αὐτίκα ὁ κατὰ Ἀριστοκράτους λόγος οὗ καὶ μικρῷ πρότερον ἐμνήσθην ἄρχεται μὲν ἀπὸ κωμικοῦ στίχου τετραμέτρου ἐξ ἀναπαίστων ῥυθμῶν συγκειμένου, λείπεται δὲ ποδὶ τοῦ τελείου, παρ’ ὃ καὶ λέληθεν· ‘μηδεὶς ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, νομίσῃ με’· τοῦτο γὰρ εἰ προσλάβοι τὸ μέτρον πόδα ἤτοι κατ’ ἀρχὰς ἢ διὰ μέσου ἢ ἐπὶ τελευτῆς, τέλειον ἔσται τετράμετρον ἀναπαιστικόν, ὃ καλοῦσίν τινες Ἀριστοφάνειον·
μηδεὶς ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, νομίσῃ με παρεῖναι, ἴσον δὲ τῷ
λέξω τοίνυν τὴν ἀρχαίαν παιδείαν ὡς διέκειτο. τάχα τις ἐρεῖ πρὸς ταῦτα, ὅτι οὐκ ἐξ ἐπιτηδεύσεως τοῦτο ἀλλ’ ἐκ ταὐτομάτου ἐγένετο· πολλὰ γὰρ αὐτοσχεδιάζει μέτρα ἡ φύσις. ἔστω τοῦτο ἀληθὲς εἶναι. ἀλλὰ καὶ τὸ συναπτόμενον τούτῳ κῶλον, εἰ διαλύσειέ τις αὐτοῦ τὴν δευτέραν συναλοιφὴν ἣ πεποίηκεν αὐτὸ ἄσημον ἐπισυνάπτουσα τῷ τρίτῳ κώλῳ, πεντάμετρον ἐλεγειακὸν ἔσται συντετελεσμένον τουτί
μήτ’ ἰδίας ἔχθρας μηδεμιᾶς
ἕνεκα ὅμοιον τούτοις
κοῦραι ἐλαφρὰ ποδῶν ἴχνι’ ἀειράμεναι.
καὶ τοῦτ’ ἔτι κατὰ τὸν αὐτὸν ὑπολάβωμεν αὐτοματισμὸν ἄνευ γνώμης γεγονέναι. ἀλλ’ ἑνὸς τοῦ μεταξὺ κώλου συγκειμένου λεκτικῶς τοῦ ‘ἥκειν Ἀριστοκράτους κατηγορήσοντα τουτουί’ τὸ συμπλεκόμενον τούτῳ πάλιν κῶλον ἐκ δυεῖν συνέστηκεν μέτρων· ‘μήτε μικρὸν ὁρῶντά τι καὶ φαῦλον ἁμάρτημα, ἑτοίμως οὕτως ἐπὶ τούτῳ’· εἰ γὰρ τὸ Σαπφικόν τις ἐπιθαλάμιον τουτί
οὐ γὰρ ἦν ἀτέρα πάις, ὦ γαμβρέ, τοιαύτά ‹ποτα›
καὶ τοῦ κωμικοῦ τετραμέτρου, λεγομένου δὲ Ἀριστοφανείου τουδί
ὅτ’ ἐγὼ τὰ δίκαια λέγων ἤνθουν καὶ σωφροσύνη
‘νενόμιστο τοὺς τελευταίους πόδας τρεῖς καὶ τὴν κατάληξιν ἐκλαβὼν συνάψειε τοῦτον τὸν τρόπον
οὐ γὰρ ἦν ἀτέρα πάις, ὦ γαμβρέ, τοιαύτά ‹ποτα›
καὶ σωφροσύνη ‘νενόμιστο·
οὐδὲν διοίσει τοῦ ‘μήτε μικρὸν ὁρῶντά τι καὶ φαῦλον ἁμάρτημα, ἑτοίμως οὕτως ἐπὶ τούτῳ’. τὸ δ’ ἀκόλουθον ἴσον ἐστὶν ἰαμβικῷ τριμέτρῳ τὸν ἔσχατον ἀφῃρημένῳ πόδα ‘προάγειν ἐμαυτὸν εἰς ἀπέχθειαν’· τέλειον γὰρ ἔσται πόδα προσλαβὸν καὶ γενόμενον τοιοῦτο
προάγειν ἐμαυτὸν εἰς ἀπέχθειάν τινα.
παρίδωμεν ἔτι καὶ ταῦτα ὡς οὐκ ἐξ ἐπιτηδεύσεως ἀλλ’ αὐτοματισμῷ γενόμενα; τί οὖν βούλεται πάλιν τὸ προσεχὲς τούτῳ κῶλον; ἰαμβεῖον γάρ ἐστι καὶ τοῦτο τρίμετρον ὀρθόν
ἀλλ’ εἴπερ ἆρ’ ὀρθῶς ἐγὼ λογίζομαι, τοῦ ἄρα συνδέσμου μακρὰν λαμβάνοντος τὴν προτέραν συλλαβήν. καὶ τί γε δὴ διὰ μέσου παρεμπεσὸν τὸ ‘καὶ σκοπῶ’, ὑφ’ οὗ δὴ τὸ μέτρον ἐπισκοτούμενον ἠφάνισται; τὸ δ’ ἐπὶ τούτῳ παραλαμβανόμενον κῶλον ἐξ ἀναπαίστων σύγκειται ῥυθμῶν καὶ προάγει μέχρι ποδῶν ὀκτὼ τὸ αὐτὸ σχῆμα διασῷζον
περὶ τοῦ Χερόνησον ἔχειν ὑμᾶς ἀσφαλῶς καὶ μὴ
παρακρουσθέντας,
ὅμοιον τῷ παρ’ Εὐριπίδῃ τῷδε
βασιλεῦ χώρας τῆς πολυβώλου
Κισσεῦ, πεδίον πυρὶ μαρμαίρει.
καὶ τὸ μετὰ τοῦτο πάλιν κείμενον τοῦ αὐτοῦ κώλου μέρος τουτί ‘ἀποστερηθῆναι πάλιν αὐτῆς’ ἰαμβικὸν τρίμετρόν ἐστι ποδὶ καὶ ἡμίσει λειπόμενον· ἐγένετο δ’ ἂν τέλειον οὕτως
ἀποστερηθῆναι πάλιν αὐτῆς ἐν μέρει.
ταῦτ’ ἔτι φῶμεν αὐτοσχέδια εἶναι καὶ ἀνεπιτήδευτα οὕτω ποικίλα καὶ πολλὰ ὄντα; ἐγὼ μὲν οὐκ ἀξιῶ· καὶ γὰρ τὰ ἑξῆς τούτοις ὅμοια εὑρεῖν ἔστι πολλῶν καὶ παντοδαπῶν ἀνάμεστα μέτρων τε καὶ ῥυθμῶν.
ἀλλ’ ἵνα μὴ τοῦτον ὑπολάβῃ τις μόνον οὕτως αὐτῷ κατεσκευάσθαι τὸν λόγον, ἑτέρου πάλιν ἅψομαι τοῦ πάνυ ἡρμηνεῦσθαι δαιμονίως δοκοῦντος, τοῦ ὑπὲρ Κτησιφῶντος, ὃν ἐγὼ κράτιστον ἀποφαίνομαι πάντων λόγων· ὁρῶ δὴ κἀν τούτῳ μετὰ τὴν προσαγόρευσιν τῶν Ἀθηναίων εὐθέως τὸν κρητικὸν ῥυθμόν, εἴτε ἄρα παιᾶνά τις αὐτὸν βούλεται καλεῖν (διοίσει γὰρ οὐδέν) τὸν ἐκ πέντε συγκείμενον χρόνων οὐκ αὐτοσχεδίως μὰ Δία ἀλλ’ ὡς οἷόν τε μάλιστα ἐπιτετηδευμένως δι’ ὅλου τοῦ κώλου πλεκόμενον τούτου
τοῖς θεοῖς εὔχομαι πᾶσι καὶ πάσαις.
οὐ τοιοῦτος μέντοι κἀκεῖνός ἐστιν ὁ ῥυθμός
Κρησίοις ἐν ῥυθμοῖς παῖδα μέλψωμεν; ἐμοὶ γοῦν δοκεῖ· ἔξω γὰρ τοῦ τελευταίου ποδὸς τά γε ἄλλα παντάπασιν ἴσα. ἔστω καὶ τοῦτο, εἰ βούλεταί τις, αὐτοσχέδιον· ἀλλὰ καὶ τὸ συναπτόμενον τούτῳ κῶλον ἰαμβεῖόν ἐστιν ὀρθόν, συλλαβῇ τοῦ τελείου δέον, ἵνα δὴ κἀνταῦθα ἄσημον γένηται τὸ μέτρον, ἐπεὶ μιᾶς γε συλλαβῆς προστεθείσης τέλειον ἔσται
‘ὅσην εὔνοιαν ἔχων ἔγωγε διατελῶ’.
κἄπειτα ὁ παιὰν ἢ ὁ κρητικὸς ἐκεῖνος ὁ πεντάχρονος ἥξει ῥυθμὸς ἐν τοῖς ἑξῆς τούτοις ‘τῇ πόλει καὶ πᾶσιν ὑμῖν τοσαύτην ὑπάρξαί μοι παρ’ ὑμῶν εἰς τουτονὶ τὸν ἀγῶνα’. τοῦτο γὰρ ἔοικεν, ὅ τι μὴ κατακλωμένους ἔχει δύο πόδας ἐν ἀρχαῖς, κατὰ γοῦν τὰ ἄλλα πάντ
α τῷ παρὰ Βακχυλίδῃ
Οὐχ ἕδρας ἔργον οὐδ’ ἀμβολᾶς, ἀλλὰ χρυσαιγίδος
Ἰτανίας
χρὴ παρ’ εὐδαίδαλον ναὸν ἐλθόντας ἁβρόν τι δεῖξαι.
Ὑφορῶμαί τινα πρὸς ταῦτα καταδρομὴν ἀνθρώπων τῆς μὲν ἐγκυκλίου παιδείας ἀπείρων, τὸ δὲ ἀγοραῖον τῆς ῥητορικῆς μέρος ὁδοῦ τε καὶ τέχνης χωρὶς ἐπιτηδευόντων, πρὸς οὓς ἀναγκαῖον ἀπολογήσασθαι, μὴ δόξωμεν ἔρημον ἀφηκέναι τὸν ἀγῶνα. ἐροῦσι δὴ ταῦτα· ὁ Δημοσθένης οὖν οὕτως ἄθλιος ἦν, ὥσθ’ ὅτε γράφοι τοὺς λόγους, μέτρα καὶ ῥυθμοὺς ὥσπερ οἱ πλάσται παρατιθέμενος, ἐναρμόττειν ἐπειρᾶτο τούτοις τοῖς τύποις τὰ κῶλα στρέφων ἄνω καὶ κάτω τὰ ὀνόματα καὶ παραφυλάττων τὰ μήκη καὶ τοὺς χρόνους καὶ τὰς πτώσεις τῶν ὀνομάτων καὶ τὰς ἐγκλίσεις τῶν ῥημάτων καὶ πάντα τὰ συμβεβηκότα τοῖς μορίοις τοῦ λόγου πολυπραγμονῶν; ἠλίθιος μέντἂν εἴη εἰς τοσαύτην σκευωρίαν καὶ φλυαρίαν ὁ τηλικοῦτος ἀνὴρ ἑαυτὸν διδούς. ταῦτα δὴ καὶ τὰ τούτοις παραπλήσια κωμῳδοῦντας αὐτοὺς καὶ καταχλευάζοντας οὐ χαλεπῶς ἄν τις ἀποκρούσαιτο ταῦτα εἰπών· πρῶτον μὲν ὅτι οὐδὲν ἄτοπον ἦν, εἰ ‹ὁ› τοσαύτης δόξης ἠξιωμένος ἀνὴρ ὅσης οὐδεὶς τῶν πρότερον ὀνομασθέντων ἐπὶ δεινότητι λόγων, ἔργα συνταττόμενος αἰώνια καὶ διδοὺς ἑαυτὸν ὑπεύθυνον τῷ πάντα βασανίζοντι [φθόνῳ καὶ] χρόνῳ ἐβουλήθη μηδὲν εἰκῇ μήτε πρᾶγμα παραλαμβάνειν μήτ’ ὄνομα, πολλὴν δ’ ἀμφοῖν ἔχειν τούτων πρόνοιαν τῆς τε ἐν τοῖς νοήμασιν οἰκονομίας καὶ τῆς εὐμορφίας τῆς περὶ τὰ ὀνόματα, ἄλλως τε καὶ τῶν τότε ἀνθρώπων οὐ γραπτοῖς ἀλλὰ γλυπτοῖς καὶ τορευτοῖς ἐοικότας ἐκφερόντων λόγους, λέγω δὲ Ἰσοκράτους καὶ Πλάτωνος τῶν σοφιστῶν· ὃ μέν γε τὸν πανηγυρικὸν λόγον, ὡς οἱ τὸν ἐλάχιστον χρόνον γράφοντες ἀποφαίνουσιν, ἐν ἔτεσι δέκα συνετάξατο, ὁ δὲ Πλάτων τοὺς ἑαυτοῦ διαλόγους κτενίζων καὶ βοστρυχίζων καὶ πάντα τρόπον ἀναπλέκων οὐ διέλειπεν ὀγδοήκοντα γεγονὼς ἔτη· πᾶσι γὰρ δήπου τοῖς φιλολόγοις γνώριμα τὰ περὶ τῆς φιλοπονίας τἀνδρὸς ἱστορούμενα τά τε ἄλλα καὶ δὴ καὶ τὰ περὶ τὴν δέλτον, ἣν τελευτήσαντος αὐτοῦ λέγουσιν εὑρεθῆναι ποικίλως μετακειμένην τὴν ἀρχὴν τῆς Πολιτείας ἔχουσαν τήνδε ‘Κατέβην χθὲς εἰς Πειραιᾶ μετὰ Γλαύκωνος τοῦ Ἀρίστωνος’. τί οὖν ἦν ἄτοπον, εἰ καὶ Δημοσθένει φροντὶς εὐφωνίας τε καὶ ἐμμελείας ἐγένετο καὶ τοῦ μηδὲν εἰκῇ καὶ ἀβασανίστως τιθέναι μήτε ὄνομα μήτε νόημα; πολύ τε γὰρ μᾶλλον ἐμοὶ δοκεῖ προσήκειν ἀνδρὶ κατασκευάζοντι λόγους πολιτικοὺς μνημεῖα τῆς ἑαυτοῦ δυνάμεως αἰώνια μηδενὸς τῶν ἐλαχίστων ὀλιγωρεῖν, ἢ ζῳγράφων τε καὶ τορευτῶν παισὶν ἐν ὕλῃ φθαρτῇ χειρῶν εὐστοχίας καὶ πόνους ἀποδεικνυμένοις περὶ τὰ φλέβια καὶ τὰ πτίλα καὶ τὸν χνοῦν καὶ τὰς τοιαύτας μικρολογίας κατατρίβειν τῆς τέχνης τὴν ἀκρίβειαν. τούτοις τε δὴ τοῖς λόγοις χρώμενος δοκεῖ μοί τις ἂν οὐδὲν ἔξω τοῦ εἰκότος ἀξιοῦν καὶ ἔτι ἐκεῖνα εἰπών, ὅτι μειράκιον μὲν ὄντα καὶ νεωστὶ τοῦ μαθήματος ἁπτόμενον αὐτὸν οὐκ ἄλογον ‹ἦν› πάντα περισκοπεῖν, ὅσα δυνατὰ ἦν εἰς ἐπιτήδευσιν ἀνθρωπίνην πεσεῖν· ἐπειδὴ δὲ ἡ χρόνιος ἄσκησις ἰσχὺν πολλὴν λαβοῦσα τύπους τινὰς ἐν τῇ διανοίᾳ παντὸς τοῦ μελετωμένου καὶ σφραγῖδας ἐνεποίησεν, ἐκ τοῦ ῥᾴστου τε καὶ ἀπὸ τῆς ἕξεως αὐτὰ ἤδη ποιεῖν. οἷόν τι γίνεται κἀν ταῖς ἄλλαις τέχναις, ὧν ἐνέργειά τις ἢ ποίησις τὸ τέλος· αὐτίκα οἱ κιθαρίζειν τε καὶ ψάλλειν καὶ αὐλεῖν ἄκρως εἰδότες ὅταν κρούσεως ἀκούσωσιν ἀσυνήθους, οὐ πολλὰ πραγματευθέντες ἀπαριθμοῦσιν αὐτὴν εὐθὺς ἐπὶ τῶν ὀργάνων ἅμα νοήσει· μανθάνοντες δέ γε χρόνῳ τε πολλῷ καὶ πόνῳ τὰς δυνάμεις τῶν φθόγγων ἀναλαμβάνουσιν, καὶ οὐκ εὐθὺς αἱ χεῖρες αὐτῶν ἐν ἕξει τοῦ δρᾶν τὰ παραγγελλόμενα ἦσαν, ὀψὲ δέ ποτε καὶ ὅτε ἡ πολλὴ ἄσκησις αὐταῖς εἰς φύσεως ἰσχὺν κατέστησε τὸ ἔθος, τότε τῶν ἔργων ἐγένοντο ἐπιτυχεῖς. καὶ τί δεῖ περὶ τῶν ἄλλων λέγειν; ὃ γὰρ ἅπαντες ἴσμεν, ἀπόχρη καὶ πᾶσαν αὐτῶν διακόψαι τὴν φλυαρίαν. τί δ’ ἐστὶ τοῦτο; τὰ γράμματα ὅταν παιδευώμεθα, πρῶτον μὲν τὰ ὀνόματα αὐτῶν ἐκμανθάνομεν, ἔπειτα τοὺς τύπους καὶ τὰς δυνάμεις, εἶθ’ οὕτω τὰς συλλαβὰς καὶ τὰ ἐν ταύταις πάθη, καὶ μετὰ τοῦτο ἤδη τὰς λέξεις καὶ τὰ συμβεβηκότα αὐταῖς, ἐκτάσεις τε λέγω καὶ συστολὰς καὶ προσῳδίας καὶ τὰ παραπλήσια τούτοις· ὅταν δὲ τὴν τούτων ἐπιστήμην λάβωμεν, τότε ἀρχόμεθα γράφειν τε καὶ ἀναγινώσκειν, κατὰ συλλαβὴν ‹μὲν› καὶ βραδέως τὸ πρῶτον· ἐπειδὰν δὲ ὁ χρόνος ἀξιόλογος προσελθὼν τύπους ἰσχυροὺς αὐτῶν ἐν ταῖς ψυχαῖς ἡμῶν ἐμποιήσῃ, τότε ἀπὸ τοῦ ῥᾴστου δρῶμεν αὐτὰ καὶ πᾶν ὅ τι ἂν ἐπιδῷ τις βυβλίον ἀπταίστῳ διερχόμεθα ἕξει τε καὶ τάχει [ἀπίστῳ]. τοιοῦτο δὴ καὶ περὶ τὴν σύνθεσιν τῶν ὀνομάτων καὶ περὶ τὴν εὐέπειαν τῶν κώλων ὑποληπτέον γίνεσθαι παρὰ τοῖς ἀθληταῖς τοῦ ἔργου. τοὺς δὲ τούτου ἀπείρους ἢ ἀτριβεῖς [ἔργου ὁτουοῦν] θαυμάζειν καὶ ἀπιστεῖν, εἴ τι κεκρατημένως ὑφ’ ἑτέρου γίνεται δ
ιὰ τέχνης, οὐκ ἄλογον. πρὸς μὲν οὖν τοὺς εἰωθότας χλευάζειν τὰ παραγγέλματα τῶν τεχνῶν ταῦτα εἰρήσθω.
[26] περὶ δὲ τῆς ἐμμελοῦς τε καὶ ἐμμέτρου συνθέσεως τῆς ἐχούσης πολλὴν ὁμοιότητα πρὸς τὴν πεζὴν λέξιν τοιαῦτά τινα λέγειν ἔχω, ὡς πρώτη μέν ἐστιν αἰτία κἀνταῦθα τὸν αὐτὸν τρόπον ὅνπερ ἐπὶ τῆς ἀμέτρου ποιητικῆς ἡ τῶν ὀνομάτων αὐτῶν ἁρμογή, δευτέρα δὲ ἡ τῶν κώλων σύνθεσις, τρίτη δὲ ἡ τῶν περιόδων συμμετρία. τὸν δὴ βουλόμενον ἐν τούτῳ τῷ μέρει κατορθοῦν τὰ τῆς λέξεως μόρια δεῖ πολυειδῶς στρέφειν τε καὶ συναρμόττειν καὶ τὰ κῶλα ἐν διαστήμασι ποιεῖν συμμέτρως, μὴ συναπαρτίζοντα τοῖς στίχοις ἀλλὰ διατέμνοντα τὸ μέτρον, ἄνισά τε ποιεῖν αὐτὰ καὶ ἀνόμοια, πολλάκις δὲ καὶ εἰς κόμματα συνάγειν βραχύτερα κώλων, τάς τε περιόδους μήτε ἰσομεγέθεις μήτε ὁμοιοσχήμονας τὰς γοῦν παρακειμένας ἀλλήλαις ἐργάζεσθαι· ἔγγιστα γὰρ φαίνεται λόγοις τὸ περὶ τοὺς ῥυθμοὺς καὶ τὰ μέτρα πεπλανημένον. τοῖς μὲν οὖν τὰ ἔπη καὶ τοὺς ἰάμβους καὶ τὰ ἄλλα τὰ ὁμοειδῆ μέτρα κατασκευάζουσιν οὐκ ἔξεστι πολλοῖς διαλαμβάνειν μέτροις ἢ ῥυθμοῖς τὰς ποιήσεις, ἀλλ’ ἀνάγκη μένειν ἀεὶ ἐπὶ τοῦ αὐτοῦ σχήματος· τοῖς δὲ μελοποιοῖς ἔξεστι πολλὰ μέτρα καὶ ῥυθμοὺς εἰς μίαν ἐμβαλεῖν περίοδον· ὥσθ’ οἱ μὲν τὰ μονόμετρα συντιθέντες ὅταν διαλύσωσι τοὺς στίχους τοῖς κώλοις διαλαμβάνοντες ἄλλοτε ἄλλως, διαχέουσι καὶ ἀφανίζουσι τὴν ἀκρίβειαν τοῦ μέτρου, καὶ ὅταν τὰς περιόδους μεγέθει τε καὶ σχήματι ποικίλας ποιῶσιν, εἰς λήθην ἐμβάλλουσιν ἡμᾶς τοῦ μέτρου· οἱ δὲ μελοποιοὶ πολυμέτρους τὰς στροφὰς ἐργαζόμενοι καὶ τῶν κώλων ἑκάστοτε πάλιν ἀνίσων τε ὄντων καὶ ἀνομοίων ἀλλήλοις ἀνομοίους τε καὶ ἀνίσους ποιούμενοι τὰς διαιρέσεις, δι’ ἄμφω δὲ ταῦτα οὐκ ἐῶντες ἡμᾶς ὁμοειδοῦς ἀντίληψιν λαβεῖν ῥυθμοῦ πολλὴν τὴν πρὸς τοὺς λόγους ὁμοιότητα κατασκευάζουσιν ἐν τοῖς μέλεσιν, ἔνεστί τε καὶ τροπικῶν καὶ ξένων καὶ γλωττηματικῶν καὶ τῶν ἄλλων ποιητικῶν ὀνομάτων μενόντων ἐν τοῖς ποιήμασιν μηδὲν ἧττον αὐτὰ φαίνεσθαι λόγῳ παραπλήσια.
Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) Page 361