Book Read Free

Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79)

Page 271

by Dionysius of Halicarnassus


  Ῥωμαῖοι δ᾽ ὡς ἔμαθον, ὅτι λέλυται σφῶν ὁ κίνδυνος: ἔφθασε γὰρ τῶν γυναικῶν τὴν παρουσίαν προλαβοῦσα ἡ φήμη: σὺν πολλῇ χαρᾷ καταλιπόντες τὴν πόλιν ἔθεον ἔξω καὶ ὑπήντων ταῖς γυναιξὶν ἀσπασμοὺς καὶ παιᾶνας καὶ πάνθ᾽ ὅσα ἐκ μεγάλων κινδύνων εἰς ἀδόκητον εὐτυχίαν ἄνθρωποι καταστάντες πράττουσί τε καὶ λέγουσιν ὑπὸ χαρᾶς, τὰ μὲν ἀθρόοι, [2] τὰ δε καθ᾽ ἕνα ἕκαστον ἀποδεικνύμενοι. ἐκείνην μὲν οὖν τὴν νύκτα ἐν θαλείαις τε καὶ εὐπαθείαις διετέλεσαν, τῇ δ᾽ ἑξῆς ἡμέρᾳ συναχθεῖσα ὑπὸ τῶν ὑπάτων ἡ βουλὴ περὶ μὲν τοῦ Μαρκίου γνώμην ἀπεδείξαντο εἰς ἑτέρους ἀναβάλλεσθαι καιροὺς ἐπιτηδειοτέρους τὰς δοθησομένας αὐτῷ τιμάς: ταῖς δὲ γυναιξὶν ἔπαινόν τ᾽ ἀποδεδόσθαι τῆς προθυμίας παλαιᾷ δημοσίᾳ γραφῇ [p. 208] μνήμην οἴσοντα ἐκ τῶν ἐπιγινομένων αἰώνιον, καὶ γέρας, ὅ τι ἂν αὐταῖς λαβούσαις ἥδιστόν τε καὶ τιμιώτατον ἔσεσθαι μέλλῃ: καὶ ὁ δῆμος ἐπεκύρωσε ταῦτα. [3] ταῖς δὲ γυναιξὶ βουλευσαμέναις εἰσῆλθεν ἐπιφθόνου μὲν δωρεᾶς μηδεμιᾶς δεῖσθαι, ἀξιοῦν δ᾽ ἐπιτρέψαι σφίσι τὴν βουλὴν ἐπὶ τύχης γυναικῶν ἱδρύσασθαι ἱερόν, ἐν ᾧ τὰς περὶ τῆς πόλεως ἐποιήσαντο λιτὰς χωρίῳ, θυσίας τε καθ᾽ ἕκαστον ἔτος αὐτῇ συνιούσας ἐπιτελεῖν ἐν ᾗ τὸν πόλεμον ἔλυσαν ἡμέρᾳ. ἡ μέντοι βουλὴ καὶ ὁ δῆμος ἀπὸ τῶν κοινῶν ἐψηφίσαντο χρημάτων τέμενός τ᾽ ὠνηθὲν καθιερωθῆναι τῇ θεῷ, καὶ ἐν αὐτῷ νεὼν καὶ βωμόν, ὡς ἂν οἱ ἱερομνήμονες ἐξηγῶνται, συντελεσθῆναι, θυσίας τε προσάγεσθαι δημοτελεῖς καταρχομένης τῶν ἱερῶν γυναικός, ἣν ἂν ἀποδείξωσιν αὐταὶ λειτουργὸν τῶν ἱερῶν. [4] ταῦτα τῆς βουλῆς ψηφισαμένης ἱέρεια μὲν ὑπὸ τῶν γυναικῶν ἀπεδείχθη τότε πρῶτον ἡ τὴν γνώμην αὐταῖς εἰσηγησαμένη περὶ τῆς πρεσβείας Οὐαλερία καὶ τὴν μητέρα τοῦ Μαρκίου πείσασα συλλαβέσθαι σφίσι τῆς ἐξόδου. θυσίαν δὲ πρώτην αἱ γυναῖκες ἔθυσαν ὑπὲρ τοῦ δήμου καταρχομένης τῶν ἱερῶν τῆς Οὐαλερίας ἐπὶ τοῦ κατασκευασθέντος ἐν τῷ τεμένει βωμοῦ, πρὶν ἢ τὸν νεὼν καὶ τὸ ξόανον ἀνασταθῆναι, μηνὶ Δεκεμβρίῳ τοῦ κατόπιν ἐνιαυτοῦ, τῇ νέᾳ σελήνῃ, ἣν Ἕλληνες μὲν νουμηνίαν, Ῥωμαῖοι [p. 209] δὲ καλάνδας καλοῦσιν: αὕτη γὰρ ἦν ἡ λύσασα τὸν πόλεμον ἡμέρα. ἐνιαυτῷ δ᾽ ὕστερον ἑτέρῳ μετὰ τὴν πρώτην θυσίαν ὁ κατασκευασθεὶς ἐκ τῶν δημοσίων χρημάτων νεὼς συνετελέσθη τε καὶ καθιερώθη Κοιντιλίου μηνὸς ἑβδόμῃ μάλιστα κατὰ σελήνην: [5] αὕτη δὲ κατὰ Ῥωμαίους ἐστὶν ὁ προηγουμένη τῶν Κοιντιλίων νωνῶν ἡμέρα. ὁ δὲ καθιερώσας αὐτὸν ἦν Πρόκλος Οὑεργίνιος ἅτερος τῶν ὑπάτων.

  εἴη δ᾽ ἂν ἁρμόττον ἱστορίας σχήματι καὶ ἐπανορθώσεως ἕνεκα τῶν οἰομένων μήτ᾽ ἐπὶ ταῖς τιμαῖς ταῖς παρ᾽ ἀνθρώπων χαίρειν τοὺς θεοὺς μήτ᾽ ἐπὶ ταῖς ἀνοσίοις καὶ ἀδίκοις πράξεσιν ἀγανακτεῖν, τὸ δηλῶσαι τὴν γενομένην ἐπιφάνειαν τῆς θεοῦ κατ᾽ ἐκεῖνον τὸν χρόνον οὐχ ἅπαξ, ἀλλὰ καὶ δίς, ὡς αἱ τῶν ἱεροφαντῶν περιέχουσι γραφαί, ἵνα τοῖς μὲν εὐλαβεστέροις περὶ τὸ συνέχειν, ἃς παρὰ τῶν προγόνων δόξας ὑπὲρ τοῦ δαιμονίου παρέλαβον, ἀμεταμέλητος ἡ τοιαύτη προαίρεσις καὶ βεβαία διαμένῃ, τοῖς δ᾽ ὑπερορῶσι τῶν πατρίων ἐθισμῶν καὶ μηθενὸς ποιοῦσι τὸ δαιμόνιον τῶν ἀνθρωπίνων λογισμῶν κύριον μάλιστα μὲν ἀναθέσθαι ταύτην τὴν δόξαν, εἰ δ᾽ ἀνιάτως ἔχουσιν ἔτι μᾶλλον αὐτοῖς ἀπεχθάνεσθαι καὶ κακοδαιμονεστέροις εἶναι. [2] ἱστορεῖται τοίνυν, ὅτι τῆς βουλῆς ψηφισαμένης ἐκ τοῦ δημοσίου πάσας ἐπιχορηγηθῆναι τὰς εἰς τὸν νεών τε καὶ τὸ ξόανον δαπάνας, ἕτερον δ᾽ ἄγαλμα κατασκευασαμένων τῶν γυναικῶν ἀφ᾽ ὧν αὐταὶ συνήνεγκαν [p. 210] χρημάτων, ἀνατεθέντων τ᾽ αὐτῶν ἀμφοτέρων ἅμα ἐν τῇ πρώτῃ τῆς ἀνιερώσεως ἡμέρᾳ, θάτερον τῶν ἀφιδρυμάτων, ὃ κατεσκευάσανθ᾽ αἱ γυναῖκες, ἐφθέγξατο πολλῶν παρουσῶν γλώττῃ Λατίνῃ φωνὴν εὐσύνετόν τε καὶ γεγωνόν: ἧς ἐστι φωνῆς ἐξερμηνευόμενος ὁ νοῦς εἰς τὴν Ἑλλάδα διάλεκτον τοιόσδε: ὁσίῳ [3] πόλεως νόμῳ γυναῖκες γαμεταὶ δεδώκατέ με. οἷα δὲ φιλεῖ γίνεσθαι περὶ τὰς παραδόξους φωνάς τε καὶ ὄψεις, πολλὴ ταῖς παρούσαις ἐνέπιπτεν ἀπιστία, μή ποτ᾽ οὐ τὸ ξόανον εἴη τὸ φθεγξάμενον, ἀνθρωπίνη δέ τις φωνή: μάλιστα δ᾽ ὅσαι πρὸς ἄλλῳ τινὶ τὸν νοῦν ἔχουσαι τηνικαῦτα ἔτυχον, οὐκ ἰδοῦσαι τὸ φθεγγόμενον, ὅ τι ποτ᾽ ἦν, ταύτην εἶχον τὴν πρὸς τὰς ἰδούσας ἀπιστίαν. ἔπειτ᾽ αὖθις πληθύοντος τοῦ νεὼ καὶ σιωπῆς πλείστης κατὰ δαίμονα γενομένης ἐν μείζονι φωνῇ ταὐτὸ ξόανον ἐφθέγξατο τὴν αὐτὴν λέξιν, ὥστε μηδὲν ἔτι εἶναι τὸ ἀμφίλογον. ἡ μὲν οὖν βουλὴ ὡς. [4] ταῦτ᾽ ἔμαθεν ἐψηφίσατο θυσίας ἄλλας καὶ σεβασμούς, οὓς ἂν οἱ τῶν ἱερῶν ἐξηγηταὶ παραδῶσι καθ᾽ ἕκαστον ἔτος ἐπιτελεῖν. αἱ δὲ γυναῖκες ἐν ἔθει κατεστήσαντο τῇ τῆς ἱερείας χρησάμεναι γνώμῃ, τῷ ξοάνῳ τούτῳ μήτε στεφάνους ἐπιτιθέναι μήτε χεῖρας προσφέρειν γυναῖκας, ὅσαι δευτέρων ἐπειράθησαν γάμων, τὴν δὲ τιμὴν καὶ θεραπείαν αὐτοῦ πᾶσαν ἀποδεδόσθαι ταῖς νεογάμοις. ἀλλὰ περὶ μὲν τούτων οὔτε παρελθεῖν τὴν ἐπιχώριον ἱστορίαν καλῶς εἶχεν, οὔτε πλείονα περὶ αὐτῆς [p. 211] ποιεῖσθαι λόγον. ἐπάνειμι δ᾽, ὅθεν εἰς τοῦτον ἐξέβην τὸν λόγον.

  μετὰ τὴν ἐκ τοῦ χάρακος ἀπαλλαγὴν τ�
��ν γυναικῶν ὁ Μάρκιος περὶ τὸν ὄρθρον ἀναστήσας τὴν στρατιὰν ἀπῆγεν ὡς διὰ φιλίας, καὶ ἐπειδὴ ἐν τῇ Οὐολούσκων ἐγένετο, πάντα, ὅσα ἐκ τῶν λαφύρων ἔλαβε, δωρησάμενος τοῖς στρατιώταις, ἑαυτῷ δ᾽ οὐδ᾽ ὁτιοῦν ὑπολιπόμενος ἀπέλυσεν ἐπὶ τὰ οἰκεῖα. ἡ μὲν οὖν κοινωνήσασα τῶν ἀγώνων αὐτῷ στρατιὰ πλούτῳ βαρεἶ ἀφικομένη τήν τ᾽ ἀνάπαυλαν οὐκ ἀηδῶς ἐδέξατο τοῦ πολέμου καὶ δι᾽ εὐνοίας εἶχε τὸν ἄνδρα, συγγνώμης τ᾽ ἄξιον ἡγεῖτο, εἰ μὴ τέλος ἐπέθηκε τῷ πολέμῳ [2] μητρὸς οἴκτους καὶ λιτὰς ἐντραπείς. ἡ δ᾽ ἐν ταῖς πόλεσιν ὑπομείνασα νεότης φθονοῦσα μὲν τοῖς ἐπὶ στρατοπέδου γενομένοις τῶν πολλῶν ὠφελειῶν, διημαρτηκυῖα δ᾽ ὧν ἤλπισεν, εἰ καθαιρεθείη τὸ Ῥωμαίων φρόνημα τῆς πόλεως ἁλούσης, ἐτραχύνετο πρὸς τὸν ἡγεμόνα καὶ πικρὰ σφόδρα ἦν: καὶ τελευτῶσα, ἐπειδὴ τοῦ μίσους ἡγεμόνας ἔλαβε τοὺς πλεῖστον ἐν τῷ ἔθνει δυναμένους, ἐξηγριώθη τε καὶ ἔργον ἔδρασεν ἀνόσιον. [3] ἦν δὲ Τύλλος Ἄττιος ὁ τὰς ὀργὰς αὐτῶν παραθήξας ἔχων περὶ αὐτὸν ἑταιρίαν ἐξ ἁπάσης πόλεως οὐκ ὀλίγην. τούτῳ δ᾽ ἄρα ἐδέδοκτο παλαίτερον ἔτι τὸν φθόνον οὐ δυναμένῳ κατέχειν, εἰ μὲν εὖ πράξας ὁ Μάρκιος καὶ τὴν Ῥωμαίων πόλιν διαφθείρας εἰς Οὐολούσκους ἔλθοι, [p. 212] κρύφα καὶ σὺν δόλῳ αὐτὸν ἀνελεῖν, εἰ δὲ διαμαρτὼν τῆς πείρας ἀτελὴς τοῦ ἔργου ἀναστρέψειεν, ὡς προδότην παραδόντα τῇ περὶ αὐτὸν ἑταιρίᾳ ἀποκτεῖναι: [4] ὅπερ ἐποίει τότε, καὶ συναγαγὼν χεῖρα οὐκ ὀλίγην κατηγόρει τοῦ ἀνδρὸς ψευδῆ τεκμαιρόμενος ἀληθέσι καὶ οὐ γενησόμενα εἰκάζων γεγενημένοις: ἐκέλευέ τ᾽ ἀποθέμενον αὐτὸν τὴν ἀρχὴν λόγον ὑπέχειν τῆς στρατηγίας. ἦν δὲ τῆς ὑπομενούσης στρατιᾶς ἐν ταῖς πόλεσιν ἡγεμών, ὡς καὶ πρότερον εἴρηταί μοι, κύριος τοῦ τε συναγαγεῖν ἐκκλησίαν καὶ τοῦ καλεῖν, ὃν βούλοιτο, ἐπὶ δίκην.

  ὁ δὲ Μάρκιος ἀντιλέγειν μὲν πρὸς οὐδέτερον τούτων ἐδικαίου, περὶ δὲ τῆς τάξεως αὐτῶν διεφέρετο λόγον ἀξιῶν ἀποδοῦναι πρότερον τῶν πεπραγμένων αὐτῷ κατὰ τὸν πόλεμον, ἔπειτ᾽, ἐὰν ἅπασι δόξῃ Οὐολούσκοις, ἀποθήσεσθαι τὴν ἀρχήν. τούτων δ᾽ οὐ μίαν ᾤετο πόλιν δεῖν, ἐν ᾗ τὸ πλεῖον ὑπὸ τοῦ Τύλλου διέφθαρτο μέρος, γενέσθαι κυρίαν, ἀλλὰ τὸ ἔθνος ἅπαν εἰς τὴν ἔννομον ἀγορὰν συναχθέν, εἰς ἣν ἔθος ἦν αὐτοῖς, ὅτι περὶ τῶν μεγίστων βουλεύεσθαι μέλλοιεν, ἐξ ἁπάσης πόλεως προβούλους ἀποστέλλειν. [2] ὁ δὲ Τύλλος ἀντέλεγε πρὸς ταῦτα καλῶς εἰδώς, ὅτι δεινὸς εἰπεῖν ἁνὴρ πολλῶν καὶ καλῶν ἔργων λόγον ἀποδιδοὺς ἐν ἡγεμονικῷ ἀξιώματι μένων πείσει τὸ πλῆθος, καὶ τοσούτου δεήσει τιμωρίαν προδοτῶν ὑποσχεῖν, ὥστε καὶ λαμπρότερος ἔτι καὶ τιμιώτερος ὑπ᾽ [p. 213] αὐτῶν ἔσται, τόν τε πόλεμον, ὅπως ἂν βούληται, καταλύσασθαι συγχωρησάντων ἁπάντων γενήσεται κύριος. [3] καὶ ἦν μέχρι πολλοῦ λόγων τε καὶ ἀντιμαχήσεων τῶν ἐπ᾽ ἀλλήλοις γινομένων καθ᾽ ἑκάστην ἡμέραν ἐν ταῖς ἐκκλησίαις καὶ κατὰ τὴν ἀγορὰν πολὺς ἀγών: ἔργῳ γὰρ οὐχ οἷόν τ᾽ ἦν οὐδετέρῳ βιάσασθαι τὸν ἕτερον τῆς ἰσοτίμου ἀρχῆς ἀξιώσει κρατυνόμενον. [4] ὡς δ᾽ οὐδὲν τῆς φιλονεικίας ἐγίνετο πέρας, ἡμέραν προειπὼν ὁ Τύλλος, ἐν ᾗ τὸν Μάρκιον ἐκέλευσεν ἥκειν τὴν ἀρχὴν ἀποθησόμενον καὶ δίκην ὑφέξοντα τῆς προδοσίας, θρασυτάτους τ᾽ ἄνδρας εὐεργεσιῶν ἐλπίσιν ἐπάρας ἀρχηγοὺς ἀνοσίου ἔργου γενέσθαι, παρῆν εἰς τὴν ἀποδειχθεῖσαν ἀγορὰν καὶ παρελθὼν ἐπὶ τὸ βῆμα πολλῇ κατηγορίᾳ ἐχρήσατο τοῦ Μαρκίου, καὶ εἰ μὴ βούλοιτο ἀποθέσθαι τὴν ἀρχὴν ἑκών, τῷ δήμῳ παρεκελεύετο παύειν αὐτὸν ἁπάσῃ δυνάμει.

  ἀναβάντος δὲ τοῦ ἀνδρὸς ἐπὶ τὴν ἀπολογίαν βοή τε πολλὴ κωλύουσα τοὺς λόγους ἐκ τῆς ἑταιρίας τῆς περὶ τὸν Τύλλον ἐγίνετο: καὶ μετὰ ταῦτα ‘παῖε’ καὶ ‘βάλλε’ φωνοῦντες περιίστανται αὐτὸν οἱ θρασύτατοι καὶ συναράττοντες τοῖς λίθοις ἀποκτιννύουσιν. ἐρριμμένου δ᾽ αὐτοῦ χαμαὶ κατὰ τὴν ἀγορὰν οἵ τε παραγενόμενοι τῷ πάθει καὶ οἱ μετὰ ταῦτ᾽ ἤδη νεκροῦ ὄντος ἀφικόμενοι τόν τ᾽ ἄνδρα τῆς τύχης ὠδύροντο ὡς οὐ καλὰς εἰληφότα παρὰ σφῶν ἀμοιβάς, ἐπιλεγόμενοι πάντα ὅσα τὸ κοινὸν ὠφέλησε, καὶ τοὺς δράσαντας τὸν [p. 214] φόνον ἐπόθουν λαβεῖν ὡς ἀνόμου ἔργου καὶ ἀσυμφόρου ταῖς πόλεσιν ἄρξαντας, ἄνευ δίκης ἐν χειρῶν νόμῳ [2] τινὰ ἀποκτεῖναι καὶ ταῦθ᾽ ἡγεμόνα. μάλιστα δ᾽ ἠγανάκτουν οἱ ταῖς στρατείαις αὐτοῦ παραγενόμενοι, καὶ ἐπειδὴ ζῶντι αὐτῷ οὐχ ἱκανοὶ ἐγένοντο κωλυταὶ τῆς συμφορᾶς, τὰς μετὰ τὸν θάνατον ὀφειλομένας ἔγνωσαν ἀποδιδόναι χάριτας, συμφέροντες εἰς τὴν ἀγοράν, ὅσων ἔδει τοῖς ἀγαθοῖς ἀνδράσιν εἰς τὴν ἀναγκαίαν τιμήν. [3] ἐπειδὴ δὲ πάντ᾽ εὐτρέπιστο, θέντες ἐπὶ στρωμνῆς ἐκπρεπεστάτῳ ἠσκημένης κόσμῳ τὴν αὐτοκρατορικὴν ἔχοντα ἐσθῆτα, καὶ πρὸ τῆς κλίνης αὐτοῦ φέρεσθαι κελεύσαντες λάφυρά τε καὶ σκῦλα καὶ στεφάνους καὶ μνήμας ὧν εἷλε πόλεων, ἤραντο τὴν κλίνην οἱ λαμπρότατοι τῶν νέων ἐν τοῖς κατὰ πολέμους ἔργοις: καὶ κομίσαντες εἰς τὸ προάστειον, ὃ μάλιστα ἦν ἐπιφανές, ἔθεσαν ἐπὶ τὴν παρεσκευασμένην πυράν, συμπροπεμπούσης τὸ σῶμα τῆς πόλεως ὅλης μετ᾽ οἰμωγῆς τε καὶ [4] δακρύων. ἔπειτα κατασφάξαντές τ᾽ αὐτῷ πολλὰ βοσκήματα καὶ τῶν ἄλ�
�ων ἀπαρξάμενοι πάντων, ὅσων ἄνθρωποι βασιλεῦσιν ἢ στρατιᾶς ἡγεμόσιν ἐπὶ πυραῖς ἀπάρχονται, παρέμειναν οἱ μάλιστα τὸν ἄνδρα ἀσπαζόμενοι μέχρι τοῦ μαρανθῆναι τὴν φλόγα, κἄπειτα συναγαγόντες τὰ λείψανα ἔθαψαν ἐν τῷ αὐτῷ χωρίῳ χώματι ὑψηλῷ διὰ πολυχειρίας ἐργασθέντι μνῆμα ἐπίσημον ἐργασάμενοι.

  Μάρκιος μὲν δὴ τοιαύτης καταστροφῆς ἔτυχεν, ἀνὴρ καὶ τὰ πολέμια ἄριστος τῶν καθ᾽ ἡλικίαν καὶ [p. 215] πρὸς ἁπάσας τὰς ἡδονάς, ὅσαι ἄρχουσι νέων, ἐγκρατής, τά τε δίκαια οὐκ ἀπὸ νόμου μᾶλλον ἀνάγκης διὰ τιμωριῶν δέος ἀκούσιος ἀποδιδούς, ἀλλ᾽ ἑκών τε καὶ πεφυκὼς πρὸς αὐτὰ εὖ, καὶ οὐδ᾽ ἐν ἀρετῆς μοίρᾳ τὸ μηθὲν ἀδικεῖν τιθέμενος, οὐ μόνον τ᾽ αὐτὸς ἁγνεύειν ἀπὸ πάσης κακίας προθυμούμενος, ἀλλὰ καὶ τοὺς ἄλλους προσαναγκάζειν δικαιῶν: [2] μεγαλόφρων τε καὶ δωρηματικὸς καὶ εἰς ἐπανόρθωσιν ὧν ἑκάστῳ δέοι τῶν φίλων, ὁπότε γνοίη, προχειρότατος, τά τε πολιτικὰ πράττειν οὐδενὸς χείρων τῶν ἀριστοκρατικῶν: καὶ εἰ μὴ τὸ στασιάζον τῆς πόλεως ἐμποδὼν αὐτοῦ τοῖς πολιτεύμασιν ἐγένετο, μεγίστην ἂν ἡ Ῥωμαίων πόλις ἐπίδοσιν εἰς ἡγεμονίαν ἐκ τῶν ἐκείνου πολιτευμάτων ἔλαβεν. ἀλλ᾽ οὐ γὰρ ἐν δυνατῷ ἦν ἅμα πάσας τὰς ἀρετὰς ἐν ἀνθρώπου γενέσθαι φύσει, οὐδὲ φύσεταί τις ἀπὸ θνητῶν καὶ ἐπικήρων σπερμάτων περὶ πάντ᾽ ἀγαθός.

 

‹ Prev