Book Read Free

Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79)

Page 211

by Dionysius of Halicarnassus


  ὡς δὲ τοῦτ᾽ ἤκουσαν ἅπαντες, ἐπῄνεσάν τε καὶ ὡς ἀπὸ καλῆς ὑποθέσεως ἀρξάμενον καὶ νομίμου τὰ λοιπὰ λέγειν αὐτὸν ἠξίουν. κἀκεῖνος εἶπεν, Ἐπειδὴ ταῦτα οὕτω πράττειν ὑμῖν δοκεῖ, σκοπώμεθα πάλιν, τίς ἡ τὴν πόλιν ἐπιτροπεύσουσα ἀρχὴ γενήσεται μετὰ τὴν κατάλυσιν τῶν βασιλέων καὶ ὑπὸ τίνος ἀποδειχθεῖσα ἀνδρός, καὶ ἔτι πρότερον, ὅστις ἔσται πολιτείας κόσμος, ὃν ἀπαλλαττόμενοι τοῦ τυράννου καταστησόμεθα. βεβουλεῦσθαι γὰρ ἅπαντα βέλτιον, πρὶν ἐπιχειρεῖν ἔργῳ τηλικῷδε, καὶ μηδὲν ἀνεξέταστον ἀφεῖσθαι μηδὲ ἀπροβούλευτον. ἀποφαινέσθω δὴ περὶ [2] τούτων ἕκαστος ὑμῶν ἃ φρονεῖ. μετὰ τοῦτ᾽ ἐλέχθησαν πολλοὶ καὶ παρὰ πολλῶν λόγοι. ἐδόκει δὲ τοῖς μὲν βασιλικὴν αὖθις καταστήσασθαι πολιτείαν ἐξαριθμουμένοις, ὅσα τὴν πόλιν ἐποίησαν ἀγαθὰ πάντες οἱ πρότεροι βασιλεῖς: τοῖς δὲ μηκέτι ποιεῖν ἐφ᾽ ἑνὶ δυνάστῃ τὰ κοινὰ τὰς τυραννικὰς διεξιοῦσι παρανομίας, αἷς ἄλλοι τε πολλοὶ κατὰ τῶν ἰδίων πολιτῶν ἐχρήσαντο καὶ Ταρκύνιος τελευτῶν, ἀλλὰ τὸ συνέδριον τῆς βουλῆς ἁπάντων ἀποδεῖξαι κύριον ὡς ἐν πολλαῖς τῶν Ἑλληνίδων πόλεων: [3] οἱ δὲ τούτων μὲν οὐδετέραν προῃροῦντο τῶν πολιτειῶν, δημοκρατίαν δὲ συνεβούλευον ὥσπερ Ἀθήνησι καταστῆσαι, τὰς ὕβρεις καὶ τὰς πλεονεξίας τῶν ὀλίγων προφερόμενοι καὶ τὰς στάσεις τὰς γινομένας τοῖς ταπεινοῖς πρὸς τοὺς ὑπερέχοντας [p. 119] ἐλευθέρᾳ τε πόλει τὴν ἰσονομίαν ἀποφαίνοντες ἀσφαλεστάτην οὖσαν καὶ πρεπωδεστάτην τῶν πολιτειῶν.

  χαλεπῆς δὲ καὶ δυσκρίτου τῆς αἱρέσεως ἅπασι φαινομένης διὰ τὰς παρακολουθούσας ἑκάστῃ τῶν πολιτειῶν κακίας τελευταῖος παραλαβὼν τὸν λόγον ὁ Βροῦτος εἶπεν: ἐγὼ δ᾽, ὦ Λουκρήτιε καὶ Κολλατῖνε καὶ πάντες ὑμεῖς οἱ παρόντες ἄνδρες ἀγαθοὶ καὶ ἐξ ἀγαθῶν, καινὴν μὲν οὐδεμίαν οἴομαι δεῖν ἡμᾶς καθίστασθαι πολιτείαν κατὰ τὸ παρόν: ὅ τε γὰρ καιρός, εἰς ὃν συνήγμεθα ὑπὸ τῶν πραγμάτων, βραχύς, ἐν ᾧ μεθαρμόσασθαι πόλεως κόσμον οὐ ῥᾴδιον, ἥ τε πεῖρα τῆς μεταβολῆς, κἂν τὰ κράτιστα τύχωμεν περὶ αὐτῆς βουλευσάμενοι, σφαλερὰ καὶ οὐκ ἀκίνδυνος, ἐξέσται θ᾽ ἡμῖν ὕστερον, ὅταν ἀπαλλαγῶμεν τῆς τυραννίδος μετὰ πλείονος ἐξουσίας καὶ κατὰ σχολὴν βουλευομένοις τὴν κρείττονα πολιτείαν ἀντὶ τῆς χείρονος ἑλέσθαι, εἰ δή τις ἄρα ἔστι κρείττων, ἧς Ῥωμύλος τε καὶ Πομπίλιος καὶ πάντες οἱ μετ᾽ ἐκείνους βασιλεῖς καταστησάμενοι παρέδοσαν ἡμῖν, ἐξ ἧς μεγάλη καὶ εὐδαίμων καὶ πολλῶν ἄρχουσα ἀνθρώπων ἡ πόλις ἡμῶν διετέλεσεν. [2] ἃ δὲ παρακολουθεῖν εἴωθε ταῖς μοναρχίαις χαλεπά, ἐξ ὧν εἰς τυραννικὴν ὠμότητα περιίστανται καὶ δι᾽ ἃ δυσχεραίνουσιν ἅπαντες αὐτάς, ταῦθ᾽ ὑμῖν ἐπανορθώσασθαί τε καὶ νῦν καὶ ἵνα μηδ᾽ ἐξ ὑστέρου γένηταί [3] ποτε φυλάξασθαι παραινῶ. τίνα δ᾽ ἐστὶ ταῦτα; πρῶτον μὲν ἐπειδὴ τὰ ὀνόματα τῶν πραγμάτων οἱ πολλοὶ [p. 120] σκοποῦσι καὶ ἀπὸ τούτων ἢ προσίενταί τινα τῶν βλαβερῶν ἢ φεύγουσι τῶν ὠφελίμων, ἐν οἷς καὶ τὴν μοναρχίαν εἶναι συμβέβηκε, μεταθέσθαι τοὔνομα τῆς πολιτείας ὑμῖν παραινῶ καὶ τοὺς μέλλοντας ἕξειν τὴν ἁπάντων ἐξουσίαν μήτε βασιλεῖς ἔτι μήτε μονάρχους καλεῖν, ἀλλὰ μετριωτέραν τινὰ καὶ φιλανθρωποτέραν ἐπ᾽ αὐτοῖς θέσθαι προσηγορίαν. [4] ἔπειτα μὴ ποιεῖν μίαν γνώμην ἁπάντων κυρίαν, ἀλλὰ δυσὶν ἐπιτρέπειν ἀνδράσι τὴν βασιλικὴν ἀρχήν, ὡς Λακεδαιμονίους πυνθάνομαι ποιεῖν ἐπὶ πολλὰς ἤδη γενεάς, καὶ διὰ τοῦτο τὸ σχῆμα τοῦ πολιτεύματος ἁπάντων μάλιστα τῶν Ἑλλήνων εὐνομεῖσθαί τε καὶ εὐδαιμονεῖν: ἧττον γὰρ ὑβρισταὶ καὶ βαρεῖς ἔσονται διαιρεθείσης τῆς ἐξουσίας διχῇ καὶ τὴν αὐτὴν ἔχοντος ἰσχὺν ἑκατέρου: αἰδώς τ᾽ ἀλλήλων καὶ κώλυσις τοῦ καθ᾽ ἡδονὴν ζῆν φιλοτιμία τε πρὸς ἀρετῆς δόκησιν ἐκ ταύτης γένοιτ᾽ ἂν ἑκάστῳ τῆς ἰσοτίμου δυναστείας μάλιστα.

  τῶν τε παρασήμων, ἃ τοῖς βασιλεῦσιν ἀποδέδοται, πολλῶν ὄντων εἴ τινα λυπηρὰς ὄψεις καὶ ἐπιφθόνους τοῖς πολλοῖς παρέχεται, τὰ μὲν μειῶσαι, τὰ δ᾽ ἀφελεῖν ἡμᾶς οἴομαι δεῖν: τὰ σκῆπτρα ταυτὶ λέγω καὶ τοὺς χρυσοῦς στεφάνους καὶ τὰς ἁλουργεῖς καὶ χρυσοσήμους ἀμπεχόνας, πλὴν εἰ μὴ κατὰ καιρούς τινας ἑορταίους καὶ ἐν πομπαῖς θριάμβων, ὅτε αὐτὰ τιμῆς θεῶν ἕνεκα λήψονται: λυπήσει γὰρ οὐδέν᾽, ἐὰν γένηται σπάνια: θρόνον δὲ τοῖς ἀνδράσιν ἐλεφάντινον, [p. 121] ἐν ᾧ καθεζόμενοι δικάσουσι, καὶ λευκὴν ἐσθῆτα περιπόρφυρον καὶ τοὺς προηγουμένους ἐν ταῖς ἐξόδοις δώδεκα πελέκεις καταλιπεῖν. [2] ἔτι πρὸς τούτοις, ὃ πάντων οἴομαι τῶν εἰρημένων χρησιμώτατον ἔσεσθαι καὶ τοῦ μὴ πολλὰ ἐξαμαρτάνειν τοὺς παραληψομένους τὴν ἀρχὴν αἰτιώτατον, μὴ διὰ βίου τοὺς αὐτοὺς ἐᾶν ἄρχειν: χαλεπὴ γὰρ ἅπασιν ἀόριστος ἀρχὴ καὶ μηδεμίαν ἐξέτασιν διδοῦσα τῶν πραττομένων, ἐξ ἧς φύεται τυραννίς: ἀλλ᾽ εἰς ἐνιαύσιον χρόνον, ὡς παρ᾽ Ἀθηναίοις γίνεται, τὸ κράτος τῆς ἀρχῆς συνάγειν. [3] τὸ γὰρ ἐν μέρει τὸν αὐτὸν ἄρχειν τε καὶ ἄρχεσθαι καὶ πρὸ τοῦ διαφθαρῆναι τὴν διάνοιαν ἀφίστασθαι τῆς ἐξουσίας συστέλλει τὰς αὐθάδεις φύσεις καὶ οὐκ ἐᾷ μεθύσκεσθαι ταῖς ἐξουσίαις τὰ ἤθη. ταῦθ᾽ ἡμῖν καταστησαμένοις ὑπάρξει τὰ μὲν ἀγαθὰ καρποῦσθαι τ
ῆς βασιλικῆς πολιτείας, τῶν δὲ παρακολουθούντων αὐτῇ κακῶν ἀπηλλάχθαι. [4] ἵνα δὲ καὶ τοὔνομα τῆς βασιλικῆς ἐξουσίας πάτριον ὑπάρχον ἡμῖν καὶ σὺν οἰωνοῖς αἰσίοις θεῶν ἐπικυρωσάντων παρεληλυθὸς εἰς τὴν πόλιν αὐτῆς ἕνεκα τῆς ὁσίας φυλάττηται, ἱερῶν ἀποδεικνύσθω τις ἀεὶ βασιλεύς, ὁ τὴν τιμὴν ταύτην ἕξων διὰ βίου, πάσης ἀπολελυμένος πολεμικῆς καὶ πολιτικῆς ἀσχολίας, ἓν τοῦτο μόνον ἔχων ἔργον ὥσπερ ὁ βασιλεύς, τὴν ἡγεμονίαν τῶν θυηπολιῶν, ἄλλο δ᾽ οὐδέν. [p. 122]

  ὃν δὲ τρόπον ἔσται τούτων ἕκαστον, ἀκούσατέ μου: συνάξω μὲν ἐγὼ τὴν ἐκκλησίαν, ὥσπερ ἔφην, ἐπειδὴ συγκεχώρηταί μοι κατὰ νόμον καὶ γνώμην εἰσηγήσομαι: φεύγειν Ταρκύνιον ἅμα τοῖς παισὶ καὶ τῇ γυναικὶ πόλεώς τε καὶ χώρας τῆς Ῥωμαίων εἰργομένους τὸν ἀεὶ χρόνον καὶ γένος τὸ ἐξ αὐτῶν: ὅταν δ᾽ ἐπιψηφίσωσι τὴν γνώμην οἱ πολῖται, δηλώσας αὐτοῖς ἣν διανοούμεθα καταστήσασθαι πολιτείαν μεσοβασιλέα ἑλοῦμαι τὸν ἀποδείξοντα τοὺς παραληψομένους τὰ κοινά, καὶ αὐτὸς ἀποθήσομαι τὴν τῶν Κελερίων ἀρχήν. [2] ὁ δὲ κατασταθεὶς ὑπ᾽ ἐμοῦ μεσοβασιλεὺς συναγαγὼν τὴν λοχῖτιν ἐκκλησίαν ὀνομασάτω τε τοὺς μέλλοντας ἕξειν τὴν ἐνιαύσιον ἡγεμονίαν καὶ ψῆφον ὑπὲρ αὐτῶν τοῖς πολίταις δότω: ἐὰν δὲ τοῖς πλείοσι δόξῃ λόχοις κυρίαν εἶναι τὴν τῶν ἀνδρῶν αἵρεσιν καὶ τὰ μαντεύματα γένηται περὶ αὐτῶν καλά, τοὺς πελέκεις οὗτοι παραλαβόντες καὶ τὰ λοιπὰ τῆς βασιλικῆς ἐξουσίας σύμβολα πραττέτωσαν, ὅπως ἐλευθέραν οἰκήσομεν τὴν πατρίδα καὶ μηκέτι κάθοδον ἕξουσιν εἰς αὐτὴν Ταρκύνιοι: πειράσονται γάρ, εὖ ἴστε, καὶ πειθοῖ καὶ βίᾳ καὶ δόλῳ καὶ παντὶ ἄλλῳ τρόπῳ παρελθεῖν πάλιν ἐπὶ τὴν δυναστείαν, ἐὰν μὴ φυλαττώμεθα αὐτούς. [3] ταυτὶ μὲν οὖν ἐστι τὰ μέγιστα καὶ κυριώτατα ὧν ὑμῖν ἐν τῷ παρόντι λέγειν ἔχω καὶ παραινεῖν: τὰ δὲ κατὰ μέρος πολλὰ ὄντα καὶ οὐ ῥᾴδια νῦν δι᾽ ἀκριβείας ἐξετασθῆναι: συνήγμεθα γὰρ εἰς καιρὸν ὀξύν: [p. 123] ἐπ᾽ αὐτοῖς οἴομαι δεῖν ποιῆσαι τοῖς παραληψομένοις τὴν ἀρχήν. [4] σκοπεῖσθαι μέντοι φημὶ χρῆναι τοὺς ἄνδρας ἅπαντα μετὰ τοῦ συνεδρίου τῆς βουλῆς, ὥσπερ οἱ βασιλεῖς ἐποίουν, καὶ μηδὲν πράττειν δίχα ὑμῶν καὶ τὰ δόξαντα τῇ βουλῇ φέρειν εἰς τὸν δῆμον, ὡς τοῖς προγόνοις ἡμῶν ποιεῖν ἔθος ἦν, μηδενὸς ἀφαιρουμένους αὐτὸν ὧν ἐν τοῖς πρότερον καιροῖς κύριος ἦν. οὕτω γὰρ αὐτοῖς ἀσφαλέστατα καὶ κάλλιστα ἕξει τὰ τῆς ἀρχῆς.

  ταύτην ἀποδειξαμένου τὴν γνώμην Ἰουνίου Βρούτου πάντες ἐπῄνεσαν καὶ αὐτίκα περὶ τῶν παραληψομένων τὰς ἡγεμονίας ἀνδρῶν βουλευόμενοι μεσοβασιλέα μὲν ἔκριναν ἀποδειχθῆναι Σπόριον Λουκρήτιον τὸν πατέρα τῆς διαχρησαμένης ἑαυτήν: ὑπ᾽ ἐκείνου δὲ τοὺς ἕξοντας τὴν τῶν βασιλέων ἐξουσίαν ὀνομασθῆναι Λεύκιον Ἰούνιον Βροῦτον καὶ Λεύκιον Ταρκύνιον Κολλατῖνον. [2] τοὺς δ᾽ ἄρχοντας τούτους ἔταξαν καλεῖσθαι κατὰ τὴν ἑαυτῶν διάλεκτον κωνσούλας: τοῦτο μεθερμηνευόμενον εἰς τὴν Ἑλλάδα γλῶτταν τοὔνομα συμβούλους ἢ προβούλους δύναται δηλοῦν, κωνσίλια γὰρ οἱ Ῥωμαῖοι τὰς συμβουλὰς καλοῦσιν: ὕπατοι δ᾽ ὑφ᾽ Ἑλλήνων ἀνὰ χρόνον ὠνομάσθησαν ἐπὶ τοῦ μεγέθους τῆς ἐξουσίας, ὅτι πάντων τ᾽ ἄρχουσι καὶ τὴν ἀνωτάτω χώραν ἔχουσι. τὸ γὰρ ὑπερέχον καὶ [3] ἄκρον ὕπατον ἐκάλουν οἱ παλαιοί. ταῦτα βουλευσάμενοί τε καὶ καταστησάμενοι καὶ τοὺς θεοὺς εὐχαῖς [p. 124] λιτανεύσαντες συλλαβέσθαι σφίσιν ὁσίων καὶ δικαίων ἔργων ἐφιεμένοις ἐξῄεσαν εἰς τὴν ἀγοράν. ἠκολούθουν δ᾽ αὐτοῖς οἱ θεράποντες ἐπὶ κλίνης μέλασιν ἀμφίοις ἐστρωμένης κομίζοντες ἀθεράπευτόν τε καὶ πεφυρμένην αἵματι τὴν νεκράν: ἣν πρὸ τοῦ βουλευτηρίου τεθῆναι κελεύσαντες ὑψηλὴν καὶ περιφανῆ συνεκάλουν τὸν δῆμον εἰς ἐκκλησίαν. [4] ὄχλου δὲ συναχθέντος οὐ μόνον τοῦ κατ᾽ ἀγορὰν τότ᾽ ὄντος, ἀλλὰ καὶ τοῦ κατὰ τὴν πόλιν ὅλην: διεξῄεσαν γὰρ οἱ κήρυκες διὰ τῶν στενωπῶν τὸν δῆμον εἰς τὴν ἀγορὰν καλοῦντες: ἀναβὰς ὁ Βροῦτος, ἔνθα τοῖς συνάγουσι τὰς ἐκκλησίας δημηγορεῖν ἔθος ἦν, καὶ τοὺς πατρικίους παραστησάμενος ἔλεξε τοιάδε.

  ὑπὲρ ἀναγκαίων καὶ κοινῶν πραγμάτων τοὺς λόγους μέλλων πρὸς ὑμᾶς ποιεῖσθαι, ἄνδρες πολῖται, περὶ ἐμαυτοῦ πρῶτον ὀλίγα βούλομαι προειπεῖν: ἴσως γάρ τισιν ὑμῶν, μᾶλλον δ᾽ ἀκριβῶς οἶδ᾽ ὅτι πολλοῖς τεταράχθαι δόξω τὴν διάνοιαν, ἀνὴρ οὐ φρενήρης περὶ τῶν μεγίστων ἐπιχειρῶν λέγειν, ᾧ κηδεμόνων οὐχ 23 ὑγιαίνοντι δεῖ. [2] ἴστε δὴ τὴν κοινὴν ὑπόληψιν, ἣν περὶ ἐμοῦ πάντες εἴχετε ὡς ἠλιθίου, ψευδῆ γενομένην καὶ οὐχ ὑπ᾽ ἄλλου τινὸς κατασκευασθεῖσαν, ἀλλ᾽ ὑπ᾽ ἐμοῦ. ὁ δ᾽ ἀναγκάσας με μήθ᾽ ὡς ἡ φύσις ἠξίου μήθ᾽ ὡς ἥρμοττέ μοι ζῆν, ἀλλ᾽ ὡς Ταρκυνίῳ τ᾽ ἦν βουλομένῳ κἀμοὶ συνοίσειν ἔδοξεν, ὁ περὶ τῆς ψυχῆς φόβος ἦν. [3] πατέρα γάρ μου Ταρκύνιος ἀποκτείνας ἅμα τῷ παραλαβεῖν τὴν ἀρχήν, ἵνα τὴν οὐσίαν αὐτοῦ κατάσχοι [p. 125] πολλὴν σφόδρα οὖσαν, καὶ ἀδελφὸν πρεσβύτερον, ὃς ἔμελλε τιμωρήσειν τῷ θανάτῳ τοῦ πατρός, εἰ μὴ γένοιτο ἐκποδῶν, ἀφανεῖ θανάτῳ διαχρησάμενος, οὐδ᾽ ἐμοῦ δῆλος ἦν φεισόμενος ἐρήμου τῶν ἀναγκαιοτάτων γεγονότος, εἰ μὴ τὴν ἐπίθετον ἐσκηψάμην μωρίαν. [4] τοῦτό με �
�ὸ πλάσμα πιστευθὲν ὑπὸ τοῦ τυράννου μὴ ταὐτὰ παθεῖν ἐκείνοις ἐρρύσατο καὶ μέχρι τοῦ παρόντος διασέσωκε χρόνου: νῦν δ᾽ αὐτὸ πρῶτον, ἥκει γὰρ ὁ καιρός, ὃν εὐχόμην τε καὶ προσεδεχόμην, πέμπτον ἤδη τοῦτο καὶ εἰκοστὸν ἔτος φυλάξας ἀποτίθεμαι. καὶ τὰ μὲν περὶ ἐμοῦ τοσαῦτα.

  τὰ δὲ κοινά, ὑπὲρ ὧν ὑμᾶς εἰς ἐκκλησίαν συνεκάλεσα, ταῦτ᾽ ἐστί. Ταρκύνιον οὔτε κατὰ τοὺς πατρίους ἡμῶν ἐθισμοὺς καὶ νόμους τὴν δυναστείαν κατασχόντα οὔτ᾽, ἐπειδὴ κατέσχεν ὅπως δή ποτε λαβών, καλῶς αὐτῇ καὶ βασιλικῶς χρώμενον, ἀλλ᾽ ὑπερβεβληκότα πάντας ὕβρει τε καὶ παρανομίᾳ τοὺς ὅπου δή ποτε γενομένους τυράννους, ἀφελέσθαι τὴν ἐξουσίαν βεβουλεύμεθα συνελθόντες οἱ πατρίκιοι, πάλαι μὲν δέον, ἐν καιρῷ δὲ νῦν αὐτὸ ποιοῦντες ἐπιτηδείῳ, ὑμᾶς τ᾽, ὦ δημόται, συνεκαλέσαμεν, ἵνα τὴν προαίρεσιν ἀποδειξάμενοι τὴν ἑαυτῶν συναγωνιστὰς ἀξιώσωμεν ἡμῖν γενέσθαι, πράττοντας ἐλευθερίαν τῇ πατρίδι, ἧς οὔτε πρότερον ἡμῖν ἐξεγένετο μεταλαβεῖν, ἐξ οὗ Ταρκύνιος τὴν ἀρχὴν κατέσχεν, οὔθ᾽ ὕστερον, ἐὰν νῦν μαλακισθῶμεν, ἐξέσται. [2] εἰ μὲν οὖν χρόνον εἶχον, ὅσον [p. 126] ἐβουλόμην, ἢ πρὸς ἀγνοοῦντας ἔμελλον λέγειν, ἁπάσας διεξῆλθον ἂν τὰς τοῦ τυράννου παρανομίας, ἐφ᾽ αἷς οὐχ ἅπαξ, ἀλλὰ πολλάκις ἅπασιν εἴη δίκαιος ἀπολωλέναι: ἐπειδὴ δ᾽ ὅ τε καιρός, ὃν τὰ πράγματά μοι δίδωσι, βραχύς, ἐν ᾧ λέγειν μὲν ὀλίγα δεῖ, πράττειν δὲ πολλά, καὶ πρὸς εἰδότας οἱ λόγοι, τὰ μέγιστα καὶ φανερώτατα τῶν ἔργων αὐτοῦ καὶ οὐδ᾽ ἀπολογίας οὐδεμιᾶς δυνάμενα τυχεῖν, ταῦθ᾽ ὑμᾶς ὑπομνήσω.

 

‹ Prev