[8] καὶ τὰ λοιπὰ δὲ τῶν προοιμίων μέρη παρ’ ᾧ μὲν ἀφελέστερον ἄν τις εὕροι λεγόμενα, παρ’ ᾧ δὲ ῥητορικώτερον. ἐν ἑτέρῳ δὲ ἀγῶνι πάλιν ὁ μὲν Ἰσαῖος ἐπιτρόπῳ τινὶ συντάξας ἀπολογίαν ὑπὸ τοῦ ἰδίου ἀδελφιδοῦ κρινομένῳ τοιαύτῃ κέχρηται ‹τῇ› ἀρχῇ· ‘Ἐβουλόμην μέν, ὦ ἄνδρες δικασταί, μὴ λίαν οὕτως Ἁγνόθεον πρὸς χρήματ’ ἔχειν αἰσχρῶς, ὥστε τοῖς ἀλλοτρίοις ἐπιβουλεύειν καὶ δίκας τοιαύτας λαγχάνειν, ἀλλ’ ὄντα γε οὖν ἀδελφιδοῦν ἐμὸν καὶ κύριον τῆς πατρῴας οὐσίας οὐ μικρᾶς ἀλλ’ ἱκανῆς ὥστε καὶ λειτουργεῖν, ὑφ’ ἡμῶν αὐτῷ παραδοθείσης, ταύτης ἐπιμελεῖσθαι, τῶν δ’ ἐμῶν μὴ ἐπιθυμεῖν· ἵνα βελτίων τ’ ἐδόκει πᾶσιν εἶναι σῴζων αὐτὴν καὶ πλείω ποιῶν χρησιμώτερον ὑμῖν πολίτην παρεῖχεν ἑαυτόν. ἐπεὶ δὲ τὴν μὲν ἀνῄρηκε καὶ πέπρακε καὶ αἰσχρῶς καὶ κακῶς διολώλεκεν, ὡς οὐκ ἂν ἐβουλόμην, πιστεύων δ’ ἑταιρίαις καὶ λόγων παρασκευαῖς ἐπὶ τὴν ἐμὴν ἐλήλυθεν, ἀνάγκη, ὡς ἔοικε, συμφορὰν μὲν εἶναι νομίζειν, ὅτι τοιοῦτός ἐστιν οἰκεῖος ὤν, ἀπολογεῖσθαι δὲ περὶ ὧν ἐγκέκληκε καὶ ἔξω με τοῦ πράγματος διαβέβληκεν ὡς ἂν οὖν δυνώμεθα προθυμότατα πρὸς ὑμᾶς.’ ὁ δὲ Λυσίας ἀνδρὶ ὑπὸ τῶν ἀδελφῶν τῆς ἑαυτοῦ γυναικὸς ἐγκαλουμένῳ κακῆς ἐπιτροπῆς συγγράψας λόγον τοιούτῳ κέχρηται τῷ προοιμίῳ· ‘Οὐχ ἱκανόν, ὦ ἄνδρες δικασταί, τοῖς ἐπιτρόποις, ὅσα πράγματα διὰ τὴν ἐπιτροπείαν ἔχουσιν, ἀλλὰ καὶ διασῴζοντες τὰς τῶν φίλων οὐσίας συκοφαντοῦνται ὑπὸ τῶν ὀρφανῶν πολλοί. ὅπερ κἀμοὶ νῦν συμβέβηκεν. ἐγὼ γάρ, ὦ ἄνδρες δικασταί, καταλειφθεὶς ἐπίτροπος τῶν Ἱπποκράτους χρημάτων καὶ διαχειρίσας ὀρθῶς καὶ δικαίως τὴν οὐσίαν καὶ παραδοὺς τοῖς υἱοῖς δοκιμασθεῖσι τὰ χρήματα, ὧν ἐπίτροπος κατελείφθην, συκοφαντοῦμαι νῦν ὑπ’ αὐτῶν ἀδίκως.’
[9] οὐ πολλῶν οἶμαι δεῖν λόγων, ὅτι τοῦτο μὲν ἀφελῶς καὶ ἡδέως εἴρηται ἦθός τε οὐ πεπλασμένον ἀλλὰ φυσικὸν ἐπιφαίνει. τὸ γάρ· ‘οὐχ ἱκανόν, ὦ ἄνδρες δικασταί, τοῖς ἐπιτρόποις, ὅσα πράγματα διὰ τὴν ἐπιτροπείαν ἔχουσιν’ οὐδεὶς ἂν εἴποι ῥήτορος εἶναι, ἀλλὰ παντὸς ἰδιώτου καταστάντος εἰς ἀγῶνα ἄδικον. τὸ δ’ Ἰσαίου πεποιῆσθαι ῥητορικῶς καὶ κεκαλλιλογῆσθαι σεμνότερον ἅπαντες ἂν φήσειαν, τὸ γάρ· ‘ἐβουλόμην μέν, ὦ ἄνδρες δικασταί, μὴ λίαν οὕτως Ἁγνόθεον πρὸς χρήματα ἔχειν αἰσχρῶς, ὥστε τοῖς ἀλλοτρίοις ἐπιβουλεύειν.’ καὶ ἔτι μᾶλλον παρὰ Λυσίᾳ μὲν χαριέντως πάνυ καὶ ἀφελῶς εἰρῆσθαι τὸ· ‘ἐγὼ γάρ, ὦ ἄνδρες δικασταί, καταλειφθεὶς ἐπίτροπος τῶν Ἱπποκράτους χρημάτων καὶ διαχειρίσας ὀρθῶς καὶ δικαίως τὴν οὐσίαν καὶ παραδοὺς τοῖς υἱοῖς δοκιμασθεῖσι τὰ χρήματα.’ θάτερον δὲ τρανότερον καὶ οὐχ ὡς ἂν ἰδιώτης συνέθηκεν· ‘ἀλλ’ ὄντα γε οὖν ἀδελφιδοῦν ἐμὸν καὶ κύριον τῆς πατρῴας οὐσίας οὐ μικρᾶς ἀλλ’ ἱκανῆς, ὥστε καὶ λειτουργεῖν, ὑφ’ ἡμῶν αὐτῷ παραδοθείσης, ταύτης ἐπιμελεῖσθαι.’ ἑνὸς δ’ ἔτι μνησθήσομαι γένους, ἐξ οὗ μάλιστα ἡ διαφορὰ τῶν ἀνδρῶν ἔσται καταφανής.
[10] ὑποτίθεται δὲ ἑκάτερος ἰδιώτην ἄνδρα καὶ ἀπράγμονα καὶ νέον παρὰ τὴν ἑαυτοῦ προαίρεσίν τε καὶ φύσιν ἠναγκασμένον ἐν δικαστηρίῳ λέγειν, ὁ μὲν Λυσίας ἐν τῷ πρὸς Ἀρχεβιάδην λόγῳ τὸν τρόπον τοῦτον· ‘Ἐπειδὴ τάχιστα ἔλαχέ μοι ταύτην τὴν δίκην Ἀρχεβιάδης, ὦ ἄνδρες δικασταί, προσῆλθον αὐτῷ λέγων, ὅτι νέος καὶ ἄπειρος εἴην πραγμάτων καὶ οὐδὲν δεόμενος εἰσιέναι εἰς δικαστήριον. ἐγὼ οὖν σε ἀξιῶ μὴ εὕρεμα ἡγεῖσθαι τὴν ἡλικίαν τὴν ἐμήν, ἀλλὰ παραλαβόντα τοὺς ἐμοὺς φίλους καὶ τοὺς σαυτοῦ διηγήσασθαι περὶ τοῦ χρέως, ὅθεν γεγένηται. κἂν δόξῃς ἀληθῆ λέγειν ἐκείνοις, οὐδέν σοι δεήσει πραγμάτων, ἀλλὰ λαβὼν ἄπει τὰ σαυτοῦ. δίκαιος δὲ εἶ μηδὲν παραλιπεῖν, ἀλλ’ εἰπεῖν ἅπαντα, ἐπειδὴ νεώτερός εἰμι τοῦ συμβολαίου, ἵνα ἀκούσαντες, περὶ ὧν οὐκ ἴσμεν, βουλευσώμεθα περὶ ὧν σὺ λέγεις· ἐάν πως φανερὸν γένηται, πότερον ἀδίκως τῶν ἐμῶν ἐφίεσαι ἢ δικαίως τὰ σεαυτοῦ ζητεῖς κομίσασθαι. ταῦτ’ ἐμοῦ προκαλουμένου οὐδεπώποτ’ ἠθέλησε συνελθεῖν οὐδὲ λόγον περὶ ὧν ἐνεκάλει ποιήσασθαι οὐδὲ δίαιταν ἐπιτρέψαι, ἕως ὑμεῖς τὸν νόμον τὸν περὶ τῶν διαιτητῶν ἔθεσθε.’ ὁ δὲ Ἰσαῖος ἐν ἀμφισβητήσει χωρίου τοῦ ὑπὸ τῶν δημοτῶν κατεσχημένου, οἷς τὸ χωρίον ὑπέκειτο, ταύτῃ χρώμενον εἰσάγει τῇ ἀρχῇ· ‘Μάλιστα μὲν ἐβουλόμην, ὦ ἄνδρες δικασταί, μηδ’ ὑφ’ ἑνὸς ἀδικεῖσθαι τῶν πολιτῶν, εἰ δὲ μή, τοιούτων ἀντιδίκων τυχεῖν, πρὸς οὓς οὐδὲν ἂν ἐφρόντιζον διαφερόμενος. νῦν δέ μοι πάντων πραγμάτων λυπηρότατον συμβέβηκεν. ἀδικοῦμαι γὰρ ὑπὸ τῶν δημοτῶν, οὓς περιορᾶν μὲν ἀποστεροῦντας οὐ ῥᾴδιον, ἀπέχθεσθαι δὲ ἀηδές, μεθ’ ὧν ἀνάγκη καὶ ‹συνθύειν καὶ› συνουσίας κοινὰς ποιεῖσθαι. πρὸς μὲν οὖν πολλοὺς χαλεπὸν ἀντιδικεῖν· μέγα γὰρ μέρος συμβάλλεται ‹τὸ› πλῆθος αὐτοῖς πρὸς τὸ δοκεῖν ἀληθῆ λέγειν· ὅμως δὲ διὰ τὸ πιστεύειν τοῖς πράγμασι, πολλῶν μοι καὶ δυσκόλων συμπιπτόντων οὐχ ἡγούμην δεῖν κατοκνῆσαι δι’ ὑμῶν πειρᾶσθαι τυγχά
νειν τῶν δικαίων. δέομαι οὖν ὑμῶν συγγνώμην ἔχειν, εἰ καὶ νεώτερος ὢν λέγειν ἐπὶ δικαστηρίου τετόλμηκα· διὰ γὰρ τοὺς ἀδικοῦντας ἀναγκάζομαι παρὰ τὸν ἐμαυτοῦ τρόπον τοιοῦτόν τι ποιεῖν. πειράσομαι δ’ ὑμῖν ἐξ ἀρχῆς, ὡς ἂν δύνωμαι, διὰ βραχυτάτων εἰπεῖν περὶ τοῦ πράγματος.’
[11] τίς ἂν οὖν οὐκ ἂν ὁμολογήσειε τὸν μὲν Λυσίου νέον καὶ ἰδιώτην καὶ ἀπράγμονα ἀρχέτυπόν τινα εἶναι τῆς ἀληθείας διαφέροντα ἐκείνης οὐδ’ ὁτιοῦν, τὸν ἕτερον δὲ ἀπόγραφόν τινα καὶ οὐ λανθάνοντα ὅτι πέπλασται ῥητορικῇ τέχνῃ; καὶ γὰρ αἱ λέξεις καὶ τὰ νοήματα παρ’ ἐκείνῳ μὲν τὸ αὐτοφυές, παρὰ δὲ τούτῳ τὸ κατασκευαστὸν ἀποφαίνουσιν. ὃ μέν γε ἀρχῇ κέχρηται, ὅτι νέος τε καὶ ἄπειρος εἴη πραγμάτων καὶ οὐδὲν δεόμενος εἰς δικαστήριον εἰσιέναι. καὶ ἐπιφέρει πάνυ ἠθικῶς· ‘ἐγὼ οὖν σε ἀξιῶ μὴ εὕρεμα ἡγεῖσθαι τὴν ἡλικίαν τὴν ἐμήν.’ καὶ τὸ μετὰ τοῦτο, ὡς φύσιν εἶχε γενέσθαι τε καὶ ῥηθῆναι, λέγει· ὡς ἐπὶ διαιτητὰς ἠξίουν ‹τοὺς› κοινοὺς ἐλθεῖν φίλους ‘κἂν δόξῃς ἀληθῆ λέγειν ἐκείνοις, οὐδέν σοι δεήσει πραγμάτων, ἀλλὰ λαβὼν ἄπει τὰ σαυτοῦ.’ καὶ τὰ λοιπὰ ἐν ἤθει χρηστῷ διεξελθὼν τελευτῶν ἐπιτίθησι· ‘ταῦτ’ ἐμοῦ προκαλουμένου οὐδεπώποτε ἠθέλησε συνελθεῖν.’ ὁ δὲ Ἰσαῖος τουτὶ μὲν τὸ μέρος τὸ· ‘παρὰ τὴν ἑαυτοῦ γνώμην ἠναγκάσθαι λέγειν ἐν δικαστηρίῳ νέον ὄντα’ ἐπὶ τελευτῇ τοῦ προοιμίου τίθησιν. ἄρχεται δὲ ἀπὸ διανοίας οὐ φαύλης μὰ Δία οὐδὲ ἰδιωτικῆς, ἀνιαρότερον εἶναι λέγων πρὸς τοιούτους ἀπέχθεσθαι, μεθ’ ὧν ἀνάγκην εἶναι τῶν τιμιωτάτων κοινωνεῖν. ἔπειτα ἀπολύεταί τι τῶν μελλόντων αὐτὸν λυπεῖν, τὸ δὴ πολλοὺς ὄντας τοὺς δημότας πρὸς αὐτὸν ἀντιδικεῖν. συντίθησί τε τὰ ὀνόματα οὐ φαύλως μὰ Δία οὐδ’ ὡς ἂν ἰδιώτης· ‘ἀδικοῦμαι γὰρ ὑπὸ τῶν δημοτῶν’, φησίν, ‘οὓς περιορᾶν μὲν οὐ ῥᾴδιον ἀποστεροῦντας, ἀπέχθεσθαι δ’ ἀηδές, μεθ’ ὧν ἀνάγκη καὶ ‹συνθύειν καὶ› συνουσίας κοινὰς ποιεῖσθαι.’ ἡ γὰρ ἀηδὴς ἀπέχθεια καὶ αἱ κοιναὶ συνουσίαι τεχνικώτερον σύγκεινται μᾶλλον ἢ ἀφελέστερον, καὶ ἔτι τὸ ‘πολλῶν μοι καὶ δυσκόλων συμπιπτόντων οὐχ ἡγούμην δεῖν κατοκνῆσαι δι’ ὑμῶν πειρᾶσθαι τυγχάνειν τῶν δικαίων.’ ἥκιστα γὰρ ἰδιώτης ἂν οὕτως· ‘οὐχ ἡγούμην δεῖν κατοκνῆσαι’ οὐδέ γε τὸ ‘δι’ ὑμῶν πειρᾶσθαι τυγχάνειν τῶν δικαίων’, ἀλλ’ ἐκείνως πως μᾶλλον· ‘τοσούτων γέ μοι συμπιπτόντων δυσκόλων ἐφ’ ὑμᾶς ἠνάγκασμαι καταφυγεῖν, ἵνα τῶν δικαίων τύχω δι’ ὑμῶν.’
[12] οἶμαι μὲν οὖν καὶ ἐκ τούτων οὐκ ἄδηλον εἶναι τὴν τῶν ἀνδρῶν διαφοράν. οὐ μὴν ἀλλὰ καὶ ἐκ τῶν μελλόντων λέγεσθαι μᾶλλον ἔσται καταφανὴς καὶ μάλιστα ἐκ τῶν ἀποδεικτικῶν καὶ παθητικῶν λόγων, ἐν οἷς ὁ μὲν Λυσίας ἁπλούστερός τίς ἐστι καὶ κατὰ τὴν σύνθεσιν τῶν ὀνομάτων καὶ κατὰ τὴν κοινότητα τῶν σχημάτων, οὑτοσὶ δὲ ποικιλώτερος. πολλὰ γὰρ ἄν τις ἰδὼν εὕροι παρ’ αὐτῷ .... ὡς ἐν τούτῳ· ‘πόθεν χρὴ πιστεύεσθαι τὰ εἰρημένα πρὸς θεῶν; οὐκ ἐκ τῶν μαρτύρων; οἴομαί γε. πόθεν δὲ τοὺς μάρτυρας; οὐκ ἐκ τῶν βασάνων; εἰκός γε. πόθεν δέ γε ἀπιστεῖσθαι τοὺς λόγους τοὺς τούτων; οὐκ ἐκ τοῦ φεύγειν τοὺς ἐλέγχους; ἀνάγκη μεγάλη. φαίνομαι τοίνυν ἐγὼ μὲν διώκων ταῦτα καὶ τὰ πράγματα εἰς βασάνους ἄγων, οὗτος δὲ ἐπὶ διαβολὰς καὶ λόγους καθιστάς, ὅπερ ἄν τις πλεονεκτεῖν βουλόμενος ποιήσειεν. ἐχρῆν δὲ αὐτόν, εἴπερ τι δίκαιον ἐφρόνει καὶ μὴ παρακρούσασθαι τὰς ὑμετέρας γνώμας ἐζήτει, μὴ μὰ Δία ταῦτα ποιεῖν, ἀλλ’ ἐπὶ τὸν λογισμὸν μετὰ μαρτύρων ἐλθεῖν καὶ ἐξετάζειν ἕκαστα τῶν ἐν τῷ λόγῳ τοῦτον τὸν τρόπον παρ’ ἐμοῦ πυνθανόμενον· εἰσφορὰς λογίζῃ πόσας; τόσας· κατὰ πόσον ἀργύριον εἰσενηνεγμένας; κατὰ τόσον καὶ τόσον· κατὰ ποῖα ψηφίσματα; ταυτί· ταύτας εἰλήφασι τίνες; οἵδε· καὶ ταῦτα μαρτυρόμενον σκέψασθαι τὰ ψηφίσματα, τὸ πλῆθος τῶν εἰσφορῶν, τὰ εἰσενηνεγμένα, τοὺς λαβόντας, καὶ εἰ μὲν εὐτε ...., τῷ λόγῳ πιστεύειν, εἰ δὲ μή, νῦν παρασχέσθαι μάρτυρας, εἴ τι ψεῦδος ἦν ὧν ἐλογισάμην αὐτοῖς.’
[13] ταυτὶ μὲν διαλελυμένα καὶ ἐξ ἐπερωτήσεως. οἷς ὁ Λυσίας μὲν ἥκιστα κέχρηται, Δημοσθένης δὲ ὁ παρὰ τουτουὶ τὰς ἀφορμὰς λαβὼν ἀφειδέστερον, οἷον· ‘οὐκ οὖν σὺ μισθοφορὰν λέγεις; φήσει τις. καὶ παραχρῆμά γε τὴν αὐτὴν σύνταξιν ἁπάντων, ὦ ‹ἄνδρες› Ἀθηναῖοι, ἵνα τῶν κοινῶν τὸ μέρος λαμβάνων ἕκαστος, ὅτου δέοιτο ἡ πόλις, τοῦτο παρέχοι. ἔξεστιν ἄγειν ἡσυχίαν· οἴκοι μένων βελτίων εἶ, τοῦ δι’ ἔνδειαν ἀνάγκῃ τι ποιεῖν αἰσχρὸν ἀπηλλαγμένος. συμβαίνει τι τοιοῦτον, οἷα καὶ τὰ νῦν· στρατιώτης αὐτὸς ὑπάρχων ἀπὸ τῶν αὐτῶν τούτων λημμάτων, ὥσπερ ἐστὶ δίκαιον ὑπὲρ τῆς πατρίδος. ἔστι τις ἔξω τῆς ἡλικίας ἡμῶν· ὅσα οὗτος ἀτάκτως νῦν λαμβάνων οὐκ ὠφελεῖ, ταῦτα ἐν ἴσῃ τάξει παραλαμβάνων πάντ’ ἐφορῶν καὶ διοικῶν, ἃ χρὴ πράττεσθαι. ὅλως δὲ οὔτε ἀφελὼν οὔτε προσθεὶς πλήν τι μικρῷ τὴν ἀταξίαν ἀνελών, εἰς τάξιν ἤγαγον τὴν πόλιν, τὴν αὐτὴν τοῦ λαβεῖν, τοῦ στρατεύεσθαι, τοῦ δικάζειν,
τοῦ ποιεῖν τοῦθ’, ὅ τι καθ’ ἡλικίαν ἕκαστος ἔχοι καὶ ὅτου καιρὸς εἴη, τάξιν ποιήσας.’ ἐκεῖνα δὲ κατὰ συστροφὴν καὶ παρακεκινδυνευμένα τῷ τε βραχέως καὶ ἀγκύλως καὶ ἐκ παραδόξου συντίθεσθαι, καὶ οὐχ ἅπασιν οὐδὲ ἐκ προχείρου γνωριζόμενα· ‘καὶ οὗτος ὁ πάντων ἀνθρώπων σχετλιώτατος, οὐ παρεχομένων αὐτῶν μάρτυρας [δοῦναι], ὧν ἐναντίον ἡμῖν ἀποδοῦναι φασίν, [ὡς] ἐκείνοις πιστεύειν προσποιεῖται μᾶλλον, ὡς ἀποδεδώκασιν ἡμῖν, ἢ ‹ἡμῖν›, ὡς οὐκ ἀπειλήφαμεν. καίτοι πᾶσι φανερόν, ὡς ἔοικεν, ‹οἳ καὶ› τὸν τούτου πατέρα ἀπεστέρουν ὄντα ἐπίτιμον, ὅτι ἡμῖν ἑκόντες οὐκ ἂν ἀπέδοσαν, εἰσπράξασθαι ‹δὲ› οὕτως ἔχοντες οὐκ ἂν ἐδυνήθημεν.’ καὶ γὰρ τοῦτό ἐστι τὸ σχῆμα, ᾧ πολλάκις Δημοσθένης κέχρηται· ‘εἶτ’ οἴεσθε, οἳ μὲν αὐτὸν οὐδὲν ‹ἂν› ἠδυνήθησαν ποιῆσαι κακόν, αὐτοὶ δὲ μὴ παθεῖν ἐφυλάξαντ’ ἂν ἴσως, τούτους μὲν ἐξαπατᾶν αἱρεῖσθαι μᾶλλον ἢ προλέγοντα βιάζεσθαι, ὑμῖν δὲ ἐκ προρρήσεως πολεμῆσαι;’ καὶ ἔτι γε τὰ τοιαῦτα· ‘ᾧ γάρ, ἃ μὲν ὑπῆρχεν ἔξω τῶν ἀποτιμηθέντων, κατελελειτούργητο, δανειζομένῳ δ’ οὐδεὶς ἂν ἔδωκεν ἐπ’ αὐτοῖς ἔτι πλέον οὐδέν, ἀποδεδωκότι τὰς μισθώσεις ἔχειν ἐμοὶ προσῆκον ἀναμφισβητήτως, οὗτοι τηλικαύτην δίκην λαχόντες καὶ σφέτερα αὐτῶν εἶναι φάσκοντες ἐκώλυσάν μ’ ἐξ αὐτῶν ποιήσασθαι τὴν ἐπισκευήν.’ καὶ τί δεῖ τὰ πλείω παρατιθέντα μηκύνειν; πολλὰ γὰρ ἄν τις εὕροι τῶν Ἰσαίου ‹καὶ› κατὰ τὴν σύνθεσιν καὶ κατὰ τοὺς σχηματισμοὺς ἐξηλλαγμένα μὲν τῆς Λυσίου λέξεως, ἐοικότα δὲ τῇ Δημοσθένους δεινότητι.
Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) Page 381