας αὐτὸν εἰς τὴν πόλιν γραμμάτων διδασκάλοις συνίστησιν: ἐπεὶ δὲ τῆς κοινῆς παιδείας ἀποχρώντως μετέλαβε, Τυρρηνῶν αὐτὸν παραδίδωσι τῷ λογιωτάτῳ [5] τὴν οἰωνοσκοπικὴν τέχνην διδαχθησόμενον. ἔχων δὲ τὴν ἔμφυτον ὁ Νέβιος μαντικὴν καὶ τὴν ἐπίκτητον [p. 398] παρὰ Τυρρηνῶν προσλαβὼν μακρῷ δή που τοὺς ἄλλους οἰωνοσκόπους ἅπαντας, ὡς ἔφην, ὑπερεβάλετο, εἰς ἁπάσας τε τὰς δημοσίας ἐπισκέψεις οἱ τῆς πόλεως οἰωνομάντεις οὐκ ὄντα ἐκ τοῦ συστήματος παρεκάλουν αὐτὸν διὰ τὴν ἐπιτυχίαν τῶν μαντευμάτων καὶ οὐθὲν ὅ τι μὴ δόξειεν ἐκείνῳ προὔλεγον.

 

‹ Prev