Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79)

Home > Other > Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) > Page 386
Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) Page 386

by Dionysius of Halicarnassus


  Ἰδιωτικοὶ γνήσιοι.

  [12] Κατὰ Προξένου βλάβης, ὃν αὐτὸς εἶπεν ὑπὲρ αὑτοῦ· ‘εἴ τίς μοι θεῶν, ὦ ἄνδρες.’ Κατὰ Κηφισοκλέους καὶ τῶν οἰκείων βλάβης· ‘ἃ μὲν ἐγκαλῶν, ὦ ἄνδρες.’ Πρὸς Φανοκλέα βλάβης ἀπολογία· ‘ᾤμην μὲν ἐγώ, ὦ ἄνδρες.’ Πρὸς Λυσικράτην ὑπὲρ Νικομάχου βλάβης· ‘ἄνδρες δικασταί, ὅτι μὲν ἰδιώτης.’ Συνηγορία Παρμένοντι ὑπὲρ ἀνδραπόδου βλάβης· ‘καὶ παραγεγενημένος ὕστερον, ἄνδρες δικασταί, ἔγωγε ἔγνων, ὅτι Παρμένων ἀδικεῖται.’ Κατὰ Ποσειδίππου κλοπῆς· ‘ἀδικηθείς, ὦ ἄνδρες.’ Κατὰ Ἡδύλης ἀποστασίου· ‘καταλιπόντος ἐνοτίου πατρός.’ Ἀποστασίου πρὸς Ἀρχέστρατον· ‘πολλὰ καὶ ἀγαθὰ γένοιτο.’ Συνηγορία Ἡγελόχῳ ὑπὲρ ἐπικλήρου· ‘ὥσπερ καὶ ἡμῶν ἕκαστος.’ Ἐπικληρικὸς ὑπὲρ τῆς Ἰοφῶντος θυγατρός· ‘ἄνδρες δικασταί, οὐ πένης ὤν.’ ‹Ὁ› ὕστερος· ‘ἄμαχον γὰρ ἦν, ὦ ἄνδρες.’ Διαμαρτυρία, ὡς οὐδὲ εἰσὶν ἐπίδικοι ‹αἱ› Ἀριστοφῶντος θυγατέρες· ‘τοῦ νόμου δεδωκότος, ὦ ἄνδρες.’ Κατὰ Πεδιέως κακώσεως παιδὸς ὀρφανοῦ· ‘μηδεὶς ὑμῶν, ὦ ἄνδρες, θαυμάσῃ.’ Διαμαρτυρία περὶ τοῦ Εὐίππου κλήρου πρὸς Χάρητα· ‘πολλάκις ἤδη ἤκουσα.’ Ὑπὲρ τοῦ Μνησικλέους κλήρου· ‘δικαίαν, ὦ ‹ἄνδρες›, δέησιν.’ Κατὰ Προξένου ὕβρεως· ‘ὑβριστής ἐστιν, ὦ ἄνδρες.’ ‹Ἀπολογία› πληγῶν, ἔδει δ’ ἐπιγεγράφθαι ‘Ἀπολογία ὕβρεως Ἐπιχάρει πρὸς Φιλωτάδην’· ‘τὸν θαυμαστόν, ὦ ἄνδρες.’ Κατὰ Κλεομέδοντος αἰκίας· ‘ὅτι μέν, ὦ ἄνδρες, καὶ ὁ πατὴρ Θεόδωρος δή.’ Πρὸς Διοσκουρίδην περὶ νεώς· ‘δικαίως ἂν οἶμαι, ὦ ἄνδρες.’ Ἐρανικὸς πρὸς τοὺς Πατροκλέους παῖδας· ‘ἃ μὲν ἀδικούμενος, ὦ ἄνδρες.’ Πρὸς Ἀμεινοκράτην διαδικασία περὶ καρπῶν χωρίου· ‘ἐπὶ τούτοις, ὦ ἄνδρες, ἀνάγκη ἐστί.’ Περὶ τοῦ ἵππου· ‘τοῦ μὲν ἀγῶνος, ὦ ἄνδρες.’ Ὁ ὕστερος· ‘ἐβουλόμην ἄν, ὦ ἄνδρες.’ Λυσικλείδῃ κατὰ Δάου ὑπὲρ ἀνδραπόδων· ‘ἃ μὲν ἀδικούμενος, ὦ ἄνδρες.’ Παραγραφὴ πρὸς Βιώτην· ‘ὅτι μέν, ὦ ἄνδρες, καὶ αὐτὸς ἀπείρως.’ Κατὰ Θεοδώρου ψευδομαρτυριῶν· ‘νομίζομεν, ὦ ἄνδρες.’ Ἀγάθωνι συνηγορία· ‘ὥσπερ καὶ αὐτὸς εἴρηκεν Ἀγάθων.’ Ἀποστασίου ἀπολογία Αἰσχύλῳ πρὸς Ξενοφῶντα· ‘χρήσασθαι μέν, ὦ ἄνδρες.’ Κατὰ Καλλίππου μεταλλικός· ‘ὅτι μέν, ὦ ἄνδρες, Κάλλιππος.’ Ὑπὲρ υἱοποιήτου, ἔδει δ’ ἐπιγεγράφθαι ‘Ὑπὲρ Θεοδώρου, ὃν ἐποιήσατο υἱὸν Ἀρχεφῶν’· ‘βουλοίμην ἄν, ὦ ἄνδρες, ὥσπερ καλὸν καὶ δίκαιον.’ Περὶ τοῦ Ἀρχεφῶντος κλήρου· ‘καὶ δίκαιον εἶναι νομίζων.’

  Ἰδιωτικοὶ ψευδεπίγραφοι.

  [13] Πρὸς Πεδιέα παραγραφή· ‘κατὰ τὸν νόμον τοῦτον.’ οὗτος ὁ λόγος εἴρηται ἐπὶ Ἀριστοδήμου ἄρχοντος, ὡς ἐξ αὐτοῦ τοῦ λόγου γίνεται δῆλον. οἱ μὲν γὰρ εἰς Σάμον ἀποσταλέντες κληροῦχοι κατὰ τοῦτον τὸν ἄρχοντα ἀπεστάλησαν, ὡς Φιλόχορος ἐν ταῖς ἱστορίαις λέγει. Δείναρχος δ’ οὔπω δέκατον ἔτος τηνικαῦτα εἶχε. Πρὸς Μελήσανδρον ὑπὲρ τῆς τριηραρχίας· ‘ὥσπερ οἱ νόμοι κελεύουσιν.’ οὗ ἂν ὁ λόγος ..... ἀλλ’ ὁ μὲν λέγων ὡς ἐπὶ Μόλωνος ἄρχοντος γεγενημένου τοῦ ἀδικήματος ποιεῖται τὸν λόγον. φησὶν δὲ τῷ ὑστέρῳ ἔτει εἰσιέναι τὸν ἀγῶνα ἐπὶ Νικοφήμου ἄρχοντος, καθ’ ὃν εὑρίσκεται γεγεννημένος ὁ Δείναρχος. Πρὸς Βοιωτὸν ὑπὲρ τοῦ ὀνόματος· ‘οὐδεμιᾷ φιλοπραγμοσύνῃ.’ εἰ καὶ μὴ τοῖς ἄλλοις οἱ Δημοσθένους ἀφαιρούμενοι τοῦτον τὸν λόγον καὶ Δεινάρχῳ προσάπτοντες ἐλέγχοιντο, τῷ χρόνῳ γ’ οὖν ἐπιδειχθεῖεν ἂν ψευδόμενοι. μέμνηται γὰρ ὡς νεωστὶ τῆς εἰς Πύλας ἐξόδου γεγενημένης, ἡ δ’ εἰς ‹Πύλας› Ἀθηναίων ἔξοδος ἐπὶ Θουδήμου ἄρχοντος ἐγένετο, ὄγδοον ἔτος Δεινάρχου ἔχοντος. Πρὸς Μαντίθεον περὶ προικός· ‘πάντων ἐστὶν ἀνιαρότατον.’ οὗτος ἀκολουθεῖ τῷ προτέρῳ λόγῳ καὶ πολλὰ ἔχει κατὰ ‹τὴν› λέξιν τοιαῦτα, ἃ εἴη ἂν τοῦ αὐτοῦ ῥήτορος, ἔξω τῆς τῶν Δεινάρχου ἡλικίας ....... πολλοῖς ἔτεσιν ὕστερον ἠγώνισται τὸν ἀγῶνα ὁ κατήγορος, ἀλλὰ δύο ἢ τρισίν, ὡς ἀκριβέστερον περὶ αὐτῶν ἐν τῇ ‹περὶ› Δημοσθένους γραφῇ δεδηλώκαμεν. Ἀθηνάδῃ συνηγορία περὶ τῆς σχεδίας πρὸς Ἀμύντιχον· ‘φίλος μοι καὶ ἐπιτήδειος ὤν. Ὁ ὕστερος· ‘οἴομαι μὲν ὑμᾶς, ὦ ἄνδρες.’ Διοπείθους ἔτι περὶ Ἑλλήσποντον τοῦ τῶν Ἀθηναίων στρατηγοῦ διατρίβοντος εἴρηται ὁ λόγος, ὡς ἐξ αὐτοῦ γίνεται φανερόν. ἔστι δὲ ὁ χρόνος κατὰ Πυθόδοτον ἄρχοντα, ὡς δηλοῖ Φιλόχορος σὺν τοῖς ἄλλοις τοῖς ...... ἐπὶ τούτου τοῦ ἄρχοντος οὐδέπω εἰκοστὸν ἔχων ἔτος. Πρὸς Μήκυθον μεταλλικός· ‘πριάμενοι μέταλλον, ὦ ἄνδρες.’ ἐπὶ Νικομάχου ἄρχοντος εἴρηται ὁ λόγος οὗτος. φησὶ γὰρ ὁ λέγων ἐπ’ Εὐβούλου μὲν μισθώσασθαι τὸ μέταλλον, τρία δὲ ἔτη ἐργασάμενος, ἐκβαλλόμενος ὑπὸ τοῦ πλησίον ἔχοντος μέταλλα, λαχεῖν αὐτῷ τὴν δίκην κατὰ Νικόμαχον ἄρχοντα, Δεινάρχου ἓν καὶ εἰκοστὸν ἔτος ἔχοντος. Σατύρῳ πρὸς Χαρίδημον ἐπιτροπῆς ἀπολογία· ‘μὴ μεγάλου κινδύνου συμβεβηκότος.’ καὶ οὗτος ἐπὶ Νικομάχου εἴρηται. Ὑπὲρ ἀντιδόσεως ‹πρὸς› Μεγακλείδην· ‘εἰ μὲν ἔδει, ὦ ἄνδρες, πρὸς τρεῖς ἢ τέτταρας.’ ὁ μὲν λέγων ἐστὶν Ἀφαρεύς, ἔξω δ’ ἐστὶ τῶν Δεινάρχο
υ χρόνων ‹ὁ λόγος›. εἴρηται γὰρ ἐπὶ τοῦ στρατηγοῦ Τιμοθέου ζῶντος κατὰ τὸν χρόνον τὸν τῆς μετὰ Μενεσθέως στρατηγίας, ἐφ’ ᾗ τὰς εὐθύνας ὑποσχὼν ἑάλω. Τιμόθεος δὲ τὰς εὐθύνας ὑπέσχηκεν ἐπὶ Διοτίμου τοῦ μετὰ Καλλίστρατον, ὅτε καὶ

  On the Admirable Style of Demosthenes

  ΔΙΟΝΥΣΙΟΥ ΑΛΙΚΑΡΝΑΣΕΩΣ ΠΕΡΙ ΤΗΣ ΔΗΜΟΣΘΕΝΟΥΣ ΛΕΞΕΩΣ

  [1] δικανικοῖς μὲν οὖν οὐ περιέτυχον αὐτοῦ λόγοις, δημηγορικοῖς δὲ ὀλίγοις καί τισι καὶ τέχναις, τοῖς δὲ πλείοσιν ἐπιδεικτικοῖς. τῆς δὲ ἰδέας αὐτοῦ τῶν λόγων τοιοῦτος ὁ χαρακτήρ, ἐγκωμιάζει δὲ τοὺς ἐν πολέμοις ἀριστεύσαντας Ἀθηναίων· ‘Τί γὰρ ἀπῆν τοῖς ἀνδράσι τούτοις, ὧν δεῖ ἀνδράσι προσεῖναι; τί δὲ προσῆν, ὧν δεῖ ἀπεῖναι; εἰπεῖν δυναίμην, ἃ βούλομαι, βουλοίμην δέ, ἃ δεῖ, λαθὼν μὲν τὴν θείαν νέμεσιν, φυγὼν δὲ τὸν ἀνθρώπινον φθόνον. οὗτοι γὰρ ἐκέκτηντο ἔνθεον μὲν τὴν ἀρετήν, ἀνθρώπινον δὲ τὸ θνητόν, ‹πολλὰ μὲν δὴ τὸ παρὸν ἐπιεικὲς τοῦ αὐθάδους δικαίου προκρίνοντες, πολλὰ δὲ νόμου ἀκριβείας λόγων ὀρθότητα›, τοῦτον νομίζοντες θειότατον καὶ κοινότατον νόμων τὸ δέον ἐν τῷ δέοντι καὶ λέγειν καὶ σιγᾶν καὶ ποιεῖν, ‹καὶ δισσὰ ἀσκήσαντες μάλιστα ὧν δεῖ, γνώμην ‹καὶ ῥώμην›, τὴν μὲν βουλεύοντες τὴν δ’ ἀποτελοῦντες›, θεράποντες μὲν τῶν ἀδίκως δυστυχούντων, κολασταὶ δὲ τῶν ἀδίκως εὐτυχούντων, ‹αὐθάδεις πρὸς τὸ συμφέρον›, εὐόργητοι πρὸς τὸ πρέπον, τῷ φρονίμῳ τῆς γνώμης παύοντες τὸ ἄφρον, ὑβρισταὶ εἰς τοὺς ὑβρίζοντας, κόσμιοι εἰς τοὺς κοσμίους, ἄφοβοι εἰς τοὺς ἀφόβους, δεινοὶ ἐν τοῖς δεινοῖς. μαρτύρια δὲ τούτων τρόπαια ἐστήσαντο τῶν πολεμίων Διὸς μὲν ἀγάλματα τούτων δὲ ἀναθήματα, οὐκ ἄπειροι οὔτε ἐμφύτου Ἄρεως οὔτε νομίμων ἐρώτων οὔτε ἐνοπλίου ἔριδος οὔτε φιλοκάλου εἰρήνης, σεμνοὶ μὲν πρὸς τοὺς θεοὺς τῷ δικαίῳ, ὅσιοι δὲ πρὸς τοὺς τοκέας τῇ θεραπείᾳ, δίκαιοι δὲ πρὸς τοὺς ἀστοὺς τῷ ἴσῳ, εὐσεβεῖς δὲ πρὸς τοὺς φίλους τῇ πίστει. τοιγαροῦν αὐτῶν ἀποθανόντων ὁ πόθος οὐ συναπέθανεν, ἀλλ’ ἀθάνατος ἐν οὐκ ἀθανάτοις σώμασι ζῇ οὐ ζώντων.’ ‹’ἐστασίαζέ τε οὖν τὰ τῶν πόλε›ων, καὶ τὰ ἀφυστερίζοντά που πύστει τῶν προγενομένων πολὺ ἐπέφερε τὴν ὑπερβολὴν ἐς τὸ καινοῦσθαι τὰς διανοίας τῶν τ’ ἐπιχειρήσεων περιτεχνήσει καὶ [τῇ] τῶν τιμωριῶν ἀτοπίᾳ. καὶ τὴν εἰωθυῖαν ἀξίωσιν τῶν ὀνομάτων ἐς τὰ ἔργα ἀντήλλαξαν τῇ δικαιώσει. τόλμα μὲν γὰρ ἀλόγιστος ἀνδρία φιλέταιρος ἐνομίσθη, μέλλησις δὲ προμηθὴς δειλία εὐπρεπής, τὸ δὲ σῶφρον τοῦ ἀνάνδρου πρόσχημα. καὶ τὸ πρὸς ἅπαν ξυνετὸν ἐπίπαν ἀργόν, τὸ δ’ ἐμπλήκτως ὀξὺ ἀνδρὸς μοίρᾳ προσετέθη, ἀσφάλεια δὲ τὸ ἐπιβουλεύσασθαι, ἀποτροπῆς πρόφασις εὔλογος. καὶ ὁ μὲν χαλεπαίνων πιστὸς ἀεί, ὁ δὲ ἀντιλέγων αὐτῷ ὕποπτος. ἐπιβουλεύσας δέ τις τυχών τε ξυνετὸς καὶ ὑπονοήσας ἔτι δεινότερος. προβουλεύσας δέ, ὅπως μηδὲν αὐτῷ δεήσει, τῆς τε ἑταιρίας διαλυτὴς καὶ τοὺς ἐναντίους ἐκπεπληγμένος. ἁπλῶς δὲ ὁ φθάσας τὸν μέλλοντα κακόν τι δρᾶν ἐπῃνεῖτο καὶ ὁ ἐπικελεύσας τὸν μὴ διανοούμενον. καὶ μὴν καὶ τὸ ξυγγενὲς τοῦ ἑταιρικοῦ ἀλλοτριώτερον ἐγένετο, διὰ τὸ ἑτοιμότερον εἶναι ἀπροφασίστως τολμᾶν. οὐ γὰρ μετὰ τῶν κειμένων νόμων ὠφελείας αἱ τοιαῦται ξύνοδοι, ἀλλὰ παρὰ τοὺς καθεστῶτας πλεονεξίᾳ. καὶ τὰς ἐς σφᾶς αὐτοὺς πίστεις οὐ τῷ θείῳ καὶ νομίμῳ μᾶλλον ἐκρατύνοντο ἢ τῷ κοινῇ τι παρανομῆσαι· τά τε ἀπὸ τῶν ἐναντίων καλῶς λεγόμενα ἐνεδέχοντο ἔργων φυλακῇ, εἰ προὔχοιεν, καὶ οὐ γενναιότητι. ἀντιτιμωρήσασθαί τέ τινα περὶ πλείονος ἦν ἢ αὐτὸν μὴ προπαθεῖν. καὶ ὅρκοι εἴ που ἄρα γένοιντο ξυναλλαγῆς, ἐν τῷ αὐτίκα πρὸς τὸ ἄπορον ἑκατέρῳ διδόμενοι ἴσχυον οὐκ ἐχόντων ἄλλοθεν δύναμιν.’ ἡ μὲν οὖν ἐξηλλαγμένη καὶ περιττὴ καὶ ἐγκατάσκευος καὶ τοῖς ἐπιθέτοις κόσμοις ἅπασι συμπεπληρωμένη λέξις, ἧς ὅρος καὶ κανὼν ὁ Θουκυδίδης, ὃν οὐθεὶς οὔθ’ ὑπερεβάλετο τῶν ἐπιγινομένων οὔτε ‹εἰς ἄκρον› ἐμιμήσατο, τοιαύτη τις ἦν.

  [2] ἡ δὲ ἑτέρα λέξις ἡ λιτὴ καὶ ἀφελὴς καὶ δοκοῦσα κατασκευήν τε καὶ ἰσχὺν τὴν πρὸς ἰδιώτην ἔχειν λόγον καὶ ὁμοιότητα πολλοὺς μὲν ἔσχε καὶ ἀγαθοὺς ἄνδρας προστάτας συγγραφεῖς τε καὶ φιλοσόφους καὶ ῥήτορας. καὶ γὰρ οἱ τὰς γενεαλογίας ἐξενέγκαντες καὶ οἱ τὰς τοπικὰς ἱστορίας πραγματευσάμενοι καὶ οἱ τὰ φυσικὰ φιλοσοφήσαντες καὶ οἱ τῶν ἠθικῶν διαλόγων ποιηταί, ὧν ἦν τὸ Σωκρατικὸν διδασκαλεῖον πᾶν ἔξω Πλάτωνος, καὶ οἱ τοὺς δημηγορικοὺς ἢ δικανικοὺς συνταττόμενοι λόγους ὀλίγου δεῖν πάντες ταύτης ἐγένοντο τῆς προαιρέσεως. ἐτελείωσε δ’ αὐτὴν καὶ εἰς ἄκρον ἤγαγε τῆς ἰδίας ἀρετῆς Λυσίας ὁ Κεφάλου, κατὰ τοὺς αὐτοὺς χρόνους Γοργίᾳ τε καὶ Θουκυδίδῃ γενόμενος. τίς δὲ ἦν ἡ προαίρεσις αὐτοῦ καὶ τίς ἡ δύναμις, ἐν τῇ πρὸ ταύτης δεδήλωται γραφῇ καὶ οὐδὲν δεῖ νῦν πάλιν ὑπὲρ τῶν αὐτῶν λέγειν. ἀρκέσει δὲ τοσοῦτο μόνον εἰπεῖν, ὅτι τὴν διαπασῶν ἁρμονίαν οὗτοι πρὸς ἀλλήλους οἱ ἄνδρες ἡρμόσαντο, τὰς ἀκρότητας ἀμφοτέρας τῆς λ
έξεως, αἳ πλεῖστον ἀλλήλων ἀπέχουσι, δαιμονίᾳ σπουδῇ προελόμενοί τε καὶ τελειώσαντες. καὶ ὅνπερ ἡ νήτη πρὸς ὑπάτην ἐν μουσικῇ λόγον ἔχει, τοῦτον ἡ Λυσίου λέξις ἐν πολιτικῇ διαλέκτῳ πρὸς τὴν Θουκυδίδου. ἣ μὲν γὰρ καταπλήξασθαι δύναται τὴν διάνοιαν, ἣ δὲ ἡδῦναι, καὶ ἣ μὲν συστρέψαι καὶ συντεῖναι τὸν νοῦν, ἣ δὲ ἀνεῖναι καὶ μαλάξαι, καὶ εἰς πάθος ἐκείνη προαγαγεῖν, εἰς δὲ ἦθος αὕτη καταστῆσαι. πλὴν ἀλλὰ καὶ τὸ μὲν βιάσασθαι καὶ προσαναγκάσαι τι τῆς Θουκυδίδου λέξεως ἴδιον, τὸ δ’ ἀπατῆσαι καὶ κλέψαι τὰ πράγματα τῆς Λυσίου. καὶ ἡ μὲν νεωτεροποιία καὶ τὸ τολμηρὸν τῆς τοῦ συγγραφέως οἰκεῖον ἰδέας, ἡ δ’ ἀσφάλεια καὶ τὸ ἀκίνδυνον τῆς τοῦ ῥήτορος. . . . . . . . . ὅτι οὐκ ἐν ἐπιτηδεύσει φαίνεται . . . . . . . . . . . . . . . . . . . ἀνεπιτήδευτον εἶναι θέλει. κατεσκεύασται μὲν οὖν ἑκατέρα καὶ εἰς ἄκρον γε ἥκει τῆς ἰδίας κατασκευῆς· ῥέπει δὲ ἣ μὲν ἐπὶ τὸ μᾶλλον ἢ πέφυκεν εἶναι δοκεῖν, ἣ δὲ ἐπὶ τὸ ἧττον. παραδειγμάτων δὲ καὶ ταύτης τῆς λέξεως οὐθὲν ἐν τῷ παρόντι οἶμαι δεῖν. δύο μὲν δὴ χαρακτῆρες οὗτοι λέξεως, τοσοῦτον ἀλλήλων διάφοροι κατὰ τὰς ἀγωγάς, καὶ ἄνδρες οἱ πρωτεύσαντες ἐν αὐτοῖς, οὓς διεξῆλθον, δεινοὶ μὲν ἐν τοῖς αὑτῶν ἔργοις ἀμφότεροι, καθ’ ὃ δὲ ἴσοι ἀλλήλων ἦσαν, ἀτελεῖς.

 

‹ Prev