Book Read Free

Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79)

Page 371

by Dionysius of Halicarnassus


  [2] καθαρός ἐστι τὴν ἑρμηνείαν πάνυ καὶ τῆς Ἀττικῆς γλώττης ἄριστος κανών, οὐ τῆς ἀρχαίας, ᾗ κέχρηται Πλάτων τε καὶ Θουκυδίδης, ἀλλὰ τῆς κατ’ ἐκεῖνον τὸν χρόνον ἐπιχωριαζούσης, ὡς ἔστι τεκμήρασθαι τοῖς τε Ἀνδοκίδου λόγοις καὶ τοῖς Κριτίου καὶ ἄλλοις συχνοῖς. κατὰ τοῦτο μὲν δὴ τὸ μέρος, ὅ πέρ ἐστι πρῶτόν τε καὶ κυριώτατον ἐν λόγοις, λέγω δὲ τὸ καθαρεύειν τὴν διάλεκτον, οὐθεὶς τῶν μεταγενεστέρων αὐτὸν ὑπερεβάλετο, ἀλλ’ οὐδὲ μιμήσασθαι πολλοὶ δύναμιν ἔσχον ὅτι μὴ μόνος Ἰσοκράτης· καθαρώτατος γὰρ δὴ τῶν ἄλλων μετὰ Λυσίαν ἐν τοῖς ὀνόμασιν οὗτος ἔμοιγε δοκεῖ γενέσθαι ὁ ἀνήρ. μίαν μὲν δὴ ταύτην ἀρετὴν ἀξίαν ζήλου καὶ μιμήσεως εὑρίσκω παρὰ τῷ ῥήτορι καὶ παρακελευσαίμην ἂν τοῖς βουλομένοις καθαρῶς γράφειν ἢ λέγειν ἐκεῖνον τὸν ἄνδρα ποιεῖσθαι παράδειγμα ταύτης τῆς ἀρετῆς.

  [3] ἑτέραν δὲ καὶ οὐδὲν ἐλάττονα ταύτης, ἣν πολλοὶ μὲν ἐζήλωσαν τῶν κατὰ τὸν αὐτὸν χρόνον ἀκμασάντων, οὐδεὶς δὲ βεβαιότερον ἀπεδείξατο· τίς δ’ ἔστιν αὕτη; ἡ διὰ τῶν κυρίων τε καὶ κοινῶν καὶ ἐν μέσῳ κειμένων ὀνομάτων ἐκφέρουσα τὰ νοούμενα ‹ἑρμηνεία›. ἥκιστα γὰρ ἄν τις εὕροι Λυσίαν τροπικῇ φράσει χρησάμενον. καὶ οὐκ ἐπὶ τούτῳ μόνον ἐπαινεῖν αὐτὸν ἄξιον, ἀλλ’ ὅτι καὶ σεμνὰ καὶ περιττὰ καὶ μεγάλα φαίνεσθαι τὰ πράγματα ποιεῖ τοῖς κοινοτάτοις χρώμενος ὀνόμασι καὶ ποιητικῆς οὐχ ἁπτόμενος κατασκευῆς. τοῖς δὲ προτέροις οὐχ αὕτη ἡ δόξα ἦν, ἀλλὰ βουλόμενοι κόσμον τινὰ προσεῖναι τοῖς λόγοις ἐξήλλαττον τὸν ἰδιώτην καὶ κατέφευγον εἰς τὴν ποιητικὴν φράσιν, μεταφοραῖς τε πολλαῖς χρώμενοι καὶ ὑπερβολαῖς καὶ ταῖς ἄλλαις τροπικαῖς ἰδέαις, ὀνομάτων τε γλωττηματικῶν καὶ ξένων χρήσει καὶ τῶν οὐκ εἰωθότων σχηματισμῶν τῇ διαλλαγῇ καὶ τῇ ἄλλῃ καινολογίᾳ καταπληττόμενοι τὸν ἰδιώτην. δηλοῖ δὲ τοῦτο Γοργίας τε ὁ Λεοντῖνος, ἐν πολλοῖς πάνυ φορτικήν τε καὶ ὑπέρογκον ποιῶν τὴν κατασκευὴν καὶ ‘οὐ πόρρω διθυράμβων τινῶν’ ἔνια φθεγγόμενος, καὶ τῶν ἐκείνου συνουσιαστῶν οἱ περὶ Λικύμνιόν τε καὶ Πῶλον. ἥψατο δὲ καὶ τῶν Ἀθήνησι ῥητόρων ἡ ποιητική τε καὶ τροπικὴ φράσις, ὡς μὲν Τίμαιός φησι, Γοργίου ἄρξαντος ἡνίκ’ Ἀθήναζε πρεσβεύων κατεπλήξατο τοὺς ἀκούοντας τῇ δημηγορίᾳ, ὡς δὲ τἀληθὲς ἔχει, τὸ καὶ παλαιότερον αἰεί τι θαυμαζομένη. Θουκυδίδης γοῦν ὁ δαιμονιώτατος τῶν συγγραφέων ἔν τε τῷ ἐπιταφίῳ καὶ ἐν ταῖς δημηγορίαις ποιητικῇ κατασκευῇ χρησάμενος ἐν πολλοῖς ἐξήλλαξε τὴν ἑρμηνείαν εἰς ὄγκον ἅμα καὶ κόσμον ὀνομάτων ἀηθέστερον. Λυσίας δὲ τοιοῦτον οὐδὲν ἤσκησεν ἔν γ’ οὖν τοῖς σπουδῇ γραφομένοις δικανικοῖς λόγοις καὶ συμβουλευτικοῖς ποιῆσαι, πλὴν εἴ τι μικρὸν ἐν τοῖς πανηγυρικοῖς· περὶ γὰρ δὴ τῶν ἐπιστολικῶν αὐτοῦ καὶ ἑταιρικῶν καὶ τῶν ἄλλων, οὓς μετὰ παιδιᾶς ἔγραψεν, οὐδὲν δέομαι λέγειν. ὁμοίως δὲ τοῖς ἰδιώταις διαλέγεσθαι δοκῶν πλεῖστον ὅσον ἰδιώτου διαφέρει καὶ ἔστι ποιητὴς κράτιστος λόγων, λελυμένης ἐκ τοῦ μέτρου λέξεως ἰδίαν τινὰ [λόγων] εὑρηκὼς ἁρμονίαν, ᾗ τὰ ὀνόματα κοσμεῖ τε καὶ ἡδύνει μηδὲν ἔχοντα ὀγκῶδες μηδὲ φορτικόν. ταύτην δευτέραν τὴν ἀρετὴν κελεύω παρὰ τοῦ ῥήτορος τούτου λαμβάνειν, εἴ τινες ἀξιοῦσι τὸν αὐτὸν ἐκείνῳ διαλέγεσθαι τρόπον. ἐγένοντο μὲν οὖν πολλοὶ τῆς προαιρέσεως ταύτης ζηλωταὶ συγγραφεῖς τε καὶ ῥήτορες, ἔγγιστα δὲ αὐτῆς μετὰ Λυσίαν ἥψατο τῶν πρεσβυτέρων νέος ἐπακμάσας Ἰσοκράτης, καὶ οὐκ ἂν ἔχοι τις εἰπεῖν προσωτέρῳ τούτων σκοπῶν ἑτέρους ῥήτορας ἰσχὺν καὶ δύναμιν τοσαύτην ἐν ὀνόμασι κυρίοις καὶ κοινοῖς ἀποδειξαμένους.

  [4] τρίτην ἀρετὴν ἀποφαίνομαι περὶ τὸν ἄνδρα τὴν σαφήνειαν οὐ μόνον τὴν ἐν τοῖς ὀνόμασιν, ἀλλὰ καὶ τὴν ἐν τοῖς πράγμασιν· ἔστι γάρ τις καὶ πραγματικὴ σαφήνεια οὐ πολλοῖς γνώριμος. τεκμαίρομαι δέ, ὅτι τῆς μὲν Θουκυδίδου λέξεως καὶ Δημοσθένους, οἳ δεινότατοι πράγματα ἐξειπεῖν ἐγένοντο, πολλὰ δυσείκαστά ἐστιν ἡμῖν καὶ ἀσαφῆ καὶ δεόμενα ἐξηγητῶν. ἡ δὲ Λυσίου λέξις ἅπασά ἐστι φανερὰ καὶ σαφὴς καὶ τῷ πάνυ πόρρω δοκοῦντι πολιτικῶν ἀφεστάναι λόγων. καὶ εἰ μὲν δι’ ἀσθένειαν δυνάμεως ἐγίνετο τὸ σαφές, οὐκ ἄξιον ἦν αὐτὸ ἀγαπᾶν, νῦν δὲ ὁ πλοῦτος τῶν κυρίων ὀνομάτων ἐκ πολλῆς αὐτῷ περιουσίας ἀποδείκνυται ταύτην τὴν ἀρετήν. ὥστε καὶ τὴν σαφήνειαν αὐτοῦ ζηλοῦν ἄξιον. καὶ μὴν τό γε βραχέως ἐκφέρειν τὰ νοήματα μετὰ τοῦ σαφῶς, χαλεποῦ πράγματος ὄντος φύσει τοῦ συναγαγεῖν ἄμφω ταῦτα καὶ κεράσαι μετρίως, ᾗ μάλιστα οὐδενὸς ἧττον τῶν ἄλλων ἀποδείκνυται Λυσίας, ὅς γε οὐδὲν τοῖς διὰ χειρὸς ἔχουσι τὸν ἄνδρα οὔτε ἀκαιρολογίας οὔτε ἀσαφείας δόξειεν ἂν λαβεῖν. τούτου δὲ αἴτιον, ὅτι οὐ τοῖς ὀνόμασι δουλεύει τὰ πράγματα παρ’ αὐτῷ, τοῖς δὲ πράγμασιν ἀκολουθεῖ τὰ ὀνόματα, τὸν δὲ κόσμον οὐκ ἐν τῷ διαλλάττειν τὸν ἰδιώτην, ἀλλ’ ἐν τῷ μιμήσασθαι λαμβάνει.

  [5] καὶ οὐκ ἐπὶ μὲν τῆς ἑρμηνείας τοιοῦτός ἐστιν, ἐν δὲ τοῖς πράγμασιν ἄκαιρός τις καὶ
μακρός, συνέστραπται δὲ εἴ τις καὶ ἄλλος καὶ πεπύκνωται τοῖς νοήμασι, καὶ τοσούτου δεῖ τῶν οὐκ ἀναγκαίων τι λέγειν, ὥστε καὶ πολλὰ καὶ τῶν χρησίμων ἂν δόξειε παραλιπεῖν, οὐ μὰ Δία ἀσθενείᾳ εὑρέσεως αὐτὸ ποιῶν, ἀλλὰ συμμετρήσει τοῦ χρόνου, πρὸς ὃν ἔδει γενέσθαι τοὺς λόγους. βραχύς γε μὴν οὗτος, ὡς μὲν ἰδιώτῃ δηλῶσαι βουλομένῳ τὰ πράγματα ἀποχρῶν, ὡς δὲ ῥήτορι περιουσίαν δυνάμεως ἐνδείξασθαι ζητοῦντι οὐχ ἱκανός. μιμητέον δὴ καὶ τὴν βραχύτητα τὴν Λυσίου· μετριωτέρα γὰρ οὐκ ἂν εὑρεθείη παρ’ ἑτέρῳ ῥήτορι.

  [6] μετὰ ταύτας ἀρετὴν εὑρίσκω παρὰ Λυσίᾳ πάνυ θαυμαστήν, ἧς Θεόφραστος μέν φησιν ἄρξαι Θρασύμαχον, ἐγὼ δ’ ἡγοῦμαι Λυσίαν· καὶ γὰρ τοῖς χρόνοις οὗτος ἐκείνου προέχειν ἔμοιγε δοκεῖ (λέγω δ’ ὡς ἐν ἀκμῇ κοινῇ βίου γενομένων ἀμφοῖν), καὶ εἰ μὴ τοῦτο δοθείη, τῷ γέ τοι περὶ τοὺς ἀληθινοὺς ἀγῶνας ἐκείνου μᾶλλον τετρῖφθαι. οὐ μέντοι διαβεβαιοῦμαί γε, ὁπότερος ἦρξε τῆς ἀρετῆς ταύτης, κατὰ τὸ παρόν, ἀλλ’ ὅτι Λυσίας μᾶλλον ἐν αὐτῇ διήνεγκεν, τοῦτο θαρρῶν ἂν ἀποφηναίμην. τίς δ’ ἐστὶν ἥν φημι ἀρετήν; ἡ συστρέφουσα τὰ νοήματα καὶ στρογγύλως ἐκφέρουσα λέξις, οἰκεία πάνυ καὶ ἀναγκαία τοῖς δικανικοῖς λόγοις καὶ παντὶ ἀληθεῖ ἀγῶνι. ταύτην ὀλίγοι μὲν ἐμιμήσαντο, Δημοσθένης δὲ καὶ ὑπερεβάλετο πλὴν οὐχ οὕτως γε λευκῶς οὐδὲ ἀφελῶς ὥσπερ Λυσίας χρησάμενος αὐτῇ, ἀλλὰ περιέργως καὶ πικρῶς· λεγέσθω γάρ, ὡς ἐμοὶ φαίνεται. ὑπὲρ ὧν κατὰ τὸν οἰκεῖον διαλέξομαι καιρόν.

  [7] ἔχει δὲ καὶ τὴν ἐνάργειαν πολλὴν ἡ Λυσίου λέξις. αὕτη δ’ ἐστὶ δύναμίς τις ὑπὸ τὰς αἰσθήσεις ἄγουσα τὰ λεγόμενα, γίγνεται δ’ ἐκ τῆς τῶν παρακολουθούντων λήψεως. ὁ δὴ προσέχων τὴν διάνοιαν τοῖς Λυσίου λόγοις οὐχ οὕτως ἔσται σκαιὸς ἢ δυσάρεστος ἢ βραδὺς τὸν νοῦν, ὃς οὐχ ὑπολήψεται γινόμενα τὰ δηλούμενα ὁρᾶν καὶ ὥσπερ παροῦσιν οἷς ἂν ὁ ῥήτωρ εἰσάγῃ προσώποις ὁμιλεῖν. ἐπιζητήσει τε οὐθέν, ‹οἷον› εἰκὸς τοὺς μὲν ἂν δρᾶσαι, τοὺς δὲ παθεῖν, τοὺς δὲ διανοηθῆναι, τοὺς δὲ εἰπεῖν. κράτιστος γὰρ δὴ πάντων ἐγένετο ῥητόρων φύσιν ἀνθρώπων κατοπτεῦσαι καὶ τὰ προσήκοντα ἑκάστοις ἀποδοῦναι πάθη τε καὶ ἤθη καὶ ἔργα.

  [8] ἀποδίδωμί τε οὖν αὐτῷ καὶ τὴν εὐπρεπεστάτην ἀρετήν, καλουμένην δὲ ὑπὸ πολλῶν ἠθοποιΐαν. ἁπλῶς γὰρ οὐδὲν εὑρεῖν δύναμαι παρὰ τῷ ῥήτορι τούτῳ πρόσωπον οὔτε ἀνηθοποίητον οὔτε ἄψυχον. τριῶν τε ὄντων, ἐν οἷς καὶ περὶ ἃ τὴν ἀρετὴν εἶναι ταύτην συμβέβηκε, διανοίας τε καὶ λέξεως καὶ τρίτης τῆς συνθέσεως, ἐν ἅπασι τούτοις αὐτὸν ἀποφαίνομαι κατορθοῦν. οὐ γὰρ διανοουμένους μόνον ὑποτίθεται χρηστὰ καὶ ἐπιεικῆ καὶ μέτρια τοὺς λέγοντας, ὥστε εἰκόνας εἶναι δοκεῖν τῶν ἠθῶν τοὺς λόγους, ἀλλὰ καὶ τὴν λέξιν ἀποδίδωσι τοῖς ἤθεσιν οἰκείαν, ᾗ πέφυκεν αὐτὰ ἑαυτῶν κράτιστα δηλοῦσθαι, τὴν σαφῆ καὶ κυρίαν καὶ κοινὴν καὶ πᾶσιν ἀνθρώποις συνηθεστάτην· ὁ γὰρ ὄγκος καὶ τὸ ξένον καὶ τὸ ἐξ ἐπιτηδεύσεως ἅπαν ἀνηθοποίητον. καὶ συντίθησί γε αὐτὴν ἀφελῶς πάνυ καὶ ἁπλῶς, ὁρῶν ὅτι οὐκ ἐν τῇ περιόδῳ καὶ τοῖς ῥυθμοῖς, ἀλλ’ ἐν τῇ διαλελυμένῃ λέξει γίνεται τὸ ἦθος. καθόλου δέ, ἵνα καὶ περὶ ταύτης εἴπω τῆς ἀρετῆς, οὐκ οἶδ’ εἴ τις ἄλλος ῥητόρων τῶν γε τῇ ὁμοίᾳ κατασκευῇ χρησαμένων τοῦ λόγου εἴτε ἥδιον συνέθηκεν εἴτε πιθανώτερον. δοκεῖ μὲν γὰρ ἀποίητός τις εἶναι καὶ ἀτεχνίτευτος ὁ τῆς ἁρμονίας αὐτοῦ χαρακτὴρ καὶ οὐ θαυμάσαιμ’ ἄν, εἰ πᾶσι μὲν τοῖς ἰδιώταις, οὐκ ὀλίγοις δὲ καὶ τῶν φιλολόγων, ὅσοι μὴ μεγάλας ἔχουσι τριβὰς περὶ λόγους, τοιαύτην τινὰ παράσχοι δόξαν, ὅτι ἀνεπιτηδεύτως καὶ οὐ κατὰ τέχνην, αὐτομάτως δέ πως καὶ ὡς ἔτυχε σύγκειται. ἔστι δὲ παντὸς μᾶλλον ἔργου τεχνικοῦ κατεσκευασμένος. πεποίηται γὰρ αὐτῷ τοῦτο τὸ ἀποίητον καὶ δέδεται τὸ λελυμένον καὶ ἐν αὐτῷ τῷ μὴ δοκεῖν δεινῶς κατεσκευάσθαι τὸ δεινὸν ἔχει. τὴν ἀλήθειαν οὖν τις ἐπιτηδεύων καὶ φύσεως μιμητὴς γίνεσθαι βουλόμενος οὐκ ἂν ἁμαρτάνοι τῇ Λυσίου συνθέσει χρώμενος· ἑτέραν γὰρ οὐκ ἂν εὕροι ταύτης ἀληθεστέραν.

  [9] οἴομαι δὲ καὶ τὸ πρέπον ἔχειν τὴν Λυσίου λέξιν οὐθενὸς ἧττον τῶν ἀρχαίων ῥητόρων, κρατίστην ἁπασῶν ἀρετὴν καὶ τελειοτάτην, ὁρῶν αὐτὴν πρός τε τὸν λέγοντα καὶ πρὸς τοὺς ἀκούοντας καὶ πρὸς τὸ πρᾶγμα (ἐν τούτοις γὰρ δὴ καὶ πρὸς ταῦτα τὸ πρέπον) ἀρκούντως ἡρμοσμένην. καὶ γὰρ ἡλικίᾳ καὶ γένει καὶ παιδείᾳ καὶ ἐπιτηδεύματι καὶ βίῳ καὶ τοῖς ἄλλοις, ἐν οἷς διαφέρει τῶν προσώπων πρόσωπα, τὰς οἰκείας ἀποδίδωσι φωνὰς πρός τε τὸν ἀκροατὴν συμμετρεῖται τὰ λεγόμενα οἰκείως, οὐ τὸν αὐτὸν τρόπον δικαστῇ καὶ ἐκκλησιαστῇ καὶ πανηγυρίζοντι διαλεγόμενος ὄχλῳ. διαφοράς τε αὐτῷ λαμβάνει κατὰ τὰς ἰδέας τῶν πραγμάτων ἡ λέξις· ἀρχομένῳ μὲν γάρ ἐστι καθεστηκυῖα καὶ ἠθική, διηγουμένῳ δὲ πιθανὴ κἀπερίεργος, ἀποδεικνύντι δὲ στρογγύλη καὶ πυκνή, αὔξοντι δὲ καὶ παθαινομένῳ σεμνὴ καὶ ἀληθινή, ἀνακεφαλαιουμένῳ δὲ διαλελυμένη καὶ σύντ�
�μος. ληπτέον δὴ καὶ τὸ πρέπον τῆς λέξεως παρὰ Λυσίου.

  [10] ὅτι μὲν γὰρ πιθανὴ καὶ πειστικὴ καὶ πολὺ τὸ φυσικὸν ἐπιφαίνουσα καὶ πάνθ’ ὅσα τῆς τοιαύτης ἰδέας ἔχεται, πρὸς εἰδότας οὐδὲν ἴσως δεῖ λέγειν· δι’ ὄχλου γὰρ ἤδη τοῦτό γε καὶ οὐδείς ἐστιν ὃς οὐχὶ καὶ πείρᾳ καὶ ἀκοῇ μαθὼν ὁμολογεῖ πάντων ῥητόρων αὐτὸν εἶναι πιθανώτατον. ὥστε καὶ ταύτην τὴν ἀρετὴν ληπτέον παρὰ τοῦ ῥήτορος.

     πολλὰ καὶ καλὰ λέγειν ἔχων περὶ τῆς Λυσίου λέξεως, ἣν λαμβάνων καὶ μιμούμενος ἄν τις ἀμείνων γένοιτο τὴν ἑρμηνείαν, τὰ μὲν ἄλλα τοῦ χρόνου στοχαζόμενος ἐάσω, μίαν δὲ ἀρετὴν ἔτι τοῦ ῥήτορος ἀποδείξομαι, κρίνας καλλίστην τε καὶ κυριωτάτην καὶ μόνην αὐτὴν μάλιστα τῶν ἄλλων τὸν Λυσίου χαρακτῆρα δυναμένην βεβαιῶσαι, ἣν ὑπερεβάλετο μὲν οὐδεὶς τῶν ὕστερον, ἐμιμήσαντο δὲ πολλοὶ καὶ παρ’ αὐτὸ τοῦτο κρείττους ἑτέρων ἔδοξαν εἶναι τὴν ἄλλην δύναμιν οὐθὲν διαφέροντες· ὑπὲρ ὧν, ἂν ἐγχωρῇ, κατὰ τὸν οἰκεῖον διαλέξομαι τόπον. τίς δ’ ἐστὶν ἥδε ἡ ἀρετή; ἡ [τις] πᾶσιν ἐπανθοῦσα τοῖς ὀνόμασι κἀπ’ ἴσης χάρις, πρᾶγμα παντὸς κρεῖττον λόγου καὶ θαυμασιώτερον. ῥᾷστον μὲν γάρ ἐστιν ὀφθῆναι καὶ παντὶ ὁμοίως ἰδιώτῃ τε καὶ τεχνίτῃ φανερόν, χαλεπώτατον δὲ λόγῳ δηλωθῆναι καὶ οὐδὲ τοῖς κράτιστα εἰπεῖν δυναμένοις εὔπορον.

 

‹ Prev