ἔλεγον δ’ ἂν καὶ τὰ λοιπὰ τῆς συνθέσεως ταύτης ἰδιώματα καὶ ἀπεδείκνυον ἐπὶ τῶν παραδειγμάτων τοιαῦτα ὄντα οἷα ἐγώ φημι, εἰ μὴ μακρὸς ἔμελλεν ὁ λόγος γενήσεσθαι καὶ ταυτολογίας τινὰ παρέξειν δόξαν. ἐξέσται γὰρ σοὶ καὶ παντὶ ἄλλῳ καθ’ ἓν ἕκαστον τῶν ἐξηριθμημένων ὑπ’ ἐμοῦ κατὰ τὴν προέκθεσιν τοῦ χαρακτῆρος ἐπιλέγεσθαί τε καὶ σκοπεῖν ἐπὶ τῶν παραδειγμάτων κατὰ πολλὴν εὐκαιρίαν καὶ σχολήν· ἐμοὶ δ’ οὐκ ἐγχωρεῖ τοῦτο ποιεῖν ἀλλ’ ἀπόχρη παραδεῖξαι μόνον ἀρκούντως ἃ βούλομαι τοῖς δυνησομένοις παρακολουθῆσαι.
ἑνὸς ἔτι παραθήσομαι λέξιν ἀνδρὸς εἰς τὸν αὐτὸν κατεσκευασμένου χαρακτῆρα, Ἰσοκράτους τοῦ ῥήτορος, ὃν ἐγὼ μάλιστα πάντων οἴομαι τῶν πεζῇ λέξει χρησαμένων ταύτην ἀκριβοῦν τὴν ἁρμονίαν. ἔστι δὲ ἡ λέξις ἐκ τοῦ Ἀρεοπαγιτικοῦ ἥδε·
Πολλοὺς ὑμῶν οἴομαι θαυμάζειν, ἥντινά ποτε γνώμην ἔχων περὶ σωτηρίας τὴν πρόσοδον ἐποιησάμην, ὥσπερ ἢ τῆς πόλεως ἐν κινδύνοις οὔσης ἢ σφαλερῶς αὐτῇ τῶν πραγμάτων καθεστώτων, ἀλλ’ οὐ πλείους μὲν τριήρεις ἢ διακοσίας κεκτημένης, εἰρήνην δὲ τὰ περὶ τὴν χώραν ἀγούσης καὶ τῶν κατὰ θάλατταν ἀρχούσης, ἔτι δὲ συμμάχους ἐχούσης πολλοὺς μὲν τοὺς ἑτοίμους ἡμῖν ἤν τι δέῃ βοηθήσοντας, πολὺ δὲ πλείους τοὺς τὰς συντάξεις ὑποτελοῦντας καὶ τὸ προσταττόμενον ποιοῦντας. ὧν ὑπαρχόντων ἡμᾶς μὲν ἄν τις φήσειεν εἰκὸς εἶναι θαρρεῖν ὡς πόρρω τῶν κινδύνων ὄντας, τοῖς δ’ ἐχθροῖς τοῖς ἡμετέροις προσήκειν δεδιέναι καὶ βουλεύεσθαι περὶ σωτηρίας. ὑμεῖς μὲν οὖν οἶδ’ ὅτι τούτῳ χρώμενοι τῷ λογισμῷ καὶ τῆς ἐμῆς προσόδου καταφρονεῖτε καὶ πᾶσαν ἐλπίζετε τὴν Ἑλλάδα τῇ δυνάμει ταύτῃ κατασχήσειν· ἐγὼ δὲ δι’ αὐτὰ ταῦτα τυγχάνω δεδιώς. ὁρῶ γὰρ τῶν πόλεων τὰς ἄριστα πράττειν οἰομένας κάκιστα βουλευομένας, καὶ τὰς μάλιστα θαρρούσας εἰς πλεῖστον κίνδυνον καθισταμένας. αἴτιον δὲ τούτων ἐστίν, ὅτι τῶν ἀγαθῶν καὶ τῶν κακῶν οὐδὲν αὐτὸ καθ’ αὑτὸ παραγίνεται τοῖς ἀνθρώποις, ἀλλὰ συντέτακται καὶ συνακολουθεῖ τοῖς μὲν πλούτοις καὶ ταῖς δυναστείαις ἄνοια καὶ μετὰ ταύτης ἀκολασία, ταῖς δὲ ἐνδείαις καὶ ταῖς ταπεινότησιν καὶ σωφροσύνη καὶ πολλὴ μετριότης. ὥστε χαλεπὸν εἶναι διαγνῶναι, ποτέραν ἄν τις εὔξαιτο τῶν μερίδων τούτων τοῖς παισὶ τοῖς αὑτοῦ καταλιπεῖν· ἴδοι γὰρ ἂν ἐκ μὲν τῆς φαυλοτέρας εἶναι δοκούσης ἐπὶ τὸ βέλτιον ὡς ἐπὶ τὸ πολὺ τὰς πράξεις ἐπιδιδούσας, ἐκ δὲ τῆς κρείττονος φαινομένης ἐπὶ τὸ χεῖρον εἰθισμένας μεταπίπτειν.
ταῦθ’ ὅτι συνήλειπταί τε καὶ συγκέχρωσται, καὶ οὐ καθ’ ἓν ἕκαστον ὄνομα ἐν ἕδρᾳ περιφανεῖ καὶ πλατείᾳ βέβηκεν οὐδὲ μακροῖς τοῖς μεταξὺ χρόνοις διείργεται καὶ διαβέβηκεν ἀπ’ ἀλλήλων, ἀλλ’ ἐν κινήσει τε ὄντα φαίνεται καὶ φορᾷ καὶ ῥύσει συνεχεῖ, πραεῖαί τε αὐτῶν εἰσι καὶ μαλακαὶ καὶ προπετεῖς αἱ συνάπτουσαι τὴν λέξιν ἁρμονίαι, τὸ ἄλογον ἐπιμαρτυρεῖ τῆς ἀκοῆς πάθος. ὅτι δ’ οὐκ ἄλλα τινὰ τούτων ἐστὶν αἴτια ἢ τὰ προειρημένα ὑπ’ ἐμοῦ περὶ τῆς ἀγωγῆς ταύτης τῶν λόγων, ῥᾴδιον ἰδεῖν. φωνηέντων μὲν γὰρ ἀντιτυπίαν οὐκ ἂν εὕροι τις οὐδεμίαν ἐν γοῦν οἷς παρεθέμην ἀριθμοῖς, οἴομαι δ’ οὐδ’ ἐν ὅλῳ τῷ λόγῳ, πλὴν εἴ τί με διαλέληθεν· ἡμιφώνων δὲ καὶ ἀφώνων ὀλίγας καὶ οὐ σφόδρα ἐκφανεῖς οὐδὲ συνεχεῖς. ταῦτά τε δὴ τῆς εὐεπείας αἴτια τῇ λέξει γέγονε καὶ ἡ τῶν κώλων συμμετρία πρὸς ἄλληλα, τῶν τε περιόδων ὁ κύκλος ἔχων τι περιφερὲς καὶ εὔγραμμον καὶ τεταμιευμένον ἄκρως ταῖς συμμετρίαις. ὑπὲρ ἅπαντα δὲ ταῦτα οἱ σχηματισμοὶ πολὺ τὸ νεαρὸν ἔχοντες· εἰσὶ γὰρ ἀντίθετοι καὶ παρόμοιοι καὶ πάρισοι καὶ οἱ παραπλήσιοι τούτοις, ἐξ ὧν ἡ πανηγυρικὴ διάλεκτος ἀποτελεῖται. οὐκ ἀναγκαῖον εἶναι δοκῶ μηκύνειν καὶ τὰ λοιπὰ διεξιών· ἱκανῶς γὰρ εἴρηται καὶ περὶ ταύτης τῆς συνθέσεως ὅσα γε ἥρμοττεν.
[24] Ἡ δὲ τρίτη καὶ μέση τῶν εἰρημένων δυεῖν ἁρμονιῶν, ἣν εὔκρατον καλῶ σπάνει κυρίου τε καὶ κρείττονος ὀνόματος, σχῆμα μὲν ἴδιον οὐδὲν ἔχει, κεκέρασται δὲ ὡς ἐξ ἐκείνων μετρίως καὶ ἔστιν ἐκλογή τις τῶν ἐν ἑκατέρᾳ κρατίστων. αὕτη δοκεῖ μοι τὰ πρωτεῖα ἐπιτηδεία εἶναι φέρεσθαι, ἐπειδὴ μεσότης μέν τίς ἐστι (μεσότης δὲ ἡ ἀρετὴ καὶ βίων καὶ ἔργων [καὶ τεχνῶν], ὡς Ἀριστοτέλει τε δοκεῖ καὶ τοῖς ἄλλοις ὅσοι κατ’ ἐκείνην τὴν αἵρεσιν φιλοσοφοῦσιν), ὁρᾶται δ’, ὥσπερ ἔφην καὶ πρότερον, οὐ κατὰ ἀπαρτισμὸν ἀλλ’ ἐν πλάτει, καὶ τὰς εἰδικὰς ἔχει διαφορὰς πολλάς· οἵ τε χρησάμενοι αὐτῇ οὐ τὰ αὐτὰ πάντες οὐδ’ ὁμοίως ἐπετήδευσαν, ἀλλ’ οἳ μὲν ταῦτα μᾶλλον, οἳ δ’ ἐκεῖνα, ἐπέτεινάν τε καὶ ἀνῆκαν ἄλλως ἄλλοι τὰ αὐτά, καὶ πάντες ἐγένοντο λόγου ἄξιοι κατὰ πάσας τὰς ἰδέας τῶν λόγων. κορυφὴ μὲν οὖν ἁπάντων καὶ σκοπός,
ἐξ οὗ περ πάντες ποταμοὶ καὶ πᾶσα θάλασσα
καὶ πᾶσαι κρῆναι,
δικαίως ἂν Ὅμηρος λέγοιτο. πᾶς γὰρ αὐτῷ τόπος, ὅτου τις ἂν ἅψηται, ταῖς τε αὐστηραῖς καὶ ταῖς γλαφυραῖς ἁρμον�
�αις εἰς ἄκρον διαπεποίκιλται. τῶν δ’ ἄλλων ὅσοι τὴν αὐτὴν μεσότητα ἐπετήδευσαν, ὕστεροι μὲν Ὁμήρου μακρῷ παρ’ ἐκεῖνον ἐξεταζόμενοι φαίνοιντ’ ἄν, καθ’ ἑαυτοὺς δὲ εἰ θεωροίη τις αὐτούς, ἀξιοθέατοι, μελοποιῶν μὲν Στησίχορός τε καὶ Ἀλκαῖος, τραγῳδοποιῶν δὲ Σοφοκλῆς, συγγραφέων δὲ Ἡρόδοτος, ῥητόρων δὲ Δημοσθένης, φιλοσόφων δὲ κατ’ ἐμὴν δόξαν Δημόκριτός τε καὶ Πλάτων καὶ Ἀριστοτέλης· τούτων γὰρ ἑτέρους εὑρεῖν ἀμήχανον ἄμεινον κεράσαντας τοὺς λόγους. καὶ περὶ μὲν τῶν χαρακτήρων ταῦθ’ ἱκανά. παραδείγματα γὰρ τούτων οὐκ οἴομαι δεῖν φέρειν, φανερῶν πάνυ ὄντων καὶ οὐδὲν δεομένων λόγου.
Εἰ δέ τινι δοκεῖ καὶ πόνου πολλοῦ ταῦτα καὶ πραγματείας μεγάλης ἄξια εἶναι, καὶ μάλα ὀρθῶς δοκεῖ κατὰ τὸν Δημοσθένην· ἀλλ’ ἐὰν λογίσηται τοὺς ἐξακολουθοῦντας αὐτοῖς κατορθουμένοις ἐπαίνους καὶ τὸν καρπὸν τὸν ἀπ’ αὐτῶν ὡς γλυκύς, εὐπαθείας ἡγήσεται τοὺς πόνους. Ἐπικουρείων δὲ χορόν, οἷς οὐδὲν μέλει τούτων, παραιτοῦμαι· τὸ γὰρ ‘οὐκ ἐπιπόνου τοῦ γράφειν ὄντος’, ὡς αὐτὸς Ἐπίκουρος λέγει, ‘τοῖς μὴ στοχοζομένοις τοῦ πυκνὰ μεταπίπτοντος κριτηρίου’ πολλῆς ἀργίας ἦν καὶ σκαιότητος ἀλεξιφάρμακον.
[25] Τούτων δή μοι τέλος ἐχόντων, ἐκεῖνά σε οἴομαι ποθεῖν ἔτι ἀκοῦσαι, πῶς γίνεται λέξις ἄμετρος ὁμοία καλῷ ποιήματι ἢ μέλει, καὶ πῶς ποίημα ἢ μέλος πεζῇ λέξει καλῇ παραπλήσιον. ἄρξομαι δὲ πρῶτον ἀπὸ τῆς ψιλῆς λέξεως, ἕνα τῶν ἀνδρῶν προχειρισάμενος ὃν ἐν τοῖς μάλιστα οἶμαι τὴν ποιητικὴν ἐκμεμάχθαι φράσιν, βουλόμενος μὲν καὶ πλείους, οὐκ ἔχων δὲ χρόνον ἱκανὸν ἅπασι. φέρε δὴ τίς οὐκ ἂν ὁμολογήσειεν τοῖς κρατίστοις ἐοικέναι ποιήμασί τε καὶ μέλεσι τοὺς Δημοσθένους λόγους, καὶ μάλιστα τάς τε κατὰ Φιλίππου δημηγορίας καὶ τοὺς δικανικοὺς ἀγῶνας τοὺς δημοσίους; ὧν ἐξ ἑνὸς ἀρκέσει λαβεῖν τὸ προοίμιον τουτί·
‘Μηδεὶς ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, νομίσῃ με μήτ’ ἰδίας ἔχθρας μηδεμιᾶς ἕνεχ’ ἥκειν Ἀριστοκράτους κατηγορήσοντα τουτουί, μήτε μικρὸν ὁρῶντά τι καὶ φαῦλον ἁμάρτημα ἑτοίμως οὕτως ἐπὶ τούτῳ προάγειν ἐμαυτὸν εἰς ἀπέχθειαν· ἀλλ’ εἴπερ ἆρ’ ὀρθῶς ἐγὼ λογίζομαι καὶ σκοπῶ, περὶ τοῦ Χερόνησον ἔχειν ὑμᾶς ἀσφαλῶς καὶ μὴ παρακρουσθέντας ἀποστερηθῆναι πάλιν αὐτῆς, περὶ τούτου ἐστί μοι ἅπασα ἡ σπουδή’.
Πειρατέον δὴ καὶ περὶ τούτων λέγειν ἃ φρονῶ. μυστηρίοις μὲν οὖν ἔοικεν ἤδη ταῦτα καὶ οὐκ εἰς πολλοὺς οἷά τε ἐστὶν ἐκφέρεσθαι, ὥστ’ οὐκ ἂν εἴην φορτικός, εἰ παρακαλοίην ‘οἷς θέμις ἐστὶν’ ἥκειν ἐπὶ τὰς τελετὰς τοῦ λόγου, ‘θύρας δ’ ἐπιθέσθαι’ λέγοιμι ταῖς ἀκοαῖς τοὺς ‘βεβήλους’. εἰς γέλωτα γὰρ ἔνιοι λαμβάνουσι τὰ σπουδαιότατα δι’ ἀπειρίαν, καὶ ἴσως οὐδὲν ἄτοπον πάσχουσιν. ἃ δ’ οὖν βούλομαι λέγειν, τοιάδε ἐστί.
Πᾶσα λέξις ἡ δίχα μέτρου συγκειμένη ποιητικὴν μοῦσαν ἢ μελικὴν χάριν οὐ δύναται προσλαβεῖν κατὰ γοῦν τὴν σύνθεσιν αὐτήν· ἐπεὶ καὶ ἡ ἐκλογὴ τῶν ὀνομάτων μέγα τι δύναται, καὶ ἔστι τις ὀνομασία ποιητικὴ γλωττηματικῶν τε καὶ ξένων καὶ τροπικῶν καὶ πεποιημένων, οἷς ἡδύνεται ποίησις, εἰς κόρον ἐγκαταμιγέντων τῇ ἀμέτρῳ λέξει, ὃ ποιοῦσιν ἄλλοι τε πολλοὶ καὶ οὐχ ἥκιστα Πλάτων· οὐ δὴ λέγω περὶ τῆς ἐκλογῆς, ἀλλ’ ἀφείσθω κατὰ τὸ παρὸν ἡ περὶ ταῦτα σκέψις. περὶ τῆς συνθέσεως αὐτῆς ἔστω ἡ θεωρία τῆς ἐν τοῖς κοινοῖς ὀνόμασι καὶ τετριμμένοις καὶ ἥκιστα ποιητικοῖς τὰς ποιητικὰς χάριτας ἐπιδεικνυμένης. ὅπερ οὖν ἔφην, οὐ δύναται ψιλὴ λέξις ὁμοία γενέσθαι τῇ ἐμμέτρῳ καὶ ἐμμελεῖ, ἐὰν μὴ περιέχῃ μέτρα καὶ ῥυθμούς τινας ἐγκατατεταγμένους ἀδήλως. οὐ μέντοι προσήκει γε ἔμμετρον οὐδ’ ἔρρυθμον αὐτὴν εἶναι δοκεῖν (ποίημα γὰρ οὕτως ἔσται καὶ μέλος ἐκβήσεταί τε ἁπλῶς τὸν αὑτῆς χαρακτῆρα), ἀλλ’ εὔρυθμον αὐτὴν ἀπόχρη καὶ εὔμετρον φαίνεσθαι μόνον· οὕτως γὰρ ἂν εἴη ποιητικὴ μέν, οὐ μὴν ποίημά γε, καὶ ἐμμελὴς μέν, οὐ μέλος δέ.
τίς δ’ ἐστὶν ἡ τούτων διαφορά, πάνυ ῥᾴδιον ἰδεῖν. ἡ μὲν ὅμοια περιλαμβάνουσα μέτρα καὶ τεταγμένους σῴζουσα ῥυθμοὺς καὶ κατὰ στίχον ἢ περίοδον ἢ στροφὴν διὰ τῶν αὐτῶν σχημάτων περαινομένη κἄπειτα πάλιν τοῖς αὐτοῖς ῥυθμοῖς καὶ μέτροις ἐπὶ τῶν ἑξῆς στίχων ἢ περιόδων ἢ στροφῶν χρωμένη καὶ τοῦτο μέχρι πολλοῦ ποιοῦσα ἔρρυθμός ἐστι καὶ ἔμμετρος, καὶ ὀνόματα κεῖται τῇ τοιαύτῃ λέξει μέτρον καὶ μέλος· ἡ δὲ πεπλανημένα μέτρα καὶ ἀτάκτους ῥυθμοὺς ἐμπεριλαμβάνουσα καὶ μήτε ἀκολουθίαν ἐμφαίνουσα αὐτῶν μήτε ὁμοζυγίαν μήτε ἀντιστροφὴν εὔρυθμος μέν ἐστιν, ἐπειδὴ διαπεποίκιλταί τισιν ῥυθμοῖς, οὐκ ἔρρυθμος δέ, ἐπειδὴ οὐχὶ τοῖς αὐτοῖς οὐδὲ κατὰ τὸ αὐτό. τοιαύτην δή φημι πᾶσαν εἶναι λέξιν ἄμετρον, ἥτις ἐμφαίνει τὸ ποιητικὸν καὶ μελικόν· ᾗ δὴ καὶ τὸν Δημοσθένη κεχρῆσθαί φημι. καὶ ὅτι ἀληθῆ ταῦτ’ ἐστὶ καὶ οὐδὲν ἐγὼ καινοτομῶ, λάβοι μὲν ἄν τις καὶ ἐκ τῆς Ἀριστοτέλους μαρτυρίας τὴν πίστιν· εἴρηται γὰρ τῷ φιλοσόφ�
� τά τε ἄλλα περὶ τῆς λέξεως τῆς πολιτικῆς ἐν τῇ τρίτῃ βύβλῳ τῶν ῥητορικῶν τεχνῶν οἵαν αὐτὴν εἶναι προσῆκεν, καὶ δὴ καὶ περὶ τῆς εὐρυθμίας ἐξ ὧν τις τοιαύτη γένοιτο· ἐν ᾗ τοὺς ἐπιτηδειοτάτους ὀνομάζει ῥυθμοὺς καὶ πῇ χρήσιμος ἕκαστος αὐτῶν καταφαίνεται, καὶ λέξεις παρατίθησί τινας αἷς πειρᾶται βεβαιοῦν τὸν λόγον. χωρὶς δὲ τῆς Ἀριστοτέλους μαρτυρίας, ὅτι ἀναγκαῖόν ἐστιν ἐμπεριλαμβάνεσθαί τινας τῇ πεζῇ λέξει ῥυθμούς, εἰ μέλλοι τὸ ποιητικὸν ἐπανθήσειν αὐτῇ κάλλος, ἐκ τῆς πείρας τις αὐτῆς γνώσεται.
Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) Page 360