ἀλλά μοι αἰγίοχος Κρονίδης Ζεὺς ἄλγε’ ἔθηκεν,
ὅς με μετ’ ἀπρήκτους ἔριδας καὶ νείκεα βάλλει.
καὶ γὰρ ἐγὼν Ἀχιλεύς τε μαχεσσάμεθ’ εἵνεκα κούρης
ἀντιβίοις ἐπέεσσιν· ἐγὼ δ’ ἦρχον χαλεπαίνων.
εἰ δέ ποτ’ ἔς γε μίαν βουλεύσομεν, οὐκέτ’ ἔπειτα
Τρωσὶν ἀνάβλησις κακοῦ ἔσσεται οὐδ’ ἠβαιόν.
ἐποίησεν αὐτοὺς οἰκτεῖραι, εἰ ὁμολογεῖ τὸ ἁμάρτημα, καὶ ἀπεπλήρωσεν αὐτῶν τὸν θυμόν. εἶτα συναγορεύσας τῷ γέροντι καὶ παραμυθησάμενος, ἀφεὶς ταῦτα ἐπὶ τὸ οἰκειότατον ἔρχεται, ἐπὶ τὸν βασιλέα·
νῦν δ’ ἔρχεσθ’ ἐπὶ δεῖπνον, ἵνα ξυνάγωμεν Ἄρηα. ταῦτα κελεύσας ἐπάγει σφίσι καὶ τὴν ἀπειλήν, ἐὰν δή τις χωρίζηται·
ὃν δέ κ’ ἐγὼν ἀπάνευθε μάχης ἐθέλοντα νοήσω
μιμνάζειν παρὰ νηυσὶ κορωνίσιν, οὔ οἱ ἔπειτα
ἄρκιον ἐσσεῖται φυγέειν κύνας ἠδ’ οἰωνούς.
ὥστε ἄρχεται ἀπὸ ἐπαίνου συναγορεύων τᾷ Νέστορι, εἶτα παραμυθεῖται τὸν θυμὸν ὁμολογῶν ἡμαρτηκέναι, εἶτα κελεύει καὶ ἀπειλεῖ βασιλικῶς. αὕτη οὖν ἡ τέχνη τίς ἐστι; τὸ ἐπ’ ἄλλης ὑποθέσεως πεπεικυίας πρότερον ‹εἰπόντα› ἐπὶ τέλει ὡς πάρεργον ἐρρίπτειν τὴν οἰκειοτέραν ὑπόθεσιν. ταύτην τὴν τέχνην τίς ἐμιμήσατο καὶ τίς ἐξηγήσατο; Πλάτων. ἐγκώμιον λέγει ἐν τῷ Συμποσίῳ Ἀλκιβιάδης Σωκράτους. ἐπὶ τέλει τοῦ ἐγκωμίου λέγει πρὸς Ἀγάθωνα ὁ Ἀλκιβιάδης· ‘ὅρα τοίνυν, ὦ Ἀγάθων, μὴ πάθῃς, ὅ περ οἱ πολλοί. ὁ γὰρ Σωκράτης οὗτος προσποιεῖται ἐραστὴς εἶναι, εἶτα ἐρώμενος ἀναφαίνεται. μὴ οὖν καὶ σὺ τὸ αὐτὸ πάθῃς, ὅ περ καὶ πάντες πεπόνθασιν’. ἔτυχεν δὲ ὁ Ἀλκιβιάδης ἐρῶν τοῦ Ἀγάθωνος καὶ ἐβούλετο ὑπὸ μηδενὸς ἄλλου αὐτὸν ἐρᾶσθαι, καὶ ἐπὶ τέλει ἔρριψεν τὴν παραίνεσιν τὴν πρὸς Ἀγάθωνα ὡς ἐπὶ τοῦ ἐγκωμίου λέγων. αὐτὸς ἐξηγεῖται ὁ Σωκράτης τὴν τέχνην· ‘νήφειν μοι δοκεῖς, ὦ Ἀλκιβιάδη’· ἐδόκει γὰρ μεθύειν ὁ Ἀλκιβιάδης· ‘οὐ γὰρ ἂν κομψῶς γε’ φησίν ‘τὸ σατυρικὸν δρᾶμα περιέβαλες, εἰ μὴ ἔνηφες. καὶ πάντα ταῦτα εἴρηκας ὑπὲρ τοῦ διαβάλλειν ἐμὲ καὶ Ἀγάθωνα, ἵνα ἐγὼ μὲν σοῦ ἐρῶ καὶ μηδενὸς ἄλλου. καὶ γὰρ ἐποίησας αὐτό’ φησίν ‘ὡς οὐδέν τι, ἐπὶ τέλει αὐτὸ εἰπών, ὡς οὐχ ἕνεκα τούτου πάντα τὰ ἄλλα εἰρηκώς. ἀλλ’ οὐκ ἔλαθες, ἀλλὰ τὸ σατυρικὸν δρᾶμα τοῦτο ἀνεφάνη’. οὕτω γάρ τοι γίνεται ἡ τέχνη καὶ παραδίδοται.
Πειρασόμεθα οὖν δεῖξαι μετὰ τὰ Ὁμηρικὰ καὶ παρὰ τοῖς ῥήτορσιν καὶ ἐν δημηγορίαις καὶ ἐν δίκαις καὶ ἐν πανηγυρικοῖς λόγοις καὶ ἐν διαλόγοις τὸ αὐτὸ εἶδος γινόμενον.
[7] Πρότερον δὲ καὶ ἄλλο εἶδος ἴδωμεν λόγων ἐσχηματισμένων, διπλοῦν τοῦτο· τὸ μὲν πρὸ τῆς τῶν μελλόντων λεχθήσεσθαι παρρησίας ἔνδειξιν τῶν λεχθησομένων ἀσφαλῆ προανακρουομένην τὸ λυπηρὸν τοῦ ἀκούσματος· τὸ δὲ ἐν διοικήσει προσώπων ὑπαλλαγήν, ὅτε διὰ τῶν πρὸς ἑτέρους ἑτέροις ‹τις διαλέγεται› καὶ ἔχει τὸ ἀσφαλὲς ἐν τῷ μὴ οἷς ἐπιπλήττει αὐτοῖς διαλέγεσθαι, ἀλλ’ ἀκουόντων αὐτῶν ἑτέροις ταῦτα λέγειν, ἃ τούτοις προσήκει. τί ποτ’ οὖν ἐστιν ἑκάτερον τὸ εἶδος; ὁ Ἀχιλλεὺς ἀνέστη καὶ μετὰ τὸν Ἀχιλλέα ὁ μάντις ἐν ἀρχῇ τῆς Ἰλιάδος, ἐλέγχοντες τὸν Ἀγαμέμνονα, ὅτι τὴν αἰτίαν τοῦ νοσήματος αὐτὸς παρέχει. ὁ μὲν Ἀχιλλεὺς ἐν συμβούλου σχήματι ὀνειδίζει τὴν αἰτίαν τῷ Ἀγαμέμνονι τῶν κακῶν ὡς ἀπόρως διακείμενος καὶ ζητῶν τὴν αἰτίαν, καὶ ἀφορμὴν ποιεῖ τῆς παρρησίας τῷ μάντει· ὁ δὲ μάντις ἀντιστοιχῶν τῷ Ἀχιλλεῖ τῇ ἀρνήσει ὧν ὑπέβαλεν ὁ Ἀχιλλεὺς ζητῶν τὰς αἰτίας, προδιοικεῖται τὸ φανερὰν γενέσθαι τὴν αἰτίαν τῶν δεινῶν. ἴδωμεν οὖν τοὺς ἑκατέρων λόγους, πῶς ἔχουσιν δι’ ἀλλήλων καὶ πῶς τὸ εὐπρεπὲς ἔχουσιν οἱ μὲν τοῦ Ἀχιλλέως ἐν βαθύτητι ζητήσεως, οἱ δὲ τοῦ μάντεως ‹ἐν› ἀσφαλείᾳ πρὸ τῆς ἀποκρίσεως·
Ἀτρείδη, νῦν ἄμμε παλιμπλαγχθέντας ὀίω
ἂψ ἀπονοστήσειν, εἴ κεν θάνατόν γε φύγοιμεν,
εἰ δὴ ὁμοῦ πόλεμός τε δαμᾷ καὶ λοιμὸς Ἀχαιούς.
ἀλλ’ ἄγε δή τινα μάντιν ἐρείομεν ἢ ἱερῆα
ἢ καὶ ὀνειροπόλον (καὶ γάρ τ’ ὄναρ ἐκ Διός ἐστιν),
ὅς κ’ εἴποι, ὅ τι τόσσον ἐχώσατο Φοῖβος Ἀπόλλων,
εἴ τ’ ἄρ’ ὅ γ’ εὐχωλῆς ἐπιμέμφεται εἴ θ’ ἑκατόμβης·
αἴ κέν πως ἀρνῶν κνίσσης αἰγῶν τε τελείων
βούλεται ἀντιάσας ἡμῖν ἀπὸ λοιγὸν ἀμῦναι.
Ἤτοι ὅ γ’ ὣς εἰπὼν κατ’ ἄρ’ ἕζετο.
μέχρι τούτου οἱ Ἀχιλλέως λόγοι τὸ σχῆμα ἔχουσιν ὑπαινιττομένου εἰς Ἀγαμέμνονα καὶ προσκρούοντος ἐκείνῳ, ἐν δὲ σχήματι ζητήσεως καὶ ἀπορίας τῆς τοῦ δεινοῦ αἰτίας τὸ ἀσφαλὲς προδιοικουμένου. ἡ δὲ ἔνδειξις τοῦ εἰς Ἀγαμέμνονα λέγεσθαι ταῦτα πρῶτον μὲν τὸ πρὸς Ἀγαμέμνονα ποιεῖσθαι τοὺς λόγους, ἀλλὰ μὴ εἰς τὸ κοινόν·
Ἀτρείδη, νῦν ἄμμε παλιμπλαγχθέντας ...
ὡς γὰρ τιμῶν αὐτὸν διὰ τὸ ἀξίωμα καὶ τὸν κοινὸν λόγον πρὸς ἐκεῖνο
ν ἀποτεινόμενος τὴν ἀσφάλειαν ἔχει τοῦ προσκρούματος. εἶτα ἑξῆς ἐπάγει
εἰ δὴ ὁμοῦ πόλεμός τε δαμᾷ καὶ λοιμὸς Ἀχαιούς. αἴτιος τοῦ πολέμου Ἀγαμέμνων ἐστὶν συναγαγὼν τοὺς Ἕλληνας. συνῆψεν καὶ τὸν λοιμὸν τῷ πολέμῳ, καὶ φησὶν αὐτὸν αἴτιον γεγονέναι· τί γὰρ ἡ μνήμη τοῦ πολέμου ἐνταῦθα, εἰ μὴ ἐβούλετο ἀμφοτέρων αἴτιον ἀποφῆναι τὸν αὐτόν; εἶτα ἐπειδὴ ἔδειξεν, ὅτι αὐτὸς αἴτιός ἐστιν, ‹ἀντὶ› τοῦ χωρὶς σαφῶς εἰπεῖν ἐπὶ τὴν ζήτησιν ἦλθεν·
ἀλλ’ ἄγε δή τινα μάντιν ἐρείομεν ἢ ἱερῆα
ἢ καὶ ὀνειροπόλον· καὶ γάρ τ’ ὄναρ ἐκ Διός ἐστιν·
ὅς κ’ εἴποι, ὅ τι τόσσον ἐχώσατο Φοῖβος Ἀπόλλων.
ἡ προσθήκη τοῦ ‘τόσσον’ δηλοῖ, ὅτι τὰς αἰτίας τῆς ὀργῆς ἃς ὑποβάλλει Ἀχιλλεὺς οὐ πιστεύει ἁκούων, ἀλλὰ αἰτίαν μείζονα περιμένει·
εἴ ταρ ὅ γ’ εὐχωλῆς ἐπιμέμφεται εἴ θ’ ἑκατόμβης ... οὐ δέχεται τὸν Ἀπόλλωνα ἕνεκεν εὐχωλῆς καὶ ἑκατόμβης τόσον χολωθῆναι. οὕτω μὲν ὁ Ἀχιλλεὺς διοικεῖται τὸν λόγον. ὁ δὲ μάντις λαβόμενος τῆς ἀφορμῆς αὐτοῖς τοῖς Ἀχιλλέως λόγοις χρῆται εἰς διατριβὴν τοῦ δεῖξαι τῷ Ἀγαμέμνονι, πρὶν φανερῶς εἰπεῖν, καὶ γίνεται αὐτῷ ἀφορμὴ τῶν λόγων τὸ ‘τόσσον’· λέγει γάρ
οὔ ταρ ὅ γ’ εὐχωλῆς ἐπιμέμφεται οὐδ’ ἑκατόμβης. καὶ πρότερον προδιοικεῖται τὴν ἀσφάλειαν·
Ὦ Ἀχιλεῦ, κέλεαί με, διίφιλε, μυθήσασθαι
μῆνιν Ἀπόλλωνος ἑκατηβελέταο ἄνακτος.
τοιγὰρ ἐγὼν ἐρέω· σὺ δὲ σύνθεο καί μοι ὄμοσσον,
ἦ μέν μοι πρόφρων ἔπεσιν καὶ χερσὶν ἀρήξειν.
ταῦτα γὰρ ὁμολογοῦντός ἐστιν, ὅτι τῷ βασιλεῖ προσκρούσει. εἶτα τῷ προοιμίῳ τούτῳ ἐπάγει·
ἦ γὰρ ὀίομαι ἄνδρα χολωσέμεν, ὃς μέγα πάντων
Ἀργείων κρατέει, καί οἱ πείθονται Ἀχαιοί.
εἶτα γνωμολογεῖ·
κρείσσων γὰρ βασιλεύς, ὅτε χώσεται ἀνδρὶ χέρηι.
εἶτα τὴν τέχνην τῆς ὀργῆς ἐπάγει·
εἴ περ γάρ τε χόλον γε καὶ αὐτῆμαρ καταπέψῃ,
ἀλλά τε καὶ μετόπισθεν ἔχει κότον, ὄφρα τελέσσῃ,
ἐν στήθεσσιν ἑοῖσι. σὺ δὲ φράσαι, εἴ με σαώσεις.
καὶ ἤδη ἔδειξεν, ὅτι Ἀγαμέμνων τούτων ἁπάντων αἴτιος, μηδέπω εἰπών· καὶ διὰ τοῦτο ἐπάγει ἀντίστοιχα λέγων ὁ Ἀχιλλεὺς καὶ ὁμολογούμενα τούτοις·
Θαρσήσας μάλα εἰπὲ θεοπρόπιον ὅ τι οἶσθα.
οὐ μὰ γὰρ Ἀπόλλωνα διίφιλον, ᾧ τε σύ, Κάλχαν,
εὐχόμενος Δαναοῖσι θεοπροπίας ἀναφαίνεις,
οὔ τις ἐμεῦ ζῶντος καὶ ἐπὶ χθονὶ δερκομένοιο
σοὶ κοίλῃς παρὰ νηυσὶ βαρείας χεῖρας ἐποίσει
συμπάντων Δαναῶν· οὐδ’ ἢν Ἀγαμέμνονα εἴπῃς,
ὃς νῦν πολλὸν ἄριστος ἐνὶ στρατῷ εὔχεται εἶναι.
Καὶ τότε δὴ θάρσησε καὶ ἤυδα μάντις ἀμύμων.
ὁμολογεῖ ὁ ποιητὴς τῶν λόγων τὴν διοίκησιν.
Μία μὲν αὕτη εὐπρέπεια ἐσχηματισμένων λόγων, τὸ δι’ αἰνιγμάτων λέγειν, ἃ φρονεῖ τις, καὶ τὸ τῇ διατριβῇ καὶ τῇ μελλήσει τῶν λόγων εἰπεῖν, πρὶν εἰπεῖν, τῷ προοιμίῳ τὸ μέλλον δείκνυσθαι λυπηρόν.
[8] ἡ δὲ δευτέρα τίς; ἐλέγομεν ἐκείνην εἶναι τὴν μέθοδον, τὸ ἑτέροις διαλεγόμενον ἑτέρων καθάπτεσθαι, τὸ ἀσφαλὲς τοῦ μὴ προσκρούειν τῇ ὑπαλλαγῇ τοῦ προσώπου ἐνδιοικούμενον. καὶ τοῦτο Ὅμηρος ἔδειξεν ἐν Ὀδυσσέως λόγῳ. ὁ γὰρ Ὀδυσσεὺς πρὶν συναγαγεῖν τοὺς ὄχλους εἰς τὴν ἐκκλησίαν, ἵνα δημηγορήσῃ περὶ τῆς μονῆς, ὅτε τὴν ἀπόπειραν ὁ Ἀγαμέμνων ἐποιήσατο, ‹ἄκουε› οἷον λέγει·
Ὅν τινα μὲν βασιλῆα καὶ ἔξοχον ἄνδρα κιχείη,
τὸν δ’ ἀγανοῖς ἐπέεσσιν ἐρητύσασκε παραστάς·
Δαιμόνι’, οὔ σε ἔοικε κακὸν ὣς δειδίσσεσθαι·
ἀλλ’ αὐτός τε κάθησο καὶ ἄλλους ἵδρυε λαούς.
οὐ γάρ πω σάφα οἶσθ’, οἷος νόος Ἀτρείδαο·
νῦν μὲν πειρᾶται, τάχα δ’ ἴψεται υἷας Ἀχαιῶν.
ἐν βουλῇ δ’ οὐ πάντες ἀκούσαμεν, οἷον ἔειπεν.
μή τι χολωσάμενος ῥέξῃ κακὸν υἷας Ἀχαιῶν.
θυμὸς δὲ μέγας ἐστὶ διοτρεφέος βασιλῆος.
τιμὴ δ’ ἐκ Διός ἐστι· φιλεῖ δέ ἑ μητίετα Ζεύς.
Ὃν δ’ αὖ δήμου τ’ ἄνδρα ἴδοι βοόωντά τ’ ἐφεύροι,
τὸν σκήπτρῳ ἐλάσασκεν ὁμοκλήσασκέ τε μύθῳ.
ταύταις ταῖς ἐπιτιμήσεσι συνάγει καὶ τοὺς βασιλέας. ὁ μὲν δὴ ἐντυγχάνων τοῖς βυβλίοις οἴεται, ὅπερ καὶ προείρηκεν Ὅμηρος, τοῦτο ποιεῖν αὐτόν, τοῖς βασιλεῦσι φιλοφρόνως διαλέγεσθαι, τοῖς δὲ δήμοις πικρότερον καὶ σφοδρότερον. ὃ δὲ ποιεῖ Ὀδυσσεὺς ὁ Ὁμήρου, οὐδεὶς ὁρᾷ. ἃ γὰρ ἐβούλετο καθάψασθαι τῶν βασιλέων, τῷ δήμῳ διελέγετο· ἃ δ’ ἐβούλετο ἐπιτιμῆσαι τῷ δήμῳ, τοῖς βασιλεῦσιν διελέγετο. ἢ εἰπάτω μοί τις, τί ἔδοξεν τῷ Ὀδυσσεῖ τοῖς δημόταις λέγειν
οὐ μέν πως πάντες βασιλεύσομεν ἐνθάδ’ Ἀχαιοί.
οὐκ ἀγαθὸν πολυκοιρανίη· εἷς
κοίρανος ἔστω,
εἷς βασιλεύς, ἢ τί ἔδοξεν τοῖς βασιλεῦσιν ἐπιτιμῶντα λέγειν
ἐν βουλῇ δ’ οὐ πάντες ἀκούσαμεν, οἷον ἔειπεν.
νῦν μὲν πειρᾶται, τάχα δ’ ἴψεται υἷας Ἀχαιῶν.
ταῦτα δὲ οὐ τοῖς δημόταις λέγει, ἀλλὰ τοὺς βασιλέας ἀναμιμνῄσκει. γέγονεν οὖν ὁ λόγος ‹ὁ› πρὸς ἑκατέρους ἑκατέροις κοινός. καὶ τὴν ἐξήγησιν ἐπάγει Ὅμηρος τῶν ἐσχηματισμένων τούτων λόγων δι’ ὀνόματος ἑνός, ὃ οὐδὲ ὁρῶσιν οἱ ἀναγινώσκοντες· Ὅμηρος δὲ ὑπὸ φιλανθρωπίας ἐξηγήσατο·
ὣς ὅ γε κοιρανέων δίεπε στρατόν. τί ἐστι τὸ ‘κοιρανέων’; ὡς κοίρανος διαλεγόμενος; οὐ δή που, ἀλλὰ τὸ στρατήγημα τῶν λόγων· οὕτως ὀνομάζων κατ’ ἐξήγημα τοῦ στρατηγήματος διὰ τοῦ ‘κοιρανέων δίεπε στρατόν’. ἡ γὰρ διοίκησίς ἐστι τέχνη ἐν τῷ ὀνόματι λεγομένη.
Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) Page 343