[31,5,5] Ὁ δὲ Αἰσχίνειος ἀτονώτερος μὲν τοῦ Δημοσθενικοῦ, ἐν δὲ τῇ τῶν λέξεων ἐκλογῇ πομπικὸς ἅμα καὶ δεινός· καὶ οὐ πάνυ μὲν ἔντεχνος, τῇ δὲ παρὰ τῆς φύσεως εὐχερείᾳ κεχορηγημένος· καὶ σφόδρα ἐνεργὴς καὶ βαρὺς καὶ αὐξητικὸς καὶ πικρός, καὶ ἡδὺς μὲν αὐτόθεν ἐντυχόντι, 31,5,6] σφοδρὸς δὲ ἐξετασθείς. Ὁ δὲ Ὑπερείδης εὔστοχος μέν, σπάνιον δ’ αὐξητικός· καὶ τῇ μὲν τῆς φράσεως κατασκευῇ Λυσίαν ὑπερηρκώς, τῇ δὲ τῆς εὑρέσεως πανουργίᾳ πάντας. ἔτι δὲ τοῦ κρινομένου διὰ παντὸς ἔχεται, καὶ τοῖς ἀναγκαίοις τοῦ πράγματος προσπέφυκεν, καὶ συνέσει πολλῇ κεχορήγηται, καὶ χάριτος μεστός ἐστι· καὶ δοκῶν ἁπλοῦς οὐκ ἀπήλλακται δεινότητος. τούτου ζηλωτέον μάλιστα τῶν διηγήσεων τὸ λεπτὸν καὶ σύμμετρον, ἔτι δὲ καὶ τὰς ἐφόδους, ‹ὡς› ἐπὶ τὰ πράγματα βαδίζει.
[31,5,7] Καί μοι καὶ τῶν ῥητόρων οὗτοι κεχαρακτηρισμένοι καὶ δεδειγμένοι, τίνος ἀρετῆς ἐπειλημμένος εἰς ὠφέλειαν τῶν ἐντυγχανόντων ἕκαστος συνεισφέρει. τούτου δὲ ἕνεκα τὰς τῶν προειρημένων ἁπάντων ἰδέας διεξῆλθον, ὡς ὑποδεδεῖχθαι τὸν τρόπον τῆς ἐπιμελοῦς ἀναγνώσεως, ἐξ ἧς ὑπάρξει τὸ παρ’ ἑκάστοις κατορθούμενον αἱρουμένοις μήτε παρέργως τοῖς παλαιοῖς ἐντυγχάνειν μήτε λεληθότως τὴν ὠφέλειαν προσγινομένην περιμένειν ἀλλ’ ἐπιστημόνως, ἄλλως τε καὶ κοσμήσειν μέλλουσι τὸν λόγον τοῖς παρὰ πάντων πλεονεκτήμασιν· ἃ καὶ αὐτὰ μὲν οἰκείᾳ φύσει τέρπει, εἰ δὲ καὶ κερασθείη διὰ τῆς τέχνης εἰς ἑνὸς τύπον λογικοῦ σώματος, βελτίων ἡ φράσις τῇ μίξει γίνεται.
[31A] Ὅτι ζωγράφος τις κάλλος ἄριστον γράψαι βουλόμενος τὰς κατὰ τὴν χώραν καλὰς γυναῖκας συνήθροισε, καὶ ἀφ’ ἑκάστης τὸ τῶν μελῶν μιμούμενος κάλλιστον, τῆς μὲν ὀφθαλμούς, τῆς δὲ ῥῖνα, τῆς δὲ ὀφρύας καὶ ἀπ’ ἄλλης ἄλλο (οὐδὲ γὰρ ἦν ἁπάσας καλὰ φέρειν τὰ πάντα), κάλλιστον εἶδος ἀπηκριβώσατο. ἔοικε δὲ τοῦτο λαβεῖν ἐκ τοῦ Ὁμήρου. καὶ γὰρ ἐκεῖνος ὑπογράφων τὸν Ἀγαμέμνονα [B 478 s]
ὄμματα (μὲν φησί) καὶ κεφαλὴν ἴκελος Διὶ ‹τερπικεραύνῳ›,
Ἄρεϊ δὲ ζώνην, στέρνον δὲ Ποσειδάωνι.
[34] Γοργίας μὲν τὴν ποιητικὴν ἑρμηνείαν μετήνεγκεν εἰς λόγους πολιτικούς, οὐκ ἀξιῶν ὅμοιον τὸν ῥήτορα τοῖς ἰδιώταις εἶναι. Λυσίας δὲ τοὐναντίον ἐποίησε· τὴν γὰρ φανερὰν ἅπασι καὶ τετριμμένην λέξιν ἐζήλωσεν ἔγγιστα νομίζων εἶναι τοῦ πεῖσαι τὸν ἰδιώτην τὸ κοινὸν τῆς ὀνομασίας καὶ ἀφελές· ἥκιστα γὰρ ἄν τις εὕροι τὸν Λυσίαν τροπικῇ καὶ μεταφορικῇ λέξει κεχρημένον· σεμνὰ δὲ καὶ περιττὰ καὶ μεγάλα φαίνεσθαι τὰ πράγματα ποιεῖ τοῖς κοινοτάτοις ὀνόμασι χρώμενος καὶ ποιητικῆς οὐχ ἁπτόμενος κατασκευῆς.
[35] δοκεῖ μὲν γὰρ ἀποίητός τις εἶναι καὶ ἀτεχνίτευτος ὁ τῆς ἑρμηνείας αὐτοῦ (τοῦ Λυσίου) χαρακτήρ, καὶ πολλοῖς ἂν καὶ τῶν φιλολόγων παράσχοι δόξαν, ὅτι ἀνεπιτηδεύτως καὶ οὐ κατὰ τέχνην, αὐτομάτως δέ πως καὶ ὡς ἔτυχε σύγκειται. ἔστι δὲ παντὸς ἔργου μᾶλλον τεχνικοῦ κατεσκευασμένος· πεποίηται γὰρ αὐτοῦ τὸ ἀποίητον καὶ δέδεται τὸ λελυμένον, καὶ ἐν αὐτῷ τῷ μὴ δοκεῖν δεινῶς κατεσκευάσθαι τὸ δεινὸν ἔχει.
Commentaries on the Attic Orators
CONTENTS
De antiquis oratoribus
De Lysia
De Isocrate
De Isaeo
De antiquis oratoribus
ΔΙΟΝΥΣΙΟΥ ΑΛΙΚΑΡΝΑΣΕΩΣ ΠΕΡΙ ΤΩΝ ΑΡΧΑΙΩΝ ΡΗΤΟΡΩΝ
[1] Πολλὴν χάριν ἦν εἰδέναι τῷ καθ’ ἡμᾶς χρόνῳ δίκαιον, ὦ κράτιστε Ἀμμαῖε, καὶ ἄλλων μέν τινων ἐπιτηδευμάτων ἕνεκα νῦν κάλλιον ἀσκουμένων ἢ πρότερον, οὐχ ἥκιστα δὲ τῆς περὶ τοὺς πολιτικοὺς λόγους ἐπιμελείας οὐ μικρὰν ἐπίδοσιν πεποιημένης ἐπὶ τὰ κρείττω. ἐν γὰρ δὴ τοῖς πρὸ ἡμῶν χρόνοις ἡ μὲν ἀρχαία καὶ φιλόσοφος ῥητορικὴ προπηλακιζομένη καὶ δεινὰς ὕβρεις ὑπομένουσα κατελύετο, ἀρξαμένη μὲν ἀπὸ τῆς Ἀλεξάνδρου τοῦ Μακεδόνος τελευτῆς ἐκπνεῖν καὶ μαραίνεσθαι κατ’ ὀλίγον, ἐπὶ δὲ τῆς καθ’ ἡμᾶς ἡλικίας μικροῦ δεήσασα εἰς τέλος ἠφανίσθαι· ἑτέρα δέ τις ἐπὶ τὴν ἐκείνης παρελθοῦσα τάξιν, ἀφόρητος ἀναιδείᾳ θεατρικῇ καὶ ἀνάγωγος καὶ οὔτε φιλοσοφίας οὔτε ἄλλου παιδεύματος οὐδενὸς μετειληφυῖα ἐλευθερίου, λαθοῦσα καὶ παρακρουσαμένη τὴν τῶν ὄχλων ἄγνοιαν, οὐ μόνον ἐν εὐπορίᾳ καὶ τρυφῇ καὶ μορφῇ πλείονι τῆς ἑτέρας διῆγεν, ἀλλὰ καὶ τὰς τιμὰς καὶ τὰς προστασίας τῶν πόλεων, ἃς ἔδει τὴν φιλόσοφον ἔχειν, εἰς ἑαυτὴν ἀνηρτήσατο καὶ ἦν φορτική τις πάνυ καὶ ὀχληρὰ καὶ τελευτῶσα παραπλησίαν ἐποίησε γενέσθαι τὴν Ἑλλάδα ταῖς τῶν ἀσώτων καὶ κακοδαιμόνων οἰκίαις. ὥσπερ γὰρ ἐν ἐκείναις ἡ μὲν ἐλευθέρα καὶ σώφρων γαμετὴ κάθηται μηδενὸς οὖσα τῶν αὑτῆς κυρία, ἑταίρα δέ τις ἄφρων ἐπ’ ὀλέθρῳ τοῦ βίου παροῦσα πάσης ἀξιοῖ τῆς οὐσίας ἄρχειν, σκυβαλίζουσα καὶ δεδιττομένη τὴν ἑτέραν· τὸν αὐτὸν τρόπον ἐν πάσῃ πόλει καὶ οὐδεμιᾶς ἧττον ἐν ταῖς εὐπαιδεύτοις (τουτὶ γὰρ ἁπάντων τῶν κακῶν ἔσχατον) ἡ μὲν Ἀττικὴ μοῦσα καὶ ἀρχαία καὶ αὐτόχθων ἄτιμον εἰλήφει σχῆμα, τῶν ἑαυτῆς ἐκπεσοῦσα ἀγαθῶν, ἡ
δὲ ἔκ τινων βαράθρων τῆς Ἀσίας ἐχθὲς καὶ πρῴην ἀφικομένη, Μυσὴ ἢ Φρυγία τις ἢ Καρικόν τι κακόν, [ἢ βάρβαρον] Ἑλληνίδας ἠξίου διοικεῖν πόλεις ἀπελάσασα τῶν κοινῶν τὴν ἑτέραν, ἡ ἀμαθὴς τὴν φιλόσοφον καὶ ἡ μαινομένη τὴν σώφρονα.
[2] ἀλλὰ γὰρ οὐ μόνον ‘ἀνδρῶν δικαίων χρόνος σωτὴρ ἄριστος’ κατὰ Πίνδαρον, ἀλλὰ καὶ τεχνῶν νὴ Δία καὶ ἐπιτηδευμάτων γε καὶ παντὸς ἄλλου σπουδαίου χρήματος. ἔδειξε δὲ ὁ καθ’ ἡμᾶς χρόνος, εἴτε θεῶν τινος ἄρξαντος εἴτε φυσικῆς περιόδου τὴν ἀρχαίαν τάξιν ἀνακυκλούσης εἴτε ἀνθρωπίνης ὁρμῆς ἐπὶ τὰ ὅμοια πολλοὺς ἀγούσης, καὶ ἀπέδωκε τῇ μὲν ἀρχαίᾳ καὶ σώφρονι ῥητορικῇ τὴν δικαίαν τιμήν, ἣν καὶ πρότερον εἶχε καλῶς, ἀπολαβεῖν, τῇ δὲ νέᾳ καὶ ἀνοήτῳ παύσασθαι δόξαν οὐ προσήκουσαν καρπουμένῃ καὶ ἐν ἀλλοτρίοις ἀγαθοῖς τρυφώσῃ. καὶ οὐ καθ’ ἓν ἴσως τοῦτο μόνον ἐπαινεῖν τὸν παρόντα χρόνον καὶ τοὺς συμφιλοσοφοῦντας ἀνθρώπους ἄξιον, ὅτι τὰ κρείττω τιμιώτερα ποιεῖν τῶν χειρόνων ἤρξαντο (καίτοι μέρος γε τοῦ παντὸς ἥμισυ ἀρχὴ λέγεταί τε καὶ ἔστιν), ἀλλ’ ὅτι καὶ ταχεῖαν τὴν μεταβολὴν καὶ μεγάλην τὴν ἐπίδοσιν αὐτῶν παρεσκεύασε γενέσθαι. ἔξω γὰρ ὀλίγων τινῶν Ἀσιανῶν πόλεων, αἷς δι’ ἀμαθίαν βραδεῖά ἐστιν ἡ τῶν καλῶν μάθησις, αἱ λοιπαὶ πέπαυνται τοὺς φορτικοὺς καὶ ψυχροὺς καὶ ἀναισθήτους ἀγαπῶσαι λόγους, τῶν μὲν πρότερον μέγα ἐπ’ αὐτοῖς φρονούντων αἰδουμένων ἤδη καὶ κατὰ μικρὸν ἀπαυτομολούντων πρὸς τοὺς ἑτέρους, εἰ μή τινες παντάπασιν ἀνιάτως ἔχουσι, τῶν δὲ νεωστὶ τοῦ μαθήματος ἁπτομένων εἰς καταφρόνησιν ἀγόντων τοὺς λόγους καὶ γέλωτα ποιουμένων τὴν ἐπ’ αὐτοῖς σπουδήν.
[3] αἰτία δ’ οἶμαι καὶ ἀρχὴ τῆς τοσαύτης μεταβολῆς ἐγένετο ἡ πάντων κρατοῦσα Ῥώμη πρὸς ἑαυτὴν ἀναγκάζουσα τὰς ὅλας πόλεις ἀποβλέπειν καὶ ταύτης δὲ αὐτῆς οἱ δυναστεύοντες κατ’ ἀρετὴν καὶ ἀπὸ τοῦ κρατίστου τὰ κοινὰ διοικοῦντες, εὐπαίδευτοι πάνυ καὶ γενναῖοι τὰς κρίσεις γενόμενοι, ὑφ’ ὧν κοσμούμενον τό τε φρόνιμον τῆς πόλεως μέρος ἔτι μᾶλλον ἐπιδέδωκεν καὶ τὸ ἀνόητον ἠνάγκασται νοῦν ἔχειν. τοιγάρτοι πολλαὶ μὲν ἱστορίαι σπουδῆς ἄξιαι γράφονται τοῖς νῦν, πολλοὶ δὲ λόγοι πολιτικοὶ χαρίεντες ἐκφέρονται φιλόσοφοί τε συντάξεις οὐ μὰ Δία εὐκαταφρόνητοι ἄλλαι τε πολλαὶ καὶ καλαὶ πραγματεῖαι καὶ Ῥωμαίοις καὶ Ἕλλησιν εὖ μάλα διεσπουδασμέναι προεληλύθασί τε καὶ προελεύσονται κατὰ τὸ εἰκός. καὶ οὐκ ἂν θαυμάσαιμι τηλικαύτης μεταβολῆς ἐν τούτῳ τῷ βραχεῖ χρόνῳ γεγενημένης, εἰ μηκέτι χωρήσει προσωτέρω μιᾶς γενεᾶς ὁ ζῆλος ἐκεῖνος τῶν ἀνοήτων λόγων· τὸ γὰρ ἐκ παντὸς εἰς ἐλάχιστον συναχθὲν ῥᾴδιον ἐξ ὀλίγου μηδὲ εἶναι.
[4] ἀλλὰ γὰρ τὸ μὲν εὐχαριστεῖν τῷ μεταβάλλοντι τὰ πράγματα χρόνῳ καὶ τὸ τοὺς τὰ κράτιστα προαιρουμένους ἐπαινεῖν καὶ τὸ τὰ μέλλοντα ἐκ τῶν γεγονότων εἰκάζειν καὶ πάντα τὰ παραπλήσια τούτοις, ἃ κἂν ὁ τυχὼν εἰπεῖν δύναιτο, ἀφήσω, ἐξ ὧν δ’ ἂν ἔτι μείζω λάβοι τὰ κρείττονα ἰσχύν, ταῦτα πειράσομαι λέγειν, ὑπόθεσιν τοῦ λόγου κοινὴν καὶ φιλάνθρωπον καὶ πλεῖστα δυναμένην ὠφελῆσαι λαβών. ἔστι δὲ ἥδε, τίνες εἰσὶν ἀξιολογώτατοι τῶν ἀρχαίων ῥητόρων τε καὶ συγγραφέων καὶ τίνες αὐτῶν ἐγένοντο προαιρέσεις τοῦ τε βίου καὶ τῶν λόγων καὶ τί παρ’ ἑκάστου δεῖ λαμβάνειν ἢ φυλάττεσθαι, καλὰ θεωρήματα καὶ ἀναγκαῖα τοῖς ἀσκοῦσι τὴν πολιτικὴν φιλοσοφίαν καὶ οὐ δήπου μὰ Δία κοινὰ οὐδὲ κατημαξευμένα τοῖς πρότερον. ἐγὼ γοῦν οὐδεμιᾷ τοιαύτῃ περιτυχὼν οἶδα γραφῇ, πολλὴν ζήτησιν αὐτῶν ποιησάμενος. οὐ μέντοι διαβεβαιοῦμαί γε ὡς δὴ καὶ σαφῶς εἰδώς· τάχα γὰρ ἂν εἶέν τινες αἱ ἐμὲ διαλανθάνουσαι τοιαῦται γραφαί, τὸ δὲ τῆς ἁπάντων ἱστορίας ὅρον ἑαυτὸν ποιεῖν καὶ περὶ τοῦ μὴ γεγονέναι τι τῶν δυνατῶν γενέσθαι λέγειν αὔθαδες πάνυ καὶ οὐ πόρρω μανίας. περὶ μὲν οὖν τούτων οὐδὲν ἔχω, καθάπερ ἔφην, διαβεβαιοῦσθαι. τῶν δὲ ῥητόρων τε καὶ συγγραφέων, ὑπὲρ ὧν ὁ λόγος, πολλῶν πάνυ ὄντων καὶ ἀγαθῶν τὸ μὲν ὑπὲρ ἁπάντων γράφειν μακροῦ λόγου δεόμενον ὁρῶν ἐάσω, τοὺς δὲ χαριεστάτους ἐξ αὐτῶν προχειρισάμενος κατὰ τὰς ἡλικίας ἐρῶ περὶ ἑκάστου, νῦν μὲν περὶ τῶν ῥητόρων, ἐὰν δὲ ἐγχωρῇ, καὶ περὶ τῶν ἱστορικῶν. ἔσονται δὲ οἱ παραλαμβανόμενοι ῥήτορες τρεῖς μὲν ἐκ τῶν πρεσβυτέρων, Λυσίας Ἰσοκράτης Ἰσαῖος, τρεῖς δ’ ἐκ τῶν ἐπακμασάντων τούτοις, Δημοσθένης Ὑπερείδης Αἰσχίνης, οὓς ἐγὼ τῶν ἄλλων ἡγοῦμαι κρατίστους, καὶ διαιρεθήσεται μὲν εἰς δύο συντάξεις ἡ πραγματεία, τὴν δὲ ἀρχὴν ἀπὸ ταύτης λήψεται τῆς ὑπὲρ τῶν πρεσβυτέρων γραφείσης. προειρημένων δὴ τούτων ἐπανάγειν καιρὸς ἐπὶ τὰ προκείμενα.
De Lysia
ΛΥΣΙΑΣ ΣΥΡΑΚΟΥΣΙΟΣ ΠΑΤΡΟΘΕΝ
[1] Λυσίας ὁ Κεφάλου Συρακουσίων μὲν ἦν γονέων, ἐγεννήθη δὲ Ἀθήνησι μετοικοῦντι τῷ πατρὶ καὶ συνεπαιδεύθη τοῖς ἐπιφανεστάτοις Ἀθηναίων. ἔτη δὲ πεντεκαίδεκα γεγονὼς εἰς Θουρίους ᾤχετο πλέων σὺν ἀδελφοῖς δυσίν, κοινωνήσων τῆς ἀποικ�
�ας, ἣν ἔστελλον Ἀθηναῖοί τε καὶ ἡ ἄλλη Ἑλλὰς δωδεκάτῳ πρότερον ἔτει τοῦ Πελοποννησιακοῦ πολέμου, καὶ διετέλεσεν αὐτόθι πολιτευόμενος ἐν εὐπορίᾳ πολλῇ καὶ ‹παιδευόμενος παρὰ Τισίᾳ τε καὶ Νικίᾳ› μέχρι τῆς συμφορᾶς τῆς κατασχούσης Ἀθηναίους ἐν Σικελίᾳ. μετ’ ἐκεῖνο δὲ τὸ πάθος στασιάσαντος τοῦ δήμου ἐκπίπτει σὺν ἄλλοις τριακοσίοις ἀττικισμὸν ἐγκληθείς. καὶ παραγενόμενος αὖθις εἰς Ἀθήνας κατὰ ἄρχοντα Καλλίαν, ἕβδομον καὶ τετταρακοστὸν ἔτος ἔχων, ὡς ἄν τις εἰκάσειεν, ἐξ ἐκείνου τοῦ χρόνου διετέλεσε τὰς διατριβὰς ποιούμενος Ἀθήνησι. πλείστους δὲ γράψας λόγους εἰς δικαστήριά τε καὶ βουλὰς καὶ πρὸς ἐκκλησίας εὐθέτους, πρὸς δὲ τούτοις πανηγυρικούς, ἐρωτικούς, ἐπιστολικούς, τῶν μὲν ἔμπροσθεν γενομένων ῥητόρων ἢ κατὰ τὸν αὐτὸν χρόνον ἀκμασάντων ἠφάνισε τὰς δόξας, τῶν δὲ ἐπιγινομένων οὔτε πολλοῖς τισι κατέλιπεν ὑπερβολὴν οὔτ’ ἐν ἁπάσαις ταῖς ἰδέαις τῶν λόγων καὶ μὰ Δί’ οὔ τί γε ταῖς φαυλοτάταις. τίνι δὲ κέχρηται χαρακτῆρι λόγων καὶ τίνας ἀρετὰς εἰσενήνεκται τίνι τε κρείττων ἐστὶ τῶν μεθ’ ἑαυτὸν ἀκμασάντων καὶ πῇ καταδεέστερος καὶ τί δεῖ λαμβάνειν παρ’ αὐτοῦ, νῦν ἤδη πειράσομαι λέγειν.
Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) Page 370