Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79)

Home > Other > Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) > Page 369
Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) Page 369

by Dionysius of Halicarnassus


    * * * ἐάν τ’ ἐκδήλους καὶ σαφεῖς τοῖς ἀκροωμένοις τὰς ἐκλογὰς ἔχῃ τὸ μίμημα.

  [31,2,1] Τῆς μὲν οὖν Ὁμηρικῆς ποιήσεως οὐ μίαν τινὰ τοῦ σώματος μοῖραν, ἀλλ’ ἐκτύπωσαι τὸ σύμπαν, καὶ λάβε ζῆλον ἠθῶν τε τῶν ἐκεῖ καὶ παθῶν καὶ μεγέθους, καὶ τῆς οἰκονομίας καὶ τῶν ἄλλων ἀρετῶν ἁπασῶν εἰς ἀληθῆ τὴν παρὰ σοὶ μίμησιν ἠλλαγμένων. τοὺς δ’ ἄλλους, ἐν οἷς ‹ἂν› ἀλλήλων πλέον ἔχωσι, [31,2,2] χρὴ μιμεῖσθαι. Ἡσίοδος μὲν γὰρ ἐφρόντισεν ἡδονῆς [31,2,3] δι’ ὀνομάτων λειότητος καὶ συνθέσεως ἐμμελοῦς. Ἀντίμαχος δὲ εὐτονίας καὶ ἀγωνιστικῆς τραχύτητος καὶ [31,2,4] τοῦ συνήθους τῆς ἐξαλλαγῆς. Πανύασις δὲ τάς τε ἀμφοῖν ἀρετὰς εἰσηνέγκατο, καὶ αὐτὸς πραγματείᾳ [31,2,5] καὶ τῇ κατ’ αὐτὸν οἰκονομίᾳ διήνεγκεν. Ζηλωτὸς δὲ καὶ Πίνδαρος ὀνομάτων καὶ νοημάτων εἵνεκα, καὶ μεγαλοπρεπείας καὶ τόνου καὶ περιουσίας κατασκευῆς καὶ δυνάμεως, καὶ πικρίας μετὰ ἡδονῆς· καὶ πυκνότητος καὶ σεμνότητος, καὶ γνωμολογίας καὶ ἐναργείας, καὶ σχηματισμῶν καὶ ἠθοποιίας καὶ αὐξήσεως καὶ δεινώσεως· μάλιστα δὲ τῶν εἰς σωφροσύνην καὶ εὐσέβειαν [31,2,6] καὶ μεγαλοπρέπειαν ἠθῶν. Σιμωνίδου δὲ παρατήρει τὴν ἐκλογὴν τῶν ὀνομάτων, τῆς συνθέσεως τὴν ἀκρίβειαν· πρὸς τούτοις, καθ’ ὃ βελτίων εὑρίσκεται καὶ Πινδάρου, τὸ οἰκτίζεσθαι μὴ μεγαλοπρεπῶς ἀλλὰ [31,2,7] παθητικῶς. Ὅρα δὲ καὶ Στησίχορον ἔν τε τοῖς ἑκατέρων τῶν προειρημένων πλεονεκτήμασι κατορθοῦντα, οὐ μὴν ἀλλὰ καὶ ὧν ἐκεῖνοι λείπονται κρατοῦντα· λέγω δὲ τῇ μεγαλοπρεπείᾳ τῶν κατὰ τὰς ὑποθέσεις πραγμάτων, ἐν οἷς τὰ ἤθη καὶ τὰ ἀξιώματα τῶν [31,2,8] προσώπων τετήρηκεν. Ἀλκαίου δὲ σκόπει τὸ μεγαλοφυὲς καὶ βραχὺ καὶ ἡδὺ μετὰ δεινότητος, ἔτι δὲ καὶ τοὺς σχηματισμοὺς καὶ τὴν σαφήνειαν, ὅσον αὐτῆς μὴ τῇ διαλέκτῳ τι κεκάκωται· καὶ πρὸ ἁπάντων τὸ τῶν πολιτικῶν ποιημάτων ἦθος· πολλαχοῦ γοῦν τὸ μέτρον τις εἰ περιέλοι, ῥητορείαν ἂν εὕροι πολιτικήν. - [31,2,9] Ἴωμεν ἐπὶ τοὺς τραγῳδούς, οὐκ ἐπειδὴ μὴ προσήκει πᾶσιν τοῖς ποιηταῖς ἐντυγχάνειν, ἀλλ’ ἐπεὶ μὴ πάντων καιρὸς ἐν τῷ παρόντι μεμνῆσθαι· τὸ δὲ τῶν ἐξαιρέτων, [31,2,10] ἱκανόν ἐστιν. Ὁ δ’ οὖν Αἰσχύλος πρῶτος ὑψηλός τε καὶ τῆς μεγαλοπρεπείας ἐχόμενος, καὶ ἠθῶν καὶ παθῶν τὸ πρέπον εἰδώς, καὶ τῇ τροπικῇ καὶ τῇ κυρίᾳ λέξει διαφερόντως κεκοσμημένος, πολλαχοῦ δὲ καὶ αὐτὸς δημιουργὸς καὶ ποιητὴς ἰδίων ὀνομάτων καὶ πραγμάτων, Εὐριπίδου δὲ καὶ Σοφοκλέους καὶ ποικιλώτερος [31,2,11] ταῖς τῶν προσώπων ἐπεισαγωγαῖς. Σοφοκλῆς δὲ ἔν τε τοῖς ‹ἤθεσι καὶ τοῖς› πάθεσι διήνεγκεν τὸ τῶν προσώπων ἀξίωμα τηρῶν· Εὐριπίδῃ μέντοι τὸ ὅλον ἀληθὲς καὶ προσεχὲς τῷ βίῳ τῷ νῦν ἤρεσεν· ὅθεν τὸ πρέπον αὐτὸν καὶ κόσμιον πολλαχοῦ διέφυγεν, καὶ οὐχὶ τὰ γεννικὰ καὶ μεγαλοφυῆ τῶν προσώπων ἤθη καὶ πάθη καθά περ Σοφοκλῆς κατώρθωσεν· εἰ δέ τι ἄσεμνον καὶ ἄνανδρον καὶ ταπεινόν, σφόδρα ἰδεῖν ἔστιν αὐτὸν ἠκριβωκότα. καὶ Σοφοκλῆς μὲν οὐ περιττὸς ἐν τοῖς λόγοις, ἀλλ’ ἀναγκαῖος· ὁ δὲ Εὐριπίδης πολὺς ἐν ταῖς ῥητορικαῖς εἰσαγωγαῖς. καὶ ὃ μὲν ποιητικός ἐστιν ἐν τοῖς ὀνόμασι, καὶ πολλάκις ἐκ πολλοῦ τοῦ μεγέθους εἰς διάκενον κόμπον ἐκπίπτων οἷον εἰς ἰδιωτικὴν παντάπασι ταπεινότητα κατέρχεται· ὃ δὲ οὔτε ὑψηλός ἐστιν οὔτε μὴν λιτός, ἀλλὰ κεκραμένῃ μεσότητι τῆς λέξεως κέχρηται.

     Τῶν δὲ κωμῳδῶν μιμητέον τὰς λεκτικὰς ἀρετὰς ἁπάσας· εἰσὶ γὰρ καὶ τοῖς ὀνόμασι καθαροὶ καὶ σαφεῖς, καὶ βραχεῖς καὶ μεγαλοπρεπεῖς καὶ δεινοὶ καὶ ἠθικοί. Μενάνδρου δὲ καὶ τὸ πραγματικὸν θεωρητέον.

  [31,3,1] Τῶν μέντοι συγγραφέων Ἡρόδοτος μὲν ἐξείργασται βέλτιον τὸ πραγματικὸν εἶδος· τῷ δὲ λεκτικῷ ποτὲ μὲν πλεονεκτεῖ Θουκυδίδης, ποτὲ δὲ ἔμπαλιν· ἔστιν δ’ ἐν οἷς ἐξισοῦνται. τῇ μὲν γὰρ ἀκριβείᾳ τῶν ὀνομάτων, ἧς ἑκάτεροι προῄρηνται διαλέκτου ἀποσῴζουσι τὸ ἴδιον· τῆς σαφηνείας δὲ ἀναμφισβητήτως Ἡροδότῳ τὸ κατόρθωμα δέδοται. καὶ τὸ μὲν σύντομον ἔστι παρὰ Θουκυδίδῃ, τὸ δὲ ἐναργὲς παρὰ ἀμφοτέροις. ἐν μέντοι τοῖς ἠθικοῖς κρατεῖ ὁ Ἡρόδοτος, ἐν δὲ τοῖς παθητικοῖς ὁ Θουκυδίδης. πάλιν καλλιλογίᾳ καὶ μεγαλοπρεπείᾳ διαφέρουσιν οὐδὲν ἀλλήλων, ἀλλ’ ἑκάτεροι τούτων τε καὶ τῶν τοιούτων ἀρετῶν κρατοῦσι. ῥώμῃ δὲ καὶ ἰσχύι καὶ τόνῳ καὶ τῷ περιττῷ καὶ πολυσχηματίστῳ παρηυδοκίμησε Θουκυδίδης· ἡδονῇ δὲ καὶ πειθοῖ καὶ χάριτι καὶ τῷ [ἀφελεῖ] αὐτοφυεῖ [ἀβασανίστῳ] μακρῷ διενεγκόντα τὸν Ἡρόδοτον εὑρίσκομεν· ὃς καὶ μετὰ τούτων τὸ πρέπον ‹περὶ› πραγματείαν καὶ προσωποποιίαν μᾶλλον συντετήρηκεν.

  [31,3,2] Φιλίστου δὲ καὶ Ξενοφῶντος * * ὁ μὲν Ξενοφῶν Ἡροδότου ζηλωτὴς ἐγένετο κατά τε τὰς πραγματικὰς ἀρετὰς ‹καὶ τὰς λεκτικάς· καὶ τῷ μὲν πραγματικῷ τύπῳ οὐχ ἥττων Ἡροδότου κατά τε τὰς ὑποθέσεις› καὶ τὰς οἰκονομίας καὶ τὰ ἠθικά, τῷ δὲ λεκτικῷ πῇ μὲν ὅμοιος, πῇ δὲ ἐλάττων· ἐκλεκτικὸς μὲν γὰρ καὶ καθαρὸς τοῖς ὀνόμασι, καὶ σαφὴς καὶ ἐναργής, καὶ κατὰ τὴν σύνθεσιν ἡδὺς καὶ εὔχαρις, ὡς καὶ
πλεῖον ‹ἔχειν› ἐκείνου· ὕψους δὲ καὶ μεγαλοπρεπείας καὶ καθόλου τοῦ ἱστορικοῦ πλάσματος οὐκ ἐπέτυχεν· ἀλλ’ οὐδὲ τοῦ πρέποντος τοῖς προσώποις πολλάκις ἐστοχάσατο, περιτιθεὶς ἀνδράσιν ἰδιώταις καὶ βαρβάροις ἔσθ’ ὅτε λόγους φιλοσόφους, λέξει χρώμενος διαλόγοις πρεπούσῃ μᾶλλον ἢ στρατιωτικοῖς κατορθώμασι. Φίλιστος δὲ μιμητής ἐστι Θουκυδίδου, ἔξω τοῦ ἤθους· ᾧ μὲν γὰρ ἐλεύθερον καὶ φρονήματος μεστόν· τούτῳ δὲ θεραπευτικὸν τῶν τυράννων καὶ δοῦλον πλεονεξίας. ἐζήλωκεν δὲ πρῶτον μὲν τὸ τὴν ὑπόθεσιν ἀτελῆ καταλιπεῖν τὸν αὐτὸν ἐκείνῳ τρόπον· οὐ μὴν ἀλλὰ καὶ τὴν ἀταξίαν αὐτοῦ τῆς οἰκονομίας· καὶ δυσπαρακολούθητον τὴν πραγματείαν τῇ συγχύσει τῶν εἰρημένων πεποίηκεν. τῆς ‹δὲ› λέξεως τὸ μὲν γλωσσηματικὸν καὶ περίεργον οὐκ ἐζήλωκεν Θουκυδίδου· τὸ δὲ στρογγύλον καὶ πυκνὸν καὶ εὔτονον καὶ ἐναγώνιον πάνυ ἀκριβῶς ἀπεμάξατο, οὐ μὴν ὁμοίως τὴν καλλιλογίαν καὶ τὴν σεμνότητα καὶ τὴν ἀφθονίαν τῶν ἐνθυμημάτων, καὶ τὰ βάρη καὶ τὰ πάθη καὶ τοὺς σχηματισμούς. μικρὸς δὲ ἐστὶ καὶ ταπεινὸς κομιδῇ ταῖς ἐκφράσεσιν ἤτοι τόπων ἢ ναυμαχιῶν ἢ πεζῶν παρατάξεων ἢ οἰκισμοῦ πόλεων. οὐδὲ ὁ λόγος τῷ μεγέθει τοῦ πράγματος ἐξισοῦται. συνετὸς μέντοι κατὰ τὴν ἑρμηνείαν. Θουκυδίδου ‹δὲ› πρὸς τοὺς ἀληθεῖς ἀγῶνας ὠφελιμώτερος.

  [31,3,3] Θεόπομπος δὲ ὁ Χῖος πρῶτον μὲν ἐν τῷ προἑλέσθαι τοιαύτας ἱστορίας ὑποθέσεις ἄξιος ζήλου· μετὰ δέ, οἰκονομίας (ἔχει γοῦν τὸ εὐπαρακολούθητον καὶ σαφὲς ἡ γραφή)· ἔτι δὲ καὶ τῆς ποικιλίας τῆς ἐν τοῖς πράγμασιν· οὐ μὴν ἀλλὰ καὶ τῆς ἐφ’ ἑκάστοις παρρησίας καὶ τοῦ μηδὲ τὰς ἀπορρήτους τῶν γενομένων ἢ λεχθέντων αἰτίας ἀποκρύψασθαι, στοχάσασθαι δ’ ἀκριβῶς τῆς τῶν εἰπόντων ἢ πεποιηκότων γνώμης. τὸ ‹δὲ› λεκτικὸν αὐτοῦ τῷ Ἰσοκρατικῷ παραπλήσιον, πλὴν ὅσον πικρόν ἐστι καὶ σφόδρα ἔντονον, τὰ δ’ ἄλλα ὁμοία ἡ λέξις· καὶ γὰρ κοινὴ καὶ σαφὴς καὶ μεγαλοπρεπὴς καὶ σεμνὴ καὶ πομπική, συνθέσεως τετυχηκυῖα τῆς πρὸς ἡδονήν. πονηρὰ δὲ ἡ πολλὴ τῆς τῶν φωνηέντων φυλακὴ συγκρούσεως καὶ ‹αἱ› κατεπιτετηδευμέναι κυκλικαὶ περίοδοι καὶ ‹οἱ› ὁμοιειδεῖς τῶν σχηματισμῶν. διήμαρτεν δὲ καὶ ὁμαλότητος πραγματικῆς κατὰ τὰς τῶν παρεκβάσεων ἐπεισαγωγάς· καὶ γὰρ ψυχρῶς ἔνιαι καὶ ἀκαίρως λέγονται, καθάπερ τὰ περὶ τὸν ἐν Μακεδονίᾳ Σιληνὸν ἱστορηθέντα καὶ τὰ περὶ τὸν δράκοντα τὸν πρὸς τὴν τριήρη ναυμαχοῦντα.

  [31,4,1] [Τῶν φιλοσόφων δ’ ἀναγνωστέον τούς τε Πυθαγορικοὺς τῆς σεμνότητος καὶ τῶν ἠθῶν καὶ τῶν δογμάτων ἕνεκεν· οὐ μὴν ἀλλὰ καὶ τῆς ἀπαγγελίας· μεγαλοπρεπεῖς γὰρ τῇ λέξει καὶ ποιητικοί· καὶ οὐδὲ παραλυποῦσι τὴν σαφήνειαν κεκραμένῃ τῇ διαλέκτῳ χρώμενοι.] μιμητέον δὲ μάλιστα Ξενοφῶντα καὶ Πλάτωνα τῶν τε ἠθῶν χάριν καὶ τῆς ἡδονῆς καὶ τῆς μεγαλοπρεπείας. παραληπτέον δὲ καὶ Ἀριστοτέλην εἰς μίμησιν τῆς τε περὶ τὴν ἑρμηνείαν δεινότητος καὶ τῆς σαφηνείας, καὶ τοῦ ἡδέος καὶ πολυμαθοῦς· τοῦτο γὰρ ἔστι μάλιστα παρὰ τοῦ ἀνδρὸς τούτου λαβεῖν. φιλοτιμώμεθα δ’ αὐτοῦ καὶ τοῖς μαθηταῖς ἐντυγχάνειν, οὐδὲν ἐλάττονος οὖσι σπουδῆς ἀξίοις.

  [31,4,2] Ἐπειδὴ τοίνυν τὰ περὶ τῶν ἄλλων ἀναγνωσμάτων ἐστὶν ἡμῖν κεφαλαιωδῶς ἐξειργασμένα, ῥητέον λοιπὸν καὶ ὃ παρὰ τῶν ῥητόρων ἔστιν ἑκάστου λαβεῖν· ὃ δὴ καὶ μᾶλλον ἡμῖν ἀναγκαῖον.

  [31,5,1] Ὁ Λυσιακὸς λόγος πρὸς τὸ χρήσιμον καὶ ἀναγκαῖόν ἐστιν αὐτάρκης, καὶ τὸ μὲν αὐχμηρὸν ἐκπεφευγώς, πάνυ δὲ λιτὸς καὶ ἰσχνὸς κατὰ τὴν ἀπαγγελίαν. ἔστι δὲ κομψὸς καὶ ἐναλήθης, καὶ τῷ ἀττικισμῷ εὔχαρις· οὐ μὴν ἀτεχνῶς αὐξητικός, πλὴν τοῦ σκοποῦ λεληθότως ἐπιτυγχάνων, μετ’ ἀκροτάτης τῆς κατὰ τὴν χάριν ἡδονῆς, ὡς ἀναγινωσκόμενον μὲν οὐ χαλεπὸν νομίζεσθαι, χαλεπὸν δὲ εὑρίσκεσθαι ζηλοῦν πειρωμένοις. μάλιστα δὲ ἐπιτευκτικὸς ἐν ταῖς διηγήσεσιν· ἰσχνότητι γὰρ τῆς φράσεως σαφῆ καὶ ἀπηκριβωμένην [31,5,2] ἔχουσι τὴν τῶν πραγμάτων ἔκθεσιν. Ὁ δὲ Ἰσοκρατικὸς κομψεύεται μέν, ἀλλὰ μετὰ σεμνότητος, καὶ πανηγυρικώτερός ἐστι μᾶλλον ἢ δικανικώτερος. ἔχει δὲ τὸν κόσμον μετὰ ἐναργείας, καὶ πομπικός ἐστι πέρα τοῦ ἀνυστικοῦ καὶ χρησίμου· οὐ μὴν ἀγωνιστικός, περιγράφων δὲ τὴν ἀπαγγελίαν ταῖς περιόδοις, καὶ ὅλως σεμνότητα σωφρονίζων λιτότητι, τὸ δὲ λιτὸν ἐξαίρων * * καὶ αὐτοῦ μάλιστα ζηλωτέον τήν τε τῶν ὀνομάτων ἐκλογὴν καὶ συνέχειαν καὶ τὸ τῆς ὅλης [31,5,3] ἰδέας ἐπιδεικτικόν. Ὁ δὲ Λυκούργειός ἐστι διὰ παντὸς αὐξητικὸς καὶ διηρμένος καὶ σεμνός, καὶ ὅλως κατηγορικὸς καὶ φιλαλήθης καὶ παρρησιαστικός· οὐ μὴν ἀστεῖος οὐδὲ ἡδύς, ἀλλὰ ἀναγκαῖος. τούτου χρὴ [31,5,4] ζηλοῦν μάλιστα τὰς δεινώσεις. Ὁ δὲ Δημοσθενικὸς εὔτονος τῇ φράσει ‹καὶ› κεκραμένος τοῖς ἤθεσι καὶ λέξεων ἐκλογῇ κεκοσμημένος καὶ χρώμενος τάξει τῇ κατὰ τὸ συμφέρον καὶ μετὰ τοῦ σεμνοῦ τὴν χάριν ἔχων καὶ συνεχής· οἷς μάλιστα δικασταὶ κατέχονται.

 

‹ Prev