Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79)

Home > Other > Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) > Page 340
Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) Page 340

by Dionysius of Halicarnassus


  [10] Ἀλλὰ καὶ Εὐριπίδης ὁ ποιητὴς ἐν ὅλῳ δράματι λόγον ἐσχηματισμένον περαίνει, ἐν τῇ Μελανίππῃ τῇ σοφῇ. κἀκεῖ δὲ τὸ σχῆμα διπλοῦν, τὸ μὲν αὐτοῦ τοῦ ποιητοῦ, τὸ δὲ τοῦ ὑποκειμένου προσώπου τῆς Μελανίππης. συγγέγονεν Ἀναξαγόρᾳ ὁ Εὐριπίδης· δόγμα δὲ ἦν Ἀναξαγόρου τὸ ‘ὁμοῦ πάντα χρήματα’. μετὰ ταῦτα συγγενόμενος Σωκράτει καὶ κρείττονος λόγου μετασχών, ἀξιώσας, ὡς ἐμοὶ δοκεῖ, καὶ τὸν Ἀναξαγόρου λόγον μνήμης ἐν τοῖς δράμασιν, ἐξήγαγεν αὐτὸ τὸ δόγμα ἐν τῇ Μελανίππῃ τῇ σοφῇ. ἡ γοῦν ἀρχὴ τοῦ λόγου αὐτῷ αἰνίττεται τὴν πρὸς τὸν διδάσκαλον εὔνοιαν· φησὶ γὰρ ἡ Μελανίππη

     Καὶ οὐκ ἐμὸς ὁ μῦθος, ἀλλ’ ἐμῆς μητρὸς πάρα. ὁ μὲν Εὐριπίδου σχηματισμὸς οὗτος· ὁ δὲ τῆς Μελανίππης τίς; τὰ παιδία ἐξέθηκεν εἰς τὰ τοῦ πατρὸς βουφόρβια· ὁ δὲ πατὴρ οἰόμενος εἶναι τοῦτο τέρας γνώμην ποιεῖται κατακαῦσαι τὰ παιδία· ἣ δὲ σῷσαι βουλομένη τὰ τέκνα, ὅτι μηδέν ἐστι τέρας, φιλοσοφεῖ. καὶ οὕτως τὴν αὑτῆς χρείαν διοικεῖται ἐν παραινέσεως σχήματι φιλοσοφοῦσα.

  [11] Ἡ δέ γε κωμῳδία ὅτι πολιτεύεται ἐν τοῖς δράμασι καὶ φιλοσοφεῖ, ἡ τῶν περὶ τὸν Κρατῖνον καὶ Ἀριστοφάνην καὶ Εὔπολιν, τί δεῖ καὶ λέγειν; ἡ γάρ τοι κωμῳδία αὐτὴ τὸ γελοῖον προστησαμένη φιλοσοφεῖ. Ξενοφῶν δὲ ὁ καλὸς ὡς ἐν τῇ Παιδείᾳ βουλόμενος τοὺς ἐκ τοῦ δήμου τῶν Περσῶν ὁμοσκεύους ποιῆσαι τοῖς ὁμοτίμοις, καὶ πάλιν βουλόμενος κοινὸν ἀγῶνα ἀρετῆς τοῖς ἄριστα στρατευσομένοις προτιθέναι, τοῖς τε ὁμοτίμοις διαλεγόμενος ἐν Κύρου λόγῳ ὡς αὐτοῖς χαριζόμενος, καὶ τοῖς δημοτικοῖς ὡς ἐκείνων προνοούμενος ‹σχηματίζει› ἐν ἑκατέρῳ τῷ λόγῳ, παρίημι λέγειν. ἐν δὲ τῇ Ἀναβάσει ὑποπτεύουσι μὲν οἱ στρατιῶται, ὡς ἐπὶ βασιλέα ὁ στόλος ἐστί, καὶ οὐκ ἔτι ἕπεσθαι Κύρῳ βούλονται· ὁ δὲ Κλέαρχος ἐν τοῖς στρατιώταις δημηγορεῖ ὑπισχνούμενος μὲν ἕψεσθαι τοῖς στρατιώταις πανταχόσε, ἐν δὲ τῷ λόγῳ κατασκευάζων τὸ ἀναγκαῖον εἶναι μένειν, μιμούμενος τὸν Ὁμήρου Φοίνικα. καὶ γὰρ ἐκεῖνος ἐν ταῖς Λιταῖς προτείνεται τὴν ὑπόθεσιν τῶν λόγων τοῦ Ἀχιλλέως, ὡς οὐ δυνατὸν ‹ὂν› αὑτῷ μένειν, ἂν ἐκεῖνος ἀπίῃ, ἀλλὰ πάντως ἑψόμενος τῷ Ἀχιλλεῖ. τὰς δὲ αἰτίας λέγων δι’ ἃς οὐκ ἂν ἀπολειφθείη τοῦ Ἀχιλλέως, ὅτι χρὴ μένειν τὸν Ἀχιλλέα κατασκευάζει, τῷ μὲν δοκεῖν δεικνύς, καθ’ ἃς προφάσεις οὐ μενετέον αὑτῷ, ἔργῳ δὲ ἀπαιτῶν τὰς χάριτας, ἃς εἰς τὸν Ἀχιλλέα κατέθετο θρέψας καὶ παιδεύσας, Ἀγαμέμνονι δὲ χάριν φέρων τῷ λόγῳ. καὶ ὅτι ταῦτα διανοούμενος τὸ σχῆμα τῶν λόγων ἐποιήσατο, αὐτὸς Ἀχιλλεὺς ἐπεκδιδάσκει. ὅπερ Ὁμήρῳ ἔθος, καὶ ὅστις ἄλλος μετεχειρίσατο τὸ εἶδος τοῦτο, παρ’ Ὁμήρου μαθὼν τοῦτο ποιεῖ, τὸ ἐν ταῖς τῶν ἀποκρινομένων ῥήσεσι τῶν προειπόντων τὰς τέχνας διδάσκειν. λέγει τοίνυν ὁ Ἀχιλλεύς

     Μή μοι σύγχει θυμὸν ὀδυρόμενος καὶ ἀχεύων,

     Ἀτρείδῃ ἥρωϊ φέρων χάριν.

  ὁρᾷς, ὡς τὴν τέχνην ὁ μαθητὴς τοῦ διδασκάλου ἀπεκάλυψεν δεικνὺς ὅτι συνῆκεν, ὡς πάντα εἰς χάριν Ἀγαμέμνονος λέγεται καὶ ἐπὶ τῷ τὸν θυμὸν μαλάξαι τοῦ Ἀχιλλέως. εἶτα ἐπειδὴ χάριτας αὐτῷ κατελογίσατο ὁ Φοῖνιξ, ἵνα μὴ δοκοίη ἀχάριστος εἶναι, καὶ αὐτὸς πλαγίως ἀπολύεται τὴν αἰτίαν·

     ἶσον ἐμοὶ βασίλευε καὶ ἥμισυ μείρεο τιμῆς.

  [12] Ταῦτα μὲν ‹τὰ› παραδείγματα ἕτερα προτείνοντος τοῦ ῥήτορος. ὑπολείπεται δὲ ἡμῖν ὁ λόγος ὁ περὶ τῶν τὰ ἐναντία λεγόντων οἷς βούλονται· ἐπειδὴ ‹δὲ› οὗτος ὁ λόγος τὸ τελεώτατον σχῆμά ἐστιν, πρότερον δείξωμεν παρὰ Ὁμήρῳ καὶ ‹ἃ› ἄλλα σχήματα ὑπεθέμεθα. ἦν δὲ τάδε· τὸ δοκεῖν τὰ αὐτὰ λέγοντα ἑτέραν ὑπόθεσιν περαίνειν, καὶ ‹τὸ› δοκεῖν ἐναντιούμενον ὡς ἐν ἑτέρῳ λόγῳ τὰς τῶν ἐσχηματισμένων ἀγώνων κατασκευὰς ποιησόμενον ἀναβολῇ τὸ σχῆμα παραδοῦναι. τούτων τοίνυν τὰ παραδείγματα τίνα; ἐν τῷ β τῆς Ἰλιάδος, ὅτε κατέχουσιν τὸ Ἑλληνικὸν ὅ τε Ὀδυσσεὺς καὶ Νέστωρ, δοκοῦσιν μὲν ἀμφότεροι εἰς τὴν αὐτὴν ὑπόθεσιν λέγειν οὐ μόνον γε ἀλλὰ καὶ τὰ αὐτὰ λέγειν·

     ὥστε γὰρ ἢ παῖδες νεαροὶ χῆραί τε γυναῖκες

     ἀλλήλοισιν ὀδύρονται οἶκον δὲ νέεσθαι·

  ταῦτα Ὀδυσσεύς· ὁ δέ γε Νέστωρ

     ὢ πόποι, ἦ δὴ παισὶν ἐοικότες ἀγοράασθε

     νηπιάχοις, οἷς οὔ τι μέλει πολεμήια ἔργα.

  πάλιν Ὀδυσσεύς

     οὐδέ τοι ἐκτελέουσιν ὑπόσχεσιν, ἥν περ ὑπέσταν

     ἐνθάδ’ ἔτι στείχοντες ἀπ’ Ἄργεος ἱπποβότοιο.

  εἶτα ὁ Νέστωρ

     ἐν πυρὶ δὴ βουλαί τε γενοίατο μήδεά τ’ ἀνδρῶν. καὶ πάλιν Ὀδυσσεὺς τὴν Κάλχαντος μαντείαν λέγει καὶ τὸ τέρας τὸ περὶ τὸν δράκοντα καὶ τὰ τῆς στρουθοῦ τέκνα. ὁ δέ γε Νέστωρ

     φημὶ γὰρ οὖν κατανεῦσαι ὑπερμενέα Κρονίωνα, καὶ λέγει τὰ οὐράνια σημεῖα καὶ τὰς δεξιὰς ἀστραπάς. ὅθεν καὶ παρέσχετο τοῖς πολλοῖς ζήτησιν, πότερος ἀμείνων ῥήτωρ ἐν τοῖς λόγοις τούτοις, Ὀδυσσεὺς ἢ Νέστωρ· καὶ μαρτύρονταί γε τὸν
Ὅμηρον ἑκάτεροι λέγοντα, ὡς τὸν μὲν Ὀδυσσέα ἐπῄνεσεν τὸ πλῆθος, τὸν δὲ Νέστορα ὁ Ἀγαμέμνων· οἳ μὲν

     μῦθον ἐπαινήσαντες Ὀδυσσῆος θείοιο, ὃ δὲ εἰπών

     τοιοῦτοι δέκα μοι συμφράδμονες εἶεν Ἀχαιῶν.

  καὶ ἄλλην πολλὴν φλυαρίαν περὶ τὴν παραβολὴν τῶν λόγων φλυαροῦσιν. τὸ δὲ ἦν ἄρα τέχνη· τοσοῦτον γὰρ ἀπέχουσιν τοῦ ταὐτὰ λέγειν, ὥστε οὐδ’ εἰς τὴν αὐτὴν ὑπόθεσιν λέγουσιν· σόφισμα δὲ τοῦτό ἐστι καὶ πάλαισμα τῶν ἀκουόντων. τί τοῦτο τὸ σόφισμα; ὁ μὲν Ὀδυσσεὺς κατασχεῖν βούλεται τοὺς Ἕλληνας ὡρμημένους ἀπιέναι· ὁ δὲ Νέστωρ κατεσχημένους ὑπὸ τοῦ Ὀδυσσέως καὶ μένοντας ἐκστρατεῦσαι βούλεται κατὰ γένη ἑκάστους ὑπὸ τῷ οἰκείῳ ἡγεμόνι. καὶ ἔστιν αὐτῷ ἡ τῶν λόγων ὑπόθεσις οὐχ ἥ περ τῷ Ὀδυσσεῖ· γελοῖος γὰρ ἂν ἦν πεπεισμένοις ἔτι διαλεγόμενος. ἀλλὰ τίς ἡ ὑπόθεσις τοῦ Νέστορος;

     κρῖν’ ἄνδρας κατὰ φῦλα, κατὰ φρήτρας, Ἀγάμεμνον·

     ὣς φρήτρη φρήτρῃφιν ἀρήγει, φῦλα δὲ φύλοις

  καὶ τὰ τούτοις ἐφεξῆς εἰρημένα. διὰ τοῦτο καὶ πάνυ ἀρέσκει τῷ Ἀγαμέμνονι ὁ λόγος ὁ Νέστορος· ὁ γὰρ Νέστωρ, ὃ μάλιστα βούλεται ὁ Ἀγαμέμνων, τοῦτο περαίνει. βούλεται δὲ ἐκστρατεῦσαι τοὺς Ἕλληνας· διὸ καὶ τὴν ἀπόπειραν πεποίηται·

     ἀλλ’ ἄγετ’, αἴ κέν πως θωρήξομεν υἷας Ἀχαιῶν.

  διὰ τοῦτο ἐπαινεῖ τὸν Νέστορα, βουλόμενος πάντας τοὺς ἡγεμόνας καὶ τὸν δῆμον τῶν στρατιωτῶν ὁμοίως ὁμογνώμονας αὐτῷ γενέσθαι, λέγων

     τοιοῦτοι δέκα μοι συμφράδμονες εἶεν Ἀχαιῶν. ἔνθα δὴ καὶ παραμυθούμενος τοὺς Ἕλληνας ὑπὲρ Ἀχιλλέως ἀγανακτοῦντας, ὁμολογίαν ἤδη ποιεῖται τοῦ ἁμαρτήματος, ἐπάγων τάδε τὰ ἔπη·

     καὶ γὰρ ἐγὼν Ἀχιλεύς τε μαχησάμεθ’ εἵνεκα κούρης

     ἀντιβίοις ἐπέεσσιν· ἐγὼ δ’ ἦρχον χαλεπαίνων.

     εἰ δέ ποτ’ ἔς γε μίαν βουλεύσομεν, οὐκέτ’ ἔπειτα

     Τρωσὶν ἀνάβλησις κακοῦ ἔσσεται οὐδ’ ἠβαιόν. αὕτη οὖν ἡ τέχνη· ἐπειδὴ κατεσχημένους ὁρᾷ τοὺς Ἕλληνας ὑπὸ τοῦ Ὀδυσσέως, μέλλει δὲ ἕτερον ἐπάξειν λόγον, τὸν τοῦ πῶς δεῖ στρατεύεσθαι ἑκάστους, διὰ τῶν πεπεικότων ἤδη λόγων πορεύεται, ἵνα δεξαμένων τῶν ἀκροατῶν ἃ ἐπῄνεσαν λάθῃ ἐπαγαγὼν τὴν ἰδίαν ὑπόθεσιν. τοῦτο μὲν τὸ παράδειγμα τοῦ τὰ αὐτὰ δοκοῦντα ἑτέρῳ λέγειν ἕτερα ἀγωνίζεσθαι.

  [13] Ὁ δὲ Διομήδης τί ποτε αὑτῷ βούλεται ἀθυμοῦντι τῷ Ἀγαμέμνονι λοιδορούμενος ἀκαίρως, ὡς ἄν τις οἰηθείη, καὶ ἀσυμφώνως τῇ αὑτοῦ γνώμῃ καὶ ἀνακολούθως τῇ τοῦ προοιμίου θεραπείᾳ;

     Ἀτρείδη, σοὶ πρῶτα μαχέσσομαι ἀφραδέοντι,

     ἣ θέμις ἐστίν, ἄναξ, ἀγορῇ· σὺ δὲ μή τι χολωθῇς.

  τὸ μὲν προοίμιον ἀνδρὸς πράου, τὴν μέλλουσαν παρρησίαν ὡς ἐπὶ συμφέροντι γενησομένην παραμυθουμένου· ἃ δὲ ἐπιφέρει·

     ἀλκὴν μέν μοι πρῶτον ὀνείδισας ἐν Δαναοῖσιν,

     φὰς ἔμεν ἀπτόλεμον καὶ ἀνάλκιδα. ταῦτα δὲ πάντα

     ἴσασ’ Ἀργείων ἠμὲν νέοι ἠδὲ γέροντες.

     σοὶ δὲ διάνδιχ’ ἔδωκε Κρόνου παῖς ἀγκυλομήτεω.

     σκῆπτρον μέν τοι δῶκε τετιμῆσθαι περὶ πάντων·

     ἀλκὴν δ’ οὔ τοι δῶκεν, ὅ τοι κράτος ἐστὶ μέγιστον.

  πῶς οὖν ταῦτα ἂν ἀλλήλοις συνᾴδοι τὸ ἀτυχοῦντι μνησικακεῖν τῷ Ἀγαμέμνονι τὸν Διομήδην, καὶ ‹τὸ› ὅτε μὲν ὠνείδισε, πράως ἐνεγκεῖν καὶ τῷ χαλεπαίνοντι Σθενέλῳ ἐπιτιμῆσαι

     Τέττα, σιωπῇ ἧσο, ἐμῷ δ’ ἐπιπείθεο μύθῳ·

     οὐ γὰρ ἐγὼ νεμεσῶ Ἀγαμέμνονι ποιμένι λαῶν·

  ἐνταῦθα δὲ ἀπομνημονεύειν; εἰ γάρ τις φαίη διὰ τὸ ἠριστευκέναι τὸν Διομήδην ταῦτα ποιεῖν, ἀποφαίνει τὸν ἄνδρα ἀπαίδευτον, οὐ μετρίως τῇ εὐτυχίᾳ χρώμενον. ἀλλὰ τί ταῦτ’ ἐστίν; αὐτὴ ἡ κατηγορία Ἀγαμέμνονος μεγίστη παρὰ τοῦ Διομήδους τῷ βασιλεῖ συνηγορία ἐστί. βουλόμενος γὰρ αὐτῷ βοηθῆσαι καὶ κατασχεῖν τοὺς Ἕλληνας, ἐν προσποιήσει τῆς πρὸς αὐτὸν ὀργῆς καὶ παρρησίας ἀναμένειν παραινεῖ, καὶ ὡς ἀγανακτῶν, εἰ οἴεται ὁ Ἀγαμέμνων τοὺς Ἕλληνας πεισθήσεσθαι ἀποπλεῖν, οὕτω πρὸς αὐτὸν παρρησιάζεται, ἐπιφέρων ταῖς λοιδορίαις τὴν ἔντεχνον ὑπόθεσιν·

     δαιμόνι’, οὕτω που μάλα ἔλπεαι υἷας Ἀχαιῶν

     ἀπτολέμους τ’ ἔμεναι καὶ ἀνάλκιδας, ὡς ἀγορεύεις;

  καὶ ὅσα ἑξῆς ἐπιλέγει τὸν Ἀγαμέμνονα κελεύων, εἰ βούλεται, ἀποπλεῖν, τοὺς δὲ Ἕλληνας οὐκ ‹ἂν› ἀνασχέσθαι ἀπελθεῖν φάσκων· ἐπὶ τέλει δὲ νεανικῶς πάνυ ἐπαπειλῶν

     εἰ δὲ καὶ αὐτοί,

     φευγόντων ....

     νῶι δ’, ἐγὼ Σθένελός τε, μαχησόμεθ’, εἰς ὅ κε τέκμωρ

     Ἰλίου εὕρωμεν· σὺν γὰρ θεῷ εἰλήλουθμεν.

  τοῦτό σοι τὸ παράδειγμα τοῦ κατηγοροῦντα συναγορεύειν, ἐσχηματισμένῳ τῷ λόγῳ χρώμενον.

  [14] ὁ δὲ Νέστωρ διαδεξάμενος τὸν λόγον παρὰ τοῦ Διομήδους τί ποιεῖ, θεασώμεθα καὶ τῶν λόγων τὴν τέχνην ἐξετάσωμεν, πρότερον τὴν ἀτοπίαν, ἂν ἁπλῶς ᾖ λεγόμενος ὁ λ�
�γος, καταμαθόντες. ἐπαινεῖ μὲν γὰρ τὸν Διομήδην τῶν εἰρημένων, ἐπαινέσας δὲ οὔ φησι πάντα ἐκτελέσαι τὸν λόγον καὶ τοῦ μὴ ἐκτελέσαι τὰ ῥητέα τὴν ἡλικίαν αἰτιᾶται. ὑπισχνεῖται δὲ αὐτὸς ἐρεῖν καὶ πάντα διεξελεύσεσθαι· εἶτα μακρὰ προοιμιασάμενος καὶ ἐπανατεινάμενος λόγους τινὰς θαυμαστοὺς ὡς ἐρῶν, τοὺς μὲν φύλακας ἐκπέμπει ἐπὶ τὴν φυλακήν, τῷ δὲ Ἀγαμέμνονι συμβουλεύει δαῖτα παρασκευάζειν τοῖς γέρουσι, κἀκεῖ φησὶν πολλῶν λεγόντων τὰ παρὰ τοῦ ἄριστα λέγοντος αἱρήσεσθαι τὸν Ἀγαμέμνονα. ταῦτα οὑτωσὶ μὲν ἀκοῦσαι ἄτοπά ἐστιν. ἀλλ’ εἰδέναι χρή, ὅτι ‹ὁ› Νέστωρ καὶ αὐτὸς σχηματίζει, καὶ δέχεται μὲν τὰ παρὰ τοῦ Διομήδους εἰρημένα, οὐχ ᾗ γνώμῃ ‹δὲ ὁ› Διομήδης εἶπεν, ἀλλ’ ὡς αὐτῷ συμφέρει πρὸς τὸν λόγον. ὁ γὰρ Διομήδης χαριζόμενος τῷ Ἀγαμέμνονι ἐπέπληξεν αὐτῷ· ὃ δὲ ἐπῄνεσεν αὐτοῦ τὴν παρρησίαν, ὡς καλῶς αὐτὸν λοιδορησάμενον τῷ Ἀγαμέμνονι. τί οὖν τοῦτο βούλεται; παρασκευάσαι βούλεται τὸν Ἀγαμέμνονα ἱκετεῦσαι τὸν Ἀχιλλέα, καὶ διὰ τοῦτο ἀποδέχεται τοῦ νεανίσκου τὴν εἰς τὸν βασιλέα παρρησίαν. ‘ἀτὰρ οὐ τέλος ἵκεο μύθων’ φησίν, ‘ἦ μὴν καὶ νέος ἐσσί’ ...,

 

‹ Prev