Book Read Free

Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79)

Page 362

by Dionysius of Halicarnassus


     μηδεὶς δὲ ὑπολαμβανέτω με ἀγνοεῖν ὅτι κακία ποιήματος ἡ καλουμένη λογοείδεια δοκεῖ τις εἶναι, μηδὲ καταγιγνωσκέτω μου ταύτην τὴν ἀμαθίαν, ὡς ἄρα ἐγὼ κακίαν τινὰ ἐν ἀρεταῖς τάττω ποιημάτων ἢ λόγων· ὡς δὲ ἀξιῶ διαιρεῖν κἀν τούτοις τὰ σπουδαῖα ἀπὸ τῶν μηδενὸς ἀξίων, ἀκούσας μαθέτω. ἐγὼ τοὺς λόγους τὸν μὲν ἰδιώτην ἐπιστάμενος ὄντα, τὸν ἀδολέσχην τοῦτον λέγω καὶ φλύαρον, τὸν δὲ πολιτικόν, ἐν ᾧ τὸ πολὺ κατεσκευασμένον ἐστὶ καὶ ἔντεχνον, ὅ τι μὲν ἂν τῶν ποιημάτων ὅμοιον εὑρίσκω τῷ φλυάρῳ καὶ ἀδολέσχῃ, γέλωτος ἄξιον τίθεμαι, ὅ τι δ’ ἂν τῷ κατεσκευασμένῳ καὶ ἐντέχνῳ, ζήλου καὶ σπουδῆς ἐπιτήδειον τυγχάνειν οἴομαι. εἰ μὲν οὖν διαφόρου προσηγορίας τῶν λόγων ἑκάτερος ἐτύγχανεν, ἀκόλουθον ἦν ἂν καὶ τῶν ποιημάτων ἃ τούτοις ἔοικεν διαφόροις ὀνόμασι καλεῖν ἑκάτερον· ἐπειδὴ δὲ ὅ τε σπουδαῖος καὶ ὁ τοῦ μηδενὸς ἄξιος ὁμοίως καλεῖται λόγος, οὐκ ἂν ἁμαρτάνοι τις τὰ μὲν ἐοικότα τῷ καλῷ λόγῳ ποιήματα καλὰ ἡγούμενος, τὰ δὲ τῷ μοχθηρῷ πονηρὰ οὐδὲν ὑπὸ τῆς τοῦ λόγου ὁμοειδείας ταραττόμενος. κωλύσει γὰρ οὐδὲν ἡ τῆς ὀνομασίας ὁμοιότης κατὰ διαφόρων ταττομένης πραγμάτων τὴν ἑκατέρου φύσιν ὁρᾶν.

     εἰρηκὼς δὴ καὶ περὶ τούτων παραδείγματά σοι τῶν εἰρημένων ὀλίγα θεὶς αὐτοῦ κατακλείσω τὸν λόγον. ἐκ μὲν οὖν τῆς ἐπικῆς ποιήσεως ταῦτα ἀπόχρη·

     αὐτὰρ ὅ γ’ ἐγ λιμένος προσέβη τρηχεῖαν ἀταρπόν· ἓν μὲν δὴ τοῦτο κῶλον. ἕτερον δὲ

     χῶρον ἀν’ ὑλήεντα ἔλαττόν τε τοῦ προτέρου καὶ δίχα τέμνον τὸν στίχον. τρίτον δὲ τουτί

     δι’ ἄκριας ἔλαττον κώλου κομμάτιον. τέταρτον δὲ

     οἷ οἱ Ἀθήνη

     πέφραδε δῖον ὑφορβόν

  ἐξ ἡμιστιχίων δύο συγκείμενον καὶ τοῖς προτέροις οὐδὲν ἐοικός. ἔπειτα τὸ τελευταῖον

     ὅ οἱ βιότοιο μάλιστα

     κήδετο οἰκήων οὓς κτήσατο δῖος Ὀδυσσεύς

  ἐντελῆ μὲν τὸν τρίτον ποιοῦν στίχον, τοῦ δὲ τετάρτου τῇ προσθήκῃ τὴν ἀκρίβειαν ἀφῃρημένον. ἔπειτ’ αὖθις

     τὸν δ’ ἄρ’ ἐνὶ προδόμῳ εὗρ’ ἥμενον

  οὐ συνεκτρέχον οὐδὲ τοῦτο τῷ στίχῳ.

     ἔνθά οἱ αὐλὴ

     ὑψηλὴ δέδμητο

  ἄνισον καὶ τοῦτο τῷ προτέρῳ. κἄπειτα ὁ ἑξῆς νοῦς ἀπερίοδος ἐν κώλοις τε καὶ κόμμασι λεγόμενος· ἐπιθεὶς γὰρ

     περισκέπτῳ ἐνὶ χώρῳ, πάλιν ἐποίσει

     καλή τε μεγάλη τε βραχύτερον κώλου κομμάτιον, εἶτα

     περίδρομος ὄνομα καθ’ ἑαυτὸ νοῦν τινα ἔχον. εἶθ’ ἑξῆς τὰ ἄλλα τὸν αὐτὸν κατασκευάσει τρόπον· τί γὰρ δεῖ μηκύνειν;

     ἐκ δὲ τῆς ποιήσεως τῆς ἰαμβικῆς τὰ παρ’ Εὐριπίδου ταυτί

     Ὦ γαῖα πατρὶς ἣν Πέλοψ ὁρίζεται,

     χαῖρε,

  τὸ πρῶτον ἄχρι τούτου κῶλον.

     ὅς τε πέτραν Ἀρκάδων δυσχείμερον

     * ἐμβατεύεις

  τὸ δεύτερον μέχρι τοῦδε.

     ἔνθεν εὔχομαι γένος.

  τοῦτο τρίτον. τὰ μὲν πρότερα μείζονα στίχου, τοῦτο δὲ ἔλαττον.

     Αὔγη γὰρ Ἀλέου παῖς με τῷ Τιρυνθίῳ

     τίκτει λαθραίως Ἡρακλεῖ·

  μετὰ τοῦτο

     ξύνοιδε ὄρος

     Παρθένιον,

  οὐθέτερον αὐτῶν στίχῳ συμμετρούμενον. εἶτ’ αὖθις ἕτερον στίχου τε ἔλαττον καὶ στίχου μεῖζον

     ἔνθα μητέρ’ ὠδίνων ἐμὴν

     ἔλυσεν Εἰλείθυια

  καὶ τὰ ἑξῆς τούτοις παραπλήσια.

     ἐκ δὲ τῆς μελικῆς τὰ Σιμωνίδεια ταῦτα· γέγραπται δὲ κατὰ διαστολὰς οὐχ ὧν Ἀριστοφάνης ἢ ἄλλός τις κατεσκεύασε κώλων ἀλλ’ ὧν ὁ πεζὸς λόγος ἀπαιτεῖ. πρόσεχε δὴ τῷ μέλει καὶ ἀναγίνωσκε κατὰ διαστολάς, καὶ εὖ ἴσθ’ ὅτι λήσεταί σε ὁ ῥυθμὸς τῆς ᾠδῆς καὶ οὐχ ἕξεις συμβαλεῖν οὔτε στροφὴν οὔτε ἀντίστροφον οὔτ’ ἐπῳδόν, ἀλλὰ φανήσεταί σοι λόγος εἷς εἰρόμενος. ἔστι δὲ ἡ διὰ πελάγους φερομένη Δανάη τὰς ἑαυτῆς ἀποδυρομένη τύχας·

     Ὅτε λάρνακι ἐν δαιδαλέᾳ

     ἄνεμός τε μιν πνέων ‹ἐφόρει›

     κινηθεῖσά τε λίμνα,

     δείματι φρίττεν οὔτ’ ἀδιάντοισι παρειαῖς

     ἀμφί τε Περσέι βάλλε φίλαν χέρα

     εἶπέν τε· Ὦ τέκος,

     οἷον ἔχω πόνον, οὐ δἀνιᾷ σε·

     γαλαθηνῷ δ’ ἤθεϊ κνοώσσεις

     ἐν ἀτερπέι δούρατι χαλκεογόμφῳ δίχα νυκτὸς ἀλαμπεῖ

     κυανέῳ τε δνόφῳ σταλείς.

     ἅλμαν δ’ ὕπερθεν τεᾶν κομᾶν βαθεῖαν

     παριόντος κύματος οὐκ ἀλέγεις

     οὐδ’ ἀνέμου φθόγγον, πορφυρέᾳ

     κείμενος ἐν χλανίδι πρὸς κόλπῳ καλὸν πρόσωπον.

     εἰ δέ τοι δεινὸν τό γε δεινὸν ἦν,

     καί κεν ἐμῶν ῥημάτων λεπτὸν ὑπεῖχες οὖας.

     κέλομαι· εὗδε βρέφος,

     εὑδέτω δὲ πόντος, εὑδέτω ἄμετρον κακόν.

     μεταβουλία δέ τις φανείη,

     Ζεῦ πάτερ, ἐκ σέο·

     ὅ τι δὴ θαρσαλέον ἔπος εὔχομαιr />
     νόσφι δίκας, σύγγνωθί μοι.

     Τοιαῦτά ἐστι τὰ ὅμοια τοῖς καλοῖς λόγοις μέτρα καὶ μέλη, διὰ ταύτας γινόμενα τὰς αἰτίας ἃς προεῖπά σοι.

     Τοῦθ’ ἕξεις δῶρον ἡμέτερον, ὦ Ῥοῦφε, ‘πολλῶν ἀντάξιον ἄλλων’, εἰ βουληθείης ἐν ταῖς χερσί τε αὐτὸ συνεχῶς ὥσπέρ τι καὶ ἄλλο τῶν πάνυ χρησίμων ἔχειν καὶ συνασκεῖν αὑτὸν ταῖς καθ’ ἡμέραν γυμνασίαις. οὐ γὰρ αὐτάρκη τὰ παραγγέλματα τῶν τεχνῶν ἐστι δεινοὺς ἀγωνιστὰς ποιῆσαι τοὺς βουλομένους γε δίχα μελέτης τε καὶ γυμνασίας· ἀλλ’ ἐπὶ τοῖς πονεῖν καὶ κακοπαθεῖν βουλομένοις κεῖται σπουδαῖ’ ἂν εἶναι τὰ παραγγέλματα καὶ λόγου ἄξια ἢ φαῦλα καὶ ἄχρηστα.

  EPITOME

  ΔΙΟΝΥΣΙΟΥ ΑΛΙΚΑΡΝΑΣΕΩΣ ΤΟΥ ΠΕΡΙ ΣΥΝΘΕΣΕΩΣ ΟΝΟΜΑΤΩΝ ΕΠΙΤΟΜΗ

  [1] Δῶρόν τοι καὶ ἐγώ, τέκνον φίλε Ῥοῦφε Μελίτιε, τοῦτο δίδωμι, καθάπερ ἡ παρ’ Ὁμήρῳ φησὶν Ἑλένη ξενίζουσα τὸν Τηλέμαχον, πρώτην ἡμέραν ἄγοντι ταύτην γενέθλιον, ἀφ’ οὗ παραγέγονας εἰς ἀνδρὸς ἡλικίαν. πέμπω δὲ κτῆμα τὸ αὐτὸ καὶ χρῆμα πρὸς πάσας τὰς ἐν τῷ βίῳ χρείας, ὁπόσαι γίνονται διὰ λόγων ὠφελίμων.

     Διττῆς γὰρ οὔσης ἀσκήσεως περὶ πάντας ὡς εἰπεῖν τοὺς λόγους, τῆς περὶ τὰ νοήματα καὶ τὴν λέξιν, ὧν ἣ μὲν τοῦ πραγματικοῦ τόπου μᾶλλον ἐφάπτεσθαι δόξειεν ἄν, ἣ δὲ τοῦ λεκτικοῦ, καὶ πάντων ὅσοι τοῦ λέγειν εὖ στοχάζονται περὶ ἀμφοτέρας τὰς θεωρίας τοῦ λόγου ταύτας σπουδαζόντων ἐξ ἴσου, ἡ μὲν ἐπὶ τὰ πράγματα καὶ τὴν ἐν τούτοις φρόνησιν ἄγουσα ἡμᾶς ἐπιστήμη βραδεῖα ἐστὶ καὶ χαλεπὴ νέοις, μᾶλλον δὲ ἀδύνατος εἰς ἀγενείων καὶ μειρακίων πεσεῖν ἡλικίαν· ἀκμαζούσης γὰρ ἤδη συνέσεως ἐστὶν ἡ τούτων κατάληψις πολλῇ μὲν ἱστορίᾳ λόγων τε καὶ ἔργων, πολλῇ δὲ πείρᾳ καὶ συμφορᾷ παθῶν οἰκείων τε καὶ ἀλλοτρίων συναυξομένη. τὸ δὲ περὶ τὰς λέξεις φιλόκαλον καὶ ταῖς νεαραῖς συνανθεῖν εἴωθεν οὐχ ἧττον ἡλικίαις· ἐπτόηται γὰρ ἅπασα νέου ψυχὴ περὶ τὸν τῆς ἑρμηνείας ὡραϊσμόν, ἀλόγους τινὰς καὶ ὥσπερ ἐνθουσιώδεις ἐπὶ τοῦτο λαμβάνουσα τὰς ὁρμάς· οἷς πολλῆς πάνυ καὶ ἔμφρονος δεῖ τῆς πρώτης ἐπιστάσεώς τε καὶ ἀγωγῆς, εἰ μέλλουσι μὴ πᾶν, ὅ τι κεν ἐπ’ ἀκαιρίμαν γλῶσσαν ἔπος ἔλθοι, λέγειν μηδ’ εἰκῇ συνθήσειν τὰ προστυχόντα ἀλλήλοις, ἀλλ’ ἐκλογῇ κεχρῆσθαι καθαρῶν ἅμα καὶ γενναίων ὀνομάτων, καὶ συνθέσει ταῦτα κοσμήσειν μεμιγμένον ἐχούσῃ τῷ σεμνῷ τὸ ἡδύ.

  [2] Ἡ δὲ σύνθεσις ἔστι μὲν ὥσπερ καὶ αὐτὸ δηλοῖ τοὔνομα, ποιά τις θέσις παράλληλος τῶν τοῦ λόγου μορίων· ἃ δὴ καὶ στοιχεῖα τινὲς τῆς λέξεως καλοῦσιν. ἡ δὲ τῶν τοιούτων μερῶν πλοκὴ καὶ παράθεσις τὰ λεγόμενα ποιεῖ κῶλα· ἔπειθ’ ἡ τούτων ἁρμονία τὰς καλουμένας συμπληροῖ περιόδους· αὗται δὲ τὸν σύμπαντα τελειοῦσι λόγον.

     Ἔστι δὴ τῆς συνθέσεως ἔργα τά τε ὀνόματα οἰκείως θεῖναι παρ’ ἄλληλα καὶ τοῖς κώλοις ἀποδοῦναι τὴν προσήκουσαν ἁρμονίαν καὶ ταῖς περιόδοις διαλαβεῖν εὖ τὸν λόγον. δευτέρα δ’ οὖσα μοῖρα τῶν περὶ τὸν λεκτικὸν τόπον θεωρημάτων κατανοοῦντι τὴν τάξιν (ἡγεῖται γὰρ ἡ τῶν ὀνομάτων ἐκλογὴ καὶ προὑφίσταται ταύτης κατὰ φύσιν) ἡδονὴν καὶ πειθὼ καὶ κράτος ἐν τοῖς λόγοις οὐκ ὀλίγῳ κρεῖττον ἐκείνης ἔχει. καὶ γὰρ καὶ ἐπὶ τῶν ἄλλων τεχνῶν, ὅσαι διαφόρους ὕλας λαμβάνουσαι συμφορητὸν ἐκ τούτων ποιοῦσι τὸ τέλος, ὡς οἰκοδομικὴ καὶ τεκτονικὴ καὶ πολιτική, τὸ αὐτὸ συμβαίνει· αἱ γὰρ συνθετικαὶ δυνάμεις τῇ μὲν τάξει δεύτεραι τῶν λεκτικῶν εἰσι, τῇ δὲ δυνάμει πρότεραι.

  [3] Ἔστι τοίνυν πᾶσα λέξις, ᾗ σημαίνομεν τὰς νοήσεις, ἣ μὲν ἄμετρος, ἣ δ’ ἔμμετρος· ὧν ἑκατέρα καλῆς μὲν ἁρμονίας τυχοῦσα καλὸν οἵα τε ἐστὶ ποιεῖν καὶ τὸ μέτρον καὶ τὸν λόγον· ἀνεπιστάτως δὲ καὶ ὡς ἔτυχε ῥιπτομένη προσαπόλλυσι καὶ τὸ ἐν τῇ διανοίᾳ χρήσιμον. πολλοὶ γοῦν καὶ ποιηταὶ καὶ συγγραφεῖς, φιλόσοφοί τε καὶ ῥήτορες λέξεις πάνυ καλὰς καὶ πρεπούσας τοῖς ὑποκειμένοις ἐκλέξαντες ἐπιμελῶς, ἁρμονίαν δὲ αὐταῖς ἀποδόντες εἰκαίαν τινὰ καὶ ἄμουσον, οὐδὲν χρηστὸν ἀπέλαυσαν ἐκείνου τοῦ πόνου· ἕτεροι δ’ εὐκαταφρόνητα καὶ ταπεινὰ λαβόντες ὀνόματα, συνθέντες δ’ αὐτὰ ἰδίως καὶ περιττῶς, πολλὴν τὴν ἀφροδίτην τῷ λόγῳ περιέθηκαν. καὶ σχεδὸν ἀνάλογόν τι πεπονθέναι δόξειεν ἂν ἡ σύνθεσις πρὸς τὴν ἐκλογήν, ὃ πάσχει τὰ ὀνόματα πρὸς τὰ νοήματα. ὥσπερ γὰρ οὐδὲν ὄφελός ἐστι διανοίας χρηστῆς, εἰ μή τις αὐτῇ κόσμον ἀποδώσει καλῆς ὀνομασίας, οὕτω καὶ ἐνταῦθα οὐδέν ἐστι προὔργου λέξιν εὑρεῖν καθαρὰν καὶ καλλιρήμονα, εἰ μὴ καὶ κόσμον αὐτῇ τις ἁρμονίας τὸν προσήκοντα περιθήσει.

     Ὅτι δὲ κρεῖττον ἄσκημα καὶ τελειότερον τῆς ἐκλογῆς ἡ σύνθεσις, Ὅμηρος καὶ Ἡρόδοτος μαρτυρήσει· Ὅμηρος μὲν ἐν οἷς φησί·

     Τὼ δ’ αὖτ’ ἐν κλισίῃσ’ Ὀδυσεὺς καὶ δῖος ὑφορβὸς

     ἐντύνοντ’ ἄριστον ἅμ’ ἠοῖ κηαμένω πῦρ,

     ἐκπέμψαντε νομῆας ἅμ’ ἀγρομένοισι σύεσσι.

     Τηλέμαχον δὲ περίσαινον κύνες ὑλακόμωροι·
/>      οὐδ’ ὕλαον προσιόντα. νόησε δὲ δῖος Ὀδυσσεὺς

     σαίνοντάς τε κύνας· ὑπὸ δὲ κτύπος ἦλθε ποδοῖιν·

 

‹ Prev