Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79)

Home > Other > Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) > Page 305
Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) Page 305

by Dionysius of Halicarnassus


  ὁ δὲ Σίκκιος ἑτέραν ἀποστραφείς, οὐχ ἣν ὁ Ῥωμίλιος ὑπελάμβανε, παρὰ τὴν λαγόνα τοῦ ὄρους ἦγεν. ἔπειτα — ἦν γάρ τις δρυμὸς ὕλην βαθεῖαν ἔχων — εἰς τοῦτον ἄγων τοὺς ἄνδρας ἵσταταί τε καί φησιν: ὑπὸ μὲν τοῦ ἡγεμόνος ἀπεστάλμεθα, ὥσπερ ὁρᾶτε, ἀπολούμενοι. ἐδόκει γὰρ ἡμᾶς τὴν πλαγίαν χωρήσειν ὁδόν, ἣν ἀναβαίνοντας ἀμήχανον ἦν μὴ οὐ φανεροὺς τοῖς πολεμίοις γενέσθαι. ἐγὼ δ᾽ ὑμᾶς ἄξω κατ᾽ ἄδηλον τοῖς ἐχθροῖς ὁδὸν καὶ πολλὰς [p. 84] ἐλπίδας ἔχω τρίβων ἐπιλήψεσθαί τινων, αἳ κατὰ κορυφῆς ἄξουσιν ἡμᾶς ἐπὶ τὸν χάρακα: καὶ ἐλπίδας χρηστὰς ἔχετε. [2] ταῦτ᾽ εἰπὼν ἦγε διὰ τοῦ δρυμοῦ, καὶ πολὺν ἤδη διεληλυθὼς τόπον εὑρίσκει κατὰ δαίμονα ἄνδρα ἐξ ἀγροῦ ποθεν ἀπιόντα, ὃν τοῖς νεωτάτοις συλλαβεῖν κελεύσας ἡγεμόνα ποιεῖται τῆς ὁδοῦ. κἀκεῖνος αὐτοὺς ἄγων περὶ τὸ ὄρος σὺν πολλῷ χρόνῳ καθίστησιν ἐπὶ τὸν παρακείμενον τῷ χάρακι λόφον, [3] ὅθεν ἦν ταχεῖα καὶ εὐεπίφορος ἐπ᾽ αὐτὸν ὁδός. ἐν ᾧ δὲ ταῦτ᾽ ἐγίνετο χρόνῳ, συνῄεσαν αἵ τε τῶν Ῥωμαίων καὶ αἱ τῶν Αἰκανῶν δυνάμεις ὁμόσε καὶ καταστᾶσαι ἐμάχοντο, πλήθει τ᾽ ἀγχώμαλοι οὖσαι καὶ ὁπλισμοῖς καὶ προθυμίαν παρεχόμεναι τὴν αὐτήν: καὶ διέμειναν ἐπὶ πολὺν χρόνον ἰσόρροποι, τοτὲ μὲν ἐπιβαίνοντες ἀλλήλοις, τοτὲ δ᾽ ὑποχωροῦντες, ἱππεῖς τε ἱππεῦσι καὶ πεζοὶ πεζοῖς, καὶ ἔπεσον ἐξ ἑκατέρων [4] ἄνδρες ἐπιφανεῖς. ἔπειτα κρίσιν λαμβάνει ὁ πόλεμος ἐπιτελῆ. ὁ γὰρ Σίκκιος καὶ οἱ σὺν αὐτῷ, ἐπειδὴ πλησίον ἐγένοντο τῆς παρεμβολῆς τῶν Αἰκανῶν, ἀφύλακτον εὑρόντες ἐκεῖνο τὸ μέρος τοῦ χάρακος — ἐπὶ γὰρ θάτερα τὰ πρὸς τοὺς μαχομένους ἐστραμμένα μέρη πᾶσα ἡ φυλάττουσα αὐτὸν δύναμις ἐτράπετο κατὰ θέαν τοῦ ἀγῶνος — ἐπεισπεσόντες κατὰ πολλὴν εὐπέτειαν κατὰ κορυφῆς γίνονται τῶν φυλάκων. [5] ἔπειτ᾽ ἀλαλάξαντες ἔθεον ἐπ᾽ αὐτούς: οἱ δ᾽ ὑπὸ τοῦ παρ᾽ ἐλπίδα [p. 85] δεινοῦ ἐκταραχθέντες καὶ οὐ τοσούτους εἶναι δόξαντες, ἀλλὰ τὸν ἕτερον ἥκειν ὕπατον ἄγοντα τὴν σὺν αὐτῷ δύναμιν, ἐρρίπτουν ἔξω τοῦ χάρακος ἑαυτούς, οὐδὲ τὰ ὅπλα οἱ πολλοὶ φυλάξαντες. οἱ δὲ περὶ τὸν Σίκκιον τοὺς καταλαμβανομένους αὐτῶν φονεύοντες καὶ τοῦ χάρακος κρατήσαντες ἐχώρουν ἐπὶ τοὺς ἐν τῷ πεδίῳ. [6] οἱ δὲ Αἰκανοὶ τοῦ χάρακος τὴν ἅλωσιν ἀπό τε τῆς φυγῆς καὶ τῆς κραυγῆς τῶν σφετέρων αἰσθόμενοι καὶ μετ᾽ οὐ πολὺ κατὰ νώτου σφίσι τοὺς πολεμίους ἐπιόντας ὁρῶντες, οὐκέτι γενναῖον οὐδὲν ἀπεδείξαντο, ἀλλὰ διασπάσαντες τὰς τάξεις ἔσῳζον ἑαυτοὺς ἄλλοι κατ᾽ ἄλλας ὁδούς: ἔνθα ὁ πλεῖστος αὐτῶν ἐγίνετο φόνος. οὐ γὰρ ἀνίεσαν οἱ Ῥωμαῖοι μέχρι νυκτὸς διώκοντές τε καὶ κτείνοντες τοὺς ἁλισκομένους. [7] ὁ δὲ πλείστους τ᾽ αὐτῶν διαφθείρας καὶ λαμπρότατα ἔργα ἀποδειξάμενος Σίκκιος ἦν, ὅς, ἐπειδὴ τέλος ἑώρα τὰ τῶν πολεμίων ἔχοντα σκότους ὄντος ἤδη, τὴν σπεῖραν ἄγων ἐπὶ τὸν κρατηθέντα ὑπὸ σφῶν χάρακα ἀνέστρεφε μεγάλης χαρᾶς καὶ πολλοῦ μεστὸς ὢν αὐχήματος. [8] οἵ τε περὶ αὐτὸν ἀθῷοι καὶ ἀβλαβεῖς πάντες οὐ μόνον οὐδὲν παθόντες ὧν προσεδόκησαν, ἀλλὰ καὶ δόξαν ἐπιφανεστάτην ἐξενεγκάμενοι, πατέρα καὶ σωτῆρα καὶ θεὸν καὶ πάντα τὰ τιμιώτατα ὀνομάζοντες ἀπλήστως εἶχον ἀσπασμῶν τε τοῦ ἀνδρὸς καὶ τῶν ἄλλων φιλοφρονήσεων ἡδονάς. ἐν δὲ τούτῳ καὶ ἡ ἄλλη τῶν [p. 86] Ῥωμαίων φάλαγξ ἅμα τοῖς ὑπάτοις ἀπὸ τῆς διώξεως ἀνέστρεφεν ἐπὶ τὸν ἑαυτῆς χάρακα.

  μέσαι τ᾽ ἤδη νύκτες ἦσαν, καὶ ὁ Σίκκιος μνησικακῶν τοῖς ὑπάτοις τῆς ἐπὶ τὸν θάνατον ἀποστολῆς εἰς νοῦν βάλλεται τὴν δόξαν ἀφελέσθαι τοῦ κατορθώματος. κοινωσάμενος δὲ τοῖς ἀμφ᾽ αὐτὸν ἣν εἶχε διάνοιαν, ἐπειδὴ πᾶσιν ὀρθῶς ἐφαίνετο, καὶ οὐθεὶς ἦν ὃς οὐκ ἐθαύμαζε τῆς τε φρονήσεως καὶ τῆς τόλμης τὸν ἄνδρα, λαβὼν τὰ ὅπλα καὶ τοὺς ἄλλους κελεύσας ἀναλαβεῖν, πρῶτον μὲν ἀνθρώπους ὅσους ἐν τῷ χάρακι κατέλαβε τῶν Αἰκανῶν καὶ ἵππους καὶ τἆλλα ὑποζύγια κατέκοψεν: ἔπειτα ὑφῆψε τὰς σκηνὰς ὅπλων τε καὶ σίτου καὶ ἐσθῆτος καὶ τῶν εἰς τὸν πόλεμον ἐπιτηδείων γεμούσας τῶν τε ἄλλων χρημάτων, ὧν ἐκ τῆς Τυσκλάνων λείας ἐπήγοντο πολλῶν πάνυ ὄντων. [2] ὡς δ᾽ ἅπαντα ὑπὸ τοῦ πυρὸς ἠφάνιστο, περὶ τὸν ὄρθρον ἀπῄει φέρων οὐθὲν ὅτι μὴ τὰ ὅπλα, καὶ διανύσας σπουδῇ τὴν ὁδὸν εἰς Ῥώμην παρῆν. ὡς δ᾽ ὤφθησαν ἄνθρωποι καθωπλισμένοι παιανίζοντές τε καὶ σπουδῇ χωροῦντες αἵματι πολλῷ πεφυρμένοι, δρόμος ἐγίνετο καὶ πολλὴ προθυμία τῶν βουλομένων ἰδεῖν τ᾽ αὐτοὺς καὶ τὰ πραχθέντα ἀκοῦσαι. [3] οἱ δὲ μέχρις ἀγορᾶς ἐλθόντες ἐδήλωσαν τοῖς δημάρχοις τὰ γενόμενα, κἀκεῖνοι συναγαγόντες ἐκκλησίαν ἐκέλευον αὐτοὺς πρὸς ἅπαντας λέγειν. ὄχλου δὲ πολλοῦ συναχθέντος [p. 87] παρελθὼν ὁ Σίκκιος τήν τε νίκην αὐτοῖς ἐδήλωσε καὶ τὸν τρόπον τοῦ ἀγῶνος ἐνεφάνισε, καὶ ὅτι παρὰ τὴν ἰδίαν ἀρετὴν καὶ τῶν σὺν αὐτῷ πρεσβυτέρων ἀνδρῶν ὀκτακοσίων, οὓς ἀποθανουμένους ἀπέστειλαν οἱ ὕπατοι, ὅ τε χάραξ ὁ τῶν Αἰκανῶν ἐλήφθη καὶ ἡ δύναμις ἡ παραταξαμένη τοῖς ὑπάτοις ἠναγκάσθη φυγεῖν: [4] ἠξίου τε αὐτοὺς μηδενὶ τῆς νίκης ἑτέρῳ τὴν χάριν εἰδέναι καὶ τελευτῶν ἔτι προσέθηκεν ἐκεῖνον τὸν λόγον, ὅτι τὰς ψυχὰς καὶ τὰ ὅπλα σώζ�
�ντες ἥκομεν, ἄλλο δὲ οὐδὲν τῶν κεκρατημένων οὔτε μεῖζον οὔτ᾽ ἔλαττον ἐξενεγκάμενοι. [5] ὁ δὲ δῆμος ἀκούσας τὸν λόγον εἰς οἶκτόν τε καὶ δάκρυα προὔπεσεν ὁρῶν μὲν τὰς ἡλικίας τῶν ἀνδρῶν, ἐνθυμούμενος δὲ τὰς ἀρετάς, ἀγανακτῶν δὲ καὶ νεμεσῶν τοῖς ἐπιβαλομένοις τοιούτων ἀνδρῶν ἐρημῶσαι τὴν πόλιν. ἐγεγόνει δέ, ὃ προὔλαβεν ὁ Σίκκιος, μῖσος εἰς τοὺς ὑπάτους ἐξ ἁπάντων τῶν πολιτῶν. [6] οὐδὲ γὰρ ἡ βουλὴ τὸ πρᾶγμα μετρίως ἤνεγκεν, ἣ οὔτ᾽ ἐψηφίσατο αὐτοῖς πομπὴν θριάμβων οὔτε ἄλλο τι τῶν ἐπὶ καλοῖς ἀγῶσι γινομένων. τὸν μέντοι Σίκκιον ὁ δῆμος, ἐπειδὴ καθῆκεν ὁ τῶν ἀρχαιρεσίων καιρός, δήμαρχον ἀπέδειξεν, ἧς κύριος ἦν τιμῆς ἀποδιδούς. καὶ τὰ μὲν ἐπιφανέστατα τῶν τότε πραχθέντων τοιάδ᾽ ἦν.

  ἐν δὲ τῷ μετὰ τούτους τοὺς ὑπάτους ἔτει Σπόριος Ταρπήιος καὶ Αὖλος Τερμήνιος παραλαμβάνουσι τὴν ἀρχήν: οἳ τά τ᾽ ἄλλα θεραπεύοντες [p. 88] τὸν δῆμον διετέλεσαν καὶ τὸ περὶ τῶν δημάρχων δόγμα προεβούλευσαν, ἐπειδὴ πλέον μὲν οὐδὲν ἑώρων τοῖς πατρικίοις γινόμενον ἐκ τοῦ κωλύειν, ἀλλὰ καὶ φθόνον καὶ μῖσος, καὶ βλάβας δὲ ἰδίας καὶ συμφορὰς τοῖς προθυμότατα ὑπὲρ αὐτῶν ἀγωνιζομένοις. [2] μάλιστα δ᾽ αὐτοὺς εἰς δέος ἤγαγεν ἡ τῶν ὑπατευσάντων τὸν παρελθόντα ἐνιαυτὸν συμφορὰ νεωστὶ γενομένη δεινὰ μὲν ὑπὸ τοῦ δήμου παθόντων, οὐδεμίαν δὲ παρὰ τῆς βουλῆς εὑρομένων βοήθειαν. Σίκκιος μὲν γὰρ ὁ τὸν Αἰκανῶν στρατὸν αὐτῷ χάρακι ἀράμενος δήμαρχος τότ᾽ ἀποδειχθείς, ὥσπερ ἔφην, τῇ πρώτῃ τῆς ἀρχῆς ἡμέρᾳ θύσας εἰσιτήρια κατὰ νόμον, πρὶν ὁτιοῦν ἄλλο διαπράξασθαι τῶν κοινῶν, προεῖπεν ἐν ἐκκλησίᾳ Τίτον Ῥωμίλιον ἥκειν ἀπολογησόμενον ἀδικήματος δημοσίου δίκην ἐπὶ δικαστῇ τῷ δήμῳ, τὸν χρόνον ἀποδείξας τοῦ ἀγῶνος. [3] Λεύκιος δὲ τότ᾽ ἀγορανομῶν, δήμαρχος δὲ τῷ παρελθόντι ἔτει γεγονώς, τὸν ἕτερον τῶν περυσινῶν ὑπάτων Γάιον Οὐετούριον εἰς ὁμοίαν δίκην προσεκαλέσατο. πολλῆς δὲ γενομένης ἐν τῷ μεταξὺ τοῦ ἀγῶνος χρόνῳ σπουδῆς τε καὶ παρακλήσεως ἀμφοτέρων οἱ μὲν ὑπόδικοι πολλὰς ἐλπίδας εἶχον ἐπὶ τῇ βουλῇ καὶ τὸ κινδύνευμα ἐν ἐλαφρῷ ἐποιοῦντο, ὑπισχνουμένων αὐτοῖς πρεσβυτέρων τε καὶ νέων οὐκ ἐάσειν τὸν ἀγῶνα ἐπιτελεσθῆναι. [4] οἱ δὲ δήμαρχοι πάντα ἐκ πολλοῦ φυλαττόμενοι καὶ οὔτε δεήσεις οὔτε [p. 89] ἀπειλὰς οὔτε κίνδυνον οὐδένα ὑπολογιζόμενοι, ἐπειδὴ καθῆκεν ὁ τοῦ ἀγῶνος καιρός, ἐκάλουν τὸν δῆμον: ἦν δὲ παλαίτερον ἔτι συνερρυηκὼς ἐκ τῶν ἀγρῶν ὁ χερνήτης καὶ αὐτουργὸς ὄχλος, καὶ προσνεμηθεὶς τῷ κατὰ πόλιν τήν τε ἀγορὰν ἐνέπλησε καὶ τοὺς φέροντας εἰς αὐτὴν στενωπούς.

  πρώτη μὲν οὖν εἰσῆλθεν ἡ κατὰ Ῥωμιλίου δίκη. καὶ παρελθὼν ὁ Σίκκιος τά τε ἄλλα κατηγόρει τοῦ ἀνδρός, ὅσα ὑπατεύων βίᾳ εἰς τοὺς δημάρχους ἔδοξε διαπράξασθαι, καὶ τελευτῶν τὴν ἐπιβουλὴν διεξῄει τὴν ἐφ᾽ ἑαυτῷ τε καὶ τῇ σπείρᾳ γενομένην ὑπὸ τοῦ στρατηγοῦ: καὶ παρείχετο αὐτῶν μάρτυρας τοὺς ἐπιφανεστάτους τῶν συστρατευσαμένων οὐ δημοτικούς, ἀλλὰ καὶ πατρικίους: ἐν οἷς ἦν νεανίας οὐκ ἀφανὴς οὔτε κατὰ γένους ἀξίωσιν οὔτε κατὰ τὴν ἰδίαν ἀρετὴν καὶ τὰ πολέμια πάνυ ἀγαθός: Σπόριος Οὐεργίνιος ἦν ὄνομα αὐτῷ. [2] οὗτος ἔφη Μάρκον Ἰκίλλιον, ἑνὸς τῶν ἐκ τῆς Σικκίου σπείρας υἱόν, ἡλικιώτην αὐτοῦ καὶ φίλον ἀπολυθῆναι τῆς ἐξόδου βουληθείς, ὡς ἐπὶ θάνατον ἐξιόντα μετὰ τοῦ πατρός, Αὖλον Οὐεργίνιον τὸν ἑαυτοῦ θεῖον, πρεσβευτὴν τότε συστρατευόμενον, παρακαλέσας ἐλθεῖν ἐπὶ τοὺς ὑπάτους, [3] ἀξιῶν σφίσι ταύτην δοθῆναι τὴν χάριν: ἀντιλεγόντων δὲ τῶν ὑπάτων, ἑαυτῷ μὲν ἐπελθεῖν δάκρυα τὴν συμφορὰν τὴν τοῦ ἑταίρου προανακλαιομένῳ, τὸν δὲ νεανίαν, ὑπὲρ οὗ τὰς δεήσεις ἐποιεῖτο, πεπυσμένον ταῦτα ἐλθεῖν καὶ λόγον αἰτησάμενον εἰπεῖν, ὅτι τοῖς [p. 90] μὲν δεομένοις πολλὴν οἶδε χάριν, αὐτὸς δ᾽ οὐκ ἂν ἀγαπήσειεν τυχὼν χάριτος, ἥτις αὐτὸν ἀφελεῖται τὸ πρὸς τὸ γένος εὐσεβές, οὐδ᾽ ἂν ἀπολειφθείη τοῦ πατρός, τοσῷδε μᾶλλον, ὅσῳ γ᾽ ἀποθανούμενος ἔρχεται, καὶ πάντες τοῦτο ἴσασιν: ἀλλὰ συνεξιὼν ἐπαμυνεῖτε, ὅσα δύναται, καὶ τῆς αὐτῆς ἐκείνῳ κοινωνὸς ἔσται τύχης. [4] ταῦτα τοῦ μειρακίου μαρτυρήσαντος οὐδεὶς ἦν ὃς οὐκ ἔπασχέ τι πρὸς τὴν τύχην τῶν ἀνθρώπων. ὡς δὲ καὶ αὐτοὶ κληθέντες ἐπὶ τὴν μαρτυρίαν παρῆλθον ὅ τε πατὴρ Ἰκίλλιος καὶ τὸ μειράκιον καὶ τὸ καθ᾽ ἑαυτοὺς ἔλεξαν, οὐκέτι κατέχειν τὰ δάκρυα οἱ πλείους ἐδύναντο τῶν δημοτικῶν. [5] ἀπολογηθέντος δὲ τοῦ Ῥωμιλίου καὶ διελθόντος λόγον οὔτε θεραπευτικὸν οὔτε ἁρμόττοντα τοῖς καιροῖς, ἀλλ᾽ ὑψηλόν, καὶ ἐπὶ τῷ ἀνυπευθύνῳ τῆς ἀρχῆς μέγα φρονοῦντα διπλασίως ἔτι ἐπερρώσθησαν εἰς τὴν κατ᾽ αὐτοῦ ὀργὴν οἱ πολῖται. καὶ γενόμενοι τῶν ψήφων κύριοι κατέγνωσαν ἀδικεῖν οὕτως, ὥστε πάσαις ταῖς ψήφοις τῶν φυλῶν ἁλῶναι τὸν ἄνδρα. ἦν δὲ τὸ τίμημα τῆς δίκης ἀργυρικόν, [6] ἀσσάρια μυρία. καὶ τοῦτ᾽ οὐκ ἄνευ προνοίας τινὸς ὁ Σίκκιος ποιῆσαί μοι δοκεῖ, ἀλλ᾽ ἵνα τοῖς τε πατρικίοις ἐλάττων ἡ περὶ τοῦ ἀνδρὸς σπουδὴ γένηται, καὶ μηδὲν ἐξαμάρτωσι περὶ τὴν ψηφοφορίαν ἐνθυμηθέντες, ὅτι εἰς ἀργύριον ζημιώσεται ὁ ἁλοὺς καὶ εἰς οὐδὲν ἕτερον
, καὶ τοῖς δημοτικοῖς ἡ πρὸς τὴν [p. 91] τιμωρίαν ὁρμὴ προθυμοτέρα μήτε ψυχῆς ἄνδρα ὑπατικὸν μήτε πατρίδος ἀποστεροῦσιν. Ῥωμιλίου δὲ καταδικασθέντος οὐ πολλαῖς ὕστερον ἡμέραις καὶ Οὐετούριος ἑάλω: τίμημα δὲ καὶ ἐκείνῳ ἐπεγέγραπτο ἀργυρικόν, ἡμιόλιον θατέρου.

 

‹ Prev