Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79)

Home > Other > Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) > Page 304
Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) Page 304

by Dionysius of Halicarnassus


  μετὰ ταῦτα οἵ τε δήμαρχοι καὶ οἱ ὕπατοι παρῆσαν, καὶ λέγειν ὁ κῆρυξ ἐκέλευσε τὸν βουλόμενον τοῦ νόμου κατηγορεῖν. πολλῶν δὲ καὶ ἀγαθῶν ἀνδρῶν παριόντων οὐθενὸς ἐξάκουστος ἦν ὁ λόγος ὑπὸ τοῦ θορύβου τε καὶ τῆς ἀκοσμίας τῶν ἐκκλησιαζόντων. οἱ μὲν γὰρ ἐπεκέλευόν τε καὶ ἐπεθάρρυνον τοὺς λέγοντας, οἱ δ᾽ ἐξέβαλλόν τε καὶ κατεβόων. ἐκράτει δὲ οὔτε ὁ τῶν συλλαμβανόντων ἔπαινος, οὔτε ὁ τῶν ἀντιπραττόντων θόρυβος. [2] ἀγανακτούντων δὲ τῶν ὑπάτων καὶ μαρτυρομένων, ὅτι τῆς βίας ὁ δῆμος ἄρχει λόγον οὐκ ἀξιῶν ὑπομένειν, ἀπελογοῦντο οἱ δήμαρχοι πρὸς ταῦτα, ὅτι ἤδη πέμπτον ἔτος τῶν αὐτῶν ἀκούοντες λόγων οὐθὲν ποιοῦσι θαυμαστόν, εἰ μὴ ἀξιοῦσιν ὑπομένειν ἑώλους καὶ κατημαξευμένας ἀντιλογίας. [3] ὡς δὲ τὸ πλεῖον τῆς ἡμέρας εἰς ταῦτα ἐδαπανήθη, καὶ ὁ δῆμος ἀπῄτει τὰς ψήφους, οὐκέτι ἀνασχετὸν ἡγησάμενοι τὸ πρᾶγμα οἱ νεώτατοι τῶν πατρικίων διίστασθαι τε βουλομένοις κατὰ φυλὰς τοῖς δημόταις ἐμποδὼν ἐγίνοντο καὶ τὰ ἀγγεῖα τῶν ψήφων τοὺς ἔχοντας ἀφῃροῦντο καὶ τῶν ὑπηρετούντων τοὺς μὴ βουλομένους ταῦτα ἀφιέναι τύπτοντές τε καὶ [4] ὠθοῦντες ἐξέβαλλον. κεκραγότων δὲ τῶν δημάρχων καὶ εἰς μέσους αὐτοὺς ὠθουμένων ἐκείνοις μὲν ὑπεχώρουν καὶ παρεῖχον ὅποι βούλοιντο χωρεῖν ἀδεῶς, τοῦ δ᾽ ἄλλου δήμου τὸ ἑπόμενον αὐτοῖς καὶ τὸ κατ᾽ [p. 76] ἄλλα καὶ ἄλλα μέρη τῆς ἀγορᾶς ὑπὸ θορύβου καὶ ἀταξίας κινούμενον ἐπ᾽ αὐτοὺς οὐ παρίεσαν, ὥστ᾽ ἀνωφελὴς ἦν ἡ τῶν ἀρχόντων βοήθεια. τέλος δ᾽ οὖν ἐπεκράτησαν οἱ πατρίκιοι καὶ οὐκ εἴασαν ἐπικυρωθῆναι τὸν νόμον. [5] οἱ δὲ προθυμότατα συλλαβέσθαι δόξαντες τοῖς ὑπάτοις ἐκ τριῶν οἰκιῶν ἦσαν, Ποστόμιοι καὶ Σεμπρώνιοι καὶ τρίτοι Κλοίλιοι, γένους τε ἀξιώσει λαμπρότατοι καὶ ἑταιρίαις μεγάλα δυνάμενοι πλούτῳ τε καὶ δόξῃ καὶ τοῖς κατὰ πόλεμον ἔργοις ἐπιφανεῖς: καὶ τοῦ μὴ κυρωθῆναι τὸν νόμον οὗτοι ὡμολογοῦντο αἰτιώτατοι γενέσθαι.

  τῇ δ᾽ ἑξῆς ἡμέρᾳ παραλαβόντες οἱ δήμαρχοι τοὺς ἐπιφανεστάτους τῶν δημοτικῶν ἐσκόπουν, ὅ τι χρήσονται τοῖς πράγμασι, κοινὸν μὲν τοῦτο καὶ παρὰ πάντων ὁμολογούμενον εἰληφότες, τὸ μὴ τοὺς ὑπάτους ἄγειν ὑπὸ τὴν δίκην, ἀλλὰ τοὺς ὑπηρετοῦντας αὐτοῖς ἰδιώτας, ὧν κολαζομένων ἔμελλε τοῖς πολλοῖς τῶν πολιτῶν ἐλάττων ἔσεσθαι λόγος, ὥσπερ ὁ Σίκκιος ὑπετίθετο: περὶ δὲ τοῦ πλήθους τῶν ὑπὸ τὰς αἰτίας ἀχθησομένων ὅσον εἶναι χρή, καὶ περὶ τοῦ ὀνόματος ὃ θήσονται τῇ δίκῃ, καὶ μάλιστα περὶ τοῦ τιμήματος πηλίκον ἔσται τὸ μέγεθος, ἐπιμελῆ [2] ποιούμενοι ζήτησιν. οἱ μὲν οὖν χαλεπώτεροι τὰς φύσεις ἐπὶ τὸ μεῖζόν τε καὶ φοβερώτερον ἅπαντα ταῦτα προάγειν παρῄνουν, οἱ δ᾽ ἐπιεικέστεροι τοὐναντίον ἐπὶ τὸ μετριώτερον καὶ φιλανθρωπότερον, ὁ [p. 77] δὲ ταύτης ἡγούμενος τῆς γνώμης καὶ πείσας αὐτοὺς ἦν Σίκκιος, ὁ τοὺς ἐν τῷ δήμῳ περὶ τῆς κληρουχίας διελθὼν λόγους. [3] ἔδοξε δ᾽ οὖν αὐτοῖς τὸ μὲν ἄλλο πλῆθος τῶν πατρικίων ἐᾶσαι, Κλοιλίους δὲ καὶ Ποστομίους καὶ Σεμπρωνίους ἐπὶ τὸν δῆμον ἄγειν, ὧν ἔπραξαν ὑφέξοντας δίκας: ἐγκαλεῖν δ᾽ αὐτοῖς, ὅτι τῶν ἱερῶν νόμων, οὓς περὶ τῶν δημάρχων ἐκύρωσεν ἡ βουλὴ καὶ ὁ δῆμος, οὐθενὶ δεδωκότων ἐξουσίαν ἀναγκάζειν τοὺς δημάρχους ὑπομένειν τι τῶν ἀβουλήτων ὥσπερ τοὺς ἄλλους πολίτας, ἐκεῖνοι κατασχόντες αὐτοὺς ἐκώλυσαν ἐπὶ τέλος ἄγειν τὴν περὶ τοῦ νόμου διάγνωσιν. [4] τίμημα δ᾽ ἐφάνη ταῖς δίκαις ὁρίσαι μήτε θάνατον μήτε φυγὴν μήτ᾽ ἄλλο ἐπίφθονον μηδέν, ἵνα μὴ τοῦτ᾽ αὐτοῖς γένηται σωτηρίας αἴτιον, ἀλλὰ τὰς οὐσίας αὐτῶν ἱερὰς εἶναι Δήμητρος, τὸ μετριώτατον ἐκλεξαμένοις τοῦ νόμου μέρος. [5] ἐγίνετο ταῦτα, καὶ παρῆν ὁ χρόνος, ἐν ᾧ τὰς κατὰ τῶν ἀνδρῶν ἔδει συντελεῖσθαι δίκας. τοῖς δ᾽ ὑπάτοις καὶ τῶν ἄλλων πατρικίων τοῖς παραληφθεῖσιν εἰς τὸ συνέδριον — ἔτυχον δ᾽ οἱ κράτιστοι παρακληθέντες — ἐδόκει συγχωρεῖν τοῖς δημάρχοις ἐπιτελέσαι τὰς δίκας, ἵνα μή τι μεῖζον κωλυθέντες ἐξεργάσωνται κακόν, καὶ τοῖς δημόταις ἐπιτρέπειν ἀγριαινομένοις εἰς τὰ χρήματα τῶν ἀνδρῶν ἐκχέαι τὴν χολήν, ἵνα τιθασώτεροι γένωνται τὸ λοιπόν, λαβόντες ὁποσηνοῦν παρὰ τῶν [p. 78] ἐχθρῶν δίκην, ἄλλως τε καὶ τῆς εἰς χρήματα ζημίας εὐδιόρθωτον ἐχούσης τοῖς πεπονθόσι τὴν συμφοράν: [6] ὅπερ καὶ συνέβη. ἁλόντων γὰρ τῶν ἀνδρῶν ἐρήμους τὰς δίκας, ὅ τε δῆμος ἀγριαινόμενος ἐπαύσατο, καὶ τοῖς δημάρχοις ἐδόκει τις ἀποδεδόσθαι μετρία καὶ πολιτικὴ βοήθεια, τοῖς τε ἀνδράσι τὰς οὐσίας οἱ πατρίκιοι παρὰ τῶν ὠνησαμένων ἐκ τοῦ δημοσίου τῆς ἴσης λυσάμενοι τιμῆς ἀπέδοσαν. καὶ τὰ μὲν κατεπείγοντα δεινὰ τοῦτον τὸν τρόπον χρησαμένων τοῖς πράγμασιν αὐτῶν διελέλυτο.

  μετ᾽ οὐ πολὺ δὲ πάλιν τῶν δημάρχων τὸν ὑπὲρ τοῦ νόμου εἰσφερόντων λόγον αἰφνιδίως τις ἀπαγγελεῖσα πολεμίων ἔφοδος ἐπὶ τὴν τῶν Τυσκλάνων πόλιν, αἰτία κωλύσεως ἀποχρῶσα ἐγένετο. τῶν γὰρ Τυσκλάνων κατὰ πλῆθος εἰς τὴν Ῥώμην ἀφικομένων καὶ λεγόντων, ὅτι δυνάμει πολλῇ πάρεισιν ἐπ᾽ αὐτοὺς Αἰκανοὶ καὶ τὴν μὲν χώραν αὐτῶν ἤδη διηρπάκασι, τὴν δὲ πόλιν, ἐὰν μή τις γένηται ταχεῖα ἐπικουρία, φθάσουσιν ἐντὸς ὀλίγων �
��μερῶν ἀράμενοι, ἡ μὲν βουλὴ τοὺς ὑπάτους αὐτοῖς ἐψηφίσατο βοηθεῖν ἀμφοτέρους, οἱ δ᾽ ὕπατοι στρατολογίαν προθέντες ἐκάλουν τοὺς πολίτας ἅπαντας ἐπὶ τὰ ὅπλα. [2] ἐγένετο μὲν οὖν τις καὶ τότε στάσις ἐναντιουμένων τῇ καταγραφῇ τῶν δημάρχων καὶ τὰς ἐκ τῶν νόμων τιμωρίας οὐ συγχωρούντων ποιεῖσθαι κατὰ τῶν ἀπειθούντων: ἔπραξαν δ᾽ οὐθέν. [p. 79] συνελθοῦσα γὰρ ἡ βουλὴ γνώμην ἀπεδείξατο, τοὺς πατρικίους ἐπὶ τὸν πόλεμον ἐξιέναι σὺν τοῖς ἑαυτῶν πελάταις, τῶν δ᾽ ἄλλων πολιτῶν τοῖς μὲν βουλομένοις μετέχειν τῆς στρατείας ἐπὶ σωτηρίᾳ τῆς πατρίδος γινομένης ὅσια εἶναι τὰ πρὸς θεούς, τοῖς δ᾽ ἐγκαταλείπουσι τοὺς ὑπάτους τἀναντία. [3] ὡς δ᾽ ἀνεγνώσθη τὸ δόγμα τῆς βουλῆς ἐν τῇ ἐκκλησίᾳ, πολλοὶ καὶ τοῦ δήμου τὸν ἀγῶνα ἑκόντες ὑπέμειναν: οἱ μὲν ἐπιεικέστατοι δἰ αἰσχύνην, εἰ μηδὲν ἐπικουρήσουσι πόλει συμμάχῳ διὰ τὴν πρὸς αὐτοὺς εὔνοιαν ἀεί τι πρὸς τῶν ἐχθρῶν βλαπτομένῃ: ἐν οἷς ἦν καὶ ὁ Σίκκιος ἐκεῖνος ὁ κατηγορήσας ἐν τῷ δήμῳ τῶν σφετερισαμένων τὴν δημοσίαν γῆν, σπεῖραν ἐπαγόμενος ὀκτακοσίων ἀνδρῶν, οἳ στρατεύεσθαι μὲν οὐκέτι ὥραν εἶχον, ὥσπερ οὐδ᾽ ἐκεῖνος, οὐδ᾽ ἔπιπτον ὑπὸ τὰς ἀνάγκας τῶν νόμων, τιμῶντες δὲ τὸν ἄνδρα διὰ πολλὰς καὶ μεγάλας εὐεργεσίας, ἐξιόντος ἐπὶ τὸν πόλεμον οὐκ ἐδικαίωσαν ἀπολείπεσθαι. [4] καὶ ἦν τοῦτο τὸ μέρος τῆς ἐξελθούσης τότε δυνάμεως ἐμπειρίᾳ τε ἀγώνων καὶ τῇ παρὰ τὰ δεινὰ εὐτολμίᾳ μακρῷ τοῦ ἄλλου ἄμεινον. οἱ δὲ πολλοὶ χάριτι καὶ παρακλήσει τῶν πρεσβυτάτων ὑπαχθέντες εἵποντο. ἦν δέ τι μέρος, ὃ τῶν ὠφελειῶν ἕνεκα τῶν ἐν ταῖς στρατείαις γινομένων πάντα κίνδυνον ἕτοιμον ἦν ὑπομένειν. καὶ δι᾽ ὀλίγου χρόνου δύναμις ἐξῆλθε πλήθει τε ἀποχρῶσα καὶ παρασκευαῖς κεχρημένη λαμπροτάταις. [5] οἱ μὲν οὖν [p. 80] πολέμιοι προακούσαντες, ὅτι μέλλουσιν ἐπ᾽ αὐτοὺς ἐξάγειν Ῥωμαῖοι στρατιάν, ἀπῆγον ἐπ᾽ οἴκου τὰς δυνάμεις. οἱ δ᾽ ὕπατοι κατὰ σπουδὴν ἐλαύνοντες καταλαμβάνουσιν ἐστρατοπεδευκότας αὐτοὺς πόλεως Ἀντίου πλησίον ἐν ὑψηλῷ καὶ ἀποτόμῳ χωρίῳ καὶ τίθενται τὴν παρεμβολὴν τῆς ἐκείνων οὐ πρόσω. [6] τέως μὲν οὖν ἐν ταῖς ἑαυτῶν ἐπέμενον ἀμφότεροι παρεμβολαῖς, ἔπειτα καταφρονήσαντες τῶν Ῥωμαίων Αἰκανοὶ τῆς οὐ προεπιχειρήσεως καὶ πλῆθος οὐχ ἱκανοὺς εἶναι νομίσαντες ἀγοράς τ᾽ αὐτῶν περιέκοπτον ἐξιόντες καὶ τοὺς ἐπὶ προνομὴν ἀποστελλομένους ἢ χόρτον ἵπποις ἀνεκρούοντο καὶ τοῖς πρὸς ὑδρείαν καταβαίνουσιν αἰφνιδίως ἐπετίθεντο, προὐκαλοῦντό τ᾽ αὐτοὺς πολλάκις εἰς μάχην.

  ταῦθ᾽ ὁρῶσι τοῖς ὑπάτοις ἐδόκει μηκέτι διατρίβειν τὸν πόλεμον. ἦν δ᾽ ἐν ἐκείναις ταῖς ἡμέραις ἡ τοῦ πολεμεῖν ἐξουσία Ῥωμιλίῳ προσήκουσα, καὶ ὁ τὸ σύνθημα διδοὺς καὶ εἰς τάξιν καθιστὰς ἄρχειν τε καὶ παύεσθαι μάχης τὸν καιρὸν ταμιεύων ἐκεῖνος ἦν: ὃς ἐπειδὴ τὰ σημεῖα ἐκέλευσεν ἀρθῆναι ἐκ τῆς μάχης καὶ προῆγεν ἐκ τοῦ χάρακος τὸν στρατόν, τοὺς μὲν ἄλλους ἔτασσεν ἱππεῖς τε καὶ τοὺς πεζοὺς κατὰ σπείρας ἐν τοῖς ἐπιτηδείοις ἑκάστους τόποις, τὸν δὲ Σίκκιον καλέσας λέγει: [2] ἡμεῖς μέν, ὦ Σίκκιε, μαχούμεθα τοῖς πολεμίοις ἐνθάδε, σὺ δ᾽ ἐν ὅσῳ μέλλομεν ἔτι καὶ [p. 81] παρασκευαζόμεθα τὰ πρὸς τὸν ἀγῶνα ἀμφότεροι, χώρει τὴν πλαγίαν ἐκείνην ὁδὸν ἐπὶ τὸ ὄρος, ἔνθα ἡ τῶν πολεμίων ἐστὶ παρεμβολή, καὶ μάχην τίθεσο πρὸς τοὺς ἐν τῷ χάρακι, ἵν᾽ ἢ περὶ τῷ φρουρίῳ δείσαντες οἱ πρὸς ἡμᾶς μαχόμενοι καὶ βοηθεῖν προθυμούμενοι νῶτά τε δείξωσι καὶ εὐκατέργαστοι γένωνται, καθάπερ εἰκὸς ἐν ἀναχωρήσει ταχείᾳ, καὶ εἰς μίαν ὁδὸν ἅπαντες βιαζόμενοι, ἢ μένοντες αὐτόθι τὸν χάρακα ἀποβάλωσιν. [3] οὔτε γὰρ ἡ φυλάττουσα αὐτὸν δύναμις ἀξιόμαχός ἐστιν, ὡς εἰκάσειεν ἄν τις, ἐπὶ τῷ ἐρυμνῷ τοῦ τόπου δοκοῦσα εἶναι πᾶν τὸ ἀσφαλές: ἥ τε ἅμα σοι δύναμις ἀποχρῶσα γένοιτ᾽ ἄν, ἄνδρες ὀκτακόσιοι πολλῶν ἀθληταὶ πολέμων, τεταραγμένους σκηνοφύλακας ἀπροσδόκητοι προσπεσόντες τῷ τολμηρῷ ἑλεῖν. [4] καὶ ὁ Σίκκιος ἔφησεν: ἀλλ᾽ ἔγωγε ἅπαντα μὲν ἕτοιμος ὑπηρετεῖν: τὸ μέντοι ἔργον οὐ ῥᾴδιον ὥσπερ σοι δοκεῖ. ὑψηλή τε γὰρ ἡ πέτρα καὶ ἀπότομος, ἐφ᾽ ἧς ὁ χάραξ, ὁδόν τε οὐδεμίαν ὁρῶ φέρουσαν ἐπ᾽ αὐτοὺς ἔξω τῆς μιᾶς, ᾗ καταβήσονται οἱ πολέμιοι πρὸς ἡμᾶς, φυλακήν τ᾽ εἰκὸς ἀξιόμαχον εἶναι ἐν αὐτῇ: κἂν ὀλίγη δὲ πάνυ καὶ φαύλη τις οὖσα τύχῃ, πρὸς πολλῷ πλείονα ἢ τὴν σὺν ἐμοὶ δύναμιν ἀντέχειν οἵα τε ἔσται, τό τε χωρίον αὐτὸ παρέξει τῇ φυλακῇ τοῦ μὴ ἁλώσεσθαι τὸ ἀσφαλές. [5] ἀλλὰ μάλιστα μὲν ἀνάθου τὴν γνώμην — ἡ πεῖρα γὰρ ἐπισφαλής — εἰ δὲ πάντως ἔγνωσταί σοι δύο τίθεσθαι μάχας ἐν ἑνὶ καιρῷ, δύναμιν ἀξιόχρεων ἀνδρῶν ἐπιλέκτων τάξον ἀκολουθεῖν μοι σὺν τοῖς πρεσβυτέροις. [p. 82] οὐ γὰρ κλέψοντες τὸ χωρίον, ἀλλὰ βίᾳ καὶ φανερῶς ἐξελοῦντες ἄνιμεν.

  ἔτι δ᾽ αὐτοῦ βουλομένου λέγειν τἀκόλουθα ὑπολαβὼν ὁ ὕπατος εἶπεν: οὐ πολλῶν δεῖ λόγων, ἀλλ᾽ εἰ μὲν ὑπομένεις πράττειν τὰ προσταττόμενα, χώρει διὰ ταχέων καὶ μὴ παραστρατήγει, εἰ δὲ ἀφίστασαι καὶ ἀποδιδράσκεις τὸν κίνδυνον, ἑτέροις εἰς τὸ ἔργον χρήσομαι. [2] σὺ δὲ τὰς ἑκατὸν εἴκοσι μάχας ἀγωνισάμενος καὶ τὰ τε�
�ταράκοντα ἔτη στρατευσάμενος καὶ κατατετρωμένος ὅλον τὸ σῶμα, ἐπειδὴ ἑκὼν ἦλθες, ἄπιθι μήτε ὁμιλήσας πολεμίοις μήτ᾽ ἰδὼν καὶ ἀντὶ τῶν ὅπλων ἀκόνα πάλιν τοὺς λόγους, οἷς χρήσῃ κατὰ [3] τοῦ φθόνου τῶν πατρικίων. ποῦ νῦν ἐκεῖνά σου τὰ πολλὰ ἀριστεῖα, οἱ στρεπτοὶ καὶ τὰ ψέλλια καὶ τὰ δόρατα καὶ τὰ φάλαρα καὶ οἱ τῶν ὑπάτων στέφανοι καὶ τὰ ἐκ τῶν μονομαχιῶν λάφυρα καὶ πᾶσα ἡ ἄλλη βαρύτης, ἣν τότ᾽ ἠνεσχόμεθά σου λέγοντος; ἐν ἑνὶ γὰρ δὴ τῷδε τῷ ἔργῳ βασανιζόμενος, ἔνθα κίνδυνος ἦν ἀληθινός, ἐξητάσθης οἷος ἦσθα, ὡς ἀλαζὼν καὶ δόξῃ [4] τὸ ἀνδρεῖον ἐπιτηδεύων, οὐκ ἀληθείᾳ. καὶ ὁ Σίκκιος δυσανασχετῶν ἐπὶ τοῖς ὀνείδεσιν: οἶδα, φησίν, ὦ Ῥωμίλιε, ὅτι δυεῖν πρόκειταί σοι θάτερον ἢ ζῶντα [p. 83] διεργάσασθαι καὶ τὸ μηδὲν ἀποδοῦναι δόξαν αἰσχίστην ἐνεγκάμενον δειλίας, ἢ κακῶς καὶ ἀδήλως κατακοπέντα ὑπὸ τῶν πολεμίων ἀποθανεῖν, ἐπειδὴ κἀγώ τις ἔδοξα εἶναι τῶν ἀξιούντων ἐλεύθερα φρονεῖν: οὐ γὰρ εἰς ἄδηλον, ἀλλ᾽ εἰς ἐγνωσμένον ἀποστέλλεις με θάνατον: [5] πλὴν ὑπομενῶ καὶ τοῦτο τὸ ἔργον καὶ πειράσομαι φανεὶς ψυχὴν οὐ κακὸς ἢ κρατῆσαι τοῦ χάρακος, ἢ μὴ τυχὼν τῆς ἐλπίδος εὐγενῶς ἀποθανεῖν. ὑμᾶς δ᾽, ὦ συστρατιῶται, μάρτυρας ἀξιῶ γενέσθαι μοι πρὸς τοὺς ἄλλους πολίτας, ἐὰν πύθησθε τὸν ἐμὸν μόρον, ὅτι με ἀπώλεσεν ἡ ἀρετὴ καὶ ἡ πολλὴ τῶν λόγων ἐλευθερία. [6] ταῦτα πρὸς τὸν ὕπατον ἀποκρινάμενος καὶ δακρύσας τούς τε συνήθεις ἅπαντας ἀσπασάμενος ᾤχετο τοὺς ὀκτακοσίους ἄνδρας ἄγων κατηφεῖς καὶ δεδακρυμένους ὡς τὴν ἐπὶ θανάτῳ πορευομένους: καὶ ἡ ἄλλη δὲ πᾶσα στρατιὰ δι᾽ οἴκτου τὸ πρᾶγμα ἔλαβεν ὡς οὐκέτι ὀψομένη τοὺς ἄνδρας.

 

‹ Prev