Book Read Free

Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79)

Page 355

by Dionysius of Halicarnassus


     ἣ δ’ ἴεν ἐκ θαλάμοιο περίφρων Πηνελόπεια

     Ἀρτέμιδι ἰκέλη ἠὲ χρυσῇ Ἀφροδίτῃ.

     Δήλῳ δήποτε τοῖον Ἀπόλλωνος παρὰ βωμῷ

     φοίνικος νέον ἔρνος ἀνερχόμενον ἐνόησα.

     καὶ Χλῶριν εἶδον περικαλλέα, τήν ποτε Νηλεὺς

     γῆμεν ἑὸν μετὰ κάλλος, ἐπεὶ πόρε μυρία ἕδνα.

  ὅταν δ’ οἰκτρὰν ἢ φοβερὰν ἢ ἀγέρωχον ὄψιν εἰσάγῃ, τῶν τε φωνηέντων οὐ τὰ κράτιστα θήσει ἀλλὰ ‹τὰ δυσηχέστατα, καὶ› τῶν ψοφοειδῶν ἢ ἀφώνων τὰ δυσεκφορώτατα λήψεται καὶ καταπυκνώσει τούτοις τὰς συλλαβάς, οἷά ἐστι ταυτί

     σμερδαλέος δ’ αὐτῇσι φάνη κεκακωμένος ἅλμῃ.

     τῇ δ’ ἐπὶ μὲν Γοργῲ βλοσυρῶπις ἐστεφάνωτο

     δεινὸν δερκομένη, περὶ δὲ Δεῖμός τε Φόβος τε.

  ποταμῶν δέ γε σύρρυσιν εἰς χωρίον ἓν καὶ πάταγον ὑδάτων ἀναμισγομένων ἐκμιμήσασθαι τῇ λέξει βουλόμενος οὐκ ἐργάσεται λείας συλλαβὰς ἀλλ’ ἰσχυρὰς καὶ ἀντιτύπους

     ὡς δ’ ὅτε χείμαρροι ποταμοὶ κατ’ ὄρεσφι ῥέοντες

     ἐς μισγάγκειαν συμβάλλετον ὄβριμον ὕδωρ.

  βιαζόμενον δέ τινα πρὸς ἐναντίον ῥεῦμα ποταμοῦ μετὰ τῶν ὅπλων καὶ τὰ μὲν ἀντέχοντα, τὰ δ’ ὑποφερόμενον εἰσάγων ἀνακοπάς τε ποιήσει συλλαβῶν καὶ ἀναβολὰς χρόνων καὶ ἀντιστηριγμοὺς γραμμάτων

     δεινὸν δ’ ἀμφ’ Ἀχιλῆα κυκώμενον ἵστατο κῦμα,

     ὤθει δ’ ἐν σάκεϊ πίπτων ῥόος, οὐδὲ πόδεσσιν

     εἶχε στηρίξασθαι.

  ἀραττομένων δὲ περὶ πέτρας ἀνθρώπων ψόφον τε καὶ μόρον οἰκτρὸν ἐπιδεικνύμενος ἐπὶ τῶν ἀηδεστάτων τε καὶ κακοφωνοτάτων χρονιεῖ γραμμάτων οὐδαμῇ λεαίνων τὴν κατασκευὴν οὐδὲ ἡδύνων·

     σύν τε δύω μάρψας ὥστε σκύλακας προτὶ γαίῃ

     κόπτ’· ἐκ δ’ ἐγκέφαλος χαμάδις ῥέε, δεῦε δὲ γαῖαν.

  πολὺ ἂν ἔργον εἴη λέγειν, εἰ πάντων παραδείγματα βουλοίμην φέρειν ὧν ἄν τις ἀπαιτήσειε κατὰ τὸν τόπον τόνδε· ὥστε ἀρκεσθεὶς τοῖς εἰρημένοις ἐπὶ τὰ ἑξῆς μεταβήσομαι. φημὶ δὴ τὸν βουλόμενον ἐργάσασθαι λέξιν καλὴν ἐν τῷ συντιθέναι τὰς φωνάς, ὅσα καλλιλογίαν ἢ μεγαλοπρέπειαν ἢ σεμνότητα περιείληφεν ὀνόματα, εἰς ταὐτὸ συνάγειν. εἴρηται δέ τινα περὶ τούτων καὶ Θεοφράστῳ τῷ φιλοσόφῳ κοινότερον ἐν τοῖς περὶ λέξεως, ἔνθα ὁρίζει, τίνα ὀνόματα φύσει καλά [παραδείγματος ἕνεκα], ὧν συντιθεμένων καλὴν οἴεται καὶ μεγαλοπρεπῆ γενήσεσθαι τὴν φράσιν, καὶ αὖθις ἕτερα μικρὰ καὶ ταπεινά, ἐξ ὧν οὔτε ποίημα χρηστὸν ἔσεσθαί φησιν οὔτε λόγον. καὶ μὰ Δία οὐκ ἀπὸ σκοποῦ ταῦτα εἴρηται τῷ ἀνδρί. εἰ μὲν οὖν ἐγχωροίη πάντ’ εἶναι τὰ μόρια τῆς λέξεως ὑφ’ ὧν μέλλει δηλοῦσθαι τὸ πρᾶγμα εὔφωνά τε καὶ καλλιρήμονα, μανίας ἔργον ζητεῖν τὰ χείρω· εἰ δὲ ἀδύνατον εἴη τοῦτο, ὥσπερ ἐπὶ πολλῶν ἔχει, τῇ πλοκῇ καὶ μίξει καὶ παραθέσει πειρατέον ἀφανίζειν τὴν τῶν χειρόνων φύσιν, ὅπερ Ὅμηρος εἴωθεν ἐπὶ πολλῶν ποιεῖν. εἰ γάρ τις ἔροιτο ὅντιν’ οὖν ἢ ποιητῶν ἢ ῥητόρων, τίνα σεμνότητα ἢ καλλιλογίαν ταῦτ’ ἔχει τὰ ὀνόματα ἃ ταῖς Βοιωτίαις κεῖται πόλεσιν Ὑρία καὶ Μυκαλησσὸς καὶ Γραῖα καὶ Ἐτεωνὸς καὶ Σκῶλος καὶ Θίσβη καὶ Ὀγχηστὸς καὶ Εὔτρησις καὶ τἆλλ’ ἐφεξῆς ὧν ὁ ποιητὴς μέμνηται, οὐδεὶς ἂν εἰπεῖν οὐδ’ ἥντιν’ οὖν ἔχοι· ἀλλ’ οὕτως αὐτὰ καλῶς ἐκεῖνος συνύφαγκεν καὶ παραπληρώμασιν εὐφώνοις διείληφεν ὥστε μεγαλοπρεπέστατα φαίνεσθαι πάντων ὀνομάτων·

     Βοιωτῶν μὲν Πηνέλεως καὶ Λήιτος ἦρχον

     Ἀρκεσίλαός τε Προθοήνωρ τε Κλονίος τε,

     οἵ θ’ Ὑρίην ἐνέμοντο καὶ Αὐλίδα πετρήεσσαν

     Σχοῖνόν τε Σκῶλόν τε πολύκνημόν τ’ Ἐτεωνόν,

     Θέσπειαν Γραῖάν τε καὶ εὐρύχορον Μυκαλησσόν,

     οἵ τ’ ἀμφ’ Ἅρμ’ ἐνέμοντο καὶ Εἰλέσιον καὶ Ἐρυθράς,

     οἵ τ’ Ἐλεῶν’ εἶχον ἠδ’ Ὕλην καὶ Πετεῶνα,

     Ὠκαλέην Μεδεῶνά τ’ ἐυκτίμενον πτολίεθρον.

  ἐν εἰδόσι λέγων οὐκ οἴομαι πλειόνων δεῖν παραδειγμάτων. ἅπας γάρ ἐστιν ὁ κατάλογος αὐτῷ τοιοῦτος καὶ πολλὰ ἄλλα, ἐν οἷς ἀναγκασθεὶς ὀνόματα λαμβάνειν οὐ καλὰ τὴν φύσιν ἑτέροις αὐτὰ κοσμεῖ καλοῖς καὶ λύει τὴν ἐκείνων δυσχέρειαν τῇ τούτων εὐμορφίᾳ. καὶ περὶ μὲν τούτων ἅλις.

  [17] Ἐπεὶ δὲ καὶ τοὺς ῥυθμοὺς ἔφην οὐ μικρὰν μοῖραν ἔχειν τῆς ἀξιωματικῆς καὶ μεγαλοπρεποῦς συνθέσεως, ἵνα μηδεὶς εἰκῇ με δόξῃ λέγειν ῥυθμοὺς καὶ μέτρα μουσικῆς οἰκεῖα θεωρίας εἰς οὐ ῥυθμικὴν οὐδ’ ἔμμετρον εἰσάγοντα διάλεκτον, ἀποδώσω καὶ τὸν ὑπὲρ τούτων λόγον. ἔχει δ’ οὕτως·

     Πᾶν ὄνομα καὶ ῥῆμα καὶ ἄλλο μόριον λέξεως, ὅ τι μὴ μονοσύλλαβόν ἐστιν, ἐν ῥυθμῷ τινι λέγεται· τὸ δ’ αὐτὸ καλῶ πόδα καὶ ῥυθμόν. δισυλλάβου μὲν οὖν λέξεως διαφοραὶ τρεῖς. ἢ γὰρ ἐξ ἀμφοτέρων ἔσται βραχειῶν ἢ ἐξ ἀμφοτέρων μακρῶν ἢ τῆς μὲν βραχείας, τῆς δὲ μακρᾶς. τοῦ δὲ τρίτου τούτου ῥυθμοῦ διττὸς ὁ τρόπος· ὃ μέν τις ἀπὸ βραχείας ἀρχόμενος καὶ λήγων εἰς μακράν, ὃ
δ’ ἀπὸ μακρᾶς καὶ λήγων εἰς βραχεῖαν. ὁ μὲν οὖν βραχυσύλλαβος ἡγεμών τε καὶ πυρρίχιος καλεῖται, καὶ οὔτε μεγαλοπρεπής ἐστιν οὔτε σεμνός· σχῆμα δ’ αὐτοῦ τοιόνδε

     λέγε δὲ σὺ κατὰ πόδα νεόχυτα μέλεα.

  ὁ δ’ ἀμφοτέρας τὰς συλλαβὰς μακρὰς ἔχων κέκληται μὲν σπονδεῖος, ἀξίωμα δὲ ἔχει μέγα καὶ σεμνότητα πολλήν· παράδειγμα δ’ αὐτοῦ τόδε

     ποίαν δῆθ’ ὁρμάσω, ταύταν

     ἢ κείναν, κείναν ἢ ταύταν;

  ὁ δ’ ἐκ βραχείας τε καὶ μακρᾶς συγκείμενος ἐὰν μὲν τὴν ἡγουμένην λάβῃ βραχεῖαν, ἴαμβος καλεῖται, καὶ ἔστιν οὐκ ἀγεννής· ἐὰν δὲ ἀπὸ τῆς μακρᾶς ἄρχηται, τροχαῖος, καὶ ἔστι μαλακώτερος θατέρου καὶ ἀγεννέστερος· παράδειγμα δὲ τοῦ μὲν προτέρου τοιόνδε

     ἐπὶ σχολῇ πάρεστι, παῖ Μενοιτίου. τοῦ δ’ ἑτέρου

     θυμέ, θύμ’ ἀμηχάνοισι κήδεσιν κυκώμενε.

     δισυλλάβων μὲν δὴ μορίων λέξεως διαφοραί τε καὶ ῥυθμοὶ καὶ σχήματα τοσαῦτα· τρισυλλάβων δ’ ἕτερα πλείω τῶν εἰρημένων καὶ ποικιλωτέραν ἔχοντα θεωρίαν. ὁ μὲν γὰρ ἐξ ἁπασῶν βραχειῶν συνεστώς, καλούμενος δὲ ὑπό τινων χορεῖος [τρίβραχυς πούς], οὗ παράδειγμα τοιόνδε

     Βρόμιε, δορατοφόρ’, ἐνυάλιε, πολεμοκέλαδε,

  ταπεινός τε καὶ ἄσεμνός ἐστι καὶ ἀγεννής, καὶ οὐδὲν ἂν ἐξ αὐτοῦ γένοιτο γενναῖον. ὁ δ’ ἐξ ἁπασῶν μακρῶν, μολοττὸν δ’ αὐτὸν οἱ μετρικοὶ καλοῦσιν, ὑψηλός τε καὶ ἀξιωματικός ἐστι καὶ διαβεβηκὼς ἐπὶ πολύ· παράδειγμα δὲ αὐτοῦ τοιόνδε

     ὦ Ζηνὸς καὶ Λήδας κάλλιστοι σωτῆρες.

  ὁ δ’ ἐκ μακρᾶς καὶ δυεῖν βραχειῶν μέσην μὲν λαβὼν τὴν μακρὰν ἀμφίβραχυς ὠνόμασται, καὶ οὐ σφόδρα τῶν εὐσχήμων ἐστὶ ῥυθμῶν ἀλλὰ διακέκλασταί τε καὶ πολὺ τὸ θῆλυ καὶ ἀηδὲς ἔχει, οἷά ἐστι ταυτί

     Ἴακχε θρίαμβε, σὺ τῶνδε χοραγέ.

  ὁ δὲ προλαμβάνων τὰς δύο βραχείας ἀνάπαιστος μὲν καλεῖται, σεμνότητα δ’ ἔχει πολλήν· καὶ ἔνθα δεῖ μέγεθός τι περιτιθέναι τοῖς πράγμασιν ἢ πάθος, ἐπιτήδειός ἐστι παραλαμβάνεσθαι· τούτου τὸ σχῆμα τοιόνδε

     βαρύ μοι κεφαλᾶς ἐπίκρανον ἔχειν.

  ὁ δὲ ἀπὸ τῆς μακρᾶς ἀρχόμενος, λήγων δὲ εἰς τὰς βραχείας δάκτυλος μὲν καλεῖται, πάνυ δ’ ἐστὶ σεμνὸς καὶ εἰς τὸ κάλλος τῆς ἑρμηνείας ἀξιολογώτατος, καὶ τό γε ἡρωικὸν μέτρον ἀπὸ τούτου κοσμεῖται ὡς ἐπὶ τὸ πολύ· παράδειγμα δὲ αὐτοῦ τόδε

     Ἰλιόθεν με φέρων ἄνεμος Κικόνεσσι πέλασσεν.

  οἱ μέντοι ῥυθμικοὶ τούτου τοῦ ποδὸς τὴν μακρὰν βραχυτέραν εἶναί φασι τῆς τελείας, οὐκ ἔχοντες δ’ εἰπεῖν ὅσῳ, καλοῦσιν αὐτὴν ἄλογον. ἕτερός ἐστιν ἀντίστροφον ἔχων τούτῳ ῥυθμόν, ὃς ἀπὸ τῶν βραχειῶν ἀρξάμενος ἐπὶ τὴν ἄλογον τελευτᾷ· τοῦτον χωρίσαντες ἀπὸ τῶν ἀναπαίστων κυκλικὸν καλοῦσι παράδειγμα αὐτοῦ φέροντες τοιόνδε

     κέχυται πόλις ὑψίπυλος κατὰ γᾶν.

  περὶ ὧν ἂν ἕτερος εἴη λόγος· πλὴν ἀμφότεροί γε τῶν πάνυ καλῶν οἱ ῥυθμοί. ἓν ἔτι λείπεται τρισυλλάβων ῥυθμῶν γένος, ὃ συνέστηκεν ἐκ δύο μακρῶν καὶ βραχείας, τρία δὲ ποιεῖ σχήματα· μέσης μὲν γὰρ γινομένης τῆς βραχείας, ἄκρων δὲ τῶν μακρῶν κρητικός τε λέγεται καὶ ἔστιν οὐκ ἀγεννής. ὑπόδειγμα δὲ αὐτοῦ τοιοῦτον

     οἳ δ’ ἐπείγοντο πλωταῖς ἀπήναισι χαλκεμβόλοις. ἂν δὲ τὴν ἀρχὴν αἱ δύο μακραὶ κατάσχωσιν, τὴν δὲ τελευτὴν ἡ βραχεῖα, οἷά ἐστι ταυτί

     σοὶ Φοῖβε Μοῦσαί τε σύμβωμοι,

  ἀνδρῶδες πάνυ ἐστὶ τὸ σχῆμα καὶ εἰς σεμνολογίαν ἐπιτήδειον. τὸ δ’ αὐτὸ συμβήσεται κἂν ἡ βραχεῖα προτεθῇ τῶν μακρῶν· καὶ γὰρ οὗτος ὁ ῥυθμὸς ἀξίωμα ἔχει καὶ μέγεθος· παράδειγμα δὲ αὐτοῦ τόδε

     τίν’ ἀκτάν, τίν’ ὕλαν δράμω; ποῖ πορευθῶ;

  τούτοις ἀμφοτέροις ὀνόματα κεῖται τοῖς ποσὶν ὑπὸ τῶν μετρικῶν βακχεῖος μὲν τῷ προτέρῳ, θατέρῳ δὲ ὑποβάκχειος. οὗτοι δώδεκα ῥυθμοί τε καὶ πόδες εἰσὶν οἱ πρῶτοι καταμετροῦντες ἅπασαν ἔμμετρόν τε καὶ ἄμετρον λέξιν, ἐξ ὧν γίνονται στίχοι τε καὶ κῶλα· οἱ γὰρ ἄλλοι πόδες καὶ ῥυθμοὶ πάντες ἐκ τούτων εἰσὶ σύνθετοι. ἁπλοῦς δὲ ῥυθμὸς ἢ ποὺς οὔτ’ ἐλάττων ἔσται δύο συλλαβῶν οὔτε μείζων τριῶν. καὶ περὶ μὲν τούτων οὐκ οἶδ’ ὅ τι δεῖ τὰ πλείω λέγειν.

  [18] ὧν δ’ ἕνεκα νῦν ὑπήχθην ταῦτα προειπεῖν (οὐ γὰρ δὴ τὴν ἄλλως γέ μοι προὔκειτο μετρικῶν καὶ ῥυθμικῶν ἅπτεσθαι θεωρημάτων, ἀλλὰ τοῦ ἀναγκαίου ἕνεκα), ταῦτ’ ἐστίν, ὅτι διὰ μὲν τῶν γενναίων καὶ ἀξιωματικῶν καὶ μέγεθος ἐχόντων ῥυθμῶν ἀξιωματικὴ γίνεται σύνθεσις καὶ γενναία καὶ μεγαλοπρεπής, διὰ δὲ τῶν ἀγεννῶν τε καὶ ταπεινῶν ἀμεγέθης τις καὶ ἄσεμνος, ἐάν τε καθ’ ἑαυτοὺς ἕκαστοι τούτων λαμβάνωνται τῶν ῥυθμῶν, ἐάν τε ἀλλήλοις κατὰ τὰς ὁμοζυγίας συμπλέκωνται. [δῆλον.] εἰ μὲν οὖν ἔσται δύναμις ἐξ ἁπάντων κρατίστων ῥυθμῶν συνθεῖναι τὴν λέξιν, ἔχοι ἂν ἡμῖν κατ’ εὐχήν· εἰ δ’ ἀναγκαῖον εἴη μίσγειν τοῖς κρείττοσι τοὺς χείρονας, ὡς ἐπὶ πολλῶν γίνεται (τὰ γὰρ ὀνόματα κεῖται
τοῖς πράγμασιν ὡς ἔτυχεν), οἰκονομεῖν αὐτὰ χρὴ φιλοτέχνως καὶ διακλέπτειν τῇ χάριτι τῆς συνθέσεως τὴν ἀνάγκην ἄλλως τε καὶ πολλὴν τὴν ἄδειαν ἔχοντας· οὐ γὰρ ἀπελαύνεται ῥυθμὸς οὐδεὶς ἐκ τῆς ἀμέτρου λέξεως, ὥσπερ ἐκ τῆς ἐμμέτρου.

     μαρτύρια δὲ ὧν εἴρηκα παραθεῖναι λοιπόν, ἵνα μοι καὶ πίστιν ὁ λόγος λάβῃ. ἔσται δ’ ὀλίγα περὶ πολλῶν. φέρε δή, τίς οὐκ ἂν ὁμολογήσειεν ἀξιωματικῶς τε συγκεῖσθαι καὶ μεγαλοπρεπῶς τὴν Θουκυδίδου λέξιν τὴν ἐν τῷ ἐπιταφίῳ ταύτην· ‘Οἱ μὲν πολλοὶ τῶν ἐνθάδε ἤδη εἰρηκότων ἐπαινοῦσι τὸν προσθέντα τῷ νόμῳ τὸν λόγον τόνδε, ὡς καλὸν ἐπὶ τοῖς ἐκ τῶν πολέμων θαπτομένοις ἀγορεύεσθαι αὐτόν’. τί οὖν ἐστιν ὃ πεποίηκε ταύτην μεγαλοπρεπῆ τὴν σύνθεσιν; τὸ ἐκ τοιούτων συγκεῖσθαι ῥυθμῶν τὰ κῶλα. τρεῖς μὲν γὰρ οἱ τοῦ πρώτου προηγούμενοι κώλου σπονδεῖοι πόδες εἰσίν, ὁ δὲ τέταρτος ἀνάπαιστος, ὁ δὲ μετὰ τοῦτον αὖθις σπονδεῖος, ἔπειτα κρητικός, ἅπαντες ἀξιωματικοί. καὶ τὸ μὲν πρῶτον κῶλον διὰ ταῦτ’ ἐστὶ σεμνόν· τὸ δὲ ἑξῆς τουτί ‘ἐπαινοῦσι τὸν προσθέντα τῷ νόμῳ τὸν λόγον τόνδε’ δύο μὲν ὑποβακχείους ἔχει τοὺς πρώτους πόδας, κρητικὸν δὲ τὸν τρίτον, εἶτ’ αὖθις ὑποβακχείους δύο καὶ συλλαβὴν ὑφ’ ἧς τελειοῦται τὸ κῶλον· ὥστ’ εἰκότως σεμνόν ἐστι καὶ τοῦτο ἐκ τῶν εὐγενεστάτων τε καὶ καλλίστων ῥυθμῶν συγκείμενον. τὸ δὲ δὴ τρίτον κῶλον ‘ὡς καλὸν ἐπὶ τοῖς ἐκ τῶν πολέμων θαπτομένοις ἀγορεύεσθαι αὐτόν’ ἄρχεται μὲν ἀπὸ τοῦ κρητικοῦ ποδός, δεύτερον δὲ λαμβάνει τὸν ἀνάπαιστον καὶ τρίτον σπονδεῖον καὶ τέταρτον αὖθις ἀνάπαιστον, εἶτα δύο τοὺς ἑξῆς δακτύλους, καὶ σπονδείους δύο τοὺς τελευταίους, εἶτα κατάληξιν. εὐγενὲς δὴ καὶ τοῦτο διὰ τοὺς πόδας γέγονεν. τὰ πλεῖστα δ’ ἐστὶ παρὰ Θουκυδίδῃ τοιαῦτα, μᾶλλον δὲ ὀλίγα τὰ μὴ οὕτως ἔχοντα, ὥστ’ εἰκότως ὑψηλὸς εἶναι δοκεῖ καὶ καλλιεπὴς ὡς εὐγενεῖς ἐπάγων ῥυθμούς.

 

‹ Prev