Book Read Free

Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79)

Page 353

by Dionysius of Halicarnassus


     Δεδειγμένης τῆς διαφορᾶς ᾗ διαφέρει μουσικὴ λογικῆς λοιπὸν ἂν εἴη κἀκεῖνα λέγειν, ὅτι τὸ μὲν τῆς φωνῆς μέλος, λέγω δὲ οὐ τῆς ᾠδικῆς ἀλλὰ τῆς ψιλῆς, ἐὰν ἡδέως διατιθῇ τὴν ἀκοήν, εὐμελὲς λέγοιτ’ ἄν, ἀλλ’ οὐκ ἐμμελές· ἡ δ’ ἐν τοῖς χρόνοις τῶν μορίων συμμετρία σῴζουσα τὸ μελικὸν σχῆμα εὔρυθμος, ἀλλ’ οὐκ ἔνρυθμος· πῇ δὲ διαφέρει ταῦτα ἀλλήλων, κατὰ τὸν οἰκεῖον καιρὸν ἐρῶ. νυνὶ δὲ τἀκόλουθ’ ἀποδοῦναι πειράσομαι, πῶς ἂν γένοιτο λέξις πολιτικὴ παρ’ αὐτὴν τὴν σύνθεσιν ἡδύνουσα τὴν ἀκρόασιν κατά τε τὰ μέλη τῶν φθόγγων καὶ κατὰ τὰς συμμετρίας τῶν ῥυθμῶν καὶ κατὰ τὰς ποικιλίας τῶν μεταβολῶν καὶ κατὰ τὸ πρέπον τοῖς ὑποκειμένοις, ἐπειδὴ ταῦθ’ ὑπεθέμην τὰ κεφάλαια.

  [12] Οὐχ ἅπαντα πέφυκε τὰ μέρη τῆς λέξεως ὁμοίως διατιθέναι τὴν ἀκοήν, ὥσπερ οὐδὲ τὴν ὁρατικὴν αἴσθησιν τὰ ὁρατὰ πάντα οὐδὲ τὴν γευστικὴν τὰ γευστὰ οὐδὲ τὰς ἄλλας αἰσθήσεις τὰ κινοῦντα ἑκάστην· ἀλλὰ καὶ γλυκαίνουσιν αὐτήν τινες ἦχοι καὶ πικραίνουσι, καὶ τραχύνουσι καὶ λεαίνουσι, καὶ πολλὰ ἄλλα πάθη ποιοῦσι περὶ αὐτήν. αἰτία δὲ ἥ τε τῶν γραμμάτων φύσις ἐξ ὧν ἡ φωνὴ συνέστηκεν, πολλὰς καὶ διαφόρους ἔχουσα δυνάμεις, καὶ ἡ τῶν συλλαβῶν πλοκὴ παντοδαπῶς σχηματιζομένη. τοιαύτην δὴ δύναμιν ἐχόντων τῶν τῆς λέξεως μορίων ἐπειδὴ μεταθεῖναι τὴν ἑκάστου φύσιν οὐχ οἷόν τε, λείπεται τὸ τῇ μίξει καὶ κράσει καὶ παραθέσει συγκρύψαι τὴν παρακολουθοῦσαν αὐτῶν τισιν ἀτοπίαν, τραχέσι λεῖα μίσγοντα καὶ σκληροῖς μαλακὰ καὶ κακοφώνοις εὔφωνα καὶ δυσεκφόροις εὐπρόφορα καὶ βραχέσι μακρά, καὶ τἆλλα τὸν αὐτὸν τρόπον εὐκαίρως συντιθέντα καὶ μήτ’ ὀλιγοσύλλαβα πολλὰ ἑξῆς λαμβάνοντα (κόπτεται γὰρ ἡ ἀκρόασις) μήτε πολυσύλλαβα πλείω τῶν ἱκανῶν, μηδὲ δὴ ὁμοιότονα παρ’ ὁμοιοτόνοις μηδ’ ὁμοιόχρονα παρ’ ὁμοιοχρόνοις. χρὴ δὲ καὶ τὰς πτώσεις τῶν ὀνοματικῶν ταχὺ μεταλαμβάνειν (μηκυνόμεναι γὰρ ἔξω τοῦ μετρίου πάνυ προσίστανται ταῖς ἀκοαῖς) καὶ τὴν ὁμοιότητα διαλύειν συνεχῶς ὀνομάτων τε τῶν ἑξῆς τιθεμένων πολλῶν καὶ ῥημάτων καὶ τῶν ἄλλων μερῶν τὸν κόρον φυλαττομένους, σχήμασί τε μὴ ἐπὶ τοῖς αὐτοῖς ἀεὶ μένειν ἀλλὰ θαμινὰ μεταβάλλειν καὶ τρόπους μὴ τοὺς αὐτοὺς ἐπεισφέρειν, ἀλλὰ ποικίλλειν, μηδὲ δὴ ἄρχεσθαι πολλάκις ἀπὸ τῶν αὐτῶν μηδὲ λήγειν εἰς τὰ αὐτὰ ὑπερτείνοντας τὸν ἑκατέρου καιρόν.

     Καὶ μηδεὶς οἰηθῇ με καθάπαξ ταῦτα παραγγέλλειν ὡς ἡδονῆς αἴτια διὰ παντὸς ἐσόμενα ἢ τἀναντία ὀχλήσεως· οὐχ οὕτως ἀνόητός εἰμι· οἶδα γὰρ ἐξ ἀμφοῖν γινομένην πολλάκις ἡδονήν, τοτὲ μὲν ἐκ τῶν ὁμοιογενῶν, τοτὲ δὲ ἐκ τῶν ἀνομοιογενῶν· ἀλλ’ ἐπὶ πάντων οἴομαι δεῖν τὸν καιρὸν θηρᾶν· οὗτος γὰρ ἡδονῆς καὶ ἀηδίας κράτιστον μέτρον. καιροῦ δὲ οὔτε ῥήτωρ οὐδεὶς οὔτε φιλόσοφος εἰς τόδε γε τέχνην ὥρισεν, οὐδ’ ὅσπερ πρῶτος ἐπεχείρησε περὶ αὐτοῦ γράφειν Γοργίας ὁ Λεοντῖνος οὐδὲν ὅ τι καὶ λόγου ἄξιον ἔγραψεν· οὐδ’ ἔχει φύσιν τὸ πρᾶγμα εἰς καθολικὴν καὶ ἔντεχνόν τινα περίληψιν πεσεῖν, οὐδ’ ὅλως ἐπιστήμῃ θηρατός ἐστιν ὁ καιρὸς ἀλλὰ δόξῃ. ταύτην δ’ οἱ μὲν ἐπὶ πολλῶν καὶ πολλάκις γυμνάσαντες ἄμεινον τῶν ἄλλων εὑρίσκουσιν αὐτόν, οἱ δ’ ἀγύμναστον ἀφέντες σπανιώτερον καὶ ὥσπερ ἀπὸ τύχης.

     Ἵνα δὲ καὶ περὶ τῶν ἄλλων εἴπω, ταῦτ’ οἴομαι χρῆναι φυλάττειν ἐν τῇ συνθέσει τὸν μέλλοντα διαθήσειν τὴν ἀκοὴν ἡδέως· ἢ τὰ εὐμελῆ καὶ εὔρυθμα καὶ εὔφωνα ὀνόματα, ὑφ’ ὧν γλυκαίνεταί τε καὶ ἐκμαλάττεται καὶ τὸ ὅλον οἰκείως διατίθεται ἡ αἴσθησις, ταῦτα ἀλλήλοις συναρμόττειν, ἢ τὰ μὴ τοιαύτην ἔχοντα φύσιν ἐγκαταπλέκειν τε καὶ συνυφαίνειν τοῖς δυναμένοις αὐτὴν γοητεύειν, ὥστε ὑπὸ τῆς ἐκείνων χάριτος ἐπισκοτεῖσθαι τὴν τούτων ἀηδίαν· οἷόν τι ποιοῦσιν οἱ φρόνιμοι στρατηλάται κατὰ τὰς συντάξεις τῶν στρατευμάτων· καὶ γὰρ ἐκεῖνοι ἐπικρύπτουσι τοῖς ἰσχυροῖς τὰ ἀσθενῆ, καὶ γίνεται αὐτοῖς οὐδὲν τῆς δυνάμεως ἄχρηστον. διαναπαύειν δὲ τὴν ταυτότητά φημι δεῖν μεταβολὰς εὐκαίρους εἰσφέροντα· καὶ γὰρ ἡ μεταβολὴ παντὸς ἔργου χρῆμα ἡδύ. τελευταῖον δὲ ὃ δὴ καὶ πάντων κράτιστον, οἰκείαν ἀποδιδόναι τοῖς ὑποκειμένοις καὶ πρέπουσαν ἁρμονίαν. δυσωπεῖσθαι δ’ οὐδὲν οἴομαι δεῖν οὔτε ὄνομα οὔτε ῥῆμα, ὅ τι καὶ τέτριπται, μὴ σὺν αἰσχύνῃ λέγεσθαι μέλλον· οὐδὲν γὰρ οὕτω ταπεινὸν ἢ ῥυπαρὸν ἢ ἄλλην τινὰ δυσχέρειαν ἔχον ἔσεσθαί φημι λόγου μόριον, ᾧ σημαίνεταί τι σῶμα ἢ πρᾶγμα, ὃ μηδεμίαν ἕξει χώραν ἐπιτηδείαν ἐν λόγοις. παρακελεύομαι δὲ τῇ συνθέσει πιστεύοντας ἀνδρείως πάνυ καὶ τεθαρρηκότως αὐτὰ ἐκφέρειν Ὁμήρῳ τε παραδείγματι χρώμενος, παρ’ ᾧ καὶ τὰ εὐτελέστατα κεῖται τῶν ὀνομάτων, καὶ Δημοσθένει καὶ Ἡροδότῳ καὶ τοῖς ἄλλοις, ὧν ὀλίγον ὕστερον μνησθήσομαι καθ’ ὅ τι ἂν ἁρμόττῃ περὶ ἑκάστου. ταῦτά μοι περὶ τῆς ἡδείας εἰρήσθω συνθέσεως, ὀλίγα μὲν ἀπὸ πολλῶν θεωρημάτων, ἱκανὰ δὲ ὡς κεφάλαια εἶναι.

  [13] εἶἑν. καλὴ δ’ ἁρμονί�
� πῶς γένοιτ’ ἂν εἴ τις ἔροιτό με καὶ ἐκ ποίων θεωρημάτων, οὐκ ἄλλως πως νὴ Δία φαίην ἂν οὐδ’ ἐξ ἄλλων τινῶν ἢ ἐξ ὧν περ ἡ ἡδεῖα· τὰ γὰρ αὐτὰ ποιητικὰ ἀμφοῖν, μέλος εὐγενές, ῥυθμὸς ἀξιωματικός, μεταβολὴ μεγαλοπρεπής, τὸ πᾶσι τούτοις παρακολουθοῦν πρέπον. ὥσπερ γὰρ ἡδεῖά τις γίνεται λέξις, οὕτω γενναία τις ἄρα, καὶ ῥυθμὸς ὥσπερ γλαφυρός τις, οὕτω καὶ σεμνός τις ἕτερος, καὶ τὸ μεταβάλλειν ὥσπερ χάριν ἔχει, οὕτω καὶ τόνον· τὸ δὲ δὴ πρέπον εἰ μὴ τοῦ καλοῦ πλεῖστον ἕξει μέρος, σχολῇ γ’ ἂν ἄλλου τινός. ἐξ ἁπάντων δή φημι τούτων ἐπιτηδεύεσθαι δεῖν τὸ καλὸν ἐν ἁρμονίᾳ λέξεως ἐξ ὧν περ καὶ τὸ ἡδύ. αἰτία δὲ κἀνταῦθα ἥ τε τῶν γραμμάτων φύσις καὶ ἡ τῶν συλλαβῶν δύναμις, ἐξ ὧν πλέκεται τὰ ὀνόματα· ὑπὲρ ὧν καιρὸς ἂν εἴη λέγειν, ὥσπερ ὑπεσχόμην.

  [14] Ἀρχαὶ μὲν οὖν εἰσι τῆς ἀνθρωπίνης φωνῆς καὶ ἐνάρθρου μηκέτι δεχόμεναι διαίρεσιν, ἃ καλοῦμεν στοιχεῖα καὶ γράμματα· γράμματα μὲν ὅτι γραμμαῖς τισι σημαίνεται, στοιχεῖα δὲ ὅτι πᾶσα φωνὴ τὴν γένεσιν ἐκ τούτων λαμβάνει πρώτων καὶ τὴν διάλυσιν εἰς ταῦτα ποιεῖται τελευταῖα. τῶν δὴ στοιχείων τε καὶ γραμμάτων οὐ μία πάντων φύσις, διαφορὰ δὲ αὐτῶν πρώτη μέν, ὡς Ἀριστόξενος ὁ μουσικὸς ἀποφαίνεται, καθ’ ἣν τὰ μὲν φωνὰς ἀποτελεῖ, τὰ δὲ ψόφους· φωνὰς μὲν τὰ λεγόμενα φωνήεντα, ψόφους δὲ τὰ λοιπὰ πάντα. δευτέρα δὲ καθ’ ἣν τῶν μὴ φωνηέντων ἃ μὲν καθ’ ἑαυτὰ ψόφους ὁποίους δή τινας ἀποτελεῖν πέφυκε, ῥοῖζον ἢ σιγμὸν ἢ μυγμὸν ἢ τοιούτων τινῶν ἄλλων ἤχων δηλωτικούς· ἃ δ’ ἐστὶν ἁπάσης ἄμοιρα φωνῆς καὶ ψόφου καὶ οὐχ οἷά τε ἠχεῖσθαι καθ’ ἑαυτά· διὸ δὴ ταῦτα μὲν ἄφωνα τινὲς ἐκάλεσαν, θάτερα δὲ ἡμίφωνα. οἳ δὲ τριχῇ νείμαντες τὰς πρώτας τε καὶ στοιχειώδεις τῆς φωνῆς δυνάμεις φωνήεντα μὲν ἐκάλεσαν, ὅσα καὶ καθ’ ἑαυτὰ φωνεῖται καὶ μεθ’ ἑτέρων καὶ ἔστιν αὐτοτελῆ· ἡμίφωνα δ’ ὅσα μετὰ μὲν φωνηέντων αὐτὰ ἑαυτῶν κρεῖττον ἐκφέρεται, καθ’ ἑαυτὰ δὲ χεῖρον καὶ οὐκ αὐτοτελῶς· ἄφωνα δ’ ὅσα οὔτε τὰς τελείας οὔτε τὰς ἡμιτελεῖς φωνὰς ἔχει καθ’ ἑαυτά, μεθ’ ἑτέρων δ’ ἐκφωνεῖται.

     ἀριθμὸς δὲ αὐτῶν ὅστίς ἐστιν, οὐ ῥᾴδιον εἰπεῖν ἀκριβῶς, ἐπεὶ πολλὴν παρέσχε καὶ τοῖς πρὸ ἡμῶν ἀπορίαν τὸ πρᾶγμα· οἳ μὲν γὰρ ᾠήθησαν εἶναι τριακαίδεκα τὰ πάντα τῆς φωνῆς στοιχεῖα, κατεσκευάσθαι δὲ τὰ λοιπὰ ἐκ τούτων· οἳ δὲ καὶ τῶν εἰκοσιτεσσάρων οἷς χρώμεθα νῦν πλείω. ἡ μὲν οὖν ὑπὲρ τούτων θεωρία γραμματικῆς τε καὶ μετρικῆς, εἰ δὲ βούλεταί τις, καὶ φιλοσοφίας οἰκειοτέρα· ἡμῖν δὲ ἀπόχρη μήτ’ ἐλάττους τῶν κδ μήτε πλείους ὑποθεμένοις εἶναι τὰς τῆς φωνῆς ἀρχὰς τὰ συμβεβηκότα αὐτοῖς λέγειν, τὴν ἀρχὴν ἀπὸ τῶν φωνηέντων ποιησαμένοις.

     ἔστι δὴ ταῦτα τὸν ἀριθμὸν ζ, δύο μὲν βραχέα τό τε ε καὶ τὸ ο, δύο δὲ μακρὰ τό τε η καὶ τὸ ω, τρία δὲ δίχρονα τό τε α καὶ τὸ ι καὶ τὸ υ, καὶ γὰρ ἐκτείνεται ταῦτα καὶ συστέλλεται· καὶ αὐτὰ οἳ μὲν δίχρονα, ὥσπερ ἔφην, οἳ δὲ μεταπτωτικὰ καλοῦσιν. φωνεῖται δὲ ταῦτα πάντα παρὰ τῆς ἀρτηρίας συνηχούσης τῷ πνεύματι καὶ τοῦ στόματος ἁπλῶς σχηματισθέντος τῆς τε γλώττης οὐδὲν πραγματευομένης ἀλλ’ ἠρεμούσης. πλὴν τὰ μὲν μακρὰ καὶ τῶν διχρόνων ἃ μακρῶς λέγεται τεταμένον λαμβάνει καὶ διηνεκῆ τὸν αὐλὸν τοῦ πνεύματος, τὰ δὲ βραχέα ἢ βραχέως λεγόμενα ἐξ ἀποκοπῆς τε καὶ μιᾷ πληγῇ πνεύματος καὶ τῆς ἀρτηρίας ἐπὶ βραχὺ κινηθείσης ἐκφέρεται. τούτων δὴ κράτιστα μέν ἐστι καὶ φωνὴν ἡδίστην ἀποτελεῖ τά τε μακρὰ καὶ τῶν διχρόνων ὅσα μηκύνεται κατὰ τὴν ἐκφοράν, ὅτι πολὺν ἠχεῖται χρόνον καὶ τὸν τοῦ πνεύματος οὐκ ἀποκόπτει τόνον· χείρω δὲ τὰ βραχέα ἢ βραχέως λεγόμενα, ὅτι μικρόφωνά τε ἐστὶ καὶ σπανίζει τὸν ἦχον. αὐτῶν δὲ τῶν μακρῶν πάλιν εὐφωνότατον μὲν τὸ α, ὅταν ἐκτείνηται· λέγεται γὰρ ἀνοιγομένου τε τοῦ στόματος ἐπὶ πλεῖστον καὶ τοῦ πνεύματος ἄνω φερομένου πρὸς τὸν οὐρανόν. δεύτερον δὲ τὸ η, διότι κάτω τε περὶ τὴν βάσιν τῆς γλώττης ἐρείδει τὸν ἦχον ἀλλ’ οὐκ ἄνω, καὶ μετρίως ἀνοιγομένου τοῦ στόματος. τρίτον δὲ τὸ ω· στρογγυλίζεται γὰρ ἐν αὐτῷ τὸ στόμα καὶ περιστέλλεται τὰ χείλη τήν τε πληγὴν τὸ πνεῦμα περὶ τὸ ἀκροστόμιον ποιεῖται. ἔτι δ’ ἧττον τούτου τὸ υ· περὶ γὰρ αὐτὰ τὰ χείλη συστολῆς γινομένης ἀξιολόγου πνίγεται καὶ στενὸς ἐκπίπτει ὁ ἦχος. ἔσχατον δὲ πάντων τὸ ι· περὶ τοὺς ὀδόντας τε γὰρ ἡ κροῦσις τοῦ πνεύματος γίνεται μικρὸν ἀνοιγομένου τοῦ στόματος καὶ οὐκ ἐπιλαμπρυνόντων τῶν χειλῶν τὸν ἦχον. τῶν δὲ βραχέων οὐδέτερον μὲν εὔμορφον, ἧττον δὲ δυσειδὲς τοῦ ε τὸ ο· διίστησι γὰρ τὸ στόμα κρεῖττον θατέρου καὶ τὴν πληγὴν λαμβάνει περὶ τὴν ἀρτηρίαν μᾶλλον.

     φωνηέντων μὲν οὖν γραμμάτων αὕτη φύσις· ἡμιφώνων δὲ τοιάδε· ὀκτὼ τὸν ἀριθμὸν ὄντων αὐτῶν πέντε μέν ἐστιν ἁπλᾶ τό τε λ καὶ τὸ μ καὶ τὸ ν καὶ τὸ ρ καὶ τὸ σ· διπλᾶ δὲ τρία τό τε ζ καὶ τὸ ξ καὶ τὸ ψ. διπλᾶ δὲ λέγουσιν αὐτὰ ἤτοι διὰ τὸ σύνθετα εἶναι τὸ μὲν ζ διὰ τοῦ σ καὶ δ
, τὸ δὲ ξ διὰ τοῦ κ καὶ σ, τὸ δὲ ψ διὰ τοῦ π καὶ σ συνεφθαρμένων ἀλλήλοις ἰδίαν φωνὴν λαμβάνοντα, ἢ διὰ τὸ χώραν ἐπέχειν δυεῖν γραμμάτων ἐν ταῖς συλλαβαῖς παραλαμβανόμενον ἕκαστον. τούτων δὴ κρείττω μέν ἐστι τὰ διπλᾶ τῶν ἁπλῶν, ἐπειδὴ μείζονά ἐστι τῶν ἑτέρων καὶ μᾶλλον ἐγγίζειν δοκεῖ τοῖς τελείοις· ἥττω δὲ τὰ ἁπλᾶ διὰ τὸ εἰς βραχυτέρους τόπους συνάγεσθαι τὸν ἦχον. φωνεῖται δ’ αὐτῶν ἕκαστον τοιόνδέ τινα τρόπον· τὸ μὲν λ τῆς γλώττης πρὸς τὸν οὐρανὸν ἱσταμένης καὶ τῆς ἀρτηρίας συνηχούσης· τὸ δὲ μ τοῦ μὲν στόματος τοῖς χείλεσι πιεσθέντος, τοῦ δὲ πνεύματος διὰ τῶν ῥωθώνων μεριζομένου· τὸ δὲ ν τῆς γλώττης τὴν φορὰν τοῦ πνεύματος ἀποκλειούσης καὶ μεταφερούσης ἐπὶ τοὺς ῥώθωνας τὸν ἦχον· τὸ δὲ ρ τῆς γλώττης ἄκρας ἀπορριπιζούσης τὸ πνεῦμα καὶ πρὸς τὸν οὐρανὸν ἐγγὺς τῶν ὀδόντων ἀνισταμένης· τὸ δὲ σ τῆς μὲν γλώττης προσαγομένης ἄνω πρὸς τὸν οὐρανὸν ὅλης, τοῦ δὲ πνεύματος διὰ μέσων αὐτῶν φερομένου καὶ περὶ τοὺς ὀδόντας λεπτὸν καὶ στενὸν ἐξωθοῦντος τὸ σύριγμα. τρία δὲ τὰ λοιπὰ ἡμίφωνα μικτὸν λαμβάνει τὸν ψόφον ἐξ ἑνὸς μὲν τῶν ἡμιφώνων τοῦ σ, τριῶν δὲ ἀφώνων τοῦ τε δ καὶ τοῦ κ καὶ τοῦ π.

 

‹ Prev