Book Read Free

Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79)

Page 344

by Dionysius of Halicarnassus


  [9] Ἴωμεν τοίνυν ἐπὶ τὰ πεζὰ παραδείγματα. Δημοσθένης διδάσκει ἡμᾶς εὐπρεπῶς διαλέγεσθαι, ἃ βούλεταί τις, καὶ οἶδεν τοῦ σχήματος τούτου τὸ ὄνομα· λέγει δὲ ἐν τῷ περὶ τοῦ στεφάνου ὧδε τῇ λέξει· ‘ἐπειδὰν ἔλθωσι μὲν οἱ πρέσβεις εἰς Θήβας, πῶς χρῆσθαι τῷ πράγματι παραινῶ, τούτῳ μοι πάνυ προσέχετε τὸν νοῦν’. εἶτα ἐπάγει ὥσπερ διδάσκαλος παραδιδοὺς μαθητῇ τὴν διοίκησιν· ‘μὴ δεῖσθαι Θηβαίων μηδέν (αἰσχρὸς γὰρ ὁ καιρός), ἀλλ’ ἐπαγγέλλεσθαι βοηθήσειν ἐκείνοις, ἂν κελεύωσιν, ὡς ἐκείνων μὲν ὄντων ἐν τοῖς ἐσχάτοις, ἡμῶν δὲ ἄμεινον ἢ ‘κεῖνοι τὸ μέλλον ‹προορωμένων›· ἵν’ ἐὰν μὲν δέχωνται ταῦτα καὶ πεισθῶσιν ἡμῖν, καὶ ἃ βουλόμεθα ὦμεν διοικούμενοι καὶ μετὰ σχήματος ἀξίου τῆς πόλεως ταῦτα πράξωμεν· ἂν δ’ ἄρα μὴ τύχῃ, ἐκεῖνοι μὲν ἑαυτῶν ‹κατηγορῶσιν›, ἄν τι ἐξαμαρτάνωσιν, ἡμεῖς δὲ μηδὲν ‹ἂν› αἰσχρὸν μηδὲ κακὸν ὀφθείημεν πεπεισμένοι’.

  [10] Τὸ δὲ ἕτερα λέγειν καὶ ἕτερα διοικεῖσθαι δείκνυσί σοι πάλιν ὁ αὐτὸς Δημοσθένης ἐν τοῖς συμβουλευτικοῖς, ἐν τῷ περὶ συμμοριῶν ἐπιγραφομένῳ λόγῳ (ὅσπερ λόγος εἰκότως ἂν καὶ δικαίως ἐπιγράφοιτο Περὶ τῶν βασιλικῶν), [ἐν τῷ] πρῶτος καὶ μόνος παραστὰς ἀντειπεῖν. ἐν τούτῳ τῷ λόγῳ ἐναντιοῦται μὲν τῇ Ἀθηναίων γνώμῃ, ὡρμηκότων αὐτῶν πολεμεῖν βασιλεῖ. καὶ μία μὲν διοίκησις τοῦ λόγου ἐστὶ τὸ βουλόμενον τὸν ῥήτορα μὴ πολεμεῖν αὐτοὺς βασιλεῖ κλέπτειν δὴ τὴν δόξαν τῷ συμβουλεύειν βασιλεῖ μήπω πολεμεῖν. καὶ αὕτη ἡ τέχνη ἐστὶν τοῦ ἃ βούλεταί τις, λέγειν εὐπρεπῶς. ποιεῖ δὲ τοῦτο οὕτως· ‘ἐγὼ νομίζω κοινὸν ἐχθρὸν ἁπάντων τῶν Ἑλλήνων εἶναι βασιλέα· οὐ μὴν διὰ ταῦτα παραινέσαιμ’ ἂν μόνοις τῶν ἄλλων ὑμῖν πόλεμον πρὸς αὐτὸν συνάγειν’. καὶ ἔτι τέχνη βαθυτέρα τὸ κωλύοντα πολεμεῖν ἐπαγγέλλεσθαι περὶ δυνάμεως ᾗ πολεμήσουσιν. τοῦτο μὲν κλέπτοντός ἐστι τὴν ἐναντίωσιν τοῦ πολέμου. μιμεῖται γὰρ ἐνταῦθα τὸν Ἀρχίδαμον τοῦ Θουκυδίδου. καὶ γὰρ ἐκεῖνος ἐπειδὴ ἑώρα τοὺς Λακεδαιμονίους καὶ τοὺς Πελοποννησίους ὡρμηκότας πρὸς τὸν πόλεμον, ἐβούλετο δὲ αὐτοὺς κωλῦσαι πολεμεῖν, τὸ μὲν μὴ πολεμεῖν οὐ τολμᾷ λέγειν (οὐ γὰρ πείσονται), συμβουλεύων δὲ τὸ μήπω πολεμεῖν τὸ μὴ πολεμεῖν λέγει. μία μὲν αὕτη διοίκησις ἐν τῷ λόγῳ. δευτέρα δὲ ἐκείνη· ᾧ μὲν βούλονται πολεμεῖν, οὐ βούλεται αὐτοὺς πολεμεῖν ὁ Δημοσθένης· ᾧ δὲ οὐκ ἐθέλουσιν πολεμεῖν, τούτῳ κελεύει πολεμεῖν. καὶ γίνεται διπλοῦς λόγος ἐσχηματισμένος. βασιλεῖ μὲν γὰρ αὐτοὺς οὐ βούλεται πολεμεῖν, ᾧ πάνυ βούλονται· Φιλίππῳ δὲ ἀξιοῖ πολεμεῖν, ᾧ οὐ βούλονται. τίνα οὖν διοίκησιν ἐποιήσατο; ἐξ ἑκατέρας ὑποθέσεως τοῦ πεῖσαι μὴ πολεμεῖν ᾧ βούλονται καὶ πολεμεῖν ᾧ μὴ βούλονται συμβουλεύει πολεμεῖν βασιλεῖ, ἀλλὰ μήπω, παρασκευάζεσθαι δὲ πρὸς αὐτόν. τῷ μὲν οὖν ‘μηδέπω’ τὴν ὁρμὴν τὴν ἐπὶ βασιλέα κωλύει, συμβουλῇ δὲ τῆς παρασκευῆς εὐτρεπῆ τὸν πόλεμον τὸν πρὸς Φίλιππον ἐργάζεται. καὶ ὅτι αὕτη ἡ τέχνη ἐστίν, λάβε αὐτὸν Δημοσθένην ὁμολογοῦντα· ‘εἰ μὲν τοίνυν ἕτερός τις ἦν τρόπος δυνάμεως, ᾗ τοὺς βαρβάρους οἷόν τε ἦν ἀμύνασθαι, ἕτερος δέ τις, ᾗ τοὺς Ἕλληνας, εἰκότως ‹ἂν› φανεροὶ πᾶσιν ἐγιγνόμεθα πρὸς ἐκεῖνον ἀντιταττόμενοι· εἰ δὲ πάσης παρασκευῆς ἐστι τρόπος ὁ αὐτὸς οὗτος, τοὺς ἐχθροὺς ἀμύνασθαι δύνασθαι, τοῖς οὖσι συμμάχοις βοηθεῖν, καὶ τὰ ὑπάρχοντα ἀγαθὰ σῴζειν, τί τοὺς ὡμολογημένους ἐχθροὺς ἔχοντες ἄλλους ζητοῦμεν; ἀλλὰ παρασκευαζώμεθα μὲν πρὸς τούτους, ἀμυνώμεθα δὲ κἀκεῖνον, ἂν ἡμᾶς πιέσῃ’. καὶ ἀληθῶς τὸ ἀπόρρητον τοῦτο τῆς γνώμης μηνύει ἐν ἄλλῳ λόγῳ· ‘ὁρῶ δ’ ὑμᾶς Φιλίππου μὲν καταφρονοῦντας, βασιλέα δὲ ὡς ἰσχυρὸν ἐχθρὸν φοβουμένους. εἰ δὲ τῷ μὲν πολεμεῖν οὐ θελήσομεν, τῷ δὲ οὐκ ἀξιώσομεν, πρὸς τίνας παραταξόμεθα’;

  [11] Ἀλλὰ καὶ Εὐριπίδης δι’ ὅλων λόγων διοικήσεως σχῆμα περαίνει ἐν ὅλῳ δράματι. πρότερον δὲ δείξωμεν [ἐν ὅλῳ δράματι] ἐν μέρει τινὶ σχῆμα διοικούμενον. ἐν τῷ Αἰόλῳ ὁ Μακαρεύς ἐστιν ὁμιλήσας τῇ ἀδελφῇ καὶ λανθάνων, καὶ συμβουλεύων τῷ πατρὶ τὰς ἀδελφὰς τοῖς ἀδελφοῖς συνοικίσαι, ἵνα τὸ οἰκεῖον διοικήσηται· καὶ οὕτως ἐσχημάτισται ὁ λόγος κοινῇ γνώμῃ καὶ συμβουλῇ. ἡ Μελανίππη σοφὴ τὸ δρᾶμα Εὐριπίδου ἐπιγέγραπται μὲν Σοφή, ὅτι φιλοσοφεῖ, καὶ διὰ τοῦτο τοιαύτης μητρός ἐστιν, ἵνα μὴ ἀπίθανος ᾖ ἡ φιλοσοφία. ἔχει δὲ διπλοῦν σχῆμα, τὸ μὲν τοῦ ποιητοῦ, τὸ δὲ τοῦ προσώπου τοῦ ἐν τῷ δράματι, τῆς Μελανίππης. τὸ μὲν τοῦ ποιητοῦ τοιόνδε [τὸ δὲ τοῦ προσώπου τοιόνδε]· Ἀναξαγόρᾳ προσεφοίτησεν Εὐριπίδης. Ἀναξαγόρου δὲ λόγος ἐστίν, ὅτι ‘πάντα ἐν πᾶσιν· εἶτα ὕστερον διεκρίθη’. μετὰ ταῦτα ὡμίλησεν καὶ Σωκράτει καὶ ἐπὶ τὸ εὐπορώτερον ἤγαγε τὸν λόγον. ὁμολογεῖ οὖν τὴν διδασκαλίαν τὴν ἀρχαίαν διὰ τῆς Μελανίππης·

     Καὶ οὐκ ἐμὸς ὁ μῦθος, ἀλλ’ ἐμῆς μητρὸς πάρα,

     ὡς οὐρανός ‹τε› γαῖά τ’ ἦν μορφὴ μία. οὕτω μὲν ὁ ποιητὴς σχηματίζει τὸ αὑτοῦ. ἡ δὲ Μελαν
ίππη ἐπεράνθη μὲν ὑπὸ τοῦ Ποσειδῶνος, γέγονε δὲ ταύτῃ παιδία· ἐξέθηκεν δὲ αὐτὰ εἰς τὰ τοῦ πατρὸς βουφόρβια. ὁ δὲ πατὴρ ἡγεῖται ἐκ βοὸς εἶναι, καὶ ὡς τέρας βούλεται κατακαῦσαι. βοηθοῦσα αὑτῇ ἡ Μελανίππη ἀποφαίνεσθαι πειρᾶται, ὅτι τέρας οὐδέν ἐστιν. οὕτω τὸ δρᾶμα ὅλον ἐσχημάτισται· καὶ ἅμα διδάσκει ἡμᾶς Εὐριπίδης, ὅτι τὸν σχηματίζοντα ἐγγυτάτω δεῖ εἶναι τοῦ λῦσαι τὸ σχῆμα μετὰ τῆς ἀσφαλείας τοῦ σχήματος. περιερχομένη γὰρ πάσας αἰτίας τοῦ σῶσαι τὰ παιδία λέγει· ‘εἰ δὲ παρθένος φθαρεῖσα ἐξέθηκεν τὰ παιδία καὶ φοβουμένη τὸν πατέρα, σὺ φόνον δράσεις’; ὥστε καὶ τὸ αὑτῆς πρᾶγμα λέγει ἐν σχήματι συμβουλῆς.

     Ἀλλὰ καὶ πάλιν ὁ Πανηγυρικὸς Ἰσοκράτους τοιοῦτόν τι βυβλίον ἐστὶν καὶ ὁ Φίλιππος Ἰσοκράτους καὶ ὁ περὶ τῆς ἀντιδόσεως. ἐν γὰρ τοῖς τρισὶν τούτοις βυβλίοις ἐγκώμια διέρχεται τὸ μὲν Ἀθηναίων, τὸ δὲ Φιλίππου, τὸ δ’ ἑαυτοῦ. ἀλλὰ τοῖς μὲν Ἀθηναίων ἐγκωμίοις καὶ τοῖς Φιλίππου συμβουλὴν ὑποθέμενος τὸ εὐπρεπὲς τοῦ ἐγκωμίου ἐπραγματεύσατο, καὶ πεποίηται ὥσπερ πάρεργον συμβουλῆς τὸ ἐγκώμιον· ὄντως δ’ ἐστὶν ἔργον τὸ ἐγκώμιον, πάρεργον δὲ ἡ συμβουλή. αὑτῷ δὲ ἔδωκεν ἐπαίνου ἀφορμὴν ἐν ἀνάγκῃ ἀπολογίας πρὸς τὰ κατηγορημένα. τοῦτο καὶ Δημοσθένης ἐν τῷ περὶ τοῦ στεφάνου ἐπραγματεύσατο. ἐγκώμιον αὑτοῦ ἠθέλησεν γράψαι, καὶ τὴν ἀπολογίαν προετάξατο. τοῦτο καὶ Πλάτων πεποίηκεν ἐν τῇ ἀπολογίᾳ Σωκράτους ἐγκώμιον βουλόμενος γράψαι ἐν ἀπολογίας σχήματι. τοῦτο καὶ Ξενοφῶν ἐν τοῖς Ἀπομνημονεύμασιν· ὡς γὰρ ἀπολογούμενος ὑπὲρ Σωκράτους ἐγκώμιον Σωκράτους περαίνει. ἔργον δὲ αὐτοῖς ἐστι καὶ πολλὰς ὑποθέσεις ὁμοῦ συμπλέκειν. ἥ γέ τοι ἀπολογία Σωκράτους καὶ Πλάτωνος ἀπολογία ἐστὶ καὶ Ξενοφῶντος ἀπολογία ἐστί. καὶ ὁ περὶ τοῦ στεφάνου τέσσαρας ὑποθέσεις ἔχει· καὶ ἀπολογία ἐστὶ καὶ κατηγορία καὶ ἐγκώμιον Δημοσθένους, καὶ ὁποῖον εἶναι δεῖ τὸν πολιτικὸν ἄνδρα. καὶ Ξενοφῶν δὲ ὁμολογῶν ἐγκώμιον Ἀγησιλάου ἐρεῖν λέγει ἐν ἱστορίας λόγῳ τὸ σχῆμα ποιούμενος. καὶ παρὰ τῷ Ξενοφῶντι πάλιν ἔν τε τῇ Παιδείᾳ καὶ τῇ Ἀναβάσει εὑρήσετε ἐσχηματισμένους λόγους. βούλεται γὰρ τοὺς δημότας τὰ ἴσα ὅπλα λαμβάνειν καὶ τοὺς ὁμοτίμους. ἑκατέροις διαλέγεται εὐπρεπῶς, τοῖς μὲν ὡς τιμῶν αὐτούς, τοῖς δὲ ὡς συναγωνισταῖς καὶ συσχολασταῖς χαριζόμενος· καὶ τὸ ἑκατέρων οὕτω διοικεῖται. καὶ ἐν τῇ Ἀναβάσει ὁ Κλέαρχός ἐστιν τῶν στρατιωτῶν ὑποπτευόντων τὴν ἀνάβασιν τὴν Κύρου καὶ μὴ βουλομένων ἀναβαίνειν, ἀλλὰ δεδοικότων τὰ ἄπορα. καὶ ἐν τῷ περὶ παραπρεσβείας ἄλλα προτείνει καὶ ἄλλα συγκατασκευάζει. ἔστι γὰρ ἡ τέχνη τῶν ἐσχηματισμένων λόγων μάλιστα αὕτη, τὸ ἄλλαις· κατασκευαῖς συμπλέκειν τὰ οἰκεῖα. ὅ περ πεποίηκεν καὶ Θουκυδίδης ἐν τῷ ἐπιταφίῳ· δημηγορῶν γὰρ καὶ παρακαλῶν Ἀθηναίους ἐπὶ τὸν πόλεμον συνέπλεξε τοῦ ἐπιταφίου κεφάλαια τῇ παραινέσει· ἐγκώμιόν ἐστιν ἡ παράκλησις ἀπὸ τοῦ γένους, ἀπὸ τῆς τῶν προγόνων ἀρετῆς· ἐγκώμιόν ἐστιν ἐκ παραβολῆς ἡ παράκλησις, ἐκ τοῦ παραβαλεῖν τὰ τῶν ἐναντίων καὶ τὰς δυνάμεις ἑκατέρας τῆς πόλεως.

  [13] Οὕτω κινδυνεύει, ὅ περ ὑπεστησάμεθα ἐν ἀρχῇ τῶν λόγων ‹ἀποδείξειν›, τοσοῦτον ἀποδεῖν ἀληθὲς εἶναι τὸ μὴ εἶναί τι ἐσχηματισμένον, ὥστε τὸ ἐναντίον αὐτὸ οὐδεὶς λόγος ἀσχημάτιστος. καὶ πάλιν ἐπανέλθωμεν ἐπὶ τὴν ἀρχὴν τοῦ λόγου, ἣν ἐξ ἀρχῆς ὑπεθέμεθα, ὅτι τοῦ ἀγῶνος ὄντος τῷ ῥήτορι διπλοῦ, τοῦ πράγματος καὶ τοῦ ἤθους, ‹καὶ› τούτου κρατοῦντος, ἡ περὶ τῶν ἠθῶν διοίκησις ἀεὶ ἐσχηματισμένους τοὺς λόγους ἔχει.

     Πολλὰ σχήματα παρ’ Ὁμήρῳ, πάμπολλα καὶ ἐν ἄλλαις ὑποθέσεσιν ἄλλα διοικουμένῳ· ἐπεὶ καὶ ὁ τῆς Βρισηίδος λόγος οὐκ ἀσχημάτιστος, ὅτε ἥκουσα παρὰ τοῦ Ἀγαμέμνονος, θεασαμένη τὸν Πάτροκλον κείμενον ἐπιπίπτει τῷ σώματι καὶ θρηνεῖ Πάτροκλον. καὶ οἴεται ὁ ἀκροατής, ὅτι Πάτροκλον θρηνεῖ· ἐνδείκνυται δὲ ὁ ποιητὴς σοφίαν γυναικὸς ἐν ἀκμῇ καιροῦ ἀπαιτούσης τὰς γαμικὰς ὑποσχέσεις καὶ διὰ τοῦτο θρήνου δίκην λεγούσης πρὸς Ἀχιλλέα·

     Πάτροκλ’ ἐμοὶ δειλῇ πλεῖστον κεχαρισμένε θυμῷ,

     ζωὸν μέν σε ἔλειπον ἐγὼ κλισίηθεν ἰοῦσα·

     νῦν δέ σε τεθνειῶτα κιχάνομαι, ὄρχαμε λαῶν,

     ἂψ ἀνιοῦσ’. ὥς μοι δέχεται κακὸν ἐκ κακοῦ αἰεί.

  ταῦτα προοίμια θρηνούσης. εἶτα τὸ προοίμιον περαίνει ἐπιδεικνυμένη τὸν θρῆνον ὡς ἀπόδειξιν τοῦ δικαίου [θρήνου]·

     ἄνδρα μέν, ᾧ ἔδοσάν με πατὴρ καὶ πότνια μήτηρ,

     εἶδον πρὸ πτόλιος δεδαϊγμένον ὀξέι χαλκῷ,

     τρεῖς τε κασιγνήτους, οὕς μοι μία γείνατο μήτηρ,

     κηδείους, οἳ πάντες ὀλέθριον ἦμαρ ἐπέσπον.

  ταῦτα ἤδη Ἀχιλλέως καθάπτεται, ὅτι τὸν ἄνδρα αὐτῆς ἀποκτείνας ἔχει αὐτὴν συνοικοῦσαν, καὶ δεῖ αὐτῇ πολλῆς παραμυθίας. εἶτα συνθηκῶν ἀνάμνησις·

     οὐδὲ μὲν οὐδέ μ’ ἔασκες, ὅτ’ ἄνδρ’ ἐμὸν ὠκὺς
Ἀχιλλεὺς

     ἔκτεινεν, πέρσεν δὲ πόλιν θείοιο Μύνητος,

     κλαίειν, ἀλλά μ’ ἔφασκες Ἀχιλλῆος θείοιο

     κουριδίην ἄλοχον θήσειν ἄξειν τ’ ἐνὶ νηυσὶν

     ἐς Φθίην, δαίσειν δὲ γάμον μετὰ Μυρμιδόνεσσι.

  καὶ τὸ τέλος τοῦ ἐπιλόγου τὸ κέντρον τῆς ἀπαιτήσεως ἐπάγει

     τῶ σ’ ἄμοτον κλαίω τεθνηότα μείλιχον αἰεί,

  ὡς ἂν ἀκούων ταῦτα Ἀχιλλεὺς δικαιολογουμένης εἴπῃ· ‘ἀλλὰ μὴ κλαῖε, γύναι, ἐκεῖνα βέβαια γενήσεται’.

  [14] Κατὰ ταύτας τὰς ὑφηγήσεις ἔστιν ἐπιόντα πολλὰ καὶ τῶν ποιημάτων καὶ τῶν συγγραμμάτων καὶ τῶν δικανικῶν καὶ τῶν συμβουλευτικῶν λόγων καὶ τῶν ἐν ταῖς ἱστορίαις εὑρεῖν πλείους τὰς πλάσεις τῶν σχημάτων ἢ τὰς ἁπλότητας τῶν κοινῶν λόγων. λέγω δὲ καὶ προστίθημι, ὅτι καὶ ὅταν τις ἁπλῶς λέγῃ, καὶ τοῦτο τέχνῃ σχήματος γίνεται, ἵνα ἡ τῆς ἁπλότητος προσποίησις τὸ πιθανὸν ἔχῃ τῷ ἀκούοντι. καὶ τεκμήριον τούτου ἐστὶν ὁ λόγος ὁ τοῦ Αἴαντος πρὸς Ἀχιλλέα ἐν ταῖς Λιταῖς. ὁ μὲν γὰρ Φοῖνιξ τέχνῃ χρῆται πρὸς αὐτόν, καὶ προτείνας αὐτῷ ἡδίστην ὑπόθεσιν ἐναντιωτάτην ἀγωνίζεται·

 

‹ Prev