[9] ἃ μὲν οὖν ἐνεδέχετο περὶ τοῦ χαρακτῆρος τοῦ ἀνδρὸς εὑρεῖν τε καὶ γράψαι, ταῦτ’ ἐστίν, ἐπὶ δὲ τὴν τῶν λόγων διάγνωσιν τρέψομαι. τοῖς μὲν οὖν γνησίοις αὐτὸ τὸ τῆς ἀναγραφῆς προσέσται μόνον, τοῖς δὲ ψευδέσι τὰ τοῦ τ’ ἐλέγχου καὶ τῆς αἰτίας διηκριβωμένα, δι’ ἣν ἕκαστον ἀθετοῦμεν αὐτῶν. ἐπεὶ δ’ ἀναγκαία πρὸς ταῦτα ἡ τῶν χρόνων διάγνωσις, τοὺς Ἀθήνησιν ἄρξαντας, ἀφ’ οὗ Δείναρχον ὑπεθέμεθα γεγονέναι χρόνου, μέχρι τῆς δοθείσης αὐτῷ μετὰ τὴν φυγὴν καθόδου, γενομένους ἑβδομήκοντα, προθήσομεν. εἰσὶ δὲ οἵδε· Νικόφημος, Καλλιμήδης, Εὐχάριστος, Κηφισόδοτος, Ἀγαθοκλῆς, Ἐλπίνης, Καλλίστρατος, Διότιμος, Θούδημος, Ἀριστόδημος, Θέελλος, Ἀπολλόδωρος, Καλλίμαχος, Θεόφιλος, Θεμιστοκλῆς, Ἀρχίας, Εὔβουλος, Λυκίσκος, Πυθόδοτος, Σωσιγένης, Νικόμαχος, Θεόφραστος, Λυσιμαχίδης, Χαιρωνίδας, Φρύνιχος, Πυθόδημος· ἐπὶ τούτου πρῶτον αὐτὸν εἰς δικαστήριον λόγους συγγράφειν ὑπεθέμεθα. μετὰ δὲ τοῦτον Εὐαίνετος, Κτησικλῆς, Νικοκράτης, Νικήτης, Ἀριστοφάνης, Ἀριστοφῶν, Κηφισοφῶν, Εὐθύκριτος, Ἡγήμων, Χρέμης, Ἀντικλῆς, ‹Ἡγησίας›, Κηφισόδωρος, Φιλοκλῆς· ἐπὶ τούτου τὴν φρουρὰν ἐδέξαντο Ἀθηναῖοι, καὶ ὁ δῆμος κατελύθη. Ἄρχιππος, Νέαιχμος, Ἀπολλόδωρος, Ἄρχιππος, Δημογένης, Δημοκλείδης, Πραξίβουλος, Νικόδωρος, Θεόφραστος, Πολέμων, Σιμωνίδης, Ἱερομνήμων, Δημήτριος, Καίριμος, Ἀναξικράτης· ἐπὶ τούτου ἡ κατασταθεῖσα ὑπὸ Κασσάνδρου ὀλιγαρχία κατελύθη, καὶ οἱ εἰσαγγελθέντες ἔφυγον, ἐν οἷς καὶ Δείναρχος ἦν. Κόροιβος, Εὐξένιππος, Φερεκλῆς, Λεώστρατος, Νικοκλῆς, Κλέαρχος, Ἡγέμαχος, Εὐκτήμων, Μνησίδημος, Ἀντιφάτης, Νικίας, Νικόστρατος, Ὀλυμπιόδωρος, Φίλιππος .... ἐπὶ τούτου κάθοδος ἐδόθη τοῖς τε ἄλλοις φυγάσι καὶ Δεινάρχῳ ὑπὸ βασιλέως Δημητρίου.
Δημόσιοι λόγοι γνήσιοι.
[10] κατὰ Πολυεύκτου βασιλεύειν λαχόντος δοκιμασία· ‘πολλὰ καὶ ἀγαθὰ γένοιτο.’ Κατὰ Πολυεύκτου ἐκφυλλοφορηθέντος ὑπὸ τῆς βουλῆς ἔνδειξις· ‘πάλαι θαυμάζω ὑμῶν.’ Κατὰ Πολυεύκτου περὶ τοῦ γεωφανίου· ‘περὶ μὲν αὐτῆς τῆς μηνύσεως.’ Περὶ τοῦ γεωφανίου ἐπίλογος· ‘βραχύν, ὦ ἄνδρες.’ Κατὰ Πυθέου ξενίας· ‘ἱκανὴ μὲν ἦν πρόφασις.’ Κατὰ Πυθέου περὶ τῶν κατὰ τὸ ἐμπόριον· ‘ἐπειδὴ τοῖς μὲν λέγειν τῶν ῥητόρων.’ Κατὰ Τιμοκράτους· ‘ὥσπερ δίκαιόν ἐστι.’ Κατὰ Λυκούργου εὔθυναι· ‘οἶδα, ὅτι, κἂν μηδὲν ὑμῖν.’ Συνηγορία Αἰσχίνῃ κατὰ Δεινίου· ‘βουλοίμην ἄν, ὦ ἄνδρες.’ Κατὰ Φορμισίου ἀσεβείας· ‘ἆρά γ’ εἴ τινες.’ Κατὰ Καλλαίσχρου περὶ τῶν τιμῶν· ‘πολλάκις, ὦ Ἀθηναῖοι.’ Τυρρηνικός· ‘ἅπαντα συμβήσεσθαι ἔτι.’ Κατὰ Διονυσίου τοῦ ἐπὶ τῆς διοικήσεως· ‘ἴσως μέν, ὦ Ἀθηναῖοι.’ Καθ’ Ἱμεραίου εἰσαγγελτικός· ‘οὐδένα νομίζω, ὦ Ἀθηναῖοι.’ Εἰσαγγελία κατὰ Πιστίου· ‘ὥσπερ καὶ ὑμῶν ἕκαστος.’ Κατ’ Ἀγασικλέους εἰσαγγελία ξενίας· ‘οὐδένα πώποτε οἶμαι.’ Κατὰ Θεοκρίνου ἔνδειξις· ‘τοῦ πατρός, ὦ ἄνδρες.’ τοῦτον Καλλίμαχος ἐν τοῖς Δημοσθένους φέρει. Κατὰ Στεφάνου παρανόμων· ‘ὑπάρχει τοῦ νόμου δεδωκότος, ὦ ἄνδρες.’ Κατὰ Καλλισθένους εἰσαγγελία· ‘οὐκ ἀγνοῶ, ‹ὦ› ἄνδρες.’ Διαδικασία Φαληρέων πρὸς Φοίνικας ὑπὲρ τῆς ἱερωσύνης τοῦ Ποσειδῶνος· ‘εὔχομαι, νὴ τὴν Ἀθηνᾶν, πρέπειν δή.’ Πρὸς τὴν Κηφισοφῶντος ἀπογραφήν· ‘πρῶτον μέν, ὦ ἄνδρες, δέομαι.’ Ὁ ὕστερος· ‘τὰ μὲν περὶ τὴν ὠνήν.’ Ἀπολογία διαμαρτυρίας πρὸς τὴν Χάρητος .... εἰσαγγελία κατὰ Φειδιάδου γραμματέως· ‘οὔτ’ ἔχθρας οὐδεμιᾶς ἕνεκα.’ Κατὰ Φιλοκλέους ὑπὲρ τῶν Ἁρπαλείων· ‘τί χρὴ λέγειν τὸ πρὸς τῶν.’ Κατὰ Γνωδίου περὶ τῶν Ἁρπαλείων· ‘οὐκ ἄδηλον.’ Κατ’ Ἀριστονίκου περὶ τῶν Ἁρπαλείων· ‘εὐτύχημα μὲν ἦν, ὦ ἄνδρες.’ Κατὰ Δημοσθένους περὶ τῶν Ἁρπαλείων· ‘ὁ μὲν δημαγωγὸς ὑμῖν.’ Κατὰ Ἀριστογείτονος περὶ τῶν Ἁρπαλείων· ‘πάνθ’, ὡς ἔοικεν, ὦ ἄνδρες.’
Ψευδεπίγραφοι δημόσιοι.
[11] Κατὰ Θεοδώρου εὐθυντικός· ‘ἥκιστα μέν, ὦ ἄνδρες.’ πρεσβύτερός ἐστι τῆς Δεινάρχου ἡλικίας. εἴρηται γὰρ ἐπὶ Θεοφίλου ἢ Θεμιστοκλέους ἄρχοντος μετὰ Θέελλον ἄρχοντα ἐνιαυτῷ τρίτῳ ‹ἢ τετάρτῳ›, ὡς ἐξ αὐτοῦ τοῦ λόγου γίνεται φανερόν, οὔπω πέμπτον ‹καὶ δέκατον›, ὡς ἐδείξαμεν, ἔτος ἔχοντος αὐτοῦ. Κατὰ Κηρύκων· ‘εἰ μὲν ὁ πατήρ, ὦ ἄνδρες.’ οὗτος ὁ ἀγὼν εἴρηται ἐπ’ ἄρχοντος Εὐβούλου ἢ Λυκίσκου τοῦ μετ’ Εὔβουλον, οὔπω εἰκοστ‹ὸν ἔτος ἔχ›οντος αὐτοῦ ... ὁ μὲν γὰρ λόγος περί τινος ἀποψηφισθέντος γέγονεν ἐπ’ Ἀρχίου τοῦ μετὰ Θεμιστοκλέα. δῆλον δ’ ἕκαστον τῶν εἰρημένων ἐξ αὐτοῦ τοῦ λόγου γίγνεται. Κατὰ Μοσχίωνος, ἀπογραψαμένου αὐτὸν Νικοδίκου· ‘τῶν ἀποψηφισαμένων, ὦ ἄνδρες, τουτουὶ Μοσχίωνος συμβαλών.’ καὶ οὗτος ὁ λόγος κατὰ τοὺς αὐτοὺς χρόνους τῷ προτέρῳ εἴρηται. δηλοῦται δ’ ἔκ τε αὐτῆς ‹τῆς› ἀρχῆς τοῦ λόγου καὶ [τὰ] τῶν ἑξῆς. Κατὰ Μενεκλέους ἀπαγωγῆς· ‘ὦ ἄνδρες δικασταί, καὶ τῶν νόμων καθ’ οὕς.’ καὶ οὗτος εἴρηται παιδὸς ὄντος ἔτι Δεινάρχου. ὁ μὲν γὰρ κρινόμενός ἐστι Μενεκλῆς ὁ τὴν ἱέρειαν Νῖνον ἑλών, ὁ δὲ κ
ατηγορῶν υἱὸς τῆς Νίνου. ἔστι δὲ ταῦτα πρεσβύτερα τῆς Δεινάρχου ἀκμῆς. ὁ μὲν γὰρ Δημοσθένους περὶ τοῦ ὀνόματος [δεδηλώκαμεν] λόγος, ἐν ᾧ τούτων μέμνηται, κατὰ Θέελλον ἢ Ἀπολλόδωρον ἄρχοντα τετέλεσται, ὡς ἐν τοῖς περὶ Δημοσθένους δεδηλώκαμεν. εἰ δ’ ὡς τεθνηκότος ἤδη τοῦ Μενεκλέους ὁ Δημοσθένης ἐκεῖ μέμνηται λέγων· ‘ἑωρᾶτε γὰρ πάντες αὐτὸν χρώμενον, ἕως ἔζη, Μενεκλεῖ’, παλαιὸς λόγος τίς ἐστιν. ὅτι δὲ οὗτος ὁ Μενεκλῆς, ἐν αὐτῷ τῷ λόγῳ δεδήλωκεν ὁ κατηγορῶν. Διαδικασία Ἀθμονεῦσι περὶ τῆς μυρρίνης καὶ τῆς μίλακος· ‘εὔχομαι δὴ τῇ Δήμητρι καὶ τῇ Κόρῃ.’ πρεσβύτερός ἐστι τῆς Δεινάρχου ἀκμῆς. εἴρηται γὰρ ἐπὶ Νικομάχου ἄρχοντος, ὡς ἐξ αὐτοῦ τοῦ λόγου γίγνεται δῆλον, ἓν πρὸς τοῖς εἴκοσιν ἔτος τοῦ ῥήτορος ἔχοντος. οἱ μὲν οὖν ‹πρεσβύτεροι› τῆς ἀκμῆς αὐτοῦ φερόμενοι ψευδεπίγραφοι [εἰς αὐτὸν] λόγοι εἰσὶν οἵδε. μετὰ δὲ τὴν ἐξ Ἀθηνῶν εἰς Χαλκίδα ἀναχώρησιν οἵδε· Διαδικασία τῆς ἱερείας τῆς Δήμητρος πρὸς τὸν ἱεροφάντην· ‘πολλῶν καὶ παραδόξων, ὦ ἄνδρες δικασταί.’ οὗτος ὁ λόγος ἤδη πεφευγότος αὐτοῦ εἴρηται, ὡς ἐξ αὐτοῦ γίγνεται φανερόν. μέμνηται γὰρ ἐν αὐτῷ ‹ὁ λέγων› τῆς κατασχούσης ὀλιγαρχίας. Κατὰ Τιμοκράτους εἰσαγγελτικὸς δήμου καταλύσεως· ‘ἔργα ποιεῖς.’ οὗτος καὶ ἀπ’ αὐτῆς τῆς ἐπιγραφῆς ἐστι δῆλος ψευδεπίγραφος ὤν. Κατὰ Σπουδίου· ‘καὶ ἐν τῷ δήμῳ κατηγορήσειν ὑπεσχόμην.’ μετὰ τὴν κατάλυσιν τῆς ὀλιγαρχίας εἴρηται καὶ οὗτος ἤδη Δεινάρχου [φαίνεται] φεύγοντος, ὡς ἐξ αὐτοῦ μάλιστα τοῦ λόγου γίγνεται φανερόν. Διαδικασία Εὑδανέμων πρὸς Κήρυκας ὑπὲρ τοῦ κανῶς· ‘οὐδαμῶς τοιαῦτα πράγματα.’ καὶ οὗτος κατὰ τοὺς αὐτοὺς χρόνους εἴρηται, πεφευγότος ἤδη τοῦ ῥήτορος, ὡς ἐν αὐτῷ τῷ λόγῳ πάλιν δηλοῦται. Ἀττικός· ‘πάντων ἦσαν ὁμοίως.’ καὶ οὗτος εἴρηται ἐν ἐκείνοις τοῖς χρόνοις, ὡς καὶ ἐν αὐτῷ τῷ λόγῳ φανερὸν γίγνεται. Αἰτωλικός· ‘καὶ ἡμεῖς, ὦ ἄνδρες Αἰτωλοί, πρέσβεις.’ οὗτος καθεστώσης τῆς ὀλιγαρχίας ὑπὸ τῶν Ἀθήνηθεν φυγάδων εἴρηται δεομένων τοὺς Αἰτωλοὺς αὑτοῖς βοηθεῖν, ἐπεὶ καὶ ὁ Κάσσανδρος αὐτοῖς ἐλευθέροις οὖσιν ἐπεχείρει, ὡς ἐν αὐτῷ τῷ λόγῳ γίγνεται τοῦτο δῆλον. οὔκουν εἰκὸς φίλον ὄντα τὸν Δείναρχον τῶν τὴν ὀλιγαρχίαν καταστησάντων τοῖς καταλύειν ἐπιχειροῦσιν συναγωνίζεσθαι, οὐδ’ αὐτοὺς Ἀθήνηθε λόγους καταλαμβάνειν οἷόν τ’ ἐστί. Διφίλῳ δημηγορικός, αἰτοῦντι δωρεάς· ‘διὰ τὸ μὴ ῥᾴδιον εἶναι.’ τοῦτον ἐπείσθην ὑπὸ Δημοσθένους γεγράφθαι τὸν λόγον, ὅτι τὰς δωρεὰς ἔγραψεν αὐτῷ Δημοσθένης, ὡς Δείναρχος ἐν τῷ κατὰ Δημοσθένους λόγῳ δεδήλωκε, καὶ ὅτι ἐπὶ τέλει ‹τοῦ› λόγου ὁ Δίφιλος Δημοσθένην παρακαλεῖ συνήγορον. ἀπίθανον δὲ οἶμαι εἶναι τὰς μὲν τιμὰς οὕτω γράφειν εὐνοοῦντα τῷ Διφίλῳ τὸν Δημοσθένην, λόγον δὲ παρὰ Δεινάρχου λαβόντα περιιδεῖν. Ἑρμίᾳ ἐμπορίου ἐπιμελητῇ περὶ τῶν κατηγορηθέντων ἀπολογία· ‘δέομαι ὑμῶν, ὦ ἄνδρες.’ ἀπ’ αὐτοῦ τοῦ χαρακτῆρος εὕροι τις ἂν οὐκ ὄντα τὸν λόγον Δεινάρχου (ὑδαρής τε γὰρ καὶ ἀσθενὴς καὶ ψυχρός ἐστιν), ἀλλὰ μᾶλλον αὐτὸν ἄν τις θείη Δημοκλείδου ἢ Μενεσαίχμου ἢ τῶν ἄλλων τῶν τοιούτων τινός. ἀφαιροῦμαι δὲ καὶ τοὺς ὑπὲρ Μενεσαίχμου λόγους ἀμφότέρους αὐτοῦ, ὧν ὃ μέν ἐστιν περὶ τῆς Δήλου θυσίας· ‘ἱκετεύομεν ὑμᾶς καί’· ὃ δὲ πρὸς Περικλέα καὶ Δημοκράτην, οὗ ἡ ἀρχή· ‘νομίζομεν, ὦ ἄνδρες’ διά τε τὸν χαρακτῆρα (ὑδαρὴς γὰρ καὶ κεχυμένος καὶ ψυχρός) καὶ ὅτι ὁ λέγων αὐτούς, ὢν οὔτε ἄδοξος καὶ μετὰ Λυκοῦργον τὴν διοίκησιν τῶν δημοσίων χρημάτων παραλαβών, ἐξητασμένος δὲ πολλάκις αὐτός, ὡς ἐν τοῖς λόγοις περὶ ἁπάντων μηνύει, καὶ ἐν ἰδίοις καὶ ἐν δημοσίοις ἀγῶσιν οὐκ ἂν ἦν ἀδύνατος, ὥστε Δεινάρχῳ λογογράφῳ· χρῆσθαι. Ὑπὲρ τοῦ μὴ ἐκδοῦναι Ἅρπαλον Ἀλεξάνδρῳ ‘οὐκ ἄξιον ἄρα θαυμάζειν.’ οὐδ’ οὗτος ὁ λόγος ἐμφαίνει τὸν Δεινάρχου χαρακτῆρα. εἰ γὰρ κἂν μηδὲν ἄλλο, τό γ’ οὖν ἠλίθιον καὶ σοφιστικὸν εὕροι τις ἂν ἐν αὐτῷ πολύ, τὸ πλεῖστον ἀπέχον τῶν Δεινάρχου χαρακτήρων. Δηλιακός· ‘Ἀπόλλωνος καὶ Ῥοιοῦς τῆς Σταφύλου.’ οὗτος οὐ τοῦ ῥήτορος ἀλλ’ ἑτέρου τινὸς συγγραφέως ἐστί. δηλοῖ δ’ ἐκ τοῦ τρόπου καὶ τοῦ χαρακτῆρος ἀρχαϊκὸς ὢν καὶ περιτρέχων τὴν τοπικὴν Δήλου καὶ Λέρου ἱστορίαν. Κατὰ Δημοσθένους παρανόμων· ‘εἰώθατε, ὦ ἄνδρες.’ οὗτος ἐν τοῖς Περγαμηνοῖς πίναξι φέρεται ὡς Καλλικράτους. ἐγὼ δ’, εἰ μὲν ἐκείνου ἐστίν, οὐκ οἶδα (οὐδὲ γὰρ ἐνέτυχον τῶν Καλλικράτους οὐδενί), ὅτι δὲ πάμπολυ τῶν Δεινάρχου λόγων ἀφέστηκεν, εὐτελής τε ὢν καὶ κενὸς καὶ οὐκ ἀπέχων ἰδιωτικῆς φλυαρίας, πείθομαι.
Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) Page 385