Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79)

Home > Other > Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) > Page 339
Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) Page 339

by Dionysius of Halicarnassus


  [6] Ποιεῖ δὲ αὐτὸ πῶς; ἀκούσωμεν τῆς λέξεως τοῦ ῥήτορος· φησὶ γὰρ ὧδε· ‘Βούλομαι δὲ πρὸ πάντων, ὧν μέλλω λέγειν, μνημονεύοντας ὑμῶν οἶδ’ ὅτι τοὺς πολλοὺς ὑπομνῆσαι, τίνα τάξιν αὑτὸν ἔταξεν Αἰσχίνης ἐν τῇ πολιτείᾳ τὸ πρῶτον, καὶ τίνας λόγους κατὰ τοῦ Φιλίππου δημηγορεῖν ᾤετο δεῖν· ἵν’ εἰδῆτε, ὅτι τοῖς ὑφ’ ἑαυτοῦ πεπραγμένοις καὶ δεδημηγορημένοις ἐν ἀρχῇ μάλιστα ἐξελεγχθήσεται δῶρα ἔχων. ἔστι τοίνυν ὁ πρῶτος Ἀθηναίων αἰσθόμενος Φίλιππον, ὡς τότε δημηγορῶν ἔφη, ἐπιβουλεύοντα τοῖς Ἕλλησιν καὶ διαφθείροντά τινας τῶν ἐν Ἀρκαδίᾳ προεστηκότων· καὶ ἔχων Ἴσχανδρον τὸν Νεοπτολέμου δευτεραγωνιστήν, προσιὼν μὲν τῇ βουλῇ, προσιὼν δὲ τῷ δήμῳ περὶ τούτων, καὶ πείσας ὑμᾶς πανταχοῦ πρέσβεις πέμψαι τοὺς συνάξοντας δεῦρο τοὺς βουλευσομένους περὶ τοῦ πρὸς Φίλιππον πολέμου· καὶ ἀπαγγέλλων μετὰ ταῦτα ἥκων ἐξ Ἀρκαδίας τοὺς καλοὺς ἐκείνους καὶ μακροὺς λόγους, ‹οὓς› ἐν τοῖς μυρίοις ἐν τῇ Μεγάλῃ πόλει πρὸς Ἱερώνυμον τὸν ὑπὲρ Φιλίππου λέγοντα ὑπὲρ ὑμῶν ἔφη δεδημηγορηκέναι· καὶ διεξιών, ἡλίκα τὴν Ἑλλάδα πᾶσαν, οὐχὶ τὰς ἰδίας ἀδικοῦσι μόνον πατρίδας οἱ δωροδοκοῦντες καὶ χρήματα λαμβάνοντες παρὰ Φιλίππου. ἐπειδὴ τοίνυν ταῦτα πολιτευομένου τούτου τότε καὶ τοῦτο τὸ δεῖγμα ἐξενηνοχότος περὶ αὑτοῦ τοὺς περὶ τῆς εἰρήνης πρέσβεις πέμπειν ὡς Φίλιππον ἐπείσθητε ὑπὸ Ἀριστοδήμου καὶ Νεοπτολέμου καὶ τῶν ἄλλων τῶν ἐκεῖθεν ἀπαγγελλόντων οὐδ’ ὅ τι οὖν ὑγιές, γίνεται τῶν πρέσβεων τούτων εἷς καὶ οὗτος, οὐχ ὡς τῶν ἀποδωσομένων τὰ ὑμέτερα οὐδ’ ὡς τῶν πεπιστευκότων τῷ Φιλίππῳ, ἀλλ’ ὡς τῶν φυλαξόντων τοὺς ἄλλους. διὰ γὰρ τοὺς προειρημένους λόγους καὶ τὴν πρὸς Φίλιππον ἀπέχθειαν ταύτην εἰκότως περὶ αὐτοῦ πάντες εἴχετε τὴν δόξαν’. αὕτη μὲν ἡ μέθοδος τοῦ συγκατασκευάσαι· ἤδη γὰρ τὸν δῆμον συνεπεσπάσατο ὡς συνεξηπατημένον ἑαυτῷ ὁ Δημοσθένης. εἶτ’ ἐπήγαγεν τῆς τέχνης τὸ δεινόν· ‘προσελθὼν τοίνυν ἐμοὶ μετὰ ταῦτα συνετάττετο κοινῇ πρεσβεύειν, καὶ ὅπως τὸν μιαρὸν καὶ λίαν ἀναιδῆ φυλάξομεν ἀμφότεροι τὸν Φιλοκράτην, πολλὰ παρεκελεύσατο. καὶ μέχρι τοῦ δεῦρο ἐπανελθεῖν ἀπὸ τῆς πρώτης πρεσβείας ἐμὲ γοῦν, ὦ ἄνδρες Ἀθηναῖοι, διεφθαρμένος καὶ πεπρακὼς αὑτὸν ἐλάνθανεν’. ὡς θαυμαστή γε ἡ τέχνη· πάντας αὐτοὺς ἐξηπατημένους ἀπέδειξεν. ἐπήγαγεν δὲ εὐθὺς τὸ ‘ὁμοίως γὰρ ὑμεῖς ἐξηπάτησθε κἀγώ’, διὰ μέσου τὸ περὶ Φιλοκράτους εἰπών· αὐτὸς ἐφ’ αὑτὸν ἤγαγεν τὴν αἰτίαν, ἁπλότητος προσχήματι κλέπτων τὴν πανουργίαν τῆς κατασκευῆς τῷ λέγειν ‘ἐμὲ γοῦν, ὦ ἄνδρες Ἀθηναῖοι, διεφθαρμένος καὶ πεπρακὼς αὑτὸν ἐλάνθανεν’, ἀλλὰ μὴ φάναι ‘κἀμέ’, ἵνα μὴ δοκῇ τὸ πᾶν ἐπιχείρημα οἰκείας διοικήσεως ἐξειργάσθαι. οὕτω μὲν ἕτερα προτείνων ἕτερα κατασκευάζει ὁ Δημοσθένης· καὶ ἑξῆς τὸ αὐτὸ ποιεῖ ἐν τῷ λόγῳ καὶ πάλιν ἑξῆς καὶ ἄχρι τέλους τοῦ παντὸς ἀγῶνος. τοῦτο μέν σοι δικανικῶν λόγων τὸ παράδειγμα [λόγων ἐσχηματισμένων], ἕτερα προτεινόντων, ἕτερα κατασκευαζόντων.

  [7] Συμβουλευτικῶν δὲ πάλιν ὁ αὐτὸς Δημοσθένης ἐν τῷ περὶ τῶν συμμοριῶν δι’ ὅλου τὴν τοιαύτην τέχνην ἐξεργάζεται. ἔχει δὲ οὕτως· οἱ μὲν Ἀθηναῖοι ὡρμήκασι μὲν πρὸς βασιλέα τῶν Περσῶν, τοιαῦτα τῶν ῥητόρων συμβουλευόντων καὶ ἐπαιρόντων αὐτοὺς ἐκ τοῦ ἐπαινεῖν τοὺς προγόνους καὶ μεμνῆσθαι τῶν πεπραγμένων πρὸς τοὺς βαρβάρους ἔργων, πρὸς δὲ τὸν Φίλιππον τὸν τῶν Μακεδόνων βασιλέα ὀκνοῦσι πολεμεῖν. ὁ δὲ Δημοσθένης αὐτὰ τὰ ἐναντία πρὸς μὲν τὸν βασιλέα πολεμεῖν αὐτοὺς οὐ βούλεται, πρὸς δὲ τὸν Φίλιππον βούλεται. ὁρᾷς δύο ὑποθέσεις ἐναντίας ἀλλήλαις; πῶς οὖν τοῦτο ποιεῖ; διπλῷ γὰρ τῷ σχήματι χρῆται. πρὸς μὲν τὸν βασιλέα οὔ φησι μὴ δεῖν πολεμεῖν, ἀλλὰ μηδέπω πολεμεῖν· εἰ γὰρ ἁπλῶς ἐκέλευε μὴ πολεμεῖν, οὐκ ἂν αὐτῷ προσεῖχον τὸν νοῦν, ὡρμηκότες πρὸς τὸν πόλεμον. ὃ δὲ φησὶ μὲν πολεμεῖν δεῖν, ἐνδιδοὺς αὐτοῖς ὃ βούλονται· πρότερον δὲ ἀξιοῖ παρασκευάζεσθαι, ἵνα ἀσφαλέστερος καὶ δικαιότερος ὁ πόλεμος γένοιτο, τέχνῃ τοῦτο ποιῶν. οἶδεν γὰρ ὅτι ἡ ἀναβολὴ ἐκλύσει τὴν ὁρμήν. καὶ εὐθύς γε μετὰ τὸ προοίμιον κλέπτων τὸ δοκεῖν συναγορεύειν βασιλεῖ τί φησιν; ‘ἐγὼ νομίζω κοινὸν ἐχθρὸν ἁπάντων τῶν ὄντων Ἑλλήνων εἶναι βασιλέα· οὐ μὴν διὰ ταῦτα παραινέσαιμ’ ἂν μόνοις τῶν ἄλλων ὑμῖν πόλεμον πρὸς αὐτὸν αἴρεσθαι’. οὕτω μὲν ἐπέχει τὴν ὁρμήν, ‹τῇ› αὐτῇ τέχνῃ Θουκυδίδῃ χρώμενος. καὶ γὰρ παρὰ τῷ Θουκυδίδῃ Ἀρχίδαμος, ὅν φησιν ὁ Θουκυδίδης συνετὸν εἶναι καὶ σώφρονα, ἐπειδὴ ἑώρα τοὺς Λακεδαιμονίους καὶ τοὺς Πελοποννησίους ὡρμημένους πρὸς τὸ πολεμεῖν τοῖς Ἀθηναίοις, οὐχὶ μὴ πολεμεῖν κελεύει (ᾔδει γὰρ οὐ πεισομένους), ἀλλὰ μηδέπω τοῦτο ποιεῖν, ἀλλὰ πρότερον παρασκευάζεσθαι. οὕτω μὲν γάρ, ὅ περ ἔφαμεν, ἐμποδίζει τὴν ὁρμὴν αὐτῶν ὁ Δημοσθένης ὁμοίως τῷ Θουκυδίδῃ. διδάσκει δὲ προελθὼν τοῦ λόγου τὸν τρόπον ἧς παρασκευασθείσης εὐτρεπὴς γίνεται κατὰ Φι�
�ίππου. καὶ οὕτως ἑκάτερος ὁ λόγος τεχνικῶς περαίνεται τῷ Δημοσθένει, τῷ βασιλεῖ μὲν μηδέπω πολεμεῖν, τῇ δὲ ἐπὶ βασιλέα παρασκευῇ ἔχειν χρῆσθαι κατὰ Φιλίππου. οὕτω μὲν δι’ ὅλου τοῦ λόγου τοῦ συμβουλευτικοῦ ἕτερα προτείνεται καὶ ἕτερα κατασκευάζεται, καὶ ὑπόθεσις ὑποθέσει συμπλέκονται. ἔχεις δύο ταῦτα παραδείγματα ἀγώνων ἑτέρων προτεινομένων, ἑτέρων συγκατασκευαζομένων, τὸ μὲν δικανικοῦ εἴδους, τὸ δὲ συμβουλευτικοῦ.

  [8] Ἐπεὶ μέντοι συμβουλευτικῶν καὶ δικανικῶν ἐμνήσθημεν, λάβε καὶ παρὰ Πλάτωνος παραδείγματα ἀγώνων πλειόνων συμπεπλεγμένων καὶ τρόπον τινὰ πάντων ‹τῶν› μερῶν τῆς ῥητορικῆς συναγομένων. ἡ Σωκράτους Ἀπολογία τὴν μὲν πρότασιν ἔχει, ὡς τὸ ἐπίγραμμα δηλοῖ, ἀπολογίαν, ἔστι δὲ καὶ Ἀθηναίων κατηγορία, εἰ τοιοῦτον ἄνδρα εἰς δίκην ὑπήγαγον. καὶ κέκρυπται τὸ πικρὸν τῆς κατηγορίας τῷ ἐπιεικεῖ τῆς ἀπολογίας· ἃ γὰρ ὑπὲρ αὑτοῦ ἀπολογεῖται, Ἀθηναίων κατηγορεῖ. δύο μὲν αὗται συμπλοκαί. τρίτη δέ· ὁ λόγος ἐστὶ Σωκράτους ἐγκώμιον, καὶ τὸ ἐπαχθὲς τοῦ λόγου ἐπεσκίασται τῷ ἀναγκαίῳ τῆς ἀπολογίας· τρίτη αὕτη συμπλοκή. καὶ γεγόνασι δύο μὲν δικανικαὶ ὑποθέσεις συνημμέναι, ἡ ἀπολογία καὶ ἡ κατηγορία· μία δὲ ἐγκωμιαστική, ὁ ἔπαινος ὁ Σωκράτους. τετάρτη συμπλοκή, ἥ περ μεγίστη ὑπόθεσις τῷ Πλάτωνι, ἔχουσα συμβουλευτικῆς ἰδέας δύναμιν, φιλόσοφον δὲ τὴν θεωρίαν· ἔστι γὰρ τὸ βυβλίον παράγγελμα, ὁποῖον εἶναι δεῖ τὸν φιλόσοφον. τοῦτο, ὡς μὲν ἐν ῥητορικῇ, συμβουλευτικὴ ἰδέα· ὡς δ’ ἐν φιλοσοφίᾳ, δόγμα παραδιδόμενον· τοιοῦτον γὰρ εἶναι τὸν φιλόσοφον, ὁποῖος ἐν τῇ Ἀπολογίᾳ φαίνεται Σωκράτης. ταύτην τὴν κρᾶσιν τῶν τεττάρων ὑποθέσεων ζηλώσας ὁ Δημοσθένης ἐν τῷ περὶ τοῦ στεφάνου τὴν μίμησιν ἐξήνεγκεν· καὶ γὰρ ἀπολογίαν ἔχει ὑπὲρ ὧν κατηγορεῖται, καὶ κατηγορίαν ἐλέγχοντος τοὺς ἠδικηκότας καὶ τῶν κακῶν αἰτίους, καὶ φανερῶς ἐγκώμιον δεικνύντος ἐφ’ οἷς ἄξιός ἐστι τοῦ στεφάνου, καὶ τὸ δόγμα ὡς ἐν λόγῳ δικανικῷ καὶ πολιτικῷ, ὁποῖον εἶναι ‹δεῖ› τὸν πολιτικὸν ἄνδρα καὶ σύμβουλον ἀγαθόν. λέγει γοῦν αὐτὸς ἐν τῷ λόγῳ σαφῶς· ‘ταῦτα καὶ τοιαῦτα πράττειν, Αἰσχίνη, τὸν καλὸν κἀγαθὸν πολίτην δεῖ’.

  [9] Ταῦτα μὲν δή σοι παρὰ Δημοσθένους καὶ Πλάτωνος. ἀλλὰ καὶ Θουκυδίδης δύο ὑποθέσεις συμπλέκει ἐν τῷ ἐπιγραφομένῳ Ἐπιταφίῳ· τῆς μὲν γὰρ ἐγκωμιαστικῆς ἰδέας ἐστὶν ὁ ἐπιτάφιος, συμπλέκεται δὲ ἰδέα συμβουλευτική. οὐ γὰρ μᾶλλον ἐπαινεῖ τοὺς τεθνεῶτας ἢ τοὺς ζῶντας ἐπὶ τὸν πόλεμον παρακαλεῖ. τοῦτο μέντοι ἀναγκαίως ποιεῖ· ὁ γὰρ λέγων ἐστὶ τὸν ἐπιτάφιον Περικλῆς, ἀνὴρ τοῦ πολέμου αἴτιος. ἔτι μέντοι τριῶν ὄντων κεφαλαίων τοῦ ἐπιταφίου, ἐπαίνου θρήνου παραμυθίας, τὸ ἓν τῶν κεφαλαίων ὑπερβαίνει, τὸν θρῆνον· οὐ γὰρ συνέφερεν τῷ συμβουλευτικῷ οὐδὲ τῇ προτροπῇ τὸ θρηνεῖν, ὥς φησιν αὐτὸς ὁ Θουκυδίδης λέγων ὧδε· ‘διό περ καὶ τοὺς τῶνδε νῦν τοκέας, ὅσοι πάρεστε, οὐκ ὀλοφύρομαι μᾶλλον ἢ παραμυθήσομαι’. ποιεῖ δὲ τοῦτο ἀναγκαίως, ἐπειδὴ ἀρχομένου τοῦ πολέμου τὸν λόγον ποιεῖται· ὡς εἰ ἐθρήνησεν τοὺς πρώτους ἀποθανόντας, ἀθύμους ἂν ἐποίησεν τοὺς μέλλοντας πολεμεῖν. αὕτη μὲν δὴ τῆς διπλῆς ὑποθέσεως ἡ χρεία. πῶς δὲ ἔμιξεν τὰς κατασκευάς, καὶ πῶς μίξας αὐτὸς ὁμολογεῖ, φέρε θεασώμεθα. ἡ γὰρ κρᾶσις ἐστὶν ἡ τέχνη τοῦ σχήματος ἐν τοῖς λόγοις. κεφάλαιόν ἐστι τοῦ ἐγκωμίου ὁ τοῦ γένους λόγος· οἱ οὖν προτρέποντες εἰς τοὺς πολέμους τὰ τῶν προγόνων ἔργα διεξιόντες παρορμῶσι τοὺς ἀκούοντας· οὕτως συνετέλεσεν ὁ ἔπαινος τοῦ γένους εἰς τὴν συμβουλήν. πάλιν αὖ κεφάλαιόν ἐστιν ἐν τοῖς ἐγκωμίοις ἡ παραβολή, τὸ παρεξετάζειν τοὺς ἐπαινουμένους ἑτέροις τοῖς εὐδοκιμοῦσιν. ἀλλὰ μὴν ἐν τοῖς συμβουλευτικοῖς λόγοις, ὅτι ῥᾴδιος ὁ πόλεμός ἐστιν, ἐκ τοῦ παραβαλεῖν τὰ τῶν οἰκείων τοῖς τῶν ἐναντίων ἀποδείκνυται. χρώμενος οὖν τῷ τῆς παραβολῆς λόγῳ καὶ τὸ ἐγκώμιον ὁμοῦ καὶ τὴν συμβουλὴν περαίνει. τοῦτο γὰρ ὑπέστη μὲν ἀποδείξειν ἀρχόμενος μὲν τοῦ λόγου ὑπισχνούμενος, ἐπὶ τέλει δὲ βεβαιούμενος, ὅπου καὶ ἐναλλάττει τὴν τάξιν τῶν κεφαλαίων καὶ δείκνυσιν, ὅτι πρεσβύτερον ἦν τῷ ῥήτορι τὸ τῆς συμβουλῆς τοῦ ἐγκωμιαστικοῦ λόγου. λέγει γὰρ ὧδε· ‘ἀπὸ οἵας τε ἐπιτηδεύσεως ἦλθον ἐπ’ αὐτά, καὶ τρόπων ἐξ ὧν μεγάλα ἐγένετο, ταῦτα δηλώσας πρῶτον εἶμι καὶ ἐπὶ τὸν τῶνδε ἔπαινον, νομίζων ἐπί τε τῷ παρόντι οὐκ ἂν ἀπρεπῆ λεχθῆναι [δεῖν] αὐτά, καὶ τὸν πάντα ὅμιλον καὶ ἀστῶν καὶ ξένων σύμφορον εἶναι ἐπακοῦσαι αὐτῶν’. ταῦτα μὲν ἐπ’ ἀρχῇ· προἰόντος δὲ τοῦ λόγου ἀποδείξας καὶ κεράσας ἐπάγει λέγων· ‘καὶ [εἰ] ἐμήκυνα τὰ περὶ τῆς πόλεως, διδασκαλίαν τε ποιούμενος μὴ περὶ ἴσου ἡμῖν εἶναι τὸν ἀγῶνα καὶ οἷς τῶνδε μηδὲν ὑπάρχει, καὶ τὴν εὐλογίαν ἅμα ἐφ’ οἷς νῦν λέγω φανερὰν σημείοις καθιστάς’. τὸ γὰρ ‘ἐπί τε τῷ παρόντι οὐκ ἂν ἀπρεπῆ λεχθῆναι αὐτά’ τῆς ἐγκωμιαστικῆς ἰδέας ἐστί· τὸ γὰρ κεφάλαιον ἐγκωμίου. τὸ δὲ
‘καὶ τὸν πάντα ὅμιλον καὶ ἀστῶν καὶ ξένων σύμφορον εἶναι ἐπακοῦσαι αὐτῶν’ τῆς συμβουλευτικῆς ἰδέας ἐστίν· κυριώτατον γὰρ ἐν συμβουλῇ κεφάλαιον τὸ συμφέρον. καὶ ‘διδασκαλίαν ποιούμενος μὴ περὶ ἴσου ἡμῖν εἶναι τὸν ἀγῶνα καὶ οἷς τῶνδε μηδὲν ὑπάρχει’ τῆς συμβουλῆς ἀπόδειξιν ἔχει. τὸ δὲ ‘τὴν εὐλογίαν ἅμα ἐφ’ οἷς νῦν λέγω φανερὰν σημείοις καθιστάς’ τοῦ ἐγκωμίου δείκνυσι τὴν ἰσχύν· τὴν δὲ κρᾶσιν αὐτῶν τὸ ‘ἅμα’ δηλοῖ. ταῦτά σοι καὶ παρὰ Θουκυδίδου.

 

‹ Prev