Book Read Free

Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79)

Page 198

by Dionysius of Halicarnassus


  ἔχει δὲ καὶ ἄλλας τινὰς τὸ πρᾶγμα ἀτοπίας, ἃς ἅπαντες ἠγνόησαν οἱ τὰ Ῥωμαϊκὰ συνταξάμενοι πλὴν ἑνός, οὗ μετὰ μικρὸν ἐρῶ τοὔνομα. ὡμολόγηται γάρ, ὅτι μετὰ τὴν Ταρκυνίου τελευτὴν παραλαβὼν τὴν βασιλείαν Τύλλιος ἐπ᾽ ἔτη τετταράκοντα καὶ τέτταρα κατέσχεν, ὥστ᾽ εἰ κατ᾽ ἐκεῖνον τὸν χρόνον ἑκτακαιεικοσαέτης ἦν, ὅτ᾽ ἀπεστερεῖτο τῆς ἀρχῆς ὁ πρεσβύτερος τῶν Ταρκυνίων, ὑπὲρ ἑβδομήκοντα ἔτη γεγονὼς ἄν ἦν, ὅτε τὸν Τύλλιον ἀπέκτεινεν. [2] ἐν κρατίστῃ δέ γ᾽ αὐτὸν ἡλικίᾳ τότ᾽ ὄντα παραδεδώκασιν οἱ συγγραφεῖς καί φασιν, ὅτι Τύλλιον αὐτὸς ἀράμενος ἐκ τοῦ βουλευτηρίου καὶ φέρων ἔξω κατὰ τῶν κρηπίδων ἐξέχεεν. ἥ τ᾽ ἐκ τῆς ἀρχῆς ἔκπτωσις αὐτοῦ γίνεται πέμπτῳ καὶ εἰκοστῷ μετὰ ταῦτ᾽ ἔτει, καὶ τούτῳ τῷ ἔτει στρατευόμενος ἐν τῷ πρὸς Ἀρδεάτας εἰσάγεται πολέμῳ καὶ πάντα [p. 14] τὰ ἔργα δι᾽ ἑαυτοῦ τελῶν: οὐκ εἶχε δὲ λόγον ἐν πολέμοις ἐξετάζεσθαι ἓξ καὶ ἐνενήκοντα βεβιωκὼς ἔτη. [3] ἐκπεσών τε τῆς ἀρχῆς ἔτι πολεμεῖν Ῥωμαίοις οὐκ ἐλάττω τεττάρων καὶ δέκα ἐτῶν, αὐτὸς ἐν τοῖς πράγμασιν ἐξεταζόμενος, ὥς φασι, παρὰ τὰς κοινὰς ἁπάντων ἐστὶ δόξας, καὶ ὁ τοῦ βίου χρόνος αὐτῷ πλείων ἀναφαίνεται τῶν ἑκατὸν καὶ δέκα γεγονὼς ἐτῶν: τοῦτο δὲ τὸ μῆκος τῶν βίων οὐ φέρουσιν οἱ καθ᾽ ἡμᾶς τόποι. [4] ταῦτα δὴ τὰ ἄτοπα συνειδότες τῶν Ῥωμαϊκῶν συγγραφέων τινὲς ἑτέραις αὐτὰ λύειν ἐπειράθησαν ἀτοπίαις, οὐ Τανακυλίδα ποιοῦντες μητέρα τῶν παιδίων, ἀλλὰ Γεγανίαν τινά, περὶ ἧς οὐδεμίαν παρειλήφαμεν ἱστορίαν: ἄωρος δὴ γίνεται πάλιν ὁ γάμος τοῦ Ταρκυνίου μικρὸν ἀπολείποντος ἐτῶν ὀγδοήκοντα, καὶ ἡ τῶν τέκνων γένεσις τοῖς ταύτην ἔχουσι τὴν ἡλικίαν ἄπιστος: οὐδὲ γὰρ ἄπαις ἦν, ὥστ᾽ ἐκ παντὸς ἐπιθυμῆσαι τέκνων, ἀλλὰ θυγατέρες ἦσαν αὐτῷ δύο καὶ [5] αὗταί γ᾽ ἤδη γεγαμημέναι. τούτων δὴ τῶν ἀδυνάτων τε καὶ ἀτόπων ἕκαστα ἐπιλογιζόμενος οὐχ υἱοὺς εἶναι Ταρκυνίου γράφω τοὺς παῖδας, ἀλλ᾽ υἱωνούς, Λευκίῳ Πείσωνι τῷ Φρῦγι συγκαταθέμενος. ἐκεῖνος γὰρ ἐν ταῖς ἐνιαυσίοις πραγματείαις ταῦθ᾽ ἱστόρηκε μόνος: εἰ [p. 15] μή γ᾽ ἄρα γόνῳ μὲν ἦσαν υἱωνοὶ τοῦ βασιλέως οἱ παῖδες, ποιήσει δ᾽ υἱοί, καὶ τοῦτ᾽ ἦν αἴτιον τῆς ἀπάτης τοῖς ἄλλοις ἅπασι τοῖς συγγράψασι τὰς Ῥωμαϊκὰς ἱστορίας. προειρημένων δὴ τούτων καιρὸς ἐπανάγειν ἐπὶ τὴν ἀπολειπομένην διήγησιν.

  ἐπειδὴ δὲ παραλαβὼν τὴν ἐπιτροπὴν τῆς βασιλείας ὁ Τύλλιος καὶ τὴν ἑταιρίαν τῶν Μαρκίων ἐξελάσας βεβαίως ἤδη τῆς ἀρχῆς ἐνόμιζε κρατεῖν, τόν τε βασιλέα Ταρκύνιον, ὡς ἐκ τῶν τραυμάτων τετελευτηκότα ἔναγχος, ἐκκομιδῇ τε πολυτελεῖ καὶ μνήματος ἐπισήμου κατασκευῇ καὶ ταῖς ἄλλαις τιμαῖς ἐκόσμει, καὶ τὸν ἐξ ἐκείνου χρόνον ὡς ἐπίτροπος ὢν τῶν ἐκ τοῦ βασιλείου γένους παίδων τόν τ᾽ ἴδιον αὐτῶν βίον καὶ τὰ κοινὰ πράγματα τῆς πόλεως διὰ φυλακῆς τε καὶ φροντίδος ἐποιεῖτο. [2] τοῖς δὲ πατρικίοις οὐκ ἦν τὰ γινόμενα καθ᾽ ἡδονάς, ἀλλ᾽ ἠγανάκτουν καὶ χαλεπῶς ἔφερον οὐκ ἀξιοῦντες αὐτὸν ἑαυτῷ τινα μηχανήσασθαι βασιλικὴν ἐξουσίαν, μήτε βουλῆς ψηφισαμένης μήτε τῶν ἄλλων τῶν κατὰ νόμον ἐπιτελεσθέντων. συνιόντες τε πολλάκις οἱ πλεῖστον ἐξ αὐτῶν δυνάμενοι διελέγοντο πρὸς ἀλλήλους περὶ τῆς καταλύσεως τῆς παρανόμου ἀρχῆς, καὶ ἐδόκει αὐτοῖς, ἐπειδὰν πρῶτον εἰς τὸ συνέδριον ὑπὸ τοῦ Τυλλίου ἀναχθῶσιν, ἀναγκάσαι τὸν ἄνδρα τὰς ῥάβδους ἀποθέσθαι καὶ τὰ λοιπὰ τῆς ἀρχῆς σύμβολα: ὅταν δὲ τοῦτο γένηται, τοὺς καλουμένους μεσοβασιλεῖς ἀποδεῖξαι καὶ δι᾽ ἐκείνων ἑλέσθαι τὸν ἄρξοντα τῆς [p. 16] [3] πόλεως κατὰ νόμους. ταῦτα διανοουμένων αὐτῶν ἐπιγνοὺς ὁ Τύλλιος ἐπὶ τὸ δημαγωγεῖν καὶ θεραπεύειν τοὺς ἀπόρους τῶν πολιτῶν ἐτρέπετο, δι᾽ ἐκείνων ἐλπίσας τὴν ἀρχὴν καθέξειν, καὶ συγκαλέσας τὸ πλῆθος εἰς ἐκκλησίαν τά τε παιδία προήγαγεν ἐπὶ τὸ βῆμα καὶ λόγον διεξῆλθε τοιόνδε.

  πολλή με ἀνάγκη κατείληφεν, ἄνδρες πολῖται, κήδεσθαι τῶν παιδίων τούτων καὶ νηπίων. Ταρκύνιος γὰρ ὁ πάππος αὐτῶν ἀπάτορα καὶ ἄπολιν ὄντα με παραλαβὼν ἐξέθρεψεν οὐδὲν ἐνδεέστερον ἄγων τῶν αὑτοῦ τέκνων καὶ τὴν ἑτέραν τῶν θυγατέρων ἔδωκέ μοι γυναῖκα, καὶ παρὰ πάντα τὸν τοῦ βίου χρόνον ὥσπερ ἐξ αὑτοῦ γεγονότα τιμῶν καὶ φιλῶν, ὡς καὶ ὑμεῖς ἴστε, διετέλεσε, καὶ ἐπειδὴ τὰ περὶ τὴν ἐπιβουλὴν αὐτῷ συνέπεσεν, εἴ τι πάθοι τῶν ἀνθρωπίνων, [2] ἐμοὶ τὴν ἐπιμέλειαν τῶν παιδίων ἐπίστευσε. τίς οὖν ἢ πρὸς θεοὺς ὅσιον ἢ πρὸς ἀνθρώπους δίκαιον ὑπολήψεταί με, ἐὰν ἐγκαταλίπω καὶ προδῶ τοὺς ὀρφανούς, οἷς τοσαύτας ὀφείλω χάριτας; ἀλλ᾽ οὔτε τὴν ἐμαυτοῦ προδώσω πίστιν οὐδὲ τὴν τῶν παιδίων ἐρημίαν ἐγκαταλείψω κατὰ δύναμιν τὴν ἐμήν. δίκαιοι δ᾽ ἐστὲ καὶ ὑμεῖς διαμεμνῆσθαι τὰς εὐεργεσίας, ἃς ὁ πάππος αὐτῶν τὸ κοινὸν εὐηργέτησεν ὑποτάξας μὲν ὑμῖν τὰς Λατίνων τοσαύτας πόλεις ἀντιποιουμένας τῆς ἀρχῆς, ὑπηκόους δὲ ποιήσας Τυρρηνοὺς ἅπαντας μέγιστον τῶν περιοίκων [p. 17] δυναμένους, ἀναγκάσας δὲ τὸ Σαβίνων ἔθνος ὑποχείριον ὑμῖν γενέσθαι, μετὰ πολλῶν ἅκαντα ταῦτα καὶ μεγάλων κινδύνων κατεργασάμενος. [3] ὅσον μὲν οὖν αὐτὸς ἔζη χρόνον, ἐκείνῳ κροσῆκεν ὑ�
�ᾶς τὰς ὑπὲρ τῶν εὐεργεσιῶν χάριτας εἰδέναι, ἐπειδὴ δὲ τετελεύτηκε τὸν βίον τοῖς ἐγγόνοις αὐτοῦ τὰς ἀμοιβὰς ἀποτίνειν, καὶ μὴ συγκατορύττειν ἅμα τοῖς σώμασι τῶν εὐεργετῶν καὶ τὴν μνήμην τῶν ἔργων. δόξατε οὖν κοινῇ πάντες ἐπίτροποι καταλελεῖφθαι τῶν παιδίων καὶ βεβαιοῦτε αὐτοῖς ἣν ὁ πάππος κατέλιπεν ἀρχήν. οὐδὲν γὰρ τοσοῦτον ἀπολαύσειαν ἂν ἐκ τῆς ἐμῆς ἑνὸς ὄντος προστασίας, ὅσον ἐκ τῆς κοινῆς ἁπάντων ὑμῶν βοηθείας. [4] ταῦτα δ᾽ εἰπεῖν ἠνάγκασμαι συνισταμένους τινὰς ἐπ᾽ αὐτοὺς αἰσθόμενος καὶ τὴν ἀρχὴν ἑτέροις παραδοῦναι βουλομένους. ἀξιῶ δ᾽ ὑμᾶς, ἄνδρες Ῥωμαῖοι, καὶ τῶν ἐμῶν μεμνημένους ἀγώνων, οὓς ὑπὲρ τῆς ἡγεμονίας ἠγωνισάμην, οὔτε μικρῶν ὄντων οὔτ᾽ ὀλίγων, οὓς οὐδὲν δέομαι πρὸς εἰδότας ὑμᾶς λέγειν, τὰς ἀντὶ τούτων ὀφειλομένας ἐμοὶ χάριτας τοῖς παιδίοις ἀκοδοῦναι τούτοις. οὐ γὰρ ἰδίαν ἀρχὴν ἐμαυτῷ κατασκευαζόμενος, ἧς οὐδενὸς ἧττον ἄξιος ἦν βουληθεὶς τυγχάνειν, ἀλλὰ τῷ Ταρκυνίου γένει βοηθῶν τὰ κοινὰ πράττειν προῄρημαι. [5] ἱκέτης δ᾽ ὑμῶν γίνομαι μὴ τοὺς ὀρφανοὺς ἐγκαταλιπεῖν [p. 18] νῦν μὲν ὑπὲρ τῆς ἀρχῆς κινδυνεύοντας, εἰ δ᾽ ἡ πρώτη πεῖρα τοῖς ἐχθροῖς αὐτῶν χωρήσει κατὰ νοῦν, καὶ ἐκ τῆς πόλεως ἐξελαθησομένους. ἀλλ᾽ ὑπὲρ μὲν τούτων ὡς ἐγνωκόσιν ὑμῖν τὰ δέοντα καὶ ποιήσουσιν, ὅσα προσήκει, οὐδὲν δέομαι πλείω λέγειν: ἃ δὲ παρεσκεύασμαι ποιεῖν ὑμᾶς αὐτὸς ἀγαθὰ καὶ ὧν χάριν τὴν ἐκκλησίαν συνεκάλεσα, ἀκούσατέ μου. [6] ὅσοι μὲν ὑμῶν ὀφείλοντες ἤδη χρέα διὰ πενίαν ἀδύνατοί εἰσιν ἀποδοῦναι, τούτοις βοηθεῖν προθυμούμενος, ἐπειδὴ πολῖταί τ᾽ εἰσι καὶ πολλοὺς ὑπὲρ τῆς πατρίδος ἀνηντλήκασι πόνους, ἵνα μὴ τὴν ἰδίαν ἀφαιρεθῶσιν ἐλευθερίαν οἱ τὴν κοινὴν βεβαιώσαντες, ἐκ τῶν ἐμαυτοῦ [7] χρημάτων δίδωμι διαλύσασθαι τὰ χρέα. ὅσοι δ᾽ ἂν μετὰ ταῦτα δανείσωνται, τούτους οὐκ ἐάσω πρὸς τὰ χρέα ἀπάγεσθαι καὶ νόμον θήσομαι μηδένα δανείζειν ἐπὶ σώμασιν ἐλευθέροις ἱκανὸν ἡγούμενος τοἱς δανεισταῖς τῆς οὐσίας τῶν συμβαλόντων κρατεῖν. ἵνα δὲ καὶ τὰς εἰς τὸ δημόσιον γινομένας εἰσφοράς, δι᾽ ἃς οἱ πένητες ἐπιβαροῦνταί τε καὶ ἀναγκάζονται δανείσματα ποιεῖν, κουφοτέρας εἰς τὸ λοιπὸν φέρητε, τιμήσασθαι τὰς οὐσίας ἅπαντας κελεύσω καὶ ἀπὸ τοῦ τιμήματος ἕκαστον εἰσφέρειν τὸ ἐπιβάλλον, ὡς ἐν ταῖς μεγίσταις καὶ εὐνομωτάταις πόλεσι πυνθάνομαι γινόμενον, δίκαιόν [p. 19] τε καὶ συμφέρον τῷ κοινῷ τοῦθ᾽ ἡγούμενος τοὺς μὲν πολλὰ κεκτημένους πολλὰ εἰσφέρειν, τοὺς δ᾽ ὀλίγα ἔχοντας ὀλίγα. [8] δοκεῖ δέ μοι καὶ τῆς δημοσίας γῆς, ἣν διὰ τῶν ὅπλων κτησάμενοι κατέχετε, μὴ τοὺς ἀναιδεστάτους ὥσπερ νῦν κρατεῖν οὔτε χάριτι λαβόντας οὔτ᾽ ὠνῇ κτησαμένους, ἀλλὰ τοὺς μηδένα κλῆρον ἔχοντας ὑμῶν, ἵνα μὴ θητεύητε ὄντες ἐλεύθεροι μηδὲ τὰς ἀλλοτρίας κτήσεις, ἀλλὰ τὰς ἰδίας γεωργῆτε: οὐ γὰρ ἂν γένοιτο φρόνημα εὐγενὲς ἐν ἀνδράσιν ἀπορουμένοις τῶν καθ᾽ ἡμέραν ἀναγκαίων. [9] ὑπὲρ ἅπαντα δὲ ταῦτ᾽ ἔγνων καὶ ἴσην καὶ κοινὴν ποιεῖν τὴν πολιτείαν καὶ τὰ δίκαια πᾶσι πρὸς ἅπαντας ὅμοια. εἰς τοῦτο γὰρ ἥκουσί τινες αὐθαδείας, ὥσθ᾽ ὑβρίζειν εἰς τὸ δημοτικὸν ἀξιοῦσι καὶ μηδ᾽ ἐλευθέρους ἡγεῖσθαι τοὺς πένητας ὑμῶν. ἵνα δὲ καὶ λαμβάνωσι τὰ δίκαια καὶ ὑπέχωσιν οἱ μείζους τοῖς ἐλάττοσιν ἐξ ἴσου, νόμους θήσομαι κωλυτὰς μὲν τῆς βίας, φύλακας δὲ τῆς δικαιοσύνης καὶ αὐτὸς οὐδένα χρόνον ἀνήσω τῆς ἁπάντων προνοούμενος ἰσηγορίας.

 

‹ Prev