Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79)
Page 260
χερνίψαντο δ᾽ ἔπειτα καὶ οὐλοχύτας ἀνέλοντο.
τριχοτομοῦντάς τ᾽ ἀπὸ τῆς κεφαλῆς τὰς τρίχας καὶ τιθέντας ἐπὶ τὸ πῦρ ὧδε γράφων:
ἀλλ᾽ ὅ γ᾽ ἀπαρχόμενος κεφαλῆς τρίχας ἐν πυρὶ βάλλε.
σκυτάλαις τε παίοντας τὰ μέτωπα τῶν ἱερείων καὶ τὰ πεσόντα θύοντας, ὡς ἐπὶ τῆς Εὐμαίου ποιεῖ θυσίας:
κόψε δ᾽ ἀπαρχόμενος σχίζῃ δρυός, ἣν λίπε κείων.
τὸν δ᾽ ἔλιπε ψυχή: τοὶ δ᾽ ἔσφαξάν τε καὶ εὗσαν.
[17] ἀπαρχάς τ᾽ ἀπὸ τῶν σπλάγχνων καὶ ἀπὸ τῶν ἄλλων [p. 120] λαμβάνοντας μελῶν, καὶ ταύτας ἀλφίτοις δεύοντας καὶ καθαγίζοντας ἐπὶ τῶν βωμῶν, ὡς ἐπὶ τῆς αὐτῆς ποιεῖ θυσίας:
ὁ δ᾽ ὠμοθετεῖτο συβώτης,
πάντοθεν ἀρχόμενος μελέων ἐς πίονα δημόν:
καὶ τὰ μὲν πυρὶ βάλλε παλύνας ἀλφίτου ἀκτῇ.
[18] ταῦτα δὲ Ῥωμαίους ἔτι καὶ εἰς ἐμὲ πράττοντας ἐπὶ ταῖς θυσίαις ἰδὼν ἐπίσταμαι: καὶ μιᾷ πίστει τῇδε ἀρκούμενος οὐ βαρβάρους ἐπείσθην εἶναι τοὺς οἰκιστὰς τῆς Ῥώμης, ἀλλ᾽ ἐκ πολλῶν τόπων συνεληλυθότας Ἕλληνας. ὀλίγα μὲν γὰρ ἐπιτηδεύματα περὶ θυσίας τε καὶ ἑορτὰς ὁμοίως Ἕλλησι καὶ βαρβάρους τινὰς ἐπιτελεῖν ἐνδέχεται, πάντα δὲ ταὐτὰ πράττειν ἀπίθανον.
λοιπὸν δ᾽ ἔτι μοι καὶ περὶ τῶν ἀγώνων, οὓς μετὰ τὴν πομπὴν ἐπετέλουν, ὀλίγα διελθεῖν. πρῶτος ὁ τῶν τεθρίππων τε καὶ συνωρίδων καὶ τῶν ἀζεύκτων ἵππων ἐγίνετο δρόμος, ὡς παρ᾽ Ἕλλησι τὸ [2] ἀρχαῖον Ὀλυμπίασί τε καὶ μέχρι τοῦ παρόντος. ἐν δὲ ταῖς ἱππικαῖς ἁμίλλαις ἐπιτηδεύματα δύο τῶν πάνυ παλαιῶν ὡς ἐξ ἀρχῆς ἐνομοθετήθη φυλαττόμενα ὑπὸ Ῥωμαίων μέχρι τῶν κατ᾽ ἐμὲ διάκειται χρόνων, τό τε περὶ τὰ τρίπωλα τῶν ἁρμάτων, ὃ παρ᾽ Ἕλλησι μὲν ἐκλέλοιπεν, ἀρχαῖον ὄν ἐπιτήδευμα καὶ ἡρωικόν, ᾧ ποιεῖ τοὺς Ἕλληνας Ὅμηρος ἐν ταῖς μάχαις χρωμένους: [p. 121] δυσὶ γὰρ ἵπποις ἐζευγμένοις, ὃν τρόπον ζεύγνυται συνωρίς, τρίτος παρείπετο σειραῖος ἵππος ῥυτῆρι συνεχόμενος, ὃν ἀπὸ τοῦ παρῃωρῆσθαί τε καὶ μὴ συνεζεῦχθαι παρῄορον ἐκάλουν οἱ παλαιοί: ἕτερον δὲ παρ᾽ ὀλίγαις ἔτι φυλαττόμενον πόλεσιν Ἑλληνίσιν ἐν ἱερουργίαις τισὶν ἀρχαϊκαῖς, ὁ τῶν παρεμβεβηκότων τοῖς ἅρμασι δρόμος. [3] ὅταν γὰρ τέλος αἱ τῶν ἱππέων ἅμιλλαι λάβωνται, ἀποπηδῶντες ἀπὸ τῶν ἁρμάτων οἱ παροχούμενοι τοῖς ἡνιόχοις, οὓς οἱ ποιηταὶ μὲν παραβάτας, Ἀθηναῖοι δὲ καλοῦσιν ἀποβάτας, τὸν σταδιαῖον ἁμιλλῶνται δρόμον αὐτοὶ πρὸς ἀλλήλους. τελεσθέντων δὲ τῶν ἱππικῶν δρόμων οἱ τοῖς ἑαυτῶν σώμασιν ἀγωνιζόμενοι τότ᾽ εἰσῄεσαν δρομεῖς τε καὶ πύκται καὶ παλαισταί. τρία γὰρ ἀθλήματα παρὰ τοῖς ἀρχαίοις Ἕλλησι ταῦτ᾽ ἦν, ὡς Ὅμηρος ἐπὶ τῇ Πατρόκλου δηλοῖ ταφῇ. [4] ἐν δὲ τοῖς διὰ μέσου τῶν ἀθλημάτων χρόνοις Ἑλληνικώτατον καὶ κράτιστον ἁπάντων ἐθῶν ἀπεδείκνυντο, στεφανώσεις καὶ ἀναρρήσεις ποιούμενοι τιμῶν, αἷς ἐτίμων τοὺς ἑαυτῶν εὐεργέτας, ὡς Ἀθήνησιν ἐν ταῖς Διονυσιακαῖς ἐγίνετο θυσίαις, καὶ σκύλων, ὅσων ἐκ πολέμων λάβοιεν, ἐπιδείξεις τοῖς εἰς θέαν συνεληλυθόσιν. [5] ἀλλὰ γὰρ ὑπὲρ μὲν τούτων οὔτε μηθένα ποιήσασθαι λόγον ἀπαιτούσης τῆς ὑποθέσεως καλῶς εἶχεν, οὔτε μηκύνειν πέρα τοῦ δέοντος ἥρμοττε. καιρὸς δ᾽ ἐπὶ τὴν ἀπολειπομένην διήγησιν ἐπανάγειν. ὡς γὰρ δὴ τὰ περὶ τὸν ἀπαχθέντα ἐπὶ τιμωρίαν ὑπὸ τοῦ δεσπότου [p. 122] καὶ προηγησάμενον τῆς πομπῆς ἔμαθεν ἡ βουλὴ παρὰ τοῦ τὸ πραχθὲν ἀνανεωσαμένου, τοῦτον ὑπολαβοῦσα ὑπὸ τοῦ θεοῦ λέγεσθαι τὸν οὐ καλὸν ἔπαρχον τῶν ὀρχηστῶν, ὥσπερ ἔφην, ἀναζητήσασα τὸν τῷ θεράποντι λωβησάμενον καὶ ζημίαν ἐπιβαλοῦσα, ἧς ἄξιος ἦν, ἑτέραν ἐψηφίσατο τῷ θεῷ πομπὴν ἐπιτελεσθῆναι καὶ ἀγῶνας ἐξ ἀρχῆς ἑτέρους ἀπὸ διπλασίων χρημάτων ἢ πρότερον ἐγένοντο. καὶ τὰ μὲν ἐπὶ τούτων συντελεσθέντα τῶν ὑπάτων τοιάδε ἦν.
BOOK VIII
οἱ δὲ μετὰ τούτους ἀποδειχθέντες ὕπατοι κατὰ τὴν ἑβδομηκοστὴν καὶ τρίτην ὀλυμπιάδα, καθ᾽ ἣν ἐνίκα στάδιον Ἀστύλος Κροτωνιάτης ἄρχοντος Ἀθήνησιν Ἀγχίσου, Γάιος Ἰούλιος Ἰοῦλος καὶ Πόπλιος Πινάριος Ῥοῦφος, ἄνδρες ἥκιστα πολεμικοὶ καὶ διὰ τοῦτο μάλιστα τῆς ἀρχῆς ταύτης παρὰ τοῦ δήμου τυχόντες, εἰς πολλοὺς καὶ μεγάλους ἠναγκάσθησαν κινδύνους καταστῆναι πολέμου καταρραγέντος ἐκ τῆς ἐκείνων ἀρχῆς, δι᾽ ὧν ἡ πόλις ὀλίγου ἐδέησεν ἐκ βάθρων ἀναιρεθῆναι. [2] ὁ γὰρ Μάρκιος ἐκεῖνος ὁ Κοριολάνος, ὁ τὴν ἐπὶ τῇ τυραννίδι αἰτίαν σχὼν καὶ φυγῇ ἀιδίῳ ἐλασθείς, ἀγανακτῶν τ᾽ ἐπὶ τῇ συμφορᾷ καὶ τιμωρίαν [p. 124] παρὰ τῶν ἐχθρῶν βουλόμενος λαβεῖν, δι᾽ οὗ δ᾽ ἂν αὕτη γένοιτο τρόπου καὶ δι᾽ οἵας δυνάμεως ἀνασκοπῶν μίαν εὕρισκε Ῥωμαίοις τότ᾽ ἀντίπαλον ἰσχὺν τὴν Οὐολούσκων, εἰ κοινῇ χρησάμενοι γνώμῃ καὶ τυχόντες ἡγεμόνος ἔμφρονος ἐνστήσονται πρὸς αὐτοὺς τὸν πόλεμον. [3] ἐλογίζετο μὲν οὖν, ὡς εἰ πείσειε τοὺς Οὐολούσκους δέξασθαί τ᾽ αὐτὸν καὶ τὴν ἡγεμονίαν ἐπιτρέψαι τοῦ πολέμου, ῥᾳδίως αὐτῷ διαπεπράξεται τὸ ἔργον: ἐτάραττε δ᾽ αὐτὸν ἡ συνείδησις, ὅτι πλειστάκις κατὰ τὰς μάχας δεινὰ δεδρακὼς ἦν αὐτοὺς καὶ πόλεις συμμαχίδας ἀφῃρημένος. οὐ μὴν ἀπέστη γε τῆς πείρας διὰ τὸ τοῦ κινδύνου μέγεθος, ἀλλ᾽ εἰς
αὐτὰ τὰ δεινὰ χωρεῖν ἐβουλεύσατο καὶ πάσχειν ὑπ᾽ αὐτῶν ὁτιοῦν. [4] φυλάξας δὲ νύκτα καὶ ταύτην σκοταίαν ἧκεν εἰς Ἄντιον, τὴν ἐπιφανεστάτην τῶν ἐν Οὐολούσκοις πόλεων, ἡνίκα περὶ δεῖπνον ἦσαν οἱ κατὰ τὴν πόλιν, καὶ παρελθὼν εἰς οἰκίαν ἀνδρὸς δυνατοῦ, δι᾽ εὐγένειάν τε καὶ πλοῦτον καὶ τὰς ἐν τοῖς πολέμοις πράξεις μέγα ἐφ᾽ ἑαυτῷ φρονοῦντος καὶ τὸ ἔθνος ὅλον ἄγοντος ὡς τὰ πολλά, ᾧ Τύλλος Ἄττιος ὄνομα ἦν, ἱκέτης τοῦ ἀνδρὸς γίνεται καθεζόμενος ἐπὶ τῆς ἑστίας. [5] διηγησάμενος δ᾽ αὐτῷ τὰς κατασχούσας αὐτὸν ἀνάγκας, δι᾽ ἃς ὑπέμεινεν ἐπὶ τοὺς ἐχθροὺς καταφυγεῖν, μέτρια ἠξίου φρονῆσαι καὶ ἀνθρώπινα περὶ ἀνδρὸς ἱκέτου καὶ μηκέτι πολέμιον ἡγεῖσθαι τὸν ὑποχείριον μηδ᾽ εἰς τοὺς ἀτυχοῦντας καὶ τεταπεινωμένους ἀποδείκνυσθαι τὴν ἰσχὺν ἐνθυμούμενον, [p. 125] ὡς οὐ μένουσιν ἐπὶ τοῖς αὐτοῖς πράγμασιν αἱ τῶν ἀνθρώπων τύχαι. [6] δύναιο δ᾽ ἄν, ἔφη, τοῦτ᾽ ἐξ αὐτοῦ μάλιστα μαθεῖν ἐμοῦ, ὃς ἐν τῇ μεγίστῃ πόλει κράτιστός ποτ᾽ εἶναι τῶν ἄλλων δοκῶν νῦν ἔρημος καὶ ἄπολις καὶ ταπεινὸς ἐρριμμένος τοῦτο πείσομαι, ὅ τι ἂν ἐχθρῷ ὄντι σοι δοκῇ. ὑπισχνοῦμαι δέ σοι τοσαῦτ᾽ ἀγαθὰ ποιήσειν Οὐολούσκους φίλος τῷ ἔθνει γενόμενος, ὅσα κακὰ εἰργασάμην ἐχθρὸς ὤν. εἰ δέ τι ἄλλο γινώσκεις περὶ ἐμοῦ, χρῆσαι τῇ ὀργῇ παραχρῆμα καὶ θάνατον χάρισαί μοι τὸν τάχιστον αὐτοχειρίᾳ τε καὶ ἐπὶ τῆς ἑστίας τῆς σεαυτοῦ καθιερεύσας τὸν ἱκέτην.
ἔτι δ᾽ αὐτοῦ ταῦτα λέγοντος ἐμβαλὼν τὴν δεξιὰν ὁ Τύλλος καὶ ἀπὸ τῆς ἑστίας ἀναστήσας θαρρεῖν τ᾽ αὐτὸν ἐκέλευσεν, ὡς μηδὲν ἀνάξιον τῆς ἰδίας ἀρετῆς πεισόμενον καὶ πολλὰς αὐτῷ χάριτας εἰδέναι τῆς πρὸς ἑαυτὸν ἀφίξεως ἔφη, τιμήν τινα οὐ μικρὰν εἶναι καὶ ταύτην ἀποφαινόμενος: Οὐολούσκους τ᾽ αὐτῷ πάντας ὑπισχνεῖτο ποιήσειν φίλους ἀρξάμενος ἀπὸ τῆς ἑαυτοῦ πατρίδος: καὶ οὐδεμίαν ἐψεύσατο τῶν ὑποσχέσεων. [2] χρόνου δέ τινος οὐ πολλοῦ διελθόντος βουλευομένοις τοῖς ἀνδράσι κατὰ σφᾶς, Μαρκίῳ τε καὶ Τύλλῳ, κινεῖν ἐδόκει τὸν πόλεμον. ὁ μὲν οὖν Τύλλος αὐτίκα μάλα ἐβούλετο πᾶσαν τὴν Οὐολούσκων δύναμιν παραλαβὼν ἐπὶ τὴν Ῥώμην χωρεῖν, ἕως ἐστασίαζέ τε [p. 126] καὶ ἡγεμόνας ἀπολέμους εἶχεν, ὁ δὲ Μάρκιος αἰτίαν πρῶτον ᾤετο δεῖν εὐσεβῆ καὶ δικαίαν ἐνστήσασθαι τοῦ πολέμου διδάσκων, ὡς ἁπάσαις μὲν πράξεσι θεοὶ συλλαμβάνουσι, μάλιστα δὲ ταῖς κατὰ πολέμους, ὅσῳ μείζους τέ εἰσι τῶν ἄλλων καὶ εἰς ἀδήλους φιλοῦσι κατασκήπτειν τύχας. ἐτύγχανον δὲ τότε Ῥωμαίοις καὶ Οὐολούσκοις ἐκεχειρίαι τοῦ πολέμου καὶ ἀνοχαὶ πρὸς ἀλλήλους οὖσαι σπονδαί τε διετεῖς ὀλίγῳ πρότερον χρόνῳ γενόμεναι. [3] ἐὰν μὲν οὖν ἀπερισκέπτως, ἔφη, καὶ διὰ τάχους τὸν πόλεμον ἐπιφέρῃς, τοῦ λελύσθαι τὰς σπονδὰς αἴτιος ἔσῃ καὶ τὸ δαιμόνιον οὐχ ἕξεις εὐμενές: ἐὰν δὲ περιμείνῃς, ἕως ἐκεῖνοι τοῦτο ποιήσωσιν, ἀμύνεσθαι δόξεις καὶ λελυμέναις σπονδαῖς βοηθεῖν. ὅπως δ᾽ ἂν τοῦτο γένοιτο, καὶ ὅπως ἂν ἐκεῖνοι μὲν ἄρξειαν παρασπονδεῖν, ἡμεῖς δὲ δόξαιμεν ὅσιον καὶ δίκαιον ἐπιφέρειν τὸν πόλεμον, ἐγὼ σὺν πολλῇ φροντίδι ἀνεύρηκα. δεῖ δ᾽ ὑφ᾽ ἡμῶν αὐτοὺς ἐξαπατηθέντας ἄρξαι τῆς παρανομίας. [4] ὁ δὲ τρόπος τῆς ἐξαπάτης, ὃν ἐγὼ τέως μὲν ἀπόρρητον ἐφύλαττον ἀναμένων τὸν οἰκεῖον αὐτοῦ καιρόν, νῦν δὲ σοῦ σπουδάζοντος ἔργου ἔχεσθαι θᾶττον ἐκφέρειν εἰς μέσον ἀναγκάζομαι, τοιόσδε ἐστίν: θυσίας ἐπιτελεῖν Ῥωμαῖοι μέλλουσι καὶ ἀγῶνας ἄγειν ἀπὸ πολλῶν χρημάτων σφόδρα λαμπρούς, ἀφίξονταί τε κατὰ θέαν ἐπὶ τούτους πολλοὶ τῶν ξένων. [5] τοῦτον ἀναμείνας τὸν χρόνον ἴθι καὶ σὺ καὶ Οὐολούσκων ὅσους δύνασαι πλείστους παρασκεύασον [p. 127] ἐλθεῖν ἐπὶ τὴν θέαν: ὅταν δ᾽ ἐν τῇ πόλει γένῃ, τῶν ἀναγκαιοτάτων τινά σοι φίλων κέλευσον ἐλθεῖν ὡς τοὺς ὑπάτους καὶ δι᾽ ἀπορρήτων εἰπεῖν, ὅτι μέλλουσιν ἐπιτίθεσθαι τῇ πόλει Οὐολοῦσκοι νύκτωρ, καὶ ἐπὶ τοῦθ᾽ ἥκουσι τὸ ἔργον ἀθρόοι. εὖ γὰρ ἴσθι, ὡς εἰ τοῦτ᾽ ἀκούσειαν οὐδὲν ἔτι ἐνδοιάσαντες ἐκβαλοῦσιν ὑμᾶς ἐκ τῆς πόλεως καὶ παρέξουσιν ἀφορμὴν δικαίας ὀργῆς.