Ἵνα δὲ καὶ περὶ τῶν λοιπῶν εἰπεῖν ἐγγένηταί μοι, Πινδάρου μὲν ἅλις ἔστω, Θουκυδίδου δὲ λαμβανέσθω λέξις ἡ ἐκ τοῦ προοιμίου ἥδε·
Θουκυδίδης Ἀθηναῖος ξυνέγραψε τὸν πόλεμον τῶν Πελοποννησίων καὶ Ἀθηναίων ὡς ἐπολέμησαν πρὸς ἀλλήλους, ἀρξάμενος εὐθὺς καθισταμένου καὶ ἐλπίσας μέγαν τε ἔσεσθαι καὶ ἀξιολογώτατον τῶν προγεγενημένων, τεκμαιρόμενος ὅτι ἀκμάζοντές τε ᾖσαν ἐς αὐτὸν ἀμφότεροι παρασκευῇ τῇ πάσῃ, καὶ τὸ ἄλλο Ἑλληνικὸν ὁρῶν ξυνιστάμενον πρὸς ἑκατέρους, τὸ μὲν εὐθύς, τὸ δὲ καὶ διανοούμενον. κίνησις γὰρ αὕτη μεγίστη δὴ τοῖς Ἕλλησιν ἐγένετο καὶ μέρει τινὶ τῶν βαρβάρων, ὡς δ’ εἰπεῖν καὶ ἐπὶ πλεῖστον ἀνθρώπων. τὰ γὰρ πρὸ αὐτῶν καὶ τὰ ἔτι παλαιότερα σαφῶς μὲν εὑρεῖν διὰ χρόνου πλῆθος ἀδύνατα ἦν· ἐκ δὲ τεκμηρίων, ὧν ἐπὶ μακρότατον σκοποῦντί μοι πιστεῦσαι ξυμβαίνει, οὐ μεγάλα νομίζω γενέσθαι οὔτε κατὰ τοὺς πολέμους οὔτε ἐς τἆλλα. φαίνεται γὰρ ἡ νῦν Ἑλλὰς καλουμένη οὐ πάλαι βεβαίως οἰκουμένη, ἀλλὰ μεταναστάσεις τε οὖσαι τὰ πρότερα καὶ ῥᾳδίως ἕκαστοι τὴν ἑαυτῶν ἀπολείποντες βιαζόμενοι ὑπό τινων ἀεὶ πλειόνων. τῆς γὰρ ἐμπορίας οὐκ οὔσης οὐδ’ ἐπιμιγνύντες ἀδεῶς ἀλλήλοις οὔτε κατὰ γῆν οὔτε διὰ θαλάσσης, νεμόμενοί τε τὰ ἑαυτῶν ἕκαστοι ὅσον ἀποζῆν καὶ περιουσίαν χρημάτων οὐκ ἔχοντες οὐδὲ γῆν φυτεύοντες, ἄδηλον ὂν ὁπότε τις ἐπελθὼν καὶ ἀτειχίστων ἅμα ὄντων ἄλλος ἀφαιρήσεται, τῆς τε καθ’ ἡμέραν ἀναγκαίου τροφῆς πανταχοῦ ἂν ἡγούμενοι ἐπικρατεῖν οὐ χαλεπῶς ἀνίσταντο.
αὕτη ἡ λέξις ὅτι μὲν οὐκ ἔχει λείας οὐδὲ συνεξεσμένας ἀκριβῶς τὰς ἁρμονίας οὐδ’ ἔστιν εὐεπὴς καὶ μαλακὴ καὶ λεληθότως ὀλισθάνουσα διὰ τῆς ἀκοῆς ἀλλὰ πολὺ τὸ ἀντίτυπον καὶ τραχὺ καὶ στρυφνὸν ἐμφαίνει, καὶ ὅτι πανηγυρικῆς μὲν ἢ θεατρικῆς οὐδὲ κατὰ μικρὸν ἐφάπτεται χάριτος, ἀρχαϊκὸν δέ τι καὶ αὔθαδες ἐπιδείκνυται κάλλος, ὡς πρὸς εἰδότας ὁμοίως τοὺς εὐπαιδεύτους ἅπαντας οὐδὲν δέομαι λέγειν ἄλλως τε καὶ αὐτοῦ γε τοῦ συγγραφέως ὁμολογήσαντος, ὅτι εἰς μὲν ἀκρόασιν ἧττον ἐπιτερπὴς ἡ γραφή ἐστι, ‘κτῆμα δ’ εἰσαεὶ μᾶλλον ἢ ἀγώνισμα εἰς τὸ παραυτίκα ἀκούειν σύγκειται’. τίνα δ’ ἐστὶ τὰ θεωρήματα οἷς χρησάμενος ἁνὴρ οὗτος ἀπηνῆ καὶ αὐστηρὰν πεποίηκε τὴν ἁρμονίαν, δι’ ὀλίγων σημανῶ· ῥᾴδιον γὰρ ἔσται μικρὰ μεγάλων εἶναι δείγματα τοῖς μὴ χαλεπῶς ἐπὶ τὴν τοῦ ὁμοίου τε καὶ ἀκολούθου μεταβαίνουσιν θεωρίαν.
αὐτίκα ἐν ἀρχῇ τῷ Ἀθηναῖος προσηγορικῷ τὸ ξυνέγραψε ῥῆμα ἐφαρμοττόμενον διίστησιν ἀξιολόγως τὴν ἁρμονίαν· οὐ γὰρ προτάττεται τὸ σ τοῦ ξ κατὰ συνεκφορὰν τὴν ἐν μιᾷ συλλαβῇ γινομένην· δεῖ δὲ τοῦ σ σιωπῇ καταληφθέντος τότε ἀκουστὸν γενέσθαι τὸ ξ. τοῦτο δὲ τραχύτητα ἐργάζεται καὶ ἀντιτυπίαν τὸ πάθος. ἔπειθ’ αἱ μετὰ τοῦτο γινόμεναι συγκοπαὶ τῶν ἤχων, τοῦ τε ν ‹καὶ τοῦ π› καὶ τοῦ τ καὶ τοῦ π καὶ τοῦ κ τετράκις ἑξῆς ἀλλήλοις παρακειμένων, χαράττουσιν εὖ μάλα τὴν ἀκοὴν ἀκοὴν καὶ διασαλεύουσιν ἀξιολόγως τὰς ἁρμονίας, ὅταν φῇ ‘τὸν πόλεμον τῶν Πελοποννησίων καὶ Ἀθηναίων’· τούτων γὰρ τῶν μορίων τῆς λέξεως οὐθὲν ὅ τι οὐ ‹σιωπῇ› καταληφθῆναί τε δεῖ καὶ πιεσθῆναι πρότερον ὑπὸ τοῦ στόματος περὶ τὸ τελευταῖον γράμμα, ἵνα τὸ συναπτόμενον αὐτῷ τρανὴν καὶ καθαρὰν τὴν ἑαυτοῦ λάβῃ δύναμιν. ἔτι πρὸς τούτοις ἡ τῶν φωνηέντων παράθεσις ἡ κατὰ τὴν τελευταίαν τοῦ κώλου τοῦδε γενομένη ἐν τῷ καὶ Ἀθηναίων διακέκρουκε τὸ συνεχὲς τῆς ἁρμονίας καὶ διἕστακεν πάνυ αἰσθητὸν τὸν μεταξὺ λαβοῦσα χρόνον· ἀκέραστοι γὰρ αἱ φωναὶ τοῦ τε ι καὶ τοῦ α καὶ ἀποκόπτουσαι τὸν ἦχον· τὸ δ’ εὐεπὲς οἱ συνεχεῖς τε καὶ οἱ συλλεαινόμενοι ποιοῦσιν ἦχοι.
καὶ αὖθις ἐν τῇ δευτέρᾳ περιόδῳ τὸ προηγούμενον κῶλον τουτί ‘ἀρξάμενος εὐθὺς καθισταμένου’ μετρίως ἁρμόσας ὁ ἀνὴρ ὡς ἂν εὔφωνόν τε μάλιστα φαίνοιτο καὶ μαλακόν, τὸ μετὰ τοῦτο πάλιν ἀποτραχύνει καὶ διασπᾷ τοῖς διαχαλάσμασι τῶν ἁρμονιῶν· ‘καὶ ἐλπίσας μέγαν τε ἔσεσθαι καὶ ἀξιολογώτατον τῶν προγεγενημένων’, τρὶς γὰρ ἀλλήλοις ἑξῆς οὐ διὰ μακροῦ παράκειται φωνήεντα συγκρούσεις ἐργαζόμενα καὶ ἀνακοπὰς καὶ οὐκ ἐῶντα τὴν ἀκρόασιν ἑνὸς κώλου συνεχοῦς λαβεῖν φαντασίαν· ἥ τε περίοδος αὐτῷ λήγουσα εἰς τὸ ‘τῶν προγεγενημένων’ οὐκ ἔχει τὴν βάσιν εὔγραμμον καὶ περιφερῆ, ἀλλ’ ἀκόρυφός τις φαίνεται καὶ ἀκατάστροφος, ὥσπερ μέρος οὖσα τῆς δευτέρας ἀλλ’ οὐχὶ [τῆς πρώτης] τέλος.
τὸ δ’ αὐτὸ πέπονθε καὶ ἡ τρίτη περίοδος· καὶ γὰρ ἐκείνης ἀπερίγραφός ἐστι καὶ ἀνέδραστος ἡ βάσις τελευταῖον ἐχούσης μόριον ‘τὸ δὲ καὶ διανοούμενον’, πολλὰς ἅμα καὶ αὐτὴ περιέχουσα φωνηέντων τε πρὸς φωνήεντα ἀντιτυπίας καὶ ἡμιφώνων πρὸς ἡμίφωνα καὶ ἄφωνα, ἅσπερ ἐργάζεται τὰ μὴ συνῳδὰ τῇ φύσει τραχύτητας. ἵνα δὲ συνελὼν εἴπω, δώδεκά που περιόδων οὐσῶν ἃς παρεθέμην, εἴ τις αὐτὰς συμμέτρως μερίζοι πρὸς τὸ πνεῦμα, κώλων δὲ περι
λαμβανομένων ἐν ταύταις οὐκ ἐλαττόνων ἢ τριάκοντα τὰ μὲν εὐεπῶς συγκείμενα καὶ συνεξεσμένα ταῖς ἁρμονίαις οὐκ ἂν εὕροι τις ἓξ ἢ ἑπτὰ τὰ πάντα κῶλα, φωνηέντων δὲ συμβολὰς ἐν ταῖς δώδεκα περιόδοις ὀλίγου δεῖν τριάκοντα ἡμιφώνων τε καὶ ἀφώνων ἀντιτύπων καὶ πικρῶν καὶ δυσεκφόρων παραβολάς, ἐξ ὧν αἵ τε ἀνακοπαὶ καὶ τὰ πολλὰ ἐγκαθίσματα τῇ λέξει γέγονε, τοσαύτας τὸ πλῆθος ὥστε ὀλίγου δεῖν καθ’ ἕκαστον αὐτῆς μόριον εἶναί τι τῶν τοιούτων. πολλὴ δὲ καὶ ἡ τῶν κώλων ἀσυμμετρία πρὸς ἄλληλα καὶ ἡ τῶν περιόδων ἀνωμαλία καὶ ἡ τῶν σχημάτων καινότης καὶ τὸ τῆς ἀκολουθίας ὑπεροπτικὸν καὶ τἆλλα ὅσα χαρακτηρικὰ τῆς ἀκομψεύτου τε καὶ αὐστηρᾶς ἐπελογισάμην ὄντα ἁρμονίας. ἅπαντα γὰρ διεξιέναι πάλιν ἐπὶ τῶν παραδειγμάτων καὶ καταδαπανᾶν εἰς ταῦτα τὸν χρόνον οὐκ ἀναγκαῖον ἡγοῦμαι.
[23] Ἡ δὲ γλαφυρὰ [καὶ ἀνθηρὰ] σύνθεσις, ἣν δευτέραν ἐτιθέμην τῇ τάξει, χαρακτῆρα τοιόνδε ἔχει· οὐ ζητεῖ καθ’ ἓν ἕκαστον ὄνομα ἐκ περιφανείας ὁρᾶσθαι οὐδὲ ἐν ἕδρᾳ πάντα βεβηκέναι πλατείᾳ τε καὶ ἀσφαλεῖ οὐδὲ μακροὺς τοὺς μεταξὺ αὐτῶν εἶναι χρόνους, οὐδ’ ὅλως τὸ βραδὺ καὶ σταθερὸν τοῦτο φίλον αὐτῇ, ἀλλὰ κεκινῆσθαι βούλεται τὴν ὀνομασίαν καὶ φέρεσθαι θάτερα κατὰ τῶν ἑτέρων ὀνομάτων καὶ ὀχεῖσθαι τὴν ἀλληλουχίαν λαμβάνοντα βάσιν ὥσπερ τὰ ῥέοντα καὶ μηδέποτε ἀτρεμοῦντα· συνηλεῖφθαί τε ἀλλήλοις ἀξιοῖ καὶ συνυφάνθαι τὰ μόρια ὡς μιᾶς λέξεως ὄψιν ἀποτελοῦντα εἰς δύναμιν. τοῦτο δὲ ποιοῦσιν αἱ τῶν ἁρμονιῶν ἀκρίβειαι χρόνον αἰσθητὸν οὐδένα τὸν μεταξὺ τῶν ὀνομάτων περιλαμβάνουσαι· ἔοικέ τε κατὰ μέρος εὐητρίοις ὕφεσιν ἢ γραφαῖς συνεφθαρμένα τὰ φωτεινὰ τοῖς σκιεροῖς ἐχούσαις. εὔφωνά τε εἶναι βούλεται πάντα τὰ ὀνόματα καὶ λεῖα καὶ μαλακὰ καὶ παρθενωπά, τραχείαις δὲ συλλαβαῖς καὶ ἀντιτύποις ἀπέχθεταί που· τὸ δὲ θρασὺ πᾶν καὶ παρακεκινδυνευμένον δι’ εὐλαβείας ἔχει.
οὐ μόνον δὲ τὰ ὀνόματα τοῖς ὀνόμασιν ἐπιτηδείως συνηρμόσθαι βούλεται καὶ συνεξέσθαι, ἀλλὰ καὶ τὰ κῶλα τοῖς κώλοις εὖ συνυφάνθαι καὶ πάντα εἰς περίοδον τελευτᾶν, ὁρίζουσα κώλου τε μῆκος, ὃ μὴ βραχύτερον ἔσται μηδὲ μεῖζον τοῦ μετρίου, καὶ περιόδου μέτρον, οὗ πνεῦμα τέλειον ἀνδρὸς κρατήσει· ἀπερίοδον δὲ λέξιν ἢ περίοδον ἀκώλιστον ἢ κῶλον ἀσύμμετρον οὐκ ἂν ὑπομείνειεν ἐργάσασθαι. χρῆται δὲ καὶ ῥυθμοῖς οὐ τοῖς μεγίστοις ἀλλὰ τοῖς μέσοις τε καὶ βραχυτέροις· καὶ τῶν περιόδων τὰς τελευτὰς εὐρύθμους εἶναι βούλεται καὶ βεβηκυίας ὡς ἂν ἀπὸ στάθμης, τἀναντία ποιοῦσα ἐν ταῖς τούτων ἁρμογαῖς ἢ ταῖς τῶν ὀνομάτων· ἐκεῖνα μὲν γὰρ συναλείφει, ταύτας δὲ διίστησι καὶ ὥσπερ ἐκ περιόπτου βούλεται φανερὰς εἶναι. σχήμασί τε οὐ τοῖς ἀρχαιοπρεπεστέροις οὐδ’ ὅσοις σεμνότης τις ἢ βάρος ἢ τόνος πρόσεστιν, ἀλλὰ τοῖς τρυφεροῖς τε καὶ κολακικοῖς ὡς τὰ πολλὰ χρῆσθαι φιλεῖ, ἐν οἷς πολὺ τὸ ἀπατηλόν ἐστι καὶ θεατρικόν. ἵνα δὲ καὶ κοινότερον εἴπω, τοὐναντίον ἔχει σχῆμα τῆς προτέρας κατὰ τὰ μέγιστα καὶ κυριώτατα, ὑπὲρ ὧν οὐδὲν δέομαι πάλιν λέγειν.
ἀκόλουθον δ’ ἂν εἴη καὶ τοὺς ἐν ταύτῃ πρωτεύσαντας καταριθμήσασθαι. ἐποποιῶν μὲν οὖν ἔμοιγε κάλλιστα τουτονὶ δοκεῖ τὸν χαρακτῆρα ἐξεργάσασθαι Ἡσίοδος, μελοποιῶν δὲ Σαπφὼ καὶ μετ’ αὐτὴν Ἀνακρέων τε καὶ Σιμωνίδης, τραγῳδοποιῶν δὲ μόνος Εὐριπίδης, συγγραφέων δὲ ἀκριβῶς μὲν οὐδείς, μᾶλλον δὲ τῶν πολλῶν Ἔφορός τε καὶ Θεόπομπος, ῥητόρων δὲ Ἰσοκράτης. θήσω δὲ καὶ ταύτης παραδείγματα τῆς ἁρμονίας, ποιητῶν μὲν προχειρισάμενος Σαπφώ, ῥητόρων δὲ Ἰσοκράτην. ἄρξομαι δὲ ἀπὸ τῆς μελοποιοῦ.
Ποικιλόθρον’ ἀθάνατ’ Ἀφροδίτα,
παῖ Δίος δολόπλοκε, λίσσομαί σε,
μή μ’ ἄσαισι μηδ’ ὀνίαισι δάμνα,
πότνια θῦμον·
ἀλλὰ τύδ’ ἔλθ’, αἴ ποκα κἀτέρωτα
τᾶς ἔμας αὔδως ἀίοισα πήλυ
ἔκλυες, πάτρος δὲ δόμον λίποισα,
χρύσιον ἦλθες
ἄρμ’ ὐπασδεύξαισα. κάλοι δέ σ’ ἆγον
ὠκέες στροῦθοι, περὶ γᾶς μελαίνας
πύκνα διννῆντες πτέρ’ ἀπ’ ὠράνᾤθε-
ρος διὰ μέσσω.
αἶψα δ’ ἐξίκοντο· τὺ δ’, ὦ μάκαιρα,
μειδιάσαισ’ ἀθανάτω προσώπω
ἤρε’, ὄττι δἦν τὸ πέπονθα κὤττι
δηὖτε κάλημι,
κὤττ’ ἔμω μάλιστα θέλω γενέσθαι
μαινόλᾳ θύμω· τίνα δηὖτε πείθω
μαῖσ’ ἄγην ἐς σὰν φιλότατα; τίς σ’, ὦ
Ψάπφ’, ἀδικήει;
καὶ γὰρ αἰ φεύγει, ταχέως διώξει·
αἰ δὲ δῶρα μὴ δέκετ’, ἀλλὰ δώσει·
αἰ δὲ μὴ φίλει, ταχέως φιλήσει
κωὐκ ἐθέλοισα.
ἔλθέ μοι καὶ νῦν, χαλεπᾶν δὲ λῦσον
ἐκ μεριμνᾶν, ὄσσα δέ μοι τελέσσαι
θῦμος ἰμάρρει, τέλεσον, σὺ δ’ αὔτα
σύμμαχος ἔσσο.
ταύτης τῆς λέξεως ἡ εὐέπεια καὶ ἡ χά�
�ις ἐν τῇ συνεχείᾳ καὶ λειότητι γέγονε τῶν ἁρμονιῶν· παράκειται γὰρ ἀλλήλοις τὰ ὀνόματα καὶ συνύφανται κατά τινας οἰκειότητας καὶ συζυγίας φυσικὰς τῶν γραμμάτων· τὰ γὰρ φωνήεντα τοῖς ἀφώνοις τε καὶ ἡμιφώνοις συνάπτεται μικροῦ διὰ πάσης τῆς ᾠδῆς, ὅσα προτάττεσθαί τε καὶ ὑποτάττεσθαι πέφυκεν ἀλλήλοις κατὰ μίαν συλλαβὴν συνεκφερόμενα· ἡμιφώνων δὲ πρὸς ἡμίφωνα ἢ ἄφωνα ‹καὶ ἀφώνων› καὶ φωνηέντων πρὸς ἄλληλα συμπτώσεις αἱ διασαλεύουσαι τοὺς ἤχους ὀλίγαι πάνυ ἔνεισιν· ἐγὼ γοῦν ὅλην τὴν ᾠδὴν ἀνασκοπούμενος πέντε ἢ ἓξ ἴσως ἐν τοῖς τοσούτοις ὀνόμασι καὶ ῥήμασι καὶ τοῖς ἄλλοις μορίοις ἡμιφώνων τε καὶ ἀφώνων γραμμάτων συμπλοκὰς τῶν μὴ πεφυκότων ἀλλήλοις κεράννυσθαι καὶ οὐδὲ ταύτας ἐπὶ πολὺ τραχυνούσας τὴν εὐέπειαν εὑρίσκω, φωνηέντων δὲ παραθέσεις τὰς μὲν ἐν τοῖς κώλοις αὐτοῖς γινομένας ἔτι ἐλάττους ἢ τοσαύτας, τὰς δὲ συναπτούσας ἀλλήλοις τὰ κῶλα ὀλίγῳ τινὶ τούτων πλείονας. εἰκότως δὴ γέγονεν εὔρους τις ἡ λέξις καὶ μαλακή, τῆς ἁρμονίας τῶν ὀνομάτων μηδὲν ἀποκυματιζούσης τὸν ἦχον.
Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) Page 359