ἀλλ᾽ ὅτι μὲν δεῖ καταλύσασθαι τὴν στάσιν, εἴποι τις ἄν, οὐχ ἧττον ἡμεῖς ἐγνώκαμεν καὶ πολλὴν παρεσχήμεθα προθυμίαν: πῶς δ᾽ ἂν καταλυσαίμεθ᾽ αὐτήν, τοῦτο πειρῶ λέγειν. ὁρᾷς γάρ, ὅση περὶ τὸν δῆμόν ἐστιν αὐθάδεια, ὃς οὔτε πέμπει πρὸς ἡμᾶς περὶ διαλύσεων αὐτὸς ἀδικῶν οὔτε τοῖς ὑφ᾽ ἡμῶν ἀποσταλεῖσιν ἀποκρίνεται πολιτικὰς καὶ φιλανθρώπους ἀποκρίσεις, ἀλλ᾽ ὑπερηφανεῖ καὶ ἀπειλεῖ, καὶ εἰκάσαι ῥᾴδιον [p. 345] οὐκ ἔστιν ὅ τι βούλεται. πρὸς δὲ ταῦτα τί παραινῶ [2] νῦν πράττειν, ἀκούσατέ μου. ἐγὼ τὸν δῆμον οὔτ᾽ ἀδιαλλάκτως οἴομαι πρὸς ἡμᾶς ἔχειν οὔτε δράσειν τι, ὧν ἀπειλεῖ, τεκμαιρόμενος, ὅτι οὐκ ἔστιν ὅμοια τοῖς λόγοις αὐτοῦ τὰ ἔργα, πολὺ δὲ μᾶλλον ἡμῶν ἐσπουδακέναι περὶ τὰς διαλύσεις οἴομαι. ἡμεῖς μὲν γὰρ καὶ πατρίδα τὴν τιμιωτάτην κατοικοῦμεν καὶ βίους καὶ οἴκους καὶ γενεὰς καὶ πάντα τὰ πλείστου ἄξια ἐν ταῖς ἰδίαις ἐξουσίαις ἔχομεν: ὁ δ᾽ ἄπολις καὶ ἀνέστιός ἐστι καὶ τῶν ἀναγκαιοτάτων αὐτῷ στέρεται σωμάτων βίου τε τοῦ καθ᾽ ἡμέραν οὐκ εὐπορεῖ. [3] τίνος οὖν χάριν, εἴ τις ἔροιτό με, τὰς προκλήσεις οὐ δέχεται τὰς ἡμετέρας ὅμως κακοπαθῶν αὐτός τε οὐδὲν ἐπιπρεσβεύεται πρὸς ἡμᾶς, ὅτι νὴ Δία, φαίην ἄν, ἄχρι τοῦδε λόγων ἀκούει παρὰ τῆς βουλῆς, ἔργον δ᾽ οὐδὲν ὁρᾷ γινόμενον ἐξ αὐτῶν οὔτε φιλάνθρωπον οὔτε μέτριον, ἐξηπατῆσθαί τε οἴεται πολλάκις ὑφ᾽ ἡμῶν ὑπισχνουμένων ἀεί τινα πρόνοιαν αὐτοῦ ποιήσεσθαι, μηδὲν δὲ προνοουμένων. πρεσβείας δὲ πέμπειν οὐχ ὑπομένει διὰ τοὺς ἐνθάδε κατηγορεῖν εἰωθότας αὐτοῦ δεδοικώς τε μή τινος, ὧν ἀξιοῖ, διαμάρτῃ. [4] τάχα δ᾽ ἄν τι καὶ φιλοτιμίας ἀνοήτου περὶ αὐτὸν εἴη πάθος: καὶ οὐδέν γε θαυμαστόν, ἐπεὶ καὶ ἐν ἡμῖν αὐτοῖς εἰσί τινες, οἷς τὸ δύσερι τοῦτο καὶ φιλόνεικον ἔνεστιν ἰδίᾳ τε καὶ κοινῆ οὐκ ἀξιοῦσιν ἡττᾶσθαι [p. 346] τοῦ ἀντιπάλου, ἀλλ᾽ ἐκ παντὸς ἀεὶ ζητοῦσι περιεῖναι τρόπου καὶ μὴ πρότερον χαρίζεσθαί τι, ἢ λαβεῖν τὸ μέλλον εὖ πάσχειν ὑποχείριον. ἐννοούμενος δὴ ταῦτα οἴομαι δεῖν πρεσβείαν ἀποσταλῆναι πρὸς τοὺς δημοτικοὺς ἐκ τῶν μάλιστα πιστευομένων: [5] τοὺς δ᾽ ἀποσταλησομένους ἄνδρας αὐτοκράτορας εἶναι παραινῶ, διαλυσομένους αὐτοῖς τὴν στάσιν, ἐφ᾽ οἷς ἂν αὐτοὶ δικαιῶσι, καὶ μηδὲν ἔτι τῇ βουλῇ προσαναφέροντας: αὐτοὶ γὰρ εἴσονται τοῦτο. οἱ δὲ νῦν ὑπεροπτικοὶ δοκοῦντες εἶναι καὶ βαρεῖς μαθόντες, ὅτι ἀληθῶς σπουδάζετε περὶ τὴν ὁμόνοιαν, καὶ εἰς ἐπιεικεστέρας συγκαθήσουσιν αἱρέσεις, οὐδὲν ἀξιοῦντες οὔτε τῶν αἰσχρῶν οὔτε τῶν ἀδυνάτων. τὸ γὰρ ἠρεθισμένον ἅπαν, ἄλλως τε κἂν ταπεινὸν ᾖ, πρὸς μὲν τοὺς ὑπερηφανοῦντας ἀγριαίνεσθαι φιλεῖ, πρὸς δὲ τοὺς θεραπεύοντας ἡμεροῦσθαι.
ταῦτ᾽ εἰπόντος τοῦ Μενηνίου θροῦς πολὺς ἐνέπεσε τῇ βουλῇ, καὶ διελάλουν ἕκαστοι κατὰ συμμορίας, οἱ μὲν οἰκείως διακείμενοι πρὸς τοὺς δημοτικοὺς παρακαλοῦντες ἀλλήλους πᾶσαν εἰσφέρεσθαι προθυμίαν, ὅπως κατάξουσι τὸν δῆμον εἰς τὴν πατρίδα, ἐπειδὴ προσειλήφεσαν ἡγεμόνα τῆς τότε γνώμης ἀνδρῶν ἀριστοκρατικῶν τὸν ἐπιφανέστατον: οἱ δ᾽ ἀριστοκρατικοὶ [p. 347] καὶ περὶ παντὸς θέλοντες μὴ κινεῖσθαι ἐκ τοῦ πατρίου κόσμου τὴν πολιτείαν ἀποροῦντες, ὅ τι χρήσονται τοῖς παροῦσι, μεταθέσθαι μὲν οὐκ ἀξιοῦντες τὰς προαιρέσεις, μένειν δ᾽ ἐπὶ τῶν ἐγνωσμένων οὐ δυνάμενοι: οἱ δ᾽ ἀκέραιοί τε καὶ τῶν στάσεων οὐδετέρᾳ συμφιλονεικοῦντες εἰρήνην ἄγειν βουλόμενοι καὶ ὅπως μὴ τειχήρεις ἔσονται σκοπεῖν ἀξιοῦντες. [2] σιωπῆς δὲ γενομένης ὁ πρεσβύτερος τῶν ὑπάτων ἐπαινέσας τὸν Μενήνιον τῆς γενναιότητος, καὶ τοὺς λοιποὺς ἀξιώσας ὁμοίους ἐκείνῳ γενέσθαι κηδεμόνας λέγοντάς τε ὅσα φρονοῦσι μετὰ παρρησίας καὶ πράττοντας δίχα ὄκνου τὰ δόξαντα, δεύτερον ἐκάλει τὸν αὐτὸν τρόπον ἐξ ὀνόματος, ἀξιῶν γνώμην ἀποφήνασθαι, Μάνιον Οὐαλέριον ἀδελφὸν τοῦ συνελευθερώσαντος ἀπὸ τῶν βασιλέων τὴν πόλιν, ἄνδρα παρ᾽ ὁντιναοῦν τῶν ἀριστοκρατικῶν τῷ δήμῳ κεχαρισμένον.
ὃς ἀναστὰς πρῶτον ὑπεμίμνησκε τὴν βουλὴν τῶν ἰδίων πολιτευμάτων, καὶ ὅτι πολλάκις αὐτοῦ προλέγοντος τὰ μέλλοντα συμβήσεσθαι δεινὰ δι᾽ ὀλιγωρίας ἐποιήσαντο τοὺς λόγους: ἔπειτα ἠξίου τοὺς ἐναντιουμένους ταῖς διαλλαγαῖς μὴ περὶ τῶν μετρίων νῦν ζητεῖν, ἀλλ᾽ ἐπεὶ τὴν στάσιν οὐκ εἴασαν ἐξαιρεθῆναι, ἡνίκα μικρὰ ἦν ἔτι τῇ πόλει τὰ διαφέροντα, νῦν γέ τοι σκοπεῖν, ὅπως διὰ ταχέων παύσεται καὶ μὴ [p. 348] προελθοῦσα ἔτι πορρωτέρω λήσει τάχα μὲν ἀνίατος, εἰ δὲ μὴ δυσίατος καὶ πολλῶν αἰτία σφίσι γενομένη κακῶν: τήν τε ἀξίωσιν τῶν δημοτικῶν οὐκέτι τὴν αὐτὴν ἀπέφαινεν ἐσομένην τῇ προτέρᾳ, οὐδ᾽ ἐπὶ τοῖς αὐτοῖς εἴκαζε συμβήσεσθαι τὸν δῆμον ἀπαλλαγὴν μόνον τῶν χρεῶν αἰτούμενον, ἀλλὰ καὶ βοηθείας δεήσεσθαί τινος ἴσως, ἀφ᾽ ἧς εἰς τὸν λοιπὸν χρόνον ἀσφαλὴς διατελέσει: [2] καταλελύσθαι μὲν γὰρ ἀφ᾽ οὗ παρῆλθεν ἡ τοῦ δικτάτορος ἀρχὴ τὸν φύλακα τῆς ἐλευθερίας αὐτοῦ νόμον, ὃς οὔτε ἀποκτείνειν πολίτην ἄκριτον οὐδένα συνεχώρει τοῖς ὑπάτοις, οὐδέ γε τοὺς παρὰ τῇ κρίσει ἐλαττουμένους ὑπὸ τῶν πατρικίων δημοτικοὺς παραδίδοσθαι τοῖς καταδικασαμέ�
�οις, ἔφεσιν δὲ τοῖς βουλομένοις ἐδίδου μεταφέρειν τὰς κρίσεις ἐπὶ τὸν δῆμον ἀπὸ τῶν πατρικίων καὶ ὅ τι ἂν ὁ δῆμος γνῷ, τοῦτ᾽ εἶναι κύριον: ἀφῃρῆσθαι δὲ καὶ τὴν ἄλλην ἐξουσίαν τῶν δημοτικῶν ὀλίγου δεῖν πᾶσαν, ἧς ἐν τοῖς προτέροις χρόνοις ἦσαν κύριοι, ὅπου γε καὶ τὸν ἐκ τῶν πολέμων θρίαμβον οὐκ ἐξεγένετο αὐτοῖς εὑρέσθαι παρὰ τῆς βουλῆς ἀνδρὶ παρ᾽ ὁντιναοῦν ἄλλον ἐπιτηδείῳ ταύτης τυχεῖν τῆς τιμῆς, Ποπλίῳ Σερουιλίῳ [3] Πρίσκῳ. ἐφ᾽ οἷς εἰκός τι πάσχοντας τοὺς πολλοὺς ἀθυμεῖν καὶ πονηρὰς ἔχειν ὑπὲρ τῆς ἀσφαλείας ἐλπίδας, ἐπειδὴ οὔτε ὑπάτῳ οὔτε δικτάτορι κήδεσθαι αὐτῶν βουλομένοις ἐξεγένετο, ἀλλὰ καὶ προσαπήλαυσέ τις αὐτῶν ὕβρεως καὶ ἀτιμίας διὰ τὴν ὑπὲρ τῶν πολλῶν [p. 349] σπουδὴν καὶ πρόνοιαν. ταῦτα δ᾽ ἀπειργάσθαι συγκύψαντας οὐ τοὺς χαριεστάτους τῶν πατρικίων, ὑβριστὰς δέ τινας καὶ πλεονέκτας περὶ χρηματισμὸν ἄδικον δεινῶς ἐσπουδακότας, οἳ πρὸς πολὺ διάφορον καὶ ἐπὶ μεγάλοις δανεισθὲν τόκοις πολλὰ καταδουλωσάμενοι πολιτῶν σώματα, τούτοις τ᾽ ὠμὰς καὶ ὑπερηφάνους ἀνάγκας προσφέροντες, ἀλλότριον ἐποίησαν γενέσθαι τῆς ἀριστοκρατίας ἅπαν τὸ δημοτικόν, ἑταιρίαν τε συστησάμενοι καὶ ταύτης ἀναδείξαντες Ἄππιον Κλαύδιον ἡγεμόνα, μισόδημον ἄνδρα καὶ ὀλιγαρχικόν, δι᾽ ἐκείνου πάντα φύρουσι τὰ πράγματα τῆς πόλεως. οἷς εἰ μὴ τὸ σωφρονοῦν μέρος τῆς βουλῆς ἐμποδὼν στήσεται, κινδυνεύειν ὑπὲρ ἀνδραποδισμοῦ τινος καὶ κατασκαφῆς τὴν πόλιν. τελευτῶν δ᾽ ἀπεφήνατο συνδοκεῖν τῇ Μενηνίου χρῆσθαι γνώμῃ, καὶ τὴν πρεσβείαν ἠξίου πέμπειν διὰ ταχέων: τοὺς δ᾽ ἄνδρας ἀφικομένους πειρᾶσθαι μὲν ὡς βούλονται καταλύσασθαι τὴν στάσιν, εἰ δὲ μὴ διδοίη τις αὐτοῖς, ἃ βούλονται, δέχεσθαι τὰ διδόμενα.
μετὰ τοῦτον ἀνέστη κληθεὶς Ἄππιος Κλαύδιος ὁ τῆς ἐναντιουμένης τῷ δήμῳ στάσεως ἡγεμὼν ἀνὴρ μέγα φρονῶν ἐφ᾽ ἑαυτῷ καὶ τοῦτ᾽ οὐκ ἄνευ δικαίας πάσχων αἰτίας: ὅ τε γὰρ ἴδιος αὐτοῦ βίος ὁ καθ᾽ ἡμέραν σώφρων καὶ σεμνὸς ἦν, ἥ τε προαίρεσις τῶν πολιτευμάτων εὐγενὴς καὶ τὸ ἀξίωμα σώζουσα τῆς [p. 350] ἀριστοκρατίας: ὃς ἀφορμὴν λαβὼν τὴν Οὐαλερίου δημηγορίαν τοιούτοις ἐχρήσατο λόγοις: [2] ἐν ἐλάττονι μὲν αἰτίᾳ ἂν Οὐαλέριος ἦν, εἰ τὴν αὑτοῦ γνώμην ἀπεφήνατο μόνην, τῶν δὲ τἀναντία ἐγνωκότων μὴ κατηγόρει: περιῆν γὰρ ἂν αὐτῷ μηδὲν ἀκοῦσαι τῶν προσόντων αὐτῷ κακῶν. ἐπεὶ δ᾽ οὐκ ἀπέχρησεν αὐτῷ τοιαῦτα συμβουλεύειν, ἐξ ὧν οὐδὲν ἄλλ᾽ ἢ τοῖς κακίστοις τῶν πολιτῶν δουλεύσομεν, ἀλλὰ καὶ τῶν ἐναντιουμένων αὐτῷ καθήψατο κἀμοῦ ἁψιμάχως ἐμνήσθη, πολλὴν ἀνάγκην ὁρῶ κἀμοὶ περὶ τούτων εἰπεῖν καὶ πρῶτον ἀπολύσασθαι τὰς κατ᾽ ἐμαυτοῦ διαβολάς. ὠνείδισται γάρ μοι πρὸς αὐτοῦ ἐπιτήδευμα οὔτε πολιτικὸν οὔτ᾽ εὐπρεπές, ὡς ἀπὸ παντὸς χρηματίζεσθαι προῄρημαι τρόπου καὶ πολλοὺς τῶν πενήτων ἀφῄρημαι τὴν ἐλευθερίαν, καὶ ὡς ἡ ἀπόστασις τοῦ δήμου καὶ δι᾽ ἐμὲ οὐχ ἥκιστα γέγονεν: ὧν οὐδὲν ὅτι ἀληθές ἐστιν οὐδ᾽ ὑγιὲς ῥᾴδιον ὑμῖν μαθεῖν. [3] ἴθι γάρ, εἰπὲ ὦ Οὐαλέριε, τίνες εἰσὶν οὓς κατεδουλωσάμην ἐγὼ πρὸς τὰ χρέα; τίνας ἐν δεσμοῖς πολίτας ἔσχον ἢ νῦν ἔχω; τίς τῶν ἀφεστηκότων διὰ τὴν ἐμὴν ὠμότητα ἢ φιλοχρηματίαν στέρεται τῆς ἑαυτοῦ πατρίδος; ἀλλ᾽ οὐκ ἂν ἔχοις εἰπεῖν. τοσούτου γὰρ δέω τινὰ πολιτῶν καταδεδουλῶσθαι διὰ χρέος, ὥστε πολλοῖς πάνυ τὰ ἐμαυτοῦ προέμενος οὐδένα τῶν ἀποστερησάντων με πρόσθετον ἐποιησάμην οὐδὲ ἄτιμον, ἀλλὰ πάντες εἰσὶν ἐλεύθεροι καὶ πάντες οἴδασί μοι χάριν φίλων τε καὶ [p. 351] πελατῶν ἐν τοῖς ἀναγκαιοτάτοις ἐξετάζονται. καὶ οὐ λέγω ταῦτα κατηγορῶν ἐγὼ τῶν μὴ τὰ παραπλήσια ἐμοὶ πεποιηκότων οὐδ᾽ εἴ τινες νόμῳ συγχωρούμενόν τι ἔδρασαν ἀδικεῖν αὐτοὺς οἴομαι, ἀλλὰ τὰς κατ᾽ ἐμαυτοῦ διαβολὰς ἀπολύομαι.
ἃ δ᾽ εἰς χαλεπότητα καὶ πονηρῶν ἀνθρώπων προστασίαν ὠνείδισέ μοι, μισόδημόν τε καὶ ὀλιγαρχικὸν ἀποκαλῶν, ὅτι τῆς ἀριστοκρατίας περιέχομαι, κοινὰ πάντων ὑμῶν ἐστι κατηγορήματα, ὅσοι οὐκ ἀξιοῦτε κρείττονες ὄντες ὑπὸ χειρόνων ἄρχεσθαι, οὐδ᾽ ἣν παρελάβετε ἀπὸ τῶν προγόνων πολιτείαν ὑπὸ τῆς κακίστης τῶν ἐν ἀνθρώποις πολιτειῶν δημοκρατίας ἀφαιρεθῆναι. [2] οὐ γὰρ ἂν οὗτος ὀλιγαρχίαν ὄνομα θῆται τῇ τῶν κρατίστων ἡγεμονίᾳ, καὶ δὴ τὸ πρᾶγμα ὑπὸ τοῦ ὀνόματος διαβληθὲν ἀφανισθήσεται: ἡμεῖς δὲ πολλῷ ἂν δικαιότερον ἐπενέγκαιμεν ὄνειδος καὶ ἀληθέστερον, δημοκοπίαν καὶ τυραννικῶν ἔργων ἐπιθυμίαν. οὐδενὶ γὰρ δὴ ἄδηλον, ὅτι πᾶς τύραννος ἐκ δημοκόλακος φύεται, καὶ ταχεῖα ὁδός ἐστι τοῖς καταδουλοῦσθαι τὰς πόλεις βουλομένοις ἡ διὰ τῶν κακίστων ἄγουσα πολιτῶν ἐπὶ τὰς δυναστείας, οὓς θεραπεύων οὗτος διατετέλεκε καὶ [3] οὐδὲ μέχρι τοῦ παρόντος παύεται. εὖ γὰρ ἴστε, ὅτι οὐκ ἂν ἐτόλμησαν οἱ φαῦλοι καὶ ταπεινοὶ τηλικαῦτα ἐξαμαρτεῖν, εἰ μὴ ὑπὸ τοῦ σεμνοῦ καὶ φιλοπόλιδος [p. 352] τούτου ἐξηγέρθησαν, ὡς δὴ ἀκίνδυνον αὐτοῖς τὸ ἔργον ἐσόμενον, καὶ πρὸς τῷ μηδεμίαν ὑποσχεῖν δίκην κρείττονα μοῖραν τῆς προτέρας ἕξοντες. μάθοιτε δ᾽ ἄν, ὡς ἀληθῆ ἐγὼ ταῦτα λέγω, μνησθέντες, ὅτι δεδιττόμενος ὑμᾶς ὑπὲρ πολέμου καὶ δι�
�λλαγὰς ἀναγκαίας ἀποφαίνων ἅμα ἔφη καὶ ὡς οὐκ ἀγαπήσουσιν οἱ πένητες ἀφεθέντες τῶν χρεῶν, ἀλλὰ καὶ βοηθείας δεήσονταί τινος καὶ οὐκ ἀνέξονται ἔτι ὑφ᾽ ὑμῶν ὡς καὶ πρότερον ἀρχόμενοι: τελευτῶν δ᾽ ὑμᾶς ἠξίου στέργειν τὰ παρόντα καὶ συγχωρεῖν, ὅ τι ἂν ὁ δῆμος ἐπὶ τῇ καθόδῳ δικαιώσῃ λαβεῖν, μὴ διακρίναντας μήτ᾽ ἀπὸ καλῶν αἰσχρὰ μήτ᾽ ἀπὸ δικαίων ἄδικα. [4] τοσαύτης ἄρα αὐθαδείας τὸ ἀνόητον οὗτος ἐμπέπληκε τῆς πόλεως ἀνὴρ πρεσβύτερος καὶ πάσας κεκαρπωμένος τὰς παρ᾽ ὑμῶν τιμάς. ἆρ᾽ ἦν σοι ἄξιον, Οὐαλέριε, καθ᾽ ἑτέρων τὰ μὴ προσόντα ὀνείδη λέγειν τοιαύταις ὄντι κατηγορίαις ἐνόχῳ;
Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) Page 238