Book Read Free

Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79)

Page 225

by Dionysius of Halicarnassus


  παρασκευαζόμενοι δὲ τὰ εἰς τὸν πόλεμον ἐπιτήδεια καὶ τὰς δυνάμεις ἀρξάμενοι καταγράφειν, εἰς πολλὴν ἐνέπιπτον ἀμηχανίαν, οὐ τὴν αὐτὴν ἁπάντων προθυμίαν εἰς τὰ ἔργα παρεχομένων. οἱ γὰρ ἐνδεεῖς βίου καὶ μάλιστα οἱ τὰ χρέα τοῖς συμβαλοῦσι διαλῦσαι οὐ δυνάμενοι πολλοὶ σφόδρα ὄντες οὐχ ὑπήκουον ἐπὶ τὰ ὅπλα καλούμενοι οὐδ᾽ ἐβούλοντο κοινωνεῖν οὐδενὸς ἔργου τοῖς πατρικίοις, εἰ μὴ ψηψίσαιντο αὐτοῖς χρεῶν ἄφεσιν: ἀλλὰ καὶ καταλείψειν τινὲς αὐτῶν τὴν πόλιν ἔλεγον καὶ παρεκελεύοντο ἀλλήλοις μὴ φιλοχωρεῖν πόλει μηδενὸς αὐτοῖς ἀγαθοῦ μεταδιδούσῃ. [2] τέως μὲν οὖν παρακαλεῖν αὐτοὺς οἱ πατρίκιοι καὶ μεταπείθειν ἐπειρῶντο, ἐπεὶ δ᾽ οὐθὲν ἐγίνοντο μετριώτεροι πρὸς τὰς παρακλήσεις, οὕτω δὴ συνελθόντες εἰς τὸ βουλευτήριον ἐσκόπουν, τίς εὐπρεπεστέρα λύσις ἔσται τῆς κατεχούσης τὴν πόλιν ταραχῆς. ὅσοι μὲν οὖν [p. 235] ἐπιεικεῖς τὴν φύσιν καὶ μέτριοι τοῖς τιμήμασι τῶν βίων ἦσαν, παρῄνουν ἀφεῖναι τὰ χρέα τοῖς πένησι καὶ πρίασθαι πολιτικὴν εὔνοιαν ὀλίγου διαφόρου, μεγάλα μέλλοντας ἐξ αὐτῆς κερδανεῖν ἰδίᾳ τε καὶ δημοσίᾳ.

  ἦν δ᾽ ὁ ταύτης ἡγούμενος τῆς γνώμης Μάρκος Οὐαλέριος, υἱὸς Ποπλίου Οὐαλερίου, ἑνὸς τῶν καταλυσάντων τὴν τυραννίδα, τοῦ κληθέντος διὰ τὴν εἰς τὸ δημοτικὸν εὔνοιαν Ποπλικόλα, διδάσκων αὐτούς, ὅτι τοῖς μὲν ὑπὲρ τῶν ἴσων ἀγωνιζομένοις ἴσαι φιλοῦσιν ἐμφύεσθαι πρὸς τὰ ἔργα φιλοτιμίαι, τοῖς δὲ μηδὲν ἀπολαύειν μέλλουσιν ἀγαθὸν οὐδὲν ἐπέρχεται φρονεῖν γενναῖον: ἠρεθίσθαι τε λέγων ἅπαντας τοὺς ἀπόρους καὶ περιιόντας κατὰ τὴν ἀγορὰν λέγειν: [2] τί δ᾽ ἡμῖν ἔσται πλέον, ἐὰν νικήσωμεν τοὺς ἔξωθεν πολεμίους, εἰ τοῖς δανεισταῖς ἀγώγιμοι πρὸς τὰ χρέα γενησόμεθα καὶ τῇ πόλει τὴν ἡγεμονίαν κατασκευάσαντες αὐτοὶ μηδὲ τὴν ἐλευθερίαν τοῖς σώμασι φυλάξαι δυνησόμεθα; κίνδυνόν τ᾽ οὐ τοῦτον μόνον ἐπαχθῆναι σφίσιν ἀποφαίνων, ἐὰν ἐκπολεμωθῇ πρὸς τὴν βουλὴν ὁ δῆμος, μὴ καταλίπῃ τὴν πόλιν ἐν τοῖς κινδύνοις, ὃ πάντας ὀρρωδεῖν χρὴ τοὺς τὰ κοινὰ σώζεσθαι βουλομένους, ἀλλὰ κἀκεῖνον τὸν ἔτι τούτου χαλεπώτερον, μὴ ταῖς παρὰ τῶν τυράννων φιλανθρωπίαις ἐξαπατηθεὶς κατὰ τῶν πατρικίων ἄρηται τὰ ὅπλα [p. 236] [3] καὶ συγκαταγάγῃ Ταρκύνιον ἐπὶ τὴν ἀρχήν. ἕως οὖν ἔτι λόγους καὶ ἀπειλὰς εἶναι, πονηρὸν δ᾽ ἔργον μηδὲν ὑπὸ τοῦ δήμου γεγονέναι, φθάσαι τῇ βοηθείᾳ ταύτῃ τὸν δῆμον εἰς τὰ πράγματα προοικειωσαμένους παρῄνει, οὔτε πρώτους τὸ πολίτευμα τοῦτο καθισταμένους οὔτε αἰσχύνην τινὰ δι᾽ αὐτὸ μεγάλην ὀφλήσοντας, ἀλλὰ πολλοὺς ἔχοντας ἐπιδεῖξαι καὶ τοῦτο ὑπομείναντας καὶ ἄλλα πολλῷ τούτου χαλεπώτερα, ὅταν μηθὲν ἐξῇ πράττειν ἕτερον: τὰς γὰρ ἀνάγκας κρείττους εἶναι τῆς ἀνθρωπίνης φύσεως, καὶ τὸ εὐπρεπὲς τότε ἀξιοῦν ἅπαντας σκοπεῖν, ὅταν ἔχωσιν ἤδη τὸ ἀσφαλές.

  ἐξαριθμησάμενος δὲ πολλὰ καὶ ἐκ πολλῶν παραδείγματα πόλεων τελευταίαν παρέσχετο τὴν Ἀθηναίων πόλιν μεγίστου τότε τυγχάνουσαν ὀνόματος ἐπὶ σοφίᾳ, οὐ πρὸ πολλῶν χρόνων, ἀλλὰ κατὰ τοὺς πατέρας αὐτῶν ἄφεσιν χρεῶν ψηφισαμένην τοῖς ἀπόροις Σόλωνος καθηγησαμένου, καὶ οὐθένα τῇ πόλει τοῦ πολιτεύματος τούτου ἐπιτιμᾶν οὐδὲ τὸν εἰσηγησάμενον αὐτὸ δημοκόπον καὶ πονηρὸν ἀποκαλεῖν, ἀλλὰ καὶ τοῖς πεισθεῖσι πολλὴν φρόνησιν ἅπαντας μαρτυρεῖν, καὶ [2] τῷ πείσαντι μεγάλην σοφίαν. Ῥωμαίοις δ᾽, οἷς οὐ περὶ μικρῶν τὸν κίνδυνον εἶναι διαφορῶν, ἀλλ᾽ ὑπὲρ τοῦ μὴ παραδοθῆναι πάλιν ὠμῷ καὶ παντὸς χείρονι θηρίου τυράννῳ, τίς τῶν νοῦν ἐχόντων ἐπιτιμήσειεν ἄν, ἐὰν τῇ φιλανθρωπίᾳ ταύτῃ συμμάχους ἀντὶ πολεμίων [p. 237] τοὺς πένητας κατασκευάσωνται τῇ πόλει γενέσθαι; [3] διεξελθὼν δὲ τὰ ξενικὰ παραδείγματα τελευταῖον τὸν ἐκ τῶν ἐπιχωρίων ἔργων προσελάμβανε: λόγον ὑπομιμνήσκων τὰς ἔναγχος κατασχούσας αὐτοὺς ἀνάγκας, ὅτε κρατουμένης σφῶν τῆς χώρας ὑπὸ Τυρρηνῶν τειχήρεις γενόμενοι καὶ εἰς πολλὴν τῶν ἀναγκαίων καταστάντες ἀπορίαν οὐκ ἔσχον ἀνθρώπων μεμηνότων καὶ θανατώντων ἀνοήτους λογισμούς, ἀλλ᾽ εἴξαντες τοῖς κατέχουσι καιροῖς καὶ τὴν ἀνάγκην διδάσκαλον τῶν συμφερόντων λαβόντες, ὅμηρα τε δοῦναι βασιλεῖ Πορσίνᾳ τοὺς ἐπιφανεστάτους παῖδας ὑπέμειναν, οὔπω πρότερον τοῦτο ὑπομείναντες, καὶ μέρει τῆς χώρας ζημιωθῆναι, τῶν Ἑπτὰ πάγων Τυρρηνοῖς ἀποστάντες, καὶ δικαστῇ χρήσασθαι τῷ πολεμίῳ, περὶ ὧν αὐτοῖς ὁ τύραννος ἐνεκάλει, διδόντες καὶ ἀγορὰν καὶ ὅπλα καὶ τἆλλα, ὅσων ἐδέοντο Τυρρηνοὶ παρασχεῖν ἐπὶ τῇ [4] καταλύσει τοῦ πολέμου. τούτοις δὴ τοῖς παραδείγμασι χρησάμενος οὐ τῆς αὐτῆς φρονήσεως ἔργον ἀπέφαινεν εἶναι τοῖς μὲν πολεμίοις περὶ μηθενὸς ὧν ἠξίωσαν ἀντειπεῖν, τοῖς δ᾽ ἑαυτῶν πολίταις περὶ μικροῦ πολεμεῖν διαφόρου, οἳ πολέμους μὲν ἠγωνίσαντο καλοὺς καὶ πολλοὺς περὶ τῆς ἡγεμονίας, ὅτε κατεῖχον οἱ βασιλεῖς τὰ κοινά, μεγάλην δὲ προθυμίαν εἰς τὸ συνελευθερῶσαι τὴν πόλιν ἀπὸ τῶν τυράννων παρέσχοντο, ἔτι δὲ πλείονα παρέξεσθαι σπουδὴν ἔμελλον εἰς τὰ [p. 238] λοιπὰ ἔργα παρακληθέντες, βίων μὲν σπανίζοντες, τὰ δὲ σώματα καὶ τὰς ψυχάς, ἃ μόνα περιῆν αὐτοῖς, ἀ
φειδῶς εἰς τοὺς περὶ αὐτῆς κινδύνους ἐπιδιδόντες. ἔφη δὲ τελευτῶν ὡς εἰ καὶ μηδὲν ἐπεχείρουν ἐκεῖνοι τοιοῦτον ὑπ᾽ αἰσχύνης κρατούμενοι λέγειν, μηδὲ ἀπαγγέλλειν, τοὺς πατρικίους ἐχρῆν λογισμὸν τὸν προσήκοντα περὶ αὐτῶν λαβόντας, ὧν ᾔδεσαν δεομένους καὶ κοινῇ καὶ καθ᾽ ἕνα ἕκαστον, ταῦτ᾽ ἐξ ἑτοίμου χαρίζεσθαι, ἐνθυμουμένους, ὅτι πρᾶγμα ὑπερήφανον ποιοῦσιν αἰτοῦντες μὲν παρ᾽ ἐκείνων τὰ σώματα, μὴ χαριζόμενοι δ᾽ αὐτοῖς τὰ χρήματα, καὶ λέγοντες μὲν πρὸς ἅπαντας, ὅτι τῆς κοινῆς ἐλευθερίας ἕνεκα πολεμοῦσι, τῶν δὲ συγκατακτησαμένων αὐτὴν ἀφαιρούμενοι, οὐ πονηρίαν ἔχοντες αὐτοῖς ὀνειδίζειν, ἀλλ᾽ ἀπορίαν, ἣν οἰκτείρεσθαι μᾶλλον ἢ μισεῖσθαι προσῆκε.

  τοιαῦτα τοῦ Οὐαλερίου λέγοντος καὶ πολλῶν τὴν γνώμην ἐπαινούντων Ἄππιος Κλαύδιος Σαβῖνος ἐν τῷ προσήκοντι κληθεὶς τόπῳ τἀναντία παρῄνει διδάσκων, ὅτι τὸ στασιάζον οὐκ ἐξαιρεθήσεται τῆς πόλεως, ἐὰν ψηφίσωνται χρεῶν ἀποκοπάς, ἀλλ᾽ ἔτι πονηρότερον ἔσται μεταχθὲν ἀπὸ τῶν πενήτων εἰς τοὺς εὐπόρους. [2] δῆλον γὰρ δὴ πᾶσιν ὑπάρχειν, ὅτι χαλεπῶς οἴσουσιν οἱ μέλλοντες ἀποστερεῖσθαι τῶν χρημάτων πολῖταί τ᾽ ὄντες καὶ ἐπίτιμοι καὶ πάσας ἐστρατευμένοι τὰς ἐπιβαλούσας ὑπὲρ τῆς πόλεως στρατείας, [p. 239] οὐδ᾽ ἀξιοῦντες ἃ κατέλιπον αὐτοῖς οἱ πατέρες καὶ αὐτοὶ φιλεργοῦντες καὶ σωφρόνως ζῶντες ἐκτήσαντο δημεύεσθαι τοῖς πονηροτάτοις καὶ ἀργοτάτοις τῶν πολιτῶν. πολλῆς δ᾽ εἶναι μωρίας ἔργον τῷ χείρονι μέρει τοῦ πολιτεύματος χαρίζεσθαι βουλομένους τοῦ κρείττονος ὑπερορᾶν καὶ τοῖς ἀδικωτάτοις τῶν πολιτῶν τὰς ἀλλοτρίας δημεύοντας οὐσίας τῶν δικαίως αὐτὰς κτησαμένων ἀφαιρεῖσθαι. [3] ἐνθυμεῖσθαί τ᾽ αὐτοὺς ἠξίου, ὅτι οὐχ ὑπὸ τῶν πενήτων καὶ οὐδεμίαν ἰσχὺν ἐχόντων αἱ πόλεις ἀπόλλυνται τὰ δίκαια ποιεῖν ἀναγκαζομένων, ἀλλ᾽ ὑπὸ τῶν εὐπόρων καὶ τὰ πολιτικὰ πράττειν δυναμένων, ὅταν ὑπὸ τῶν χειρόνων ὑβρίζωνται καὶ τῶν δικαίων μὴ τυγχάνωσιν. εἰ δὲ μηδὲν ἀγανακτήσειν μέλλοιεν οἱ τῶν συμβολαίων ἀποστερούμενοι, πρᾴως δέ πως καὶ ῥᾳθύμως οἴσειν τὰς βλάβας, οὐδ᾽ οὕτως ἔφη καλῶς ἕξειν σφίσιν οὐδ᾽ ἀσφαλῶς δωρεὰν τοῖς πένησι χαρίζεσθαι τοιαύτην, δι᾽ ἣν ἀσυνάλλακτος ὁ κοινὸς ἔσται βίος καὶ μισάλληλος καὶ τῶν ἀναγκαίων χρειῶν, ὧν χωρὶς οὐκ ἔνεστιν οἰκεῖσθαι τὰς πόλεις, ἐνδεής, οὔτε τὴν χώραν σπειρόντων ἔτι καὶ φυτευόντων τῶν γεωργῶν, οὔτε τὴν θάλατταν πλεόντων καὶ διαμειβομένων τὰς διαποντίους ἀγορὰς τῶν ἐμπόρων, οὔτε ἄλλην ἐργασίαν οὐδεμίαν δικαίαν ποιουμένων τῶν πενήτων. [4] εἰς ἅπαντα γὰρ ταῦτα τοῖς δεομένοις ἀφορμῆς οὐδένα τῶν εὐπόρων τὰ ἑαυτοῦ χρήματα προήσεσθαι: ἐκ δὲ τούτων φθονήσεσθαι μὲν εὐπορίαν, καταλυθήσεσθαι δὲ φιλεργίαν, κρείττω δὲ μοῖραν ἕξειν [p. 240] τοὺς ἀκολάστους τῶν σωφρόνων, τοὺς δ᾽ ἀδίκους τῶν δικαίων καὶ τοὺς σφετεριζομένους τἀλλότρια τῶν φυλαττόντων τὰ ἴδια. ταῦτα δ᾽ εἶναι τὰ ποιοῦντα διχοστασίας ἐν ταῖς πόλεσι καὶ ἀλληλοφθορίας ἀπαύστους καὶ πᾶσαν ἄλλην κακῶν ἰδέαν, ὑφ᾽ ὧν αἱ μὲν εὐτυχέστατα πράξασαι τὴν ἐλευθερίαν ἀφῃρέθησαν, αἱ δὲ τῆς χείρονος μοίρας τυχοῦσαι πανώλεθροι διεφθάρησαν.

  παντὸς δὲ μάλιστα σκοπεῖν αὐτοὺς ἠξίου καινὴν καθισταμένους πολιτείαν, ὅπως μηθὲν εἰς αὐτὴν παρελεύσεται πονηρὸν ἔθος, πολλὴν ἀνάγκην εἶναι λέγων ὁποἶ ἄττ᾽ ἂν ᾖ τὰ κοινὰ τῶν πόλεων ἐπιτηδεύματα, τοιούτους γίνεσθαι τοὺς τῶν ἰδιωτῶν βίους. ἔθος δ᾽ εἶναι οὐδὲν κάκιον οὔτε πόλεσιν οὔτε οἴκοις τοῦ καθ᾽ ἡδονὰς ἀεὶ ζῆν ἕκαστον καὶ τοῦ πάντα συγχωρεῖσθαι τοῖς ἥττοσιν ὑπὸ τῶν κρειττόνων, εἴτε πρὸς χάριν εἴτε πρὸς ἀνάγκην: οὐ γὰρ ἀποπληροῦσθαι τὰς ἐπιθυμίας τῶν ἀφρόνων τυγχανούσας ὧν ἂν δεηθῶσιν, ἀλλ᾽ ἑτέρων εὐθὺς ὀρέγεσθαι μειζόνων καὶ εἰς ἄπειρον προβαίνειν: μάλιστα δὲ τοῦτο πάσχειν τοὺς ὄχλους: ἃ γὰρ καθ᾽ ἑαυτὸν ἕκαστος αἰσχύνεται πράττειν ἢ δέδιεν ὑπὸ τοῦ κρείττονος κατειργόμενος, ταῦτ᾽ ἐν κοινῷ γενομένους ἑτοιμότερον παρανομεῖν προσειληφότας ἰσχὺν ταῖς ἑαυτῶν γνώμαις ἐκ τῶν τὰ ὅμοια βουλομένων. [2] ἀπληρώτους δὲ καὶ ἀορίστους ὑπαρχούσας τὰς τῶν ἀνοήτων ὄχλων ἐπιθυμίας ἀρχομένας ἔφη δεῖν κωλύειν, ἕως εἰσὶν ἀσθενεῖς, οὐχ, ὅταν ἰσχυραὶ [p. 241] καὶ μεγάλαι δύνωνται, καθαιρεῖν. χαλεπωτέραν γὰρ ὀργὴν ἅπαντας ἔχειν τῶν συγχωρηθέντων στερομένους ἢ τῶν ἐλπιζομένων μὴ τυγχάνοντας. [3] παραδείγμασί τε πολλοῖς εἰς τοῦτ᾽ ἐχρήσατο πόλεων Ἑλληνίδων ἔργα διεξιών, ὅσαι μαλακισθεῖσαι δι᾽ ἀκαιρούς τινας ἀφορμὰς καὶ πονηρῶν ἐπιτηδευμάτων ἀρχὰς ἐφεῖσαι παρελθεῖν οὐκέτι παῦσαι καὶ ἀνελεῖν αὐτὰ δύναμιν ἔσχον: ἐξ ὧν εἰς αἰσχρὰς καὶ ἀνηκέστους ἠναγκάσθησαν προελθεῖν συμφοράς. ἐοικέναι τε τῷ καθ᾽ ἕνα τὸ κοινὸν ἔφη, ψυχῇ μὲν ἀνδρὸς ἀνάλογον ἐχούσης τι τῆς βουλῆς, [4] σώματι δὲ τοῦ δήμου. ἐὰν μὲν οὖν τῆς βουλῆς τὸν ἄφρονα δῆμον ἄρχειν ἐῶσιν, ὅμοια πείσεσθαι αὐτοὺς ἔφη τοῖς ὑποτάττουσι τὴν ψυχὴν τῷ σώματι καὶ μὴ κατὰ τὸν λογισμόν, ἀλλὰ κατὰ τὰ πάθη ζῶσιν. ἐὰν δ᾽ ἄρχεσθαί τε καὶ ἄγεσθαι τὸν δῆμον συνεθίζωσιν ὑπὸ τῆς βουλῆς, ταὐτὸ
ποιήσουσι τοῖς ὑποτάττουσι τῇ ψυχῇ τὸ σῶμα καὶ πρὸς τὸ βέλτιστον, ἀλλὰ μὴ [5] πρὸς τὸ ἥδιστον τοὺς βίους ἄγουσι. βλάβην δὲ μεγάλην οὐδεμίαν ἀπέφαινε συμβήσεσθαι τῇ πόλει, ἐὰν οἱ πένητες ἀγανακτοῦντες ἐπὶ τῷ μὴ συγχωρηθῆναι σφίσι τὴν χρεοκοπίαν μὴ θελήσωσιν ὑπὲρ αὐτῆς τὰ ὅπλα ἀναλαβεῖν, ὀλίγους τινὰς εἶναι λέγων παντάπασι τοὺς μηδὲν ὑπολειπομένους ἑαυτοῖς ἔξω τοῦ σώματος, οὓς οὔτ᾽ ὠφέλειάν τινα παρέξεσθαι τῷ κοινῷ θαυμαστὴν [p. 242] ὅσην παρόντας ταῖς στρατείαις, οὔτε βλάβην ἀπόντας: ὑπομιμνήσκων αὐτούς, ὅτι τὴν ἐσχάτην ἀπελάμβανον ἐν τοῖς πολέμοις χώραν οἱ τοὐλάχιστον ἔχοντες τοῦ βίου τίμημα, καὶ ὅτι προσθήκης μοῖραν ἐπεῖχον οὗτοι τοῖς ἐν φάλαγγι τεταγμένοις, καταπλήξεως ἕνεκα τῶν πολεμίων συνόντες, οἷα δὴ μηδὲν φέροντες ὅπλον ὅτι μὴ σφενδόνας, ὧν ἐλάχιστον ἐν ταῖς μάχαις εἶναι ὄφελος.

 

‹ Prev