Book Read Free

Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79)

Page 375

by Dionysius of Halicarnassus


  [28]   ἐν μὲν δὴ τοῖς δικανικοῖς λόγοις ‹τοιοῦτός τις ὁ ἀνήρ ἐστιν, ἐν δὲ τοῖς ἐπιδεικτικοῖς› μαλακώτερος, ὥσπερ ἔφην. βούλεται μὲν γὰρ ὑψηλότερος εἶναι καὶ μεγαλοπρεπέστερος καὶ τῶν γε καθ’ ἑαυτὸν ἢ πρότερον ῥητόρων ἀκμασάντων οὐθενὸς ἂν δόξειεν εἶναι καταδεέστερος, οὐ διεγείρει δὲ τὸν ἀκροατὴν ὥσπερ Ἰσοκράτης [ἢ Δημοσθένης]. θήσω δὲ καὶ τούτων παράδειγμα.

  [29]  ἔστι δή τις αὐτῷ πανηγυρικὸς λόγος, ἐν ᾧ πείθει τοὺς Ἕλληνας ἀγομένης Ὀλυμπίασι τῆς πανηγύρεως ἐκβάλλειν Διονύσιον τὸν τύραννον ἐκ τῆς ἀρχῆς καὶ Σικελίαν ἐλευθερῶσαι ἄρξασθαί τε τῆς ἔχθρας αὐτίκα μάλα, διαρπάσαντας τὴν τοῦ τυράννου σκηνὴν χρυσῷ τε καὶ πορφύρᾳ καὶ ἄλλῳ πλούτῳ πολλῷ κεκοσμημένην. ἔπεμψε γὰρ δὴ θεωροὺς εἰς τὴν πανήγυριν ὁ Διονύσιος ἄγοντας θυσίαν τῷ θεῷ, μεγαλοπρεπής τε καταγωγὴ τῶν θεωρῶν ἐγένετο ἐν τῷ τεμένει καὶ πολυτελής, ἵνα θαυμασθείη μᾶλλον ὁ τύραννος ὑπὸ τῆς Ἑλλάδος. ταύτην λαβὼν τὴν ὑπόθεσιν τοιαύτην πεποίηται τὴν ἀρχὴν τοῦ λόγου·

  [30] ‘Ἄλλων τε πολλῶν καὶ καλῶν ἔργων ἕνεκα, ὦ ἄνδρες, ἄξιον Ἡρακλέους μεμνῆσθαι καὶ ὅτι τόνδε τὸν ἀγῶνα πρῶτος συνήγειρε δι’ εὔνοιαν τῆς Ἑλλάδος. ἐν μὲν γὰρ τῷ τέως χρόνῳ ἀλλοτρίως αἱ πόλεις πρὸς ἀλλήλας διέκειντο, ἐπειδὴ δὲ ἐκεῖνος τοὺς τυράννους ἔπαυσε καὶ τοὺς ὑβρίζοντας ἐκώλυσεν, ἀγῶνα μὲν σωμάτων ἐποίησε, φιλοτιμίαν ‹δὲ› πλούτῳ, γνώμης δ’ ἐπίδειξιν ἐν τῷ καλλίστῳ τῆς Ἑλλάδος, ἵνα τούτων ἁπάντων ἕνεκα εἰς τὸ αὐτὸ συνέλθωμεν, τὰ μὲν ὀψόμενοι, τὰ δ’ ἀκουσόμενοι. ἡγήσατο γὰρ τὸν ἐνθάδε σύλλογον ἀρχὴν γενήσεσθαι τοῖς Ἕλλησι τῆς πρὸς ἀλλήλους φιλίας. ἐκεῖνος μὲν οὖν ταῦθ’ ὑφηγήσατο. ἐγὼ δὲ ἥκω οὐ μικρολογησόμενος οὐδὲ περὶ τῶν ὀνομάτων μαχούμενος· ἡγοῦμαι γὰρ ταῦτα ἔργα μὲν εἶναι σοφιστῶν λίαν ἀχρήστων καὶ σφόδρα βίου δεομένων, ἀνδρὸς δὲ ἀγαθοῦ καὶ πολίτου πολλοῦ ἀξίου περὶ τῶν μεγίστων συμβουλεύειν, ὁρῶν οὕτως αἰσχρῶς διακειμένην τὴν Ἑλλάδα καὶ πολλὰ μὲν αὐτῆς ὄντα ὑπὸ τῷ βαρβάρῳ, πολλὰς δὲ πόλεις ὑπὸ τυράννων ἀναστάτους γεγενημένας. καὶ ταῦτα εἰ μὲν δι’ ἀσθένειαν ἐπάσχομεν, στέργειν ἂν ἦν ἀνάγκη τὴν τύχην, ἐπειδὴ δὲ διὰ στάσιν καὶ τὴν πρὸς ἀλλήλους φιλονεικίαν, πῶς οὐκ ἄξιον τῶν μὲν παύσασθαι, τὰ δὲ κωλῦσαι, εἰδότας ὅτι φιλονεικεῖν μέν ἐστιν εὖ πραττόντων, γνῶναι δὲ τὰ βέλτιστ’ ἀγωνιώντων; ὁρῶμεν γὰρ τοὺς κινδύνους καὶ μεγάλους καὶ πανταχόθεν περιεστηκότας. ἐπίστασθε δὲ ὅτι ἡ μὲν ἀρχὴ τῶν κρατούντων τῆς θαλάττης, τῶν δὲ χρημάτων βασιλεὺς ταμίας, τὰ δὲ τῶν Ἑλλήνων σώματα τῶν δαπανᾶσθαι δυναμένων, ναῦς δὲ πολλὰς αὐτὸς κέκτηται, πολλὰς δ’ ὁ τύραννος τῆς Σικελίας. ὥστε ἄξιον τὸν μὲν πρὸς ἀλλήλους πόλεμον καταθέσθαι, τῇ δ’ αὐτῇ γνώμῃ χρωμένους τῆς σωτηρίας ἀντέχεσθαι καὶ περὶ μὲν τῶν παρεληλυθότων αἰσχύνεσθαι, περὶ δὲ τῶν μελλόντων ἔσεσθαι δεδιέναι καὶ πρὸς τοὺς προγόνους μιμεῖσθαι, οἳ τοὺς μὲν βαρβάρους ἐποίησαν τῆς ἀλλοτρίας ἐπιθυμοῦντας τῆς σφετέρας αὐτῶν στερεῖσθαι, τοὺς δὲ τυράννους ἐξελάσαντες κοινὴν ἅπασι τὴν ἐλευθερίαν κατέστησαν. θαυμάζω δὲ Λακεδαιμονίους πάντων μάλιστα, τίνι ποτὲ γνώμῃ χρώμενοι καιομένην τὴν Ἑλλάδα περιορῶσιν ἡγεμόνες ὄντες τῶν Ἑλλήνων οὐκ ἀδίκως καὶ διὰ τὴν ἔμφυτον ἀρετὴν καὶ διὰ τὴν περὶ τὸν πόλεμον ἐπιστήμην, μόνοι δὲ οἰκοῦντες ἀπόρθητοι καὶ ἀτείχιστοι καὶ ἀστασίαστοι καὶ ἀήττητοι καὶ τρόποις ἀεὶ τοῖς αὐτοῖς χρώμενοι· ὧν ἕνεκα ἐλπὶς ἀθάνατον τὴν ἐλευθερίαν αὐτοὺς κεκτῆσθαι καὶ ἐν τοῖς παρεληλυθόσι κινδύνοις σωτῆρας γενομένους τῆς Ἑλλάδος περὶ τῶν μελλόντων προορᾶσθαι. οὐ τοίνυν ὁ ἐπιὼν καιρὸς τοῦ παρόντος βελτίων· οὐ γὰρ ἀλλοτρίας δεῖ τὰς τῶν ἀπολωλότων συμφορὰς νομίζειν ἀλλ’ οἰκείας, οὐδ’ ἀναμεῖναι, ἕως ἂν ἐπ’ αὐτοὺς ἡμᾶς αἱ δυνάμεις ἀμφοτέρων ἔλθωσιν, ἀλλ’ ἕως ἔτι ἔξεστι, τὴν τούτων ὕβριν κωλῦσαι. τίς γὰρ οὐκ ἂν .... εν ὁρῶν ἐν τῷ πρὸς ἀλλήλους πολέμῳ μεγάλους αὐτοὺς γεγενημένους; ὧν οὐ μόνον αἰσχρῶν ὄντων ἀλλὰ καὶ δεινῶν τοῖς μὲν μεγάλα ἡμαρτηκόσιν ἐξουσία γεγένηται τῶν πεπραγμένων, τοῖς δὲ Ἕλλησιν οὐδεμία αὐτῶν τιμωρία.’

  [31] ἑνὸς ἔτι παράδειγμα θήσω λόγου συμβουλευτικοῦ, ἵνα καὶ τούτου τοῦ γένους τῶν λόγων ὁ χαρακτὴρ γένηται σαφής.

  [32] ὑπόθεσιν δὲ περιείληφε τὴν περὶ τοῦ μὴ καταλῦσαι τὴν πάτριον πολιτείαν Ἀθήνησι. τοῦ γὰρ δήμου κατελθόντος ἐκ Πειραιῶς καὶ ψηφισαμένου διαλύσασθαι πρὸς τοὺς ἐν ἄστει καὶ μηδενὸς τῶν γενομένων μνησικακεῖν, δέους δὲ ὄντος μὴ πάλιν τὸ πλῆθος ἐς τοὺς εὐπόρους ὑβρίζῃ τὴν ἀρχαίαν ἐξουσίαν κεκομισμένον καὶ πολλῶν ὑπὲρ τούτου γινομένων λόγων Φορμίσιός τις τῶν συγκατελθόντων μετὰ τοῦ δήμου γνώμην εἰσηγήσατο τοὺς μὲν φεύγοντας κατιέναι, τὴν δὲ πολιτείαν μὴ πᾶσιν, ἀλλὰ τοῖς [τὴν] γῆν ἔχουσι παραδοῦναι, βουλομένων ταῦτα γενέσθαι καὶ Λακεδαιμονίων. ἔμελλον δὲ τοῦ ψηφίσματος τούτου κυρωθέ�
�τος πεντακισχίλιοι σχεδὸν Ἀθηναίων ἀπελαθήσεσθαι τῶν κοινῶν. ἵνα δὴ μὴ τοῦτο γένοιτο, γράφει τὸν λόγον τόνδε ὁ Λυσίας τῶν ἐπισήμων τινὶ καὶ πολιτευομένων. εἰ μὲν οὖν ἐρρήθη τότε, ἄδηλον· σύγκειται γοῦν ὡς πρὸς ἀγῶνα ἐπιτηδείως. ἔστι δὲ ὅδε·

  [33] ‘Ὅτε ἐνομίζομεν, ὦ ‹ἄνδρες› Ἀθηναῖοι, τὰς γεγενημένας συμφορὰς ἱκανὰ μνημεῖα τῇ πόλει καταλελεῖφθαι, ὥστε μηδ’ ἂν τοὺς ἐπιγινομένους ἑτέρας πολιτείας ἐπιθυμεῖν, τότε δὴ οὗτοι τοὺς κακῶς πεπονθότας καὶ ἀμφοτέρων πεπειραμένους ἐξαπατῆσαι ζητοῦσι τοῖς αὐτοῖς ψηφίσμασιν, οἷσπερ καὶ πρότερον δὶς ἤδη. καὶ τούτων μὲν οὐ θαυμάζω, ὑμῶν δὲ τῶν ἀκροωμένων, ὅτι πάντων ἐστὲ ἐπιλησμονέστατοι ἢ πάσχειν ἑτοιμότατοι κακῶς ὑπὸ τοιούτων ἀνδρῶν, οἳ τῇ μὲν τύχῃ τῶν Πειραιεῖ πραγμάτων μετέσχον, τῇ δὲ γνώμῃ τῶν ἐξ ἄστεως. καίτοι τί ἔδει φεύγοντας κατελθεῖν, εἰ χειροτονοῦντες ὑμᾶς αὐτοὺς καταδουλώσεσθε; ἐγὼ μὲν οὖν, ὦ ‹ἄνδρες› Ἀθηναῖοι, ‹οὔτε οὐσίᾳ τῆς πολιτείας› οὔτε γένει ἀπελαυνόμενος, ἀλλ’ ἀμφότερα τῶν ἀντιλεγόντων πρότερος ὢν ἡγοῦμαι ταύτην μόνην σωτηρίαν εἶναι τῇ πόλει, ἅπασιν Ἀθηναίοις τῆς πολιτείας μετεῖναι· ἐπεὶ ὅτε καὶ τὰ τείχη καὶ τὰς ναῦς καὶ τὰ χρήματα καὶ συμμάχους ἐκτησάμεθα, οὐχ ὅπως τινὰ Ἀθηναῖον ἀπώσομεν διενοούμεθα, ἀλλὰ καὶ Εὐβοεῦσιν ἐπιγαμίαν ἐποιούμεθα· ....... καὶ τοὺς ὑπάρχοντας πολίτας ἀπελῶμεν; οὔκ, ἂν ἔμοιγε πείθησθε, οὐδὲ μετὰ τῶν τειχῶν καὶ ταῦτα ἡμῶν αὐτῶν περιαιρησόμεθα, ὁπλίτας πολλοὺς καὶ ἱππέας καὶ τοξότας· ὧν ὑμεῖς ἀντεχόμενοι βεβαίως δημοκρατήσεσθε, τῶν δὲ ἐχθρῶν πλέον ἐπικρατήσετε, ὠφελιμώτεροι δὲ τοῖς συμμάχοις ἔσεσθε. ἐπίστασθε γὰρ †ταῖς ἐφ’ ἡμῶν ὀλιγαρχίαις γεγενημέναις καὶ οὐ τοὺς γῆν κεκτημένους ἔχοντας τὴν πόλιν, ἀλλὰ πολλοὺς μὲν αὐτῶν ἀποθανόντας, πολλοὺς δ’ ἐκ τῆς πόλεως ἐκπεσόντας· οὓς ὁ δῆμος καταγαγὼν ὑμῖν μὲν τὴν ὑμετέραν ἀπέδωκεν, αὐτὸς δὲ ταύτης οὐκ ἐτόλμησε μετασχεῖν. ὥστ’ ἐὰν ἔμοιγε πείθησθε, οὐ τοὺς εὐεργέτας, καθὸ δύνασθε, τῆς πατρίδος ἀποστερήσετε οὐδὲ τοὺς λόγους πιστοτέρους τῶν ἔργων οὐδὲ τὰ μέλλοντα τῶν γεγενημένων νομιεῖτε ἄλλως τε καὶ μεμνημένοι τῶν περὶ τῆς ὀλιγαρχίας μαχομένων, οἳ τῷ μὲν λόγῳ τῷ δήμῳ πολεμοῦσι, τῷ δὲ ἔργῳ τῶν ὑμετέρων ἐπιθυμοῦσιν, ἅπερ κτήσονται, ὅταν ὑμᾶς ἐρήμους συμμάχων λάβωσιν, εἶτα τοιούτων ἡμῖν ὑπαρχόντων ἐροῦσι, τίς ἔσται σωτηρία τῇ πόλει, εἰ μὴ ποιήσομεν, ἃ Λακεδαιμόνιοι κελεύουσιν; ἐγὼ δὲ τούτους εἰπεῖν ἀξιῶ, τίς τῷ πλήθει περιγενήσεται, εἰ ποιήσομεν, ἃ ἐκεῖνοι προστάττουσιν; εἰ δὲ μή, πολὺ κάλλιον μαχομένοις ἀποθνῄσκειν ἢ φανερῶς ἡμῶν αὐτῶν θάνατον καταψηφίσασθαι. ἡγοῦμαι γάρ, ἐὰν μὲν πείσω, ἀμφοτέροις εἶναι κοινὸν ‹τὸν› κίνδυνον ... ὁρῶ δὲ καὶ Ἀργείους καὶ Μαντινέας τὴν αὐτὴν ἔχοντας γνώμην τὴν αὑτῶν οἰκοῦντας, τοὺς μὲν ὁμόρους ὄντας Λακεδαιμονίοις, τοὺς δ’ ἐγγὺς οἰκοῦντας, καὶ τοὺς μὲν οὐδὲν ἡμῶν πλείους, τοὺς δὲ οὐδὲ τρισχιλίους ὄντας. ἴσασι γὰρ ‹Λακεδαιμόνιοι›, ὅτι, κἂν πολλάκις εἰς τὴν τούτων ἐμβάλωσι, πολλάκις αὐτοῖς ἀπαντήσονται ὅπλα λαβόντες, ὥστε οὐ καλὸς αὐτοῖς ὁ κίνδυνος δοκεῖ εἶναι, ἐὰν μὲν νικήσωσι, τούτους ‹οὐδὲ› καταδουλώσασθαί γ’, ἐὰν δὲ ἡττηθῶσι, σφᾶς αὐτοὺς τῶν ὑπαρχόντων ἀγαθῶν ἀποστερῆσαι. ὅσῳ δ’ ἂν ἄμεινον πράττωσι, τοσούτῳ ‹ἧττον› ἐπιθυμοῦσι κινδυνεύειν. εἴχομεν δέ, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ ἡμεῖς ταύτην τὴν γνώμην, ὅτε τῶν Ἑλλήνων ἤρχομεν, καὶ ἐδοκοῦμεν καλῶς βουλεύεσθαι, περιορῶντες μὲν τὴν χώραν τεμνομένην, οὐ νομίζοντες δὲ χρῆναι περὶ αὐτῆς διαμάχεσθαι. ἄξιον γὰρ ἦν ὀλίγων ἀμελοῦντας πολλῶν ἀγαθῶν φείσασθαι. νῦν δὲ ἐπεὶ ἐκείνων μὲν ἁπάντων μάχῃ ἐστερήμεθα, ἡ δὲ πατρὶς ἡμῖν λέλειπται, ἴσμεν ὅτι ὁ κίνδυνος οὗτος μόνος ἔχει τὰς ἐλπίδας τῆς σωτηρίας. ἀλλὰ γὰρ χρὴ ἀναμνησθέντας, ὅτι ἤδη καὶ ἑτέροις ἀδικουμένοις βοηθήσαντες ἐν τῇ ἀλλοτρίᾳ πολλὰ τρόπαια τῶν πολεμίων ἐστήσαμεν, ἄνδρας ἀγαθοὺς περὶ τῆς πατρίδος καὶ ἡμῶν αὐτῶν γίγνεσθαι, πιστεύοντας μὲν τοῖς θεοῖς καὶ ἐλπίζοντας .... ἐπεὶ τὸ δίκαιον μετὰ τῶν ἀδικουμένων ἔσται. δεινὸν γὰρ ἂν εἴη, ὦ ‹ἄνδρες› Ἀθηναῖοι, εἰ, ὅτε μὲν ἐφεύγομεν, ἐμαχόμεθα Λακεδαιμονίοις, ἵνα κατέλθωμεν, κατελθόντες δὲ φευξόμεθα, ἵνα μὴ μαχώμεθα. οὐκοῦν αἰσχρόν, εἰ εἰς τοῦτο κακίας ἥξομεν, ὥστε οἱ μὲν πρόγονοι καὶ ὑπὲρ τῆς τῶν ἄλλων ἐλευθερίας διεκινδύνευον, ὑμεῖς δὲ οὐδὲ ὑπὲρ τῆς ὑμετέρας αὐτῶν τολμᾶτε πολεμεῖν;’

  [34] ἀλλ’ ἅλις ἤδη παραδειγμάτων, ἵνα καὶ περὶ τῶν λοιπῶν ῥητόρων τὸν αὐτὸν διαλεχθῶμεν τρόπον. ἕπεται δὲ τῷ ῥήτορι τούτῳ κατὰ τὴν τάξιν τῶν χρόνων Ἰσοκράτης. περὶ δὴ τούτου λεκτέον ἐφεξῆς ἑτέραν ἀρχὴν λαβοῦσιν.

  De Isocrate

  ΙΣΟΚΡΑΤΗΣ ΑΘΗΝΑΙΟΣ

  [1] Ἰσοκράτης Ἀθηναῖος ἐγεννήθη μὲν ἐπὶ τῆς ὀγδοηκοστῆς καὶ ἕκτης Ὀλυμπιάδος ἄρχοντος Ἀθήνησι Λυσιμάχου πέμπτῳ πρότερον ἔτει τοῦ Πελοποννησιακοῦ πολ�
��μου, δυσὶ καὶ εἴκοσιν ἔτεσι νεώτερος Λυσίου, πατρὸς δὲ ἦν Θεοδώρου, τινὸς τῶν μετρίων πολιτῶν, θεράποντας αὐλοποιοὺς κεκτημένου καὶ τὸν βίον ἀπὸ ταύτης ἔχοντος τῆς ἐργασίας. ἀγωγῆς δὲ τυχὼν εὐσχήμονος καὶ παιδευθεὶς οὐδενὸς Ἀθηναίων χεῖρον, ἐπειδὴ τάχιστα ἀνὴρ ἐγένετο, φιλοσοφίας ἐπεθύμησε. γενόμενος δὲ ἀκουστὴς Προδίκου τε τοῦ Κείου καὶ Γοργίου τοῦ Λεοντίνου καὶ Τισίου τοῦ Συρακουσίου, τῶν τότε μέγιστον ὄνομα ἐν τοῖς Ἕλλησιν ἐχόντων ἐπὶ σοφίᾳ, ὡς δέ τινες ἱστοροῦσι, καὶ Θηραμένους τοῦ ῥήτορος, ὃν οἱ τριάκοντα ἀπέκτειναν δημοτικὸν εἶναι δοκοῦντα, σπουδὴν μὲν ἐποιεῖτο πράττειν τε καὶ λέγειν τὰ πολιτικά, ὡς δὲ ἡ φύσις ἠναντιοῦτο, τὰ πρῶτα καὶ κυριώτατα τοῦ ῥήτορος ἀφελομένη, τόλμαν τε καὶ φωνῆς μέγεθος, ὧν χωρὶς οὐχ οἷόν τε ἦν ἐν ὄχλῳ λέγειν, ταύτης μὲν ἀπέστη τῆς προαιρέσεως· ἐπιθυμῶν δὲ δόξης καὶ τοῦ πρωτεῦσαι παρὰ τοῖς Ἕλλησιν ἐπὶ σοφίᾳ, καθάπερ αὐτὸς εἴρηκεν, ἐπὶ τὸ γράφειν ἃ διανοηθείη κατέφυγεν, οὐ περὶ μικρῶν τὴν προαίρεσιν ποιούμενος οὐδὲ περὶ τῶν ἰδίων συμβολαίων οὐδὲ ὑπὲρ ὧν ἄλλοι τινὲς τῶν τότε σοφιστῶν, περὶ δὲ τῶν Ἑλληνικῶν καὶ βασιλικῶν ‹καὶ πολιτικῶν› πραγμάτων, ἐξ ὧν ὑπελάμβανε τάς τε πόλεις ἄμεινον οἰκήσεσθαι καὶ τοὺς ἰδιώτας ἐπίδοσιν ἕξειν πρὸς ἀρετήν. ταῦτα γὰρ ἐν τῷ Παναθηναϊκῷ λόγῳ περὶ αὑτοῦ γράφει. πεφυρμένην τε παραλαβὼν τὴν ἄσκησιν τῶν λόγων ὑπὸ τῶν περὶ Γοργίαν καὶ Πρωταγόραν σοφιστῶν πρῶτος ἐχώρησεν ἀπὸ τῶν ἐριστικῶν τε καὶ φυσικῶν ἐπὶ τοὺς πολιτικοὺς καὶ περὶ αὐτὴν σπουδάζων τὴν ἐπιστήμην διετέλεσεν, ἐξ ἧς, ὥς φησιν αὐτός, τὸ βουλεύεσθαι καὶ λέγειν καὶ πράττειν τὰ συμφέροντα παραγίνεται τοῖς μαθοῦσιν. ἐπιφανέστατος δὲ γενόμενος τῶν κατὰ τὸν αὐτὸν ἀκμασάντων χρόνον καὶ τοὺς κρατίστους τῶν Ἀθήνησί τε καὶ ἐν τῇ ἄλλῃ Ἑλλάδι νέων παιδεύσας, ὧν οἳ μὲν ἐν τοῖς δικανικοῖς ἐγένοντο ἄριστοι λόγοις, οἳ δ’ ἐν τῷ πολιτεύεσθαι καὶ τὰ κοινὰ πράττειν διήνεγκαν, [καὶ] ἄλλοι δὲ τὰς κοινὰς τῶν Ἑλλήνων τε καὶ βαρβάρων πράξεις ἀνέγραψαν, καὶ τῆς Ἀθηναίων πόλεως εἰκόνα ποιήσας τὴν ἑαυτοῦ σχολὴν κατὰ τὰς ἀποικίας τῶν λόγων, πλοῦτον ὅσον οὐδεὶς τῶν ἀπὸ φιλοσοφίας χρηματισαμένων περιποιησάμενος, ἐτελεύτα τὸν βίον ἐπὶ Χαιρωνίδου ἄρχοντος ὀλίγαις ἡμέραις ὕστερον τῆς ἐν Χαιρωνείᾳ μάχης δυεῖν δέοντα βεβιωκὼς ἑκατὸν ἔτη, γνώμῃ χρησάμενος ἅμα τοῖς ἀγαθοῖς τῆς πόλεως συγκαταλῦσαι τὸν ἑαυτοῦ βίον, ἀδήλου ἔτι ὄντος, πῶς χρήσεται τῇ τύχῃ Φίλιππος παραλαβὼν τὴν ἀρχὴν τῶν Ἑλλήνων. τὰ μὲν οὖν ἱστορούμενα περὶ αὐτοῦ κεφαλαιωδῶς ταῦτ’ ἐστίν.

 

‹ Prev