Book Read Free

Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79)

Page 319

by Dionysius of Halicarnassus


  ταύτῃ προσθεμένων τῇ γνώμῃ καὶ τῶν ἄλλων τῶν παρακληθέντων εἰς τὸ συνέδριον παραλαβὼν τὸν λόγον ὁ Κλαύδιος: οὐκ ἀγνοῶ μέν, ἔφησεν, ἡλίκων κρηπὶς καταβληθήσεται συμφορῶν ἅπασιν ἡμῖν, ἐὰν ἐπιτρέψωμεν τῷ δήμῳ περὶ τοῦ νόμου ψῆφον λαβεῖν: οὐκ ἔχων δ᾽ ὅ τι χρὴ ποιεῖν οὐδὲ δυνάμενος [p. 202] τοσούτοις οὖσιν μόνος ἀντιλέγειν, εἴκω τοῖς βουλήμασι τοῖς ὑμετέροις. [2] δίκαιον γὰρ ἀποφαίνεσθαι μὲν ἕκαστον ἃ δοκεῖ τῷ κοινῷ συνοίσειν, πείθεσθαι δὲ τοῖς ὑπὸ τῶν πλειόνων κριθεῖσιν. ἐκεῖνο μέντοι παραινεῖν ὑμῖν ὡς ἐν χαλεποῖς καὶ ἀβουλήτοις πράγμασιν ἔχω, τῆς μὲν ὑπατείας μήτε νῦν μήθ᾽ ὕστερον παραχωρεῖν μηδενὶ πλὴν τῶν πατρικίων, οἷς μόνοις ὅσιόν τε καὶ [3] θεμιτόν ἐστι τυγχάνειν: ὅταν δ᾽ εἰς ἀνάγκην κατακλεισθῆτε ὥσπερ νῦν μεταδιδόναι καὶ τοῖς ἄλλοις πολίταις τῆς μεγίστης ἐξουσίας τε καὶ ἀρχῆς, χιλιάρχους τε ἀντὶ τῶν ὑπάτων ἀποδείκνυτε, ἀριθμὸν αὐτῶν ὁρίσαντες ὅσον δή τινα — ἐμοὶ μὲν γὰρ ὀκτὼ ἢ ἓξ ἀποχρῆς δοκεῖ — ἔν τε τούτοις τοῖς ἀνδράσι μὴ ἐλάττονες ἀριθμὸν ἔστωσαν οἱ πατρίκιοι τῶν δημοτικῶν. ταῦτα γὰρ ποιοῦντες οὔτε τὴν τῶν ὑπάτων ἀρχὴν εἰς ταπεινοὺς καὶ ἀναξίους καταβαλεῖτε οὔτε δυναστείας ἀδίκους ἑαυτοῖς κατασκευάζεσθαι δόξετε μηδεμιᾶς ἀρχῆς μεταδιδόντες τοῖς δημοτικοῖς. [4] ἐπαινεσάντων δ᾽ ἁπάντων τὴν γνώμην καὶ οὐδενὸς τἀναντία λέγοντος: ἀκούσατ᾽, ἔφη, ἃ καὶ τοῖς ὑπάτοις ὑμῖν ἔχω παραινεῖν. ἡμέραν προειπόντες, ἐν ᾗ τὸ προβούλευμα ἐπικυρώσετε καὶ τὰ κριθέντα ὑπὸ τῆς βουλῆς, λόγον ἀπόδοτε τοῖς ἀπολογουμένοις ὑπὲρ τοῦ νόμου καὶ τοῖς κατηγοροῦσι: ῥηθέντων δὲ τῶν λόγων, ὅταν καθήκῃ τὰς [p. 203] γνώμας ἐρωτᾶν, μήτ᾽ ἀπ᾽ ἐμοῦ ἄρξησθε μήτ᾽ ἀπὸ κοιντίου τουδὶ μήτ᾽ ἀπ᾽ ἄλλου τῶν πρεσβυτέρων μηδενός, ἀλλ᾽ ἀπὸ τοῦ φιλοδημοτάτου τῶν βουλευτῶν Λευκίου Οὐαλερίου, καὶ μετὰ τοῦτον ἀξιοῦτε Ὁράτιον εἴ τι βούλεται λέγειν. ὅταν δὲ τὰς παρ᾽ ἐκείνων γνώμας ἐξετάσητε, τότε τοὺς πρεσβυτέρους ἡμᾶς κελεύετε λέγειν. [5] ἐγὼ μὲν οὖν τὴν ἐναντιουμένην γνώμην τοῖς δημάρχοις ἀποδείξομαι πάσῃ τῇ παρρησίᾳ χρώμενος — τουτὶ γὰρ τῷ κοινῷ συμφέρει — τὸ δὲ περὶ τῶν χιλιάρχων πολίτευμα, εἰ βουλομένοις ἐστίν, εἰσηγείσθω Τίτος Γενύκιος οὗτος: πρεπωδεστάτη γὰρ ἡ γνώμη καὶ ὑποψίαν ἥκιστα παρέξουσα γένοιτ᾽ ἄν, ἐὰν οὗτος αὐτὴν ὁ [6] σὸς ἀδελφός, ὦ Μάρκε Γενύκιε, λέγῃ. ἐδόκει καὶ ταῦτα ὀρθῶς ὑποτίθεσθαι, καὶ οἱ μὲν ἀπῄεσαν ἐκ τοῦ συλλόγου, τοῖς δὲ δημάρχοις δέος ἐνέπιπτε πρὸς τὴν ἀπόρρητον τῶν ἀνδρῶν συνουσίαν ὡς ἐπὶ κακῷ τινι τοῦ δήμου μεγάλῳ γενομένην, ἐπειδὴ κατ᾽ οἰκίαν τε συνήδρευσαν, ἀλλ᾽ οὐκ ἐν τῷ φανερῷ, καὶ οὐδένα τῶν προεστηκότων τοῦ δήμου κοινωνὸν τῶν βουλευμάτων παρέλαβον, καὶ μετὰ τοῦτο συνέδριον αὐτοὶ πάλιν ἐκ τῶν φιλοδημοτάτων συναγαγόντες ἀλεξήματα καὶ φυλακὰς ἀντεμηχανῶντο πρὸς τὰς ἐπιβουλάς, ἃς ἐκ τῶν πατρικίων ἔσεσθαι σφίσιν ὑπώπτευον.

  ὡς δὲ καθῆκεν ὁ χρόνος, ἐν ᾧ τὸ προβούλευμα ἔδει γενέσθαι, συγκαλέσαντες οἱ ὕπατοι τὴν βουλὴν καὶ πολλὰς ὑπὲρ ὁμονοίας καὶ εὐκοσμίας ποιησάμενοι [p. 204] παρακλήσεις πρώτοις ἀπέδωκαν λέγειν τοῖς εἰσηγησαμένοις δημάρχοις τὸν νόμον. [2] καὶ παρελθὼν εἷς ἐξ αὐτῶν Γάϊος Κανολήιος περὶ μὲν τοῦ δίκαιον ἢ συμφέροντα εἶναι τὸν νόμον οὔτ᾽ ἐδίδασκεν οὔτ᾽ ἐμέμνητο: θαυμάζειν δ᾽ ἔφη τῶν ὑπάτων, ὅτι βεβουλευμένοι τε καὶ κεκρικότες ἤδη κατὰ σφᾶς αὐτοὺς ἃ δεῖ πράττειν, ὥσπερ ἀδοκίμαστον πρᾶγμα καὶ βουλῆς δεόμενον εἰς τὸ συνέδριον ἐπεχείρησαν εἰσφέρειν, καὶ λόγον ἀπέδωκαν ὑπὲρ αὐτοῦ τοῖς προαιρουμένοις, εἰρωνείαν εἰσάγοντες οὔτε ταῖς ἑαυτῶν ἡλικίαις ἁρμόττουσαν, οὔτε τῷ μεγέθει τῆς ἀρχῆς προσήκουσαν. [3] πονηρῶν τ᾽ ἀρχὰς ἔφη πολιτευμάτων αὐτοὺς εἰσάγειν ἀπόρρητα βουλευτήρια συνάγοντας ἐν ἰδίαις οἰκίαις, καὶ οὐδ᾽ ἅπαντας τοὺς βουλευτὰς εἰς ταῦτα παρακαλοῦντας, ἀλλὰ τοὺς σφίσιν αὐτοῖς ἐπιτηδειοτάτους. τῶν μὲν οὖν ἄλλων συνέδρων τῶν ἀπελαθέντων τῆς κατοικιδίου βουλῆς ἧττον ἔφη θαυμάζειν, Μάρκου δὲ Ὁρατίου καὶ Λευκίου Οὐαλερίου τῶν καταλυσάντων τὴν ὀλιγαρχίαν, ὑπατικῶν ἀνδρῶν καὶ οὐδενὸς ἧττον ἐπιτηδείων τὰ κοινὰ βουλεύειν, τὴν ἀπαξίωσιν τῆς εἰς τὸ συνέδριον παρακλήσεως ἐκπεπλῆχθαι, καὶ οὐ δύνασθαι συμβάλλειν ἐπὶ τίνι λόγῳ δικαίῳ, εἰκάζειν δὲ μίαν αἰτίαν, ὅτι πονηρὰς καὶ ἀσυμφόρους γνώμας εἰσηγεῖσθαι μέλλοντες κατὰ τῶν δημοτικῶν οὐκ ἐβούλοντο παρακαλεῖν εἰς ταῦτα τὰ συνέδρια τοὺς φιλοδημοτάτους, ἀγανακτήσοντας δηλονότι καὶ οὐ περιοψομένους [p. 205] οὐδὲν ἄδικον πολίτευμα κατὰ τοῦ δήμου γινόμενον.

  τοιαῦτα Γαΐου Κανοληίου μετὰ πολλοῦ σχετλιασμοῦ λέγοντος καὶ τῶν μὴ παραληφθέντων εἰς τὸ συνέδριον βουλευτῶν πρὸς ὀργὴν δεξαμένων τὸ πρᾶγμα παρελθὼν ἅτερος τῶν ὑπάτων Γενύκιος ἀπολογεῖσθαι καὶ πραΰνειν τὰς ὀργὰς αὐτῶν ἐπειρᾶτο διδάσκων, ὅτι τοὺς μὲν φίλους παραλάβοιεν, οὐχ ἵνα τι κατὰ τοῦ δήμου διαπράξαιντο, ἀλλ᾽ ἵνα μετὰ τῶν ἀναγκαιοτάτων βουλεύσαιντο, τί πράττοντες οὐδ᾽ ὁποτέραν δόξουσιν ἐλαττοῦν τῶν αἱρέσεων, πότερον ταχεῖαν ἀπο
διδόντες τῇ βουλῇ περὶ τοῦ νόμου διάγνωσιν ἢ [2] χρονιωτέραν. Ὁράτιον δὲ καὶ Οὐαλέριον οὐκ ἄλλης τινὸς χάριν αἰτίας μὴ παραλαβεῖν εἰς τὸ συνέδριον, ἀλλ᾽ ἵνα μή τις ὑποψία περὶ αὐτῶν παρ᾽ ἀξίαν ᾖ τοῖς δημοτικοῖς, ὡς μεταβεβλημένων τὴν προαίρεσιν τῆς πολιτείας, ἐὰν ἄρα ἐπὶ τῆς ἑτέρας γένωνται γνώμης, τῆς ἀξιούσης ἀναβαλέσθαι τὴν ὑπὲρ τοῦ νόμου διάγνωσιν εἰς ἕτερον καιρὸν ἐπιτηδειότερον. ἐπειδὴ δ᾽ ἅπασι τοῖς παραληφθεῖσιν ἡ συντομωτέρα διάγνωσις ἀμείνων ἔδοξεν εἶναι τῆς βραδυτέρας, πράττειν ὡς ἐκείνοις ἐφάνη. [3] ταῦτ᾽ εἰπὼν καὶ θεοὺς ἐπομοσάμενος ἦ μὴν τἀληθῆ λέγειν καὶ τοὺς παρακληθέντας ἐκ τῶν βουλευτῶν, ἔφη, πᾶσαν ἀπολύσεσθαι διαβολὴν οὐ λόγοις, [4] ἀλλ᾽ ἔργοις. ὅταν γὰρ οἱ βουλόμενοι κατηγορεῖν καὶ ἀπολογεῖσθαι περὶ τοῦ νόμου διεξέλθωσι τὰ δίκαια, [p. 206] πρώτους ἐπὶ τὴν ἐρώτησιν τῆς γνώμης καταλέγειν οὐχὶ τοὺς πρεσβυτάτους καὶ τιμιωτάτους τῶν βουλευτῶν, οἷς ἐκ τῶν πατρίων ἐθισμῶν καὶ τοῦτ᾽ ἀποδεδόσθαι τὸ γέρας, οὐδὲ τοὺς δι᾽ ὑποψίας ὄντας παρὰ τοῖς δημοτικοῖς, ὡς οὐδὲν ὑπὲρ αὐτῶν χρηστὸν οὔτε λέγοντας οὔτε φρονοῦντας, ἀλλ᾽ ἐκ τῶν νεωτέρων τοὺς δοκοῦντας εἶναι φιλοδημοτάτους.

  ὑποσχόμενος δὲ ταῦτα καὶ δοὺς ἐξουσίαν τοῖς βουλομένοις λέγειν, ἐπειδὴ οὔτε κατηγορήσων οὔτ᾽ ἀπολογησόμενος οὐδεὶς ὑπὲρ τοῦ νόμου παρῄει, παρελθὼν αὖθις ἐρωτᾷ πρῶτον Οὐαλέριον, τί τῷ κοινῷ συμφέρει, καὶ τί προβουλεῦσαι τοῖς συνέδροις παραινεῖ. [2] ὁ δ᾽ ἀναστὰς καὶ πολλοὺς διεξελθὼν ὑπὲρ αὑτοῦ τε καὶ τῶν προγόνων λόγους ὡς ἐπὶ τῷ συμφέροντι τῆς πόλεως τοῦ δημοτικοῦ μέρους προϊσταμένων, καὶ καταριθμησάμενος ἅπαντας ἐξ ἀρχῆς τοὺς κατασχόντας τὴν πόλιν κινδύνους ἐκ τῶν τἀναντία πολιτευομένων, τοῖς τ᾽ ἀπεχθῶς ἐσχηκόσι πρὸς τὸ δημοτικὸν ἅπασιν ἀλυσιτελὲς γενόμενον ἀποδείξας τὸ μισόδημον, ἐπαίνους τε πολλοὺς περὶ τοῦ δήμου ποιησάμενος, ὡς αἰτιωτάτου τῇ πόλει γεγονότος οὐ μόνον τῆς ἐλευθερίας, ἀλλὰ καὶ τῆς ἡγεμονίας, ἐπεὶ ταῦτα καὶ παραπλήσια τούτοις διεξῆλθε, τελευτῶν ἔφη μὴ δύνασθαι πόλιν ἐλευθέραν εἶναι, ἐξ ἧς ἄν τις τὴν ἰσότητ᾽ ἀνέλῃ: [3] ἔφη τε δοκεῖν ἑαυτῷ τὸν μὲν νόμον [p. 207] δίκαιον εἶναι τὸν ἀξιοῦντα πᾶσι μετεῖναι Ῥωμαίοις τῆς ὑπατικῆς ἀρχῆς, τοῖς γε δὴ βίον ἀνεπίληπτον ἐσχηκόσι καὶ πράξεις ἀποδεδειγμένοις τῆς τιμῆς ταύτης ἀξίας, τὸν δὲ καιρὸν οὐκ ἐπιτήδειον εἰς τὴν ὑπὲρ αὐτοῦ διάγνωσιν ἐν πολεμικαῖς ὑπαρχούσης ταραχαῖς τῆς πόλεως: [4] συνεβούλευέ τε τοῖς μὲν δημάρχοις ἐᾶν τὴν καταγραφὴν γενέσθαι τῶν στρατιωτῶν καὶ τὴν ἔξοδον μὴ κωλύειν τῶν καταγραφέντων, τοῖς δ᾽ ὑπάτοις, ὅταν τὸ κράτιστον τέλος ἐπιθῶσι τῷ πολέμῳ, πρῶτον ἁπάντων τὸ περὶ τοῦ νόμου προβούλευμα εἰς τὸν δῆμον ἐξενεγκεῖν. ταῦτα δὲ γραφῆναί τ᾽ ἤδη καὶ διομολογηθῆναι πρὸς ἀμφοτέρων. [5] ταύτην ἀποδειξαμένου τὴν γνώμην Οὐαλερίου καὶ μετὰ τοῦτον Ὁρατίου — δευτέρῳ γὰρ τούτῳ λόγον ἀπέδωκαν οἱ ὕπατοι — ταὐτὸ πάθος ἅπασι τοῖς παροῦσι συνέβη. οἱ μὲν γὰρ ἀνελεῖν τὸν νόμον βουλόμενοι τὴν ἀναβολὴν τῆς περὶ αὐτοῦ διαγνώσεως ἀγαπητῶς ἀκούσαντες, τὸ μετὰ τὸν πόλεμον ἐπάναγκες εἶναι σφίσι προβουλεῦσαι περὶ αὐτοῦ χαλεπῶς ἀπεδέξαντο: οἱ δὲ κύριον ὑπὸ τοῦ συνεδρίου κριθῆναι προαιρούμενοι τὸ μὲν ὡμολογημένον δίκαιον εἶναι τὸν νόμον ἀσμένως ἤκουον, τὸ δ᾽ εἰς ἑτέρους ἐκπίπτειν χρόνους τὸ προβούλευμα πρὸς ὀργὴν ἐλάμβανον.

  θορύβου δέ, ὅπερ εἰκός, ἐπὶ τῇ γνώμῃ γενομένου διὰ τὸ μὴ πᾶσι τοῖς μέρεσιν αὐτῆς εὐαρεστεῖν [p. 208] ἀμφοτέρους παρελθὼν ὁ ὕπατος τρίτον ἠρώτα Γάϊον Κλαύδιον, ὃς ἐδόκει τῶν προεστηκότων τῆς ἑτέρας τάξεως τῆς ἐναντιουμένης τοῖς δημοτικοῖς αὐθαδέστατος εἶναι καὶ δυνατώτατος. [2] οὗτος ἐκ παρασκευῆς διεξῆλθε λόγον κατὰ τῶν δημοτικῶν, πάνθ᾽ ὅσα ἔδοξε πώποτε ἐναντία τοῖς καλοῖς καὶ πατρίοις ἐθισμοῖς ὑπομιμνήσκων, οὗ κεφάλαιον ἦν, εἰς ὃ κατέσκηπτεν ἡ γνώμη, μηδεμίαν ἀποδιδόναι τῇ βουλῇ διάγνωσιν ὑπὲρ τοῦ νόμου τοὺς ὑπάτους, μήτ᾽ ἐν τῷ παρόντι χρόνῳ μήθ᾽ ὕστερον, ὡς ἐπὶ καταλύσει τῆς ἀριστοκρατίας εἰσφερομένου καὶ συγχεῖν μέλλοντος ἅπαντα τὸν κόσμον τῆς πολιτείας. [3] γενομένου δὲ πρὸς τὴν γνώμην ἔτι πλείονος θορύβου τέταρτος ἀνίσταται κληθεὶς Τίτος Γενύκιος, ἀδελφὸς θατέρου τῶν ὑπάτων: ὃς ὀλίγα διαλεχθεὶς ὑπὲρ τῶν κατεχόντων καιρῶν τὴν πόλιν, ὅτι δυεῖν ἀνάγκη τῶν χαλεπωτάτων θάτερον αὐτῇ συμπεσεῖν, ἢ διὰ τὰς πολιτικὰς ἔριδας καὶ φιλοτιμίας ἰσχυρὰ τὰ τῶν ἐχθρῶν ποιῆσαι πράγματα, ἢ τοὺς ἔξωθεν ἐπιφερομένους ἀποτρέψασθαι βουλομένῃ κακῶς τὸν οἰκεῖον καὶ πολιτικὸν διαλύσασθαι πόλεμον: [4] ἔφησε, δυεῖν ὄντων κακῶν, ὧν ἀνάγκη θάτερον ἄκοντας ὑπομεῖναι, τοῦτ᾽ αὐτῷ δοκεῖν εἶναι λυσιτελέστερον, τὸ συγχωρῆσαι τῷ δήμῳ τὴν βουλὴν παρασπάσαί τι τοῦ κόσμου τῆς πατρίου πολιτείας μᾶλλον ἢ τοῖς ἀλλοφύλοις [p. 209] τε καὶ πολεμίοις καταγέλαστον ποιῆσαι τὴν πόλιν. [5] ταῦτ᾽ εἰπὼν τὴν δοκιμασθεῖσαν ὑπὸ τῶν παραγενηθέντων ἐν τῷ κατ᾽ οἰκίαν συνεδρίῳ γνώμην εἰσέφερεν, ἣν εἰσηγήσατο Κλαύδιος, ὥσπερ ἔφην, ἀντὶ �
�ῶν ὑπάτων χιλιάρχους ἀποδειχθῆναι, τρεῖς μὲν ἐκ τῶν πατρικίων, τρεῖς δ᾽ ἐκ τῶν δημοτικῶν, ἐξουσίαν ἔχοντας ὑπατικήν: ὅταν δὲ τελῶσιν οὗτοι τὴν ἀρχὴν καὶ καθήκῃ νέας ἀρχὰς ἀποδείκνυσθαι, τὴν βουλὴν καὶ τὸν δῆμον αὖθις συνελθόντας διαγνῶναι, πότερον ὑπάτους ἢ χιλιάρχους βούλονται παραλαβεῖν τὴν ἀρχήν. ὅ τι δ᾽ ἂν ἅπασι δόξῃ ψῆφον ἐπενέγκασι, τοῦτ᾽ εἶναι κύριον. ἐπιτελεῖσθαι δὲ τὸ προβούλευμα καθ᾽ ἕκαστον ἐνιαυτόν.

  ταύτην ἀποδειξαμένου τὴν γνώμην Γενυκίου πολὺς ἐξ ἁπάντων ἔπαινος ἐγίνετο, καὶ οἱ μετ᾽ ἐκεῖνον ἀνιστάμενοι μικροῦ δεῖν πάντες ταῦτα συνεχώρουν κράτιστα εἶναι. γράφεται δὴ τὸ προβούλευμα ὑπὸ τῶν ὑπάτων, καὶ λαβόντες αὐτὸ μετὰ πολλῆς χαρᾶς οἱ δήμαρχοι προῆλθον εἰς τὴν ἀγοράν. ἔπειτα καλέσαντες τὸ πλῆθος εἰς τὴν ἐκκλησίαν, πολλοὺς διέθεντο τῆς βουλῆς ἐπαίνους, καὶ παραγγέλλειν τὴν ἀρχὴν ἐκέλευον τοῖς ἐθέλουσι τῶν δημοτικῶν ἅμα τοῖς πατρικίοις. [2] οὕτω δ᾽ ἄρα κοῦφόν τι πρᾶγμά ἐστιν ἐπιθυμία δίχα λόγου γινομένη καὶ ταχὺ μεταπῖπτον ἐπὶ θάτερα μέρη, μάλιστα δ᾽ ἡ τῶν ὄχλων, ὥσθ᾽ οἱ περὶ παντὸς ποιούμενοι τέως τῆς ἀρχῆς μεταλαβεῖν καί, εἰ μὴ δοθείη τοῦτ᾽ αὐτοῖς ὑπὸ τῶν πατρικίων, ἢ καταλείψοντες τὴν [p. 210] πόλιν ὡς πρότερον, ἢ διὰ τῶν ὅπλων αὐτὸ ληψόμενοι, ἐπειδὴ τὸ συγχώρημα ἔλαβον, ἀπέστησαν εὐθὺς τῆς ἐπιθυμίας καὶ τὰς σπουδὰς ἐπὶ θάτερον μετέβαλον. [3] πολλῶν γέ τοι δημοτικῶν παραγγελλόντων τὴν χιλιαρχίαν καὶ κατεσπουδασμένας ποιουμένων τὰς δεήσεις, οὐδένα τῆς τιμῆς ταύτης ἄξιον εἶναι ὑπέλαβον, ἀλλὰ γενόμενοι τῆς ψήφου κύριοι τοὺς ἐκ τῶν πατρικίων μετιόντας αὐτὴν ἄνδρας ἐπιφανεῖς χιλιάρχους ἀποδεικνύουσιν, Αὖλον Σεμπρώνιον Ἀτρατῖνον καὶ Λεύκιον Ἀτίλιον Λοῦσκον καὶ Τίτον Κλύλιον Σικελόν.

 

‹ Prev