Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79)

Home > Other > Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) > Page 342
Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) Page 342

by Dionysius of Halicarnassus

   σοὶ δὲ διάνδιχ’ ἔδωκε Κρόνου παῖς ἀγκυλομήτεω,

     σκήπτρῳ μέν τοι δῶκε τετιμῆσθαι περὶ πάντων·

     ἀλκὴν δ’ οὔ τοι δῶκεν, ὅ τε κράτος ἐστὶ μέγιστον.

     δαιμόνι’, οὕτω που μάλα ἔλπεαι υἷας Ἀχαιῶν

     ἀπτολέμους τ’ ἔμεναι καὶ ἀνάλκιδας, ὡς ἀγορεύεις;

     εἰ δέ τοι αὐτῷ θυμὸς ἐπέσσυται, ὥστε νέεσθαι,

     ἔρχεο· πάρ τοι ὁδός. νῆες δέ τοι ἄγχι θαλάσσης

     ἑστᾶσ’, αἵ τοι ἕποντο Μυκήνηθεν μάλα πολλαί.

     ἀλλ’ ἄλλοι μενέουσι καρηκομόωντες Ἀχαιοί,

     εἰς ὅ κέ περ Τροίην διαπέρσομεν· εἰ δὲ καὶ αὐτοί,

     φευγόντων σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν·

     νῶι δ’, ἐγὼ Σθένελός τε, μαχησόμεθ’, εἰς ὅ κε τέκμωρ

     Ἰλίου εὕρωμεν· σὺν γὰρ θεῷ εἰλήλουθμεν.

  οὗτος ὁ λόγος, ἂν μή τι ἕτερον διοικῆται ἢ λέγῃ, παντάπασιν ἄτοπός ἐστι καὶ ἀσχήμων· τὸ γὰρ ἐν κακοῖς ἐπιτίθεσθαι τῷ βασιλεῖ καὶ λοιδορεῖσθαι ἀπρεπέστατον. καὶ ἔοικέ πως ὁ Διομήδης ὁμολογεῖν, ὅτι ἀπρεπῶς χρῆται τῷ λόγῳ· προοιμιάζεται γοῦν παραιτούμενος. καὶ ἀτοπώτατον πρᾶγμα λέγειν, ὅτε μὲν αὐτῷ ὠνείδιζεν ὁ Ἀγαμέμνων, ἤνεγκεν εὐπρεπῶς καὶ τῷ Σθενέλῳ ἀποκρινομένῳ ἐπετίμησεν

     Τέττα, σιωπῇ ἧσο, ἐμῷ δ’ ἐπιπείθεο μύθῳ.

     Οὐ γὰρ ἐγὼ νεμεσῶ Ἀγαμέμνονι ποιμένι λαῶν

     ὀτρύνοντι μάχεσθαι ἐυκνήμιδας Ἀχαιούς.

  νῦν δὲ ἀναμιμνῄσκεται καὶ μνησικακεῖ. εἰ δέ τις φαίη ‘ἐπειδὴ ἠρίστευσεν, θαρρεῖ’, τοσούτῳ μᾶλλον ὑβριστότερος φαίνεται, εἰ τῇ τύχῃ ἐντρυφᾷ. ἀλλ’ εἰδέναι χρή, ὅτι αὗται αἱ λοιδορίαι αἱ πρὸς Ἀγαμέμνονα χρυσὸς ἦν τῷ Ἀγαμέμνονι. ἐν γὰρ σχήματι τοῦ ἀγανακτεῖν πρὸς αὐτὸν συναγορεύει· καὶ βουλόμενος παραινέσαι τοῖς ἀριστεῦσι μένειν καὶ μὴ ἀπαλλάττεσθαι οὐκ ἐν σχήματι παραινέσεως διαλέγεται ἀλλ’ ἐν ὀργῆς τῆς πρὸς τὸν Ἀγαμέμνονα σχήματι κατετόλμησεν τοιαύτην γνώμην καταθέσθαι εἰς μέσον. ἤδη γὰρ ἡ λοιδορία ἐπὶ τοῦτο ἔρχεται·

     δαιμόνι’, οὕτω που μάλα ἔλπεαι υἷας Ἀχαιῶν

     ἀπτολέμους τ’ ἔμεναι καὶ ἀνάλκιδας, ὡς ἀγορεύεις;

  ἃ γὰρ ἔδει συμβουλεύοντα πείθειν, μένειν, ταῦτα λέγει ὡς ἀγανακτῶν, εἰ ἀξιοῖ μένειν αὐτοὺς ὡς φεύγοντας· προτείνεται γάρ. εἶθ’ ἡ ἐπίτασις τοῦ ‘σὺ πορεύου, καὶ οἱ ἄλλοι μενοῦσιν’. οὐ γὰρ ἀξιοῖ συμβουλεύειν μένειν, ἀλλ’ ὡς πεπεισμένων διαλέγεται· εἶτα φοβούμενος, μὴ ἐνδῶσιν, καὶ αὐτοῖς συγχωρεῖ φεύγειν. οὗτος ὁ σχηματισμός ἐστι τοῦ ἄλλα λέγοντα ἄλλα διοικεῖν.

  [5] Τὸ δὲ τὰ ἐναντία οἷς λέγει διοικεῖσθαι ἐν τῇ ἀναγκαιοτάτῃ ἐστὶ δημηγορίᾳ τῇ Ἀγαμέμνονος. καὶ τηρητέον, ὅτι ἐν κινδύνοις οἱ σχηματισμοὶ εὑρίσκονται. ὁ γὰρ Ἀγαμέμνων ἀπόρως ἔχει ἐκστρατεῦσαι τοὺς Ἕλληνας, καὶ προτείνει αὐτὸς τὴν ἀπορίαν·

     Ἀλλ’ ἄγετ’ αἴ κέν πως θωρήξομεν υἷας Ἀχαιῶν.

     πρῶτα δ’ ἐγὼν ἔπεσιν πειρήσομαι, ἣ θέμις ἐστί,

     καὶ φεύγειν σὺν νηυσὶ πολυκλήισι κελεύσω·

     ὑμεῖς δ’ ἄλλοθεν ἄλλος ἐρητύειν ἐπέεσσιν.

  καὶ τῆς διαπείρας ἡ αἰτία φανερὰ τῷ νοῦν ἔχοντι, ὅτι ἐπειδὴ ὁ Ἀχιλλεὺς ἀφέστηκεν τοῦ Ἑλληνικοῦ καὶ οὐ συστρατεύεται (ἦν δὲ ἡγεμὼν πάντως τοῦ στρατεύματος), ζητεῖ, πῶς ἂν δίχα Ἀχιλλέως ἐξέλθοιεν. καὶ οἶδεν τοὺς Ἕλληνας ὀργιζομένους ἐπ’ Ἀχιλλεῖ, καὶ φοβεῖται, μὴ ἄρα, ἂν κελεύσῃ, οὐχ ὑπακούσωσιν τοῦ ταγεύοντος·

     ἀλλ’ ἄγετ’ αἴ κέν πως θωρήξομεν υἷας Ἀχαιῶν καὶ τὸ

     πρῶτα δ’ ἐγὼν ἔπεσιν πειρήσομαι, ἣ θέμις ἐστί,

     καὶ φεύγειν σὺν νηυσὶ πολυκλήισι κελεύσω.

  καὶ ἐάν τις προτείνῃ ἡμῖν, ὅτι οὐ τυγχάνει τῆς προαιρέσεως Ἀγαμέμνων, ἀλλ’ ἀποπειρώμενος κινδυνεύει ἡττᾶσθαι καὶ ἀτυχῶς χρῆται τῷ λόγῳ (ὡρμήκασι γὰρ εἰς τὰς πατρίδας), ἀγνοεῖ ὅτι Ἀγαμέμνονος τέχνη αὕτη ἐστὶ τὸ ὁρμῆσαι αὐτούς· οὐ γὰρ οἴεται τῇ ἀποπείρᾳ τῶν λόγων καθέξειν αὐτούς. ἀλλὰ τίς ἡ τέχνη; ἐπειδὴ ἀγανακτοῦσιν ὑπὲρ Ἀχιλλέως, οὐκ ἐνδείκνυνται δὲ τὴν ἀγανάκτησιν, ἕως ἂν χρεία γένηται ἐξόδου, βούλεται αὐτοὺς ἀπορρῆξαι τὸν θυμὸν καὶ φανεροὺς γενέσθαι ὀργιζομένους, καὶ ὑπὸ τῶν ἀρίστων κατασχεθῆναι. τοῦτό τοι καὶ γίνεται· φαίνονται ἑτοίμως ἀπιόντες εἰς τὰς πατρίδας, Ὀδυσσεὺς δὲ καὶ Νέστωρ κατέχουσιν αὐτούς. ταῦτα οὖν ὁ Ἀγαμέμνων ἀποπειρώμενος φανερῶς τοῦ σχήματος τὴν διδασκαλίαν παιδεύει· τὰ γὰρ ἐναντία οἷς βούλεται λέγει. ἔστι δὲ ἡ μέθοδος τούτων τῶν λόγων θαυμαστή τις καὶ ἄτοπος· τὰς γὰρ ἐν λόγοις ῥητορικοῖς κακίας ταύτας αὕτη ἡ ἰδέα ἀρετὰς ἀναφαίνει. εἰσὶ δὲ κακίαι λόγων ῥητορικῶν τό τε εὐδιάλυτα λέγειν καὶ τὸ ἀγχίστροφα· ὧν τὸ μὲν ἀσθενείας, τὸ δὲ καὶ κινδύνου. δι’ ἀμφοτέρων πορεύεται ὁ Ἀγαμέμνων εἰκότως. ὥσπερ γὰρ ὅταν τις ἃ βούληται λέγῃ, οὐ χρὴ αὐτὸν οὔτ’ ἐναντίοις ἔπεσι χρῆσθαι οὔτ’ εὐδιαλύτοις, οὕτως ὅταν τις ὧν λέγῃ τὰ ἐναντία
βούληται, ἀνάγκη αὐτῷ τὴν κακίαν τὴν ἐπὶ τῶν λόγων ἀρετὴν ἐνταῦθα ποιήσασθαι· εἰ δὲ μή, συμβήσεται αὐτῷ ἐναντιώσει περιπεσεῖν ἄλλα τε πεῖσαι, οὐχ ἃ βούλεται. τοῦτο μὲν οὖν καὶ οἱ μελετῶντες ἴσασιν. ὅταν γάρ τις προσέλθῃ τῇ βουλῇ ἀξιῶν ἀποθανεῖν, οὐδεὶς αὐτῶν ἀποθανεῖν βούλεται, ἀλλὰ τὰ ἐναντία βούλεται ὧν λέγει. καὶ οἱ τὰ δῶρα ‹τὰ› παρὰ τῶν φίλων ἀπωθούμενοι, βουλόμενοι δέξασθαι, λέγουσιν μὲν τὰ ἐναντία, πράττουσιν δὲ τὰ ἐναντία. δεῖ οὖν ἡμᾶς διδάξαι, πῶς μὲν λέγει εὐδιάλυτα καὶ στρεφόμενα, τὸ δὲ μέγιστον, πῶς ἔλαθεν τοῦτο ποιῶν· ἐπεὶ συμβήσεται, ἂν κατάφωρος ἡ τέχνη γένηται, καὶ τὸν ἀκούοντα ἀντιτεχνάζειν καὶ ἀντισχηματίζειν, προσποιούμενον πείθεσθαι καὶ συγχωρεῖν. ὅτι μέντοι εὐδιάλυτα λέγει, ἐκεῖνο σημεῖον·

     ὃς πρὶν μέν μοι ὑπέσχετο καὶ κατένευσεν

     Ἴλιον ἐκπέρσαντ’ εὐτείχεον ἀπονέεσθαι·

  εἰ τοίνυν ὑπέσχετο καὶ κατένευσεν, περιμενετέον.

     νῦν δὲ κακὴν ἀπάτην βουλεύσατο, καί με κελεύει

     δυσκλέα Ἄργος ἱκέσθαι· πάλιν ἀντιλαβὴν ἔχει· οὐ γὰρ δεῖ δυσκλεᾶ ἀπιέναι. ταῦτα μὲν εὐδιάλυτα· ἐκεῖνα δὲ σαφῶς στρεφόμενα

     αἰσχρὸν γὰρ τόδε γ’ ἐστὶ καὶ ἐσσομένοισι πυθέσθαι,

     μὰψ οὕτω τοιόνδε τοσόνδε τε λαὸν Ἀχαιῶν

     ἄπρηκτον πόλεμον πολεμίζειν ἠδὲ μάχεσθαι.

  ταὐτὰ φανερῶς ὁ ἀντιλέγων ἐρεῖ·

     αἰσχρὸν γὰρ τόδε γ’ ἐστὶ καὶ ἐσσομένοισι πυθέσθαι.

  πῶς οὖν διοικεῖ; ὅτι μὲν γὰρ εὐδιάλυτα λέγει καὶ στρεφόμενα, δῆλον· καὶ ἔτι μᾶλλον, ἂν ἐπεξίῃ τις τὴν τέχνην τῶν ἐπῶν, εὑρήσει. ἀλλὰ τίς ἡ τέχνη τῶν τοιούτων; πάθους προβολὴ πρὸ τοῦ λόγου, ἵνα δοκῇ ὑπὸ λύπης φέρεσθαι αὐτῷ ὁ λόγος, μὴ ἐξ ἐπιβουλῆς διοικεῖσθαι. διὰ τοῦτο Ἀγαμέμνων ἀπὸ σχετλιασμοῦ ἤρξατο·

     Ζεύς με μέγας Κρονίδης ἄτῃ ἐνέδησε βαρείῃ

     σχέτλιος.

  ὁ οὖν τῷ Διὶ οὕτω προσφερόμενος καὶ βλασφημῶν δῆλός ἐστιν ὑπὸ λύπης ‹ἐξιστάμενος› καὶ ἀσύμφωνα αὑτῷ λέγων. πάθους οὖν προβολὴ κλοπὴ γίνεται διοικήσεως τεχνικῆς. τοιοῦτο μέν ἐστι τὸ σχῆμα τοῦ τὰ ἐναντία λέγειν οἷς βούλεται.

  [6] Ἔστι δὲ καὶ τέταρτον σχῆμα βαθύτατον, τὸ δι’ ἄλλων πορευόμενον καὶ παντελῶς ἐπ’ ἄλλης ὑποθέσεως τὸν λόγον ποιούμενον ἄλλην περαίνειν. καὶ τούτου Ὅμηρος τὸ παράδειγμα ἔδωκεν καὶ ἔλαθεν τοὺς πολλούς. ἐπὶ γὰρ τῇ ἀποπείρᾳ τοῦ Ἀγαμέμνονος, ἣν ποιεῖται πρὸς τοὺς Ἕλληνας, οἱ κατέχοντες τὸ Ἑλληνικόν εἰσιν Ὀδυσσεὺς καὶ Νέστωρ. καὶ θαυμαστὸν τί ἐν τῷ λόγῳ ἐστί; διπλοῦν τὸ θαυμαστόν· ἔοικεν ὁ Νέστωρ μηδὲν ἴδιον λέγειν, ἀλλὰ τὰ αὐτὰ λέγειν τῷ Ὀδυσσεῖ, ὥσπερ μαθητὴς τὰ διδασκάλου· καὶ ἀπονέμει αὐτῷ ἔπαινον ὁ Ἀγαμέμνων ὡς κρατοῦντι τῶν Ἑλλήνων ἐν ταῖς βουλαῖς, ὅ πέρ ἐστιν ἀτοπώτατον. καὶ λέγουσιν οἱ διδάσκαλοι, ὅτι ἐπειδὴ ἐπῄνεσεν τὸν Ὀδυσσέα τὸ πλῆθος, ἵνα μὴ λυποῖτο ὁ γέρων, καὶ ὁ Ἀγαμέμνων τὸν γέροντα· ὡσπερεὶ παιδαρίων ἐν διδασκαλείῳ ἐπιδεικνυμένων καὶ παραμυθίαν τοῦ διδασκάλου ἀπονέμοντος, ἵνα μὴ κλαίῃ τὰ παιδία. ἀλλ’ ἡ τέχνη τίς; ὅλως ἡ αὐτὴ ὑπόθεσις τῶν λόγων οὐκ ἔστιν Ὀδυσσεῖ καὶ Νέστορι. ἔροιτο ἄν τις· ‘καὶ πῶς οὐχ ἡ αὐτὴ ὑπόθεσις; τὰ αὐτὰ γὰρ λέγουσιν’. τοῦτο ἡ τέχνη ἡ Νέστορος, ὅτι τὰ αὐτὰ λέγων οὐκ εἰς τὴν αὐτὴν ὑπόθεσιν λέγει. ἀλλ’ ἡ τέχνη τίς; ἐπειδὴ μέλλει χαλεπὴν ὑπόθεσιν πείθειν, πορεύεται διὰ τῆς πεπεικυίας ὑποθέσεως. πεπεισμένοι εἰσὶν οἱ Ἕλληνες ὑπὸ τοῦ Ὀδυσσέως μένειν, καὶ ἤνεγκαν αὐτοῦ τὴν ἐπιτίμησιν καὶ τὴν παραμυθίαν. ἀλλ’ ἔχει χαλεπωτέραν ὑπόθεσιν ὁ γέρων· πορεύεται οὖν δι’ ὧν ἔπεισεν Ὀδυσσεὺς καὶ τὰ αὐτὰ λέγει Ὀδυσσεῖ·

     ὥστε γὰρ ἢ παῖδες νεαροὶ χῆραί τε γυναῖκες

     ἀλλήλοισιν ὀδύρονται οἶκον δὲ νέεσθαι

  Ὀδυσσεύς. τὰ αὐτὰ ὁ γέρων·

     Ὦ πόποι, ἦ δὴ παισὶν ἐοικότες ἀγοράασθε

     νηπιάχοις.

     Πῇ δὴ συνθεσίαι τε καὶ ὅρκια βήσεται ἡμῖν;

     ἐν πυρὶ δὴ βουλαί τε γενοίατο μήδεά τ’ ἀνδρῶν ‹Νέστωρ. ἀλλ’ Ὀδυσσεύς›

     μάλα δή σε, ἄναξ, ἐθέλουσιν Ἀχαιοὶ

     πᾶσιν ἐλέγχιστον θέμεναι μερόπεσσι βροτοῖσιν.

  λέγει ἐκεῖνος σημεῖον μαντείας τὸ περὶ τὸν Κάλχαντα, οὗτος τὰ τῆς ἀστραπῆς· ὥστε διὰ τῶν αὐτῶν πορεύονται. τί οὖν ἐστι τὸ παραλλάττον; διδάσκει τὸ παραλλάττον τῆς ὑποθέσεως τῶν ἐπαίνων ἡ διαίρεσις. ἐπῄνεσαν οἱ Ἀχαιοὶ καὶ τὸ πλῆθος τὸ κοινὸν τὸν Ὀδυσσέα· πεισθέντες μένουσιν, καὶ τὸ ἔργον τοῦ Ὀδυσσέως λαμπρόν·

     τοῖσι δ’ ἄφαρ πόλεμος γλυκίων γένετ’ ἠὲ νέεσθαι

     ἐν νηυσὶ γλαφυρῇσι φίλην ἐς πατρίδα γαῖαν.

  ὁ γέρων ἄλλην ὑπόθεσιν ἔχει· ἐπειδὴ γὰρ πεπεισμένοι εἰσὶν οἱ Ἕλληνες μένειν, ζητεῖ αὐτοὺς ἐκστρατεῦσαι. οὐδὲν γὰρ ὄφελος τοῦ μένειν ἄνευ τοῦ ταχθῆναι· ὅ περ μάλιστα ὑπόθεσίς ἐστι καὶ ζήτησις τοῦ Ἀγαμέμνονος·r />
     ἀλλ’ ἄγετ’ αἴ κέν πως θωρήξομεν υἷας Ἀχαιῶν,

  πῶς ‹ἂν› ἄνευ τοῦ Ἀχιλλέως ἐκστρατεύσοιντο. ἔστιν οὖν τοῦ Νέστορος ἡ ὑπόθεσις·

     κρῖν’ ἄνδρας κατὰ φῦλα, κατὰ φρήτρας, Ἀγάμεμνον·

     ὣς φρήτρη φρήτρῃφιν ἀρήγει, φῦλα δὲ φύλοις.

     εἰ δέ κεν ὣς ἔρξῃς καί τοι πείθωνται Ἀχαιοί,

     γνώσει ἔπειθ’, ὅς θ’ ἡγεμόνων κακὸς ὅς τέ νυ λαῶν

     ἠδ’ ὅς κ’ ἐσθλὸς ἔησι· κατὰ σφέας γὰρ μαχέονται.

  αὕτη ἡ ὑπόθεσίς ἐστιν, ἧς χρείαν ἔχει ὁ Ἀγαμέμνων· αὕτη ἡ ἐπικίνδυνος ὑπόθεσις τῶν λόγων τῷ Νέστορι· ὡς ἐν παρέργῳ δὲ αὐτὴν ἔρριψεν

     ἄλλο δέ τοι ἐρέω, σὺ δ’ ἐνὶ φρεσὶ βάλλεο σῇσιν

  ὡς προσθήκην τῷ λόγῳ ποιούμενος· καὶ γίνεται ὥσπερ τέλος τῆς δημηγορίας τῆς πεπεικυίας χρεία δημηγορίας ἀναγκαιοτέρα. διὰ τοῦτο Ἀγαμέμνων τυχὼν ὧν ἐβούλετο ἐπαινεῖ τὸν γέροντα·

     Ἦ μὰν αὖτ’ ἀγορῇ νικᾷς, γέρον, υἷας Ἀχαιῶν.

     αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,

     τοιοῦτοι δέκα μοι συμφράδμονες εἶεν Ἀχαιῶν.

     τῶ κε τάχ’ ἠμύσειε πόλις Πριάμοιο ἄνακτος

     χερσὶν ὑφ’ ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε.

  ὅτι δὲ αὕτη ἐστὶν ἡ ὑπόθεσις τοῦ Νέστορος, τὸ ἐκστρατεῦσαι, καὶ ὅτι τοῦτο ἐπαινεῖ σχήματι ὁ Ἀγαμέμνων ὡς τυχὼν ὧν ἐβούλετο, τίς ὁ ἔλεγχος καὶ τίς ἡ ἀπόδειξις; φοβεῖται, μὴ οὐ πείσῃ ὁ Νέστωρ, καὶ βοηθεῖ αὐτῷ, ὅσα δύναται. τί οὖν ἐστι τὸ μὴ ποιοῦν πείθειν τὸν Νέστορα; ὀργὴ ὑπὲρ Ἀχιλλέως τῶν Ἑλλήνων. παραμυθεῖται τὴν ὀργὴν αὐτῶν ὁ Ἀγαμέμνων ὁμολογῶν ἡμαρτηκέναι, καὶ μέμνηται τοῦ Ἀχιλλέως, ἵνα μαλάξῃ αὐτῶν τὸν θυμὸν τὸν ἐπ’ αὐτῷ. ἐπεὶ τί βούλεται τὸ

 

‹ Prev