Book Read Free

Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79)

Page 378

by Dionysius of Halicarnassus


  [13] οὗτος δὲ οὐκ ἐμὸς ὁ λόγος πρώτου μὰ Δία, ἐπεὶ πολλοὶ καὶ τῶν παλαιῶν ταύτην εἶχον ὑπὲρ αὐτοῦ τὴν δόξαν. Φιλόνικος μὲν γὰρ ὁ διαλεκτικὸς τὴν ἄλλην κατασκευὴν τῆς λέξεως ἐπαινῶν τἀνδρὸς μέμφεται τῆς κενότητός τ’ αὐτῆς καὶ τοῦ φορτικοῦ ἐοικέναι τέ φησιν αὐτὸν ζωγράφῳ ταῖς αὐταῖς ἐσθῆσι καὶ τοῖς αὐτοῖς σχήμασι πάσας ἐπικοσμοῦντι τὰς γραφάς· ‘ἅπαντες γοῦν εὕρισκον τοὺς λόγους αὐτοῦ τοῖς αὐτοῖς τρόποις τῆς λέξεως κεχρημένους, ὥστ’ ἐν πολλοῖς τεχνικῶς τὰ καθ’ ἕκαστα ἐξεργαζόμενον τοῖς ὅλοις ἀπρεπῆ παντελῶς φαίνεσθαι διὰ τὸ μὴ προσηκόντως τοῖς ὑποκειμένοις τῶν ἠθῶν φράζειν’. Ἱερώνυμος δὲ ὁ φιλόσοφός φησιν ἀναγνῶναι μὲν ἄν τινα δυνηθῆναι τοὺς λόγους αὐτοῦ καλῶς, δημηγορῆσαι δὲ τήν τε φωνὴν καὶ τὸν τόνον ἐπάραντα καὶ ἐν ταύτῃ τῇ κατασκευῇ μετὰ τῆς ἁρμοττούσης ὑποκρίσεως εἰπεῖν οὐ παντελῶς. τὸ γὰρ μέγιστον καὶ κινητικώτατον τῶν ὄχλων παρεῖσθαι, τὸ παθητικὸν καὶ ἔμψυχον· δουλεύειν γὰρ αὐτὸν τῇ λειότητι διαπαντός, τὸ δὲ κεκραμένον καὶ παντοδαπὸν ἐπιτάσει τε καὶ ἀνέσει καὶ τὸ ταῖς παθητικαῖς ὑπερθέσεσι διειλημμένον ἀποβεβληκέναι. καθόλου δέ φησιν αὐτὸν εἰς ἀναγνώστου παιδὸς φωνὴν καταδύντα μήτε τόνον μήτε πάθος μήτε ὑπόκρισιν δύνασθαι φέρειν. πολλοῖς δὲ καὶ ἄλλοις ταῦτα καὶ παραπλήσια τούτοις εἴρηται, περὶ ὧν οὐδὲν δέομαι γράφειν. ἐξ αὐτῆς γὰρ ἔσται τῆς Ἰσοκράτους λέξεως τεθείσης καταφανὴς ὅ τε τῶν περιόδων ῥυθμὸς ἐκ παντὸς διώκων τὸ γλαφυρὸν καὶ τῶν σχημάτων τὸ μειρακιῶδες περὶ τὰς ἀντιθέσεις καὶ παρισώσεις καὶ παρομοιώσεις κατατριβόμενον. καὶ οὐ τὸ γένος μέμφομαι τῶν σχημάτων (πολλοὶ γὰρ αὐτοῖς ἐχρήσαντο καὶ συγγραφεῖς καὶ ῥήτορες, ἀνθίσαι βουλόμενοι τὴν λέξιν), ἀλλὰ τὸν πλεονασμόν.

  [14] τῷ γὰρ μὴ ἐν καιρῷ γίνεσθαι μηδὲ ἐν ὥρᾳ .... προσίστασθαί φημι ταῖς ἀκοαῖς. ἐν γοῦν τῷ πανηγυρικῷ τῷ περιβοήτῳ λόγῳ πολύς ἐστιν ἐν τοῖς τοιούτοις· ‘πλείστων μὲν οὖν ἀγαθῶν αἰτίους καὶ μεγίστων ἐπαίνων ἀξίους ἡγοῦμαι’· ἐνταῦθα γὰρ οὐ μόνον τῷ κώλῳ τὸ κῶλον ἴσον, ἀλλὰ καὶ τὰ ὀνόματα τοῖς ὀνόμασι, τῷ μὲν πλείστων τὸ μεγίστων, τῷ δ’ ἀγαθῶν τὸ ἐπαίνων, τῷ δὲ αἰτίους τὸ ἀξίους. καὶ αὖθις· ‘οὐδὲ ἀπέλαυον μὲν ὡς ἰδίων, ἠμέλουν δὲ ὡς ἀλλοτρίων’· τό τε γὰρ κῶλον τὸ δεύτερον τῷ κώλῳ πάρισον καὶ τῶν ὀνομάτων τῷ μὲν ἀπέλαυον τὸ ἠμέλουν ἀντίθετον, τῷ δὲ ἰδίων τὸ ἀλλοτρίων. οἷς ἐπιτίθησιν· ‘ἀλλὰ ἐκήδοντο μὲν ὡς οἰκείων, ἀπείχοντο δὲ ὥσπερ χρὴ τῶν μηδὲν προσηκόντων.’ ἀντίκειται [γὰρ] δὴ πάλιν κἀνταῦθα τῷ μὲν ἐκήδοντο τὸ ἀπείχοντο, τῷ δὲ οἰκείων τὸ μηδὲν προσηκόντων. καὶ οὔπω ταῦθ’ ἱκανά, ἀλλ’ ἐν τῇ μετὰ ταῦτα περιόδῳ πάλιν ἀντιστρέφει τῷ μὲν ‘αὐτός τε μέλλοι μάλιστα εὐδοκιμήσειν’ τὸ ἐπιφερόμενον ‘καὶ τοῖς παισὶ μεγάλην δόξαν καταλείψειν’, τῷ δὲ ‘οὐδὲ τὰς θρασύτητας τὰς ἀλλήλων ἐζήλουν’ τὸ συναπτόμενον αὐτῷ ‘οὐδὲ τὰς τόλμας τὰς αὑτῶν ἤσκουν’. καὶ οὐδὲ μικρὸν διαλιπὼν ἐπιφέρει τούτοις· ‘ἀλλὰ δεινότερον μὲν ἐνόμιζον εἶναι κακῶς ὑπὸ τῶν πολιτῶν ἀκούειν ἢ καλῶς ὑπὲρ τῆς πατρίδος ἀποθνῄσκειν.’ οὐκοῦν καὶ δεύτερον τῷ μὲν καλῶς τὸ κακῶς ἀντίστροφον, τῷ δὲ ἀκούειν τὸ ἀποθνῄσκειν πάρισον. εἰ μέτριος εἴη μέχρι δεῦρο, ἀνεκτός, ἀλλ’ οὐκ ἀνήσει. πάλιν γοῦν ἐν τῇ μετ’ αὐτὴν περιόδῳ τίθησιν· ‘ὅτι τοῖς ἀγαθοῖς τῶν ἀνθρώπων οὐδὲν δεήσει πολλῶν γραμμάτων ἀλλ’ ὀλίγων συνθημάτων, καὶ περὶ τῶν κοινῶν καὶ περὶ τῶν ἰδίων ὁμονοήσουσιν.’ οὐκοῦν τὸ γραμμάτων καὶ συνθημάτων πάρισον καὶ τὸ πολλῶν καὶ ὀλίγων καὶ κοινῶν καὶ ἰδίων ἀντίθετα. ἔπειθ’ ὥσπερ οὐδὲν εἰρηκὼς τοιοῦτον ἀθρόαις ἐπικλύσει ταῖς παρισώσεσιν, ἐπιφέρων ταυτί· ‘καὶ τὰ τῶν ἄλλων διῴκουν θεραπεύοντες ἀλλ’ οὐχ ὑβρίζοντες τοὺς Ἕλληνας καὶ στρατηγεῖν οἰόμενοι δεῖν αὐτῶν ἀλλὰ μὴ τυραννεῖν αὐτῶν καὶ μᾶλλον ἐπιθυμοῦντες ἡγεμόνες ἢ δεσπόται προσαγορεύεσθαι καὶ σωτῆρες ἀλλὰ μὴ λυμεῶνες ἀποκαλεῖσθαι, τῷ ποιεῖν εὖ προσαγόμενοι τὰς πόλεις ἀλλ’ οὐ βίᾳ καταστρεφόμενοι, πιστοτέροις μὲν τοῖς λόγοις ἢ νῦν τοῖς ὅρκοις χρώμενοι, ταῖς δὲ συνθήκαις ὥσπερ ἀνάγκαις ἐμμένειν ἀξιοῦντες.’ καὶ τί δεῖ τὰ καθ’ ἕκαστα διεξιόντα μηκύνειν; ὀλίγου γὰρ ἅπας ὁ λόγος ὑπὸ τῶν τοιούτων αὐτῷ κεκόμψευται σχημάτων. οἱ μέντοι γε ἐπὶ τελευτῇ τοῦ βίου γραφέντες λόγοι ἧττόν εἰσι μειρακιώδεις, ὡς ἂν οἶμαι τελείαν ἀπειληφότες τὴν φρόνησιν παρὰ τοῦ χρόνου. καὶ περὶ μὲν τούτων ἱκανὰ ταῦτα.

  [15] ὥρα δὲ ἂν εἴη καὶ τῶν παραδειγμάτων ἅψασθαι καὶ δεῖξαι τούτοις τίς ἐστιν ἡ τοῦ ῥήτορος ἰσχύς. ἅπαντα μὲν οὖν τὰ γένη τῶν προβλημάτων καὶ πάσας τὰς ἰδέας τῶν λόγων ἀμήχανον ἐν ὀλίγῳ δηλῶσαι, ἀρκεῖ δὲ μία τε δημηγορία παραληφθεῖσα καὶ λόγος εἷς ἐκ ‹τῶν› δικανικῶν. ὁ μὲν οὖν συμβουλευτικὸς λόγος ἔστω, ἐν ᾧ παρακαλεῖ τοὺς Ἀθηναίους διαλύσασθαι μὲν τὸν συμμαχικὸν κληθέντα πόλεμον, ὃν ἐπολέμουν πρὸς αὐτοὺς
Χῖοί τε καὶ Ῥόδιοι καὶ οἱ τούτων σύμμαχοι, παύσασθαι δὲ πλεονεκτοῦντας καὶ τῆς κατὰ γῆν καὶ κατὰ θάλατταν ἐπιθυμοῦντας ἀρχῆς· διδάσκων ὡς ἔστιν οὐ μόνον κρείττων ἡ δικαιοσύνη τῆς ἀδικίας ἀλλὰ καὶ ὠφελιμωτέρα. τὸ μὲν οὖν ὕπτιον καὶ ἀναβεβλημένον τῆς ἀγωγῆς καὶ τῶν περιόδων ὁ χαριεντισμὸς ἔνεστι κἀν τούτοις, τὰ δὲ θεατρικὰ τῶν σχημάτων τεταμιευμένως παρείληπται. ταῦτα μὲν δὴ παρορᾶν δεῖ τοὺς ἀναγιγνώσκοντας καὶ μὴ ἄξια ἡγεῖσθαι σπουδῆς, ὥσπερ ‹καὶ› κατ’ ἀρχὰς ἔφην, τοῖς δὲ ἄλλοις πάνυ προσέχειν τὸν νοῦν. ἄρχεται δὲ ὁ λόγος ἐντεῦθεν·

  [16] ‘Ἅπαντες μὲν εἰώθασιν οἱ παριόντες ἐνθάδε ταῦτα μέγιστα φάσκειν εἶναι καὶ μάλιστα σπουδῆς ἄξια τῇ πόλει, περὶ ὧν αὐτοὶ μέλλουσι συμβουλεύειν. οὐ μὴν ἀλλ’ εἰ καὶ περὶ ἄλλων τινῶν πραγμάτων ἥρμοσε τοιαῦτα προειπεῖν, ‹δοκεῖ μοι πρέπειν› καὶ περὶ τῶν νῦν παρόντων ἐντεῦθεν ποιήσασθαι τὴν ἀρχήν. ἥκομεν γὰρ ἐκκλησιάσοντες περί τε πολέμου καὶ εἰρήνης, ἃ μεγίστην ἔχει δύναμιν ἐν τῷ βίῳ τῷ τῶν ἀνθρώπων καὶ περὶ ὧν ἀνάγκη τοὺς ὀρθῶς βουλευσαμένους ἄμεινον τῶν ἄλλων πράττειν. τὸ μὲν οὖν μέγεθος ὑπὲρ ὧν συνεληλύθαμεν τηλικοῦτόν ἐστιν. ὁρῶ δὲ ὑμᾶς οὐκ ἐξ ἴσου τῶν λεγόντων τὴν ἀκρόασιν ποιουμένους, ἀλλὰ τοῖς μὲν προσέχοντας τὸν νοῦν, τῶν δὲ οὐδὲ τῆς φωνῆς ἀνεχομένους. καὶ θαυμαστὸν οὐδὲν ποιεῖτε. καὶ γὰρ τὸν ἄλλον χρόνον εἰώθατε τοὺς ἄλλους ἅπαντας ἐκβάλλειν πλὴν τοὺς συναγορεύοντας ταῖς ἐπιθυμίαις ὑμῶν. οἷς καὶ δικαίως ἄν τις ἐπιτιμήσειεν, ὅτι συνειδότες πολλοὺς καὶ μεγάλους οἴκους ὑπὸ τῶν κολακευόντων ἀναστάτους γεγενημένους καὶ μισοῦντες ἐπὶ τῶν ἰδίων τοὺς ταύτην ἔχοντας τὴν τέχνην ἐπὶ τῶν κοινῶν οὐχ ὁμοίως διάκεισθε πρὸς αὐτούς, ἀλλὰ κατηγοροῦντες τῶν προσιεμένων καὶ χαιρόντων τοῖς τοιούτοις αὐτοὶ μᾶλλον φαίνεσθε τούτοις πιστεύοντες ἢ τοῖς ἄλλοις πολίταις. καὶ γάρ τοι πεποιήκατε τοὺς ῥήτορας μελετᾶν καὶ φιλοσοφεῖν οὐ τὰ μέλλοντα τῇ πόλει συνοίσειν, ἀλλ’ ὅπως ἀρέσκοντας ὑμῖν λόγους ἐροῦσιν· ἐφ’ οὓς καὶ νῦν τὸ πλῆθος αὐτῶν ἐρρύηκεν. ἅπασι γὰρ ἦν φανερόν, ὅτι μᾶλλον ἡσθήσεσθε τοῖς παρακαλοῦσιν ὑμᾶς ἐπὶ τὸν πόλεμον ἢ τοῖς περὶ τῆς εἰρήνης συμβουλεύουσιν. οἳ μὲν γὰρ προσδοκίαν ἐμποιοῦσιν, ὡς τὰς κτήσεις τὰς ἐν ταῖς πόλεσι κομιούμεθα καὶ τὴν δύναμιν ἀναληψόμεθα πάλιν, ἣν πρότερον ἐτυγχάνομεν ἔχοντες, οἳ δ’ οὐδὲν τοιοῦτον ὑποτείνουσιν, ἀλλ’ ὡς ἡσυχίαν ἔχειν δεῖ καὶ μὴ μεγάλων ἐπιθυμεῖν παρὰ τὸ δίκαιον, ἀλλὰ στέργειν τοῖς παροῦσιν, ὃ χαλεπώτατον πάντων τοῖς πλείστοις τῶν ἀνθρώπων ἐστίν. οὕτω γὰρ ἐξηρτήμεθα τῶν ἐλπίδων καὶ πρὸς τὰς δοκούσας εἶναι πλεονεξίας ἀπλήστως ἔχομεν, ὥστ’ οὐδὲ οἱ κεκτημένοι τοὺς μεγίστους πλούτους μένειν ἐπὶ τούτοις ἐθέλουσιν, ἀλλ’ ἀεὶ τοῦ πλείονος ὀρεγόμενοι περὶ τῶν ὑπαρχόντων κινδυνεύουσι. διόπερ ἄξιόν ἐστι δεδιέναι, μὴ καὶ νῦν ἡμεῖς ἔνοχοι γενώμεθα ταύταις ταῖς ἀνοίαις, λίαν γάρ τινές μοι δοκοῦσιν ὡρμῆσθαι πρὸς τὸν πόλεμον, ὥσπερ οὐ τῶν τυχόντων συμβεβουλευκότων ἀλλὰ τῶν θεῶν ἀκηκοότες, ὅτι κατορθώσομεν ἅπαντα καὶ ῥᾳδίως κρατήσομεν τῶν ἐχθρῶν. χρὴ δὲ τοὺς νοῦν ἔχοντας περὶ μὲν ὧν ἴσασι μὴ βουλεύεσθαι (περίεργον γάρ), ἀλλὰ πράττειν ὡς ἐγνώκασι, περὶ ὧν δ’ ἂν βουλεύωνται, μὴ νομίζειν εἰδέναι τὸ συμβησόμενον, ἀλλ’ ὡς δόξῃ μὲν χρωμένους, ὅ τι δὲ ἂν τύχῃ γενησόμενον, οὕτω διανοεῖσθαι περὶ αὐτῶν. ὧν ὑμεῖς οὐδέτερον τυγχάνετε ποιοῦντες, ἀλλ’ ὡς οἷόν τε ταραχωδέστατα διάκεισθε. συνεληλύθατε γὰρ ὡς δέον ὑμᾶς ἐξ ἁπάντων τῶν ῥηθέντων ἐκλέξασθαι τὸ βέλτιστον, ὥσπερ δ’ ἤδη σαφῶς εἰδότες ὃ πρακτέον ἐστὶν οὐ θέλετε ἀκούειν πλὴν τῶν πρὸς ἡδονὴν δημηγορούντων. καίτοι προσῆκεν ὑμᾶς, εἴπερ ἐβούλεσθε ζητεῖν τὸ τῇ πόλει συμφέρον, μᾶλλον τοῖς ἐναντιουμένοις ταῖς ὑμετέραις γνώμαις προσέχειν τὸν νοῦν ἢ τοῖς χαριζομένοις, εἰδότας ὅτι τῶν ἐνθάδε παριόντων οἱ μὲν ἃ βούλεσθε λέγοντες ῥᾳδίως ἐξαπατᾶν δύνανται· τὸ γὰρ πρὸς χάριν ῥηθὲν ἐπισκοτεῖ τῷ καθορᾶν τὸ βέλτιστον. ὑπὸ δὲ τῶν μὴ πρὸς ἡδονὴν συμβουλευόντων οὐδὲν ἂν πάθοιτε τοιοῦτον. οὐ γὰρ ἔστιν ὅπως ἂν μεταπεῖσαι δυνηθεῖεν ‹ὑμᾶς μὴ φανερὸν τὸ συμφέρον ποιήσαντες. χωρὶς δὲ τούτων πῶς ἂν ἄνθρωποι δυνηθεῖεν› καλῶς ἢ κρῖναι περὶ τῶν γεγενημένων ἢ βουλεύεσθαι περὶ τῶν μελλόντων, εἰ μὴ τοὺς μὲν λόγους τοὺς τῶν ἐναντιουμένων παρ’ ἀλλήλους ἐξετάζοιεν, αὐτοὶ δ’ αὑτοὺς κοινοὺς ἀμφοτέροις ἀκροατὰς παράσχοιεν; θαυμάζω δὲ τὰ τῶν πρεσβυτέρων, εἰ μηκέτι μνημονεύουσι, καὶ τῶν νεωτέρων, εἰ μηδενὸς ‹ἀκηκόασιν, ὅτι› διὰ μὲν [γὰρ] τοὺς παραινοῦντας ‹ἀντέχεσθαι› τῆς εἰρήνης οὐθὲν πώποτε ‹κακὸν› ἐπάθομεν, διὰ δὲ τοὺς ῥᾳδίως πολεμεῖν αἱρουμένους ‹πολλαῖς ἤδη καὶ› μεγάλαις συμφοραῖς περιεπέσομεν. ὧν ἡμεῖς οὐδεμίαν ποιούμεθα μνείαν, ἀλλ’ ἑτοίμως ἔχομεν μηδὲν εἰς τὸ πρόσθεν ἡμῖν αὐτοῖς πράττοντες τριήρεις πληροῦν καὶ χρημάτων εἰσφ
ορὰς ποιεῖσθαι καὶ βοηθεῖν καὶ πολεμεῖν, ὥσπερ ἂν τύχωμεν ἐν ἀλλοτρίᾳ πόλει κινδυνεύοντες. τούτων δ’ αἴτιόν ἐστιν, ὅτι προσῆκον ὑμᾶς ὁμοίως τῶν κοινῶν ὥσπερ τῶν ἰδίων σπουδάζειν, οὐ τὴν αὐτὴν γνώμην ἔχετε περὶ αὐτῶν, ἀλλ’ ὅταν μὲν ὑπὲρ τῶν ἰδίων βουλεύησθε, ζητεῖτε συμβούλους τοὺς ἄμεινον φρονοῦντας ὑμῶν αὐτῶν, ὅταν δ’ ὑπὲρ τῆς πόλεως ἐκκλησιάζητε, τοῖς μὲν τοιούτοις ἀπιστεῖτε καὶ φθονεῖτε, τοὺς δὲ πονηροτάτους τῶν ἐπὶ τὸ βῆμα παριόντων ἐπαινεῖτε καὶ νομίζετε δημοτικωτέρους εἶναι τοὺς μεθύοντας τῶν νηφόντων καὶ τοὺς νοῦν οὐκ ἔχοντας τῶν εὖ φρονούντων καὶ τοὺς τὰ τῆς πόλεως διανεμομένους τῶν ἐκ τῆς ‹ἰδίας› οὐσίας ὑμῖν λειτουργούντων. ὥστ’ ἄξιον θαυμάζειν, εἴ τις ἐλπίζει τὴν πόλιν τοιούτοις συμβούλοις χρωμένην ἐπὶ τὸ βέλτιον ἐπιδώσειν. ἐγὼ δ’ οἶδα μέν, ὅτι πρόσαντές ἐστιν ἐναντιοῦσθαι ταῖς ὑμετέραις διανοίαις καὶ διότι δημοκρατίας οὔσης οὐκ ἔστι παρρησία πλὴν ἐνθάδε μὲν τοῖς ἀφρονεστάτοις καὶ μηδὲν ὑμῶν φροντίζουσιν, ἐν δὲ τοῖς θεάτροις τοῖς κωμῳδοδιδασκάλοις. ὃ καὶ πάντων ἐστὶ δεινότατον, ὅτι τοῖς μὲν ἐκφέρουσιν εἰς τοὺς ἄλλους Ἕλληνας ‹τὰ› τῆς πόλεως ἁμαρτήματα τοσαύτην ἔχετε χάριν, ὅσην οὐδὲ τοῖς εὖ ποιοῦσι, πρὸς δὲ τοὺς ἐπιπλήττοντας καὶ νουθετοῦντας ὑμᾶς οὕτω θιατίθεσθε δυσκόλως, ὥσπερ πρὸς τοὺς κακόν τι τὴν πόλιν ἐργαζομένους. ὅμως δὲ καὶ τούτων ὑπαρχόντων οὐκ ἂν ἀποσταίην ὧν διενοήθην. παρελήλυθα γὰρ οὐ χαριούμενος ὑμῖν οὐδὲ χειροτονίαν μνηστεύσων ἀλλ’ ἀποφανούμενος ἃ τυγχάνω γιγνώσκων, πρῶτον μὲν περὶ ὧν ὁ πρύτανις προτίθησιν, ἔπειτα περὶ τῶν ἄλλων τῶν τῆς πόλεως πραγμάτων. οὐδὲν γὰρ ὄφελος ἔσται τῶν νῦν περὶ τῆς εἰρήνης γνωσθέντων, ἂν μὴ περὶ τῶν λοιπῶν ὀρθῶς βουλευσώμεθα. φημὶ δ’ οὖν χρῆναι ποιεῖσθαι τὴν εἰρήνην μὴ μόνον πρὸς Χίους τε καὶ Ῥοδίους καὶ Βυζαντίους καὶ Κῴους ἀλλὰ πάντας ἀνθρώπους, καὶ χρῆσθαι ταῖς συνθήκαις μὴ ταύταις, αἷς νῦν τινες γεγράφασιν, ἀλλὰ ταῖς γενομέναις ‹μὲν› πρὸς βασιλέα καὶ Λακεδαιμονίους, προσταττούσαις δὲ τοὺς Ἕλληνας αὐτονόμους εἶναι καὶ τὰς φρουρὰς ἐκ τῶν ἀλλοτρίων πόλεων ἐξεἷναι καὶ τὴν αὑτῶν ἔχειν ἑκάστους. τούτων γὰρ οὔτε δικαιοτέρας εὑρήσομεν οὔτε μᾶλλον τῇ πόλει συμφερούσας.’

 

‹ Prev