Book Read Free

Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79)

Page 387

by Dionysius of Halicarnassus


  [3] τρίτη λέξεως ... ἦν ἡ μικτή τε καὶ σύνθετος ἐκ τούτων τῶν δυεῖν, ἣν ὁ μὲν πρῶτος ἁρμοσάμενος καὶ καταστήσας εἰς τὸν νῦν ὑπάρχοντα κόσμον εἴτε Θρασύμαχος ὁ Καλχηδόνιος ἦν, ὡς οἴεται Θεόφραστος, εἴτε ἄλλος τις, οὐκ ἔχω λέγειν. οἱ δὲ ἐκδεξάμενοι καὶ ἀναθρέψαντες καὶ οὐ πολὺ ἀποσχόντες τοῦ τελειῶσαι ῥητόρων μὲν Ἰσοκράτης ὁ Ἀθηναῖος ἐγένετο, φιλοσόφων δὲ Πλάτων ὁ Σωκρατικός· τούτων γὰρ ἀμήχανον εὑρεῖν τῶν ἀνδρῶν ἑτέρους τινὰς ἔξω Δημοσθένους ἢ τἀναγκαῖα καὶ χρήσιμα κρεῖττον ἀσκήσαντας ἢ τὴν καλλιλογίαν καὶ τὰς ἐπιθέτους κατασκευὰς βέλτιον ἀποδειξαμένους. ἡ μὲν οὖν Θρασυμάχου λέξις, εἰ δὴ πηγή τις ἦν ὄντως τῆς μεσότητος, αὐτὴν τὴν προαίρεσιν ἔοικεν ἔχειν σπουδῆς ἀξίαν· κέκραται γὰρ εὖ πως καὶ αὐτὸ τὸ χρήσιμον εἴληφεν ἑκατέρας. δυνάμει δὲ ὡς οὐκ ἴσῃ ‹τῇ› βουλήσει κέχρηται, παράδειγμα ἐξ ἑνὸς τῶν δημηγορικῶν λόγων τόδε· ‘Ἐβουλόμην μέν, ὦ ἄνδρες Ἀθηναῖοι, μετασχεῖν ἐκείνου τοῦ χρόνου τοῦ παλαιοῦ καὶ τῶν πραγμάτων, ἡνίκα σιωπᾶν ἀπέχρη τοῖς νεωτέροις, τῶν τε πραγμάτων οὐκ ἀναγκαζόντων ἀγορεύειν καὶ τῶν πρεσβυτέρων ὀρθῶς τὴν πόλιν ἐπιτροπευόντων. ἐπειδὴ δ’ εἰς τοιοῦτον ἡμᾶς ἀνέθετο χρόνον ὁ δαίμων, ὥστε . . . τῆς πόλεως ἀκούειν, τὰς δὲ συμφορὰς . . αὐτοὺς καὶ τούτων τὰ μέγιστα μὴ θεῶν ἔργα εἶναι μηδὲ τῆς τύχης ἀλλὰ τῶν ἐπιμεληθέντων, ἀνάγκη [δὲ] λέγειν. ἢ γὰρ ἀναίσθητος ἢ καρτερικώτατός ἐστιν, ὅστις ἐνεξαμαρτάνειν ἑαυτὸν ἔτι παρέξει τοῖς βουλομένοις καὶ τῆς ἑτέρων ἐπιβουλῆς τε καὶ κακίας αὐτὸς ὑποσχήσει τὰς αἰτίας. ἅλις γὰρ ἡμῖν ὁ παρελθὼν χρόνος καὶ ἀντὶ μὲν εἰρήνης ἐν πολέμῳ γενέσθαι καὶ κινδύνῳ, εἰς τόνδε τὸν χρόνον τὴν μὲν παρελθοῦσαν ἡμέραν ἀγαπῶσι, τὴν δ’ ἐπιοῦσαν δεδιόσιν, ἀντὶ δ’ ὁμονοίας εἰς ἔχθραν καὶ ταραχὰς πρὸς ἀλλήλους ἀφικέσθαι. καὶ τοὺς μὲν ἄλλους τὸ πλῆθος τῶν ἀγαθῶν ὑβρίζειν τε ποιεῖ καὶ στασιάζειν, ἡμεῖς δὲ μετὰ μὲν τῶν ἀγαθῶν ἐσωφρονοῦμεν, ἐν δὲ τοῖς κακοῖς ἐμάνημεν, ἃ τοὺς ἄλλους σωφρονίζειν εἴωθεν. τί δῆτα μέλλοι τις ἂν γεγωνίσκειν [εἰπεῖν], ὅτῳ γε ... λυπεῖσθαι ἐπὶ τοῖς παροῦσι καὶ νομίζειν ἔχειν τι τοιοῦτον, ὡς μηδὲν ἔτι τοιοῦτον ἔσται; πρῶτον μὲν οὖν τοὺς διαφερομένους πρὸς ἀλλήλους καὶ τῶν ῥητόρων καὶ τῶν ἄλλων ἀποδείξω γε παρὰ λόγον πεπονθότας πρὸς ἀλλήλους, ὅπερ ἀνάγκη τοὺς ἄνευ γνώμης φιλονικοῦντας πάσχειν· οἰόμενοι γὰρ ἐναντία λέγειν ἀλλήλοις οὐκ αἰσθάνονται τὰ αὐτὰ πράττοντες οὐδὲ τὸν τῶν ἑτέρων λόγον ἐν τῷ σφετέρῳ λόγῳ ἐνόντα. σκέψασθε γὰρ ἐξ ἀρχῆς, ἃ ζητοῦσιν ἑκάτεροι. πρῶτον μὲν ἡ πάτριος πολιτεία ταραχὴν αὐτοῖς παρέχει ῥᾴστη γνωσθῆναι καὶ κοινοτάτη τοῖς πολίταις οὖσα πᾶσιν. ὁπόσα μὲν οὖν ἐπέκεινα τῆς ἡμετέρας γνώμης ἐστίν, †ἀκούειν ἀνάγκη λέγειν τῶν παλαιοτέρων, ὁπόσα δ’ αὐτοὶ ἐπεῖδον οἱ πρεσβύτεροι, ταῦτα δὲ παρὰ τῶν εἰδότων πυνθάνεσθαι.’ τοιαύτη μὲν οὖν τις ἡ Θρασυμάχειος ἑρμηνεία, μέση τοῖν δυεῖν καὶ εὔκρατος καὶ εἰς ‹ἀμφο›τέρους τοὺς χαρακτῆρας ἐπίκαιρον ἀφετήριον.

  [4] ‹ἡ δὲ Ἰσο›κράτους λέξις, ὃς μέγιστον ὄνομα ἐν τοῖς Ἕλλησιν ‹ἐκτήσατο ἐπὶ σοφίᾳ›, ἀγῶνα μὲν οὔτ’ ἴδιον οὔτε δημόσιον οὐδένα ‹πώποτε τἀνδρὸς ἀγω› νισαμένου γραφὰς δὲ συνταξαμένου πολλὰς καὶ καλὰς εἰς ἅπασαν ἰδέαν λόγων, ὅντινα χαρακτῆρα ἔχειν ἐφαίνετό μοι, διὰ πλειόνων μὲν ἐδήλωσα πρότερον. οὐθὲν δὲ κωλύσει καὶ νῦν ἐπὶ κεφαλαίων αὐτὰ τὰ ἀναγκαιότατα εἰπεῖν· ὅτι τῆς μὲν Λυσιακῆς λέξεως τὸ καθαρὸν ἔχει καὶ τὸ ἀκριβές· οὔτε γὰρ ἀρχαίοις οὔτε πεποιημένοις οὔτε γλωττηματικοῖς ὀνόμασιν ἀλλὰ τοῖς κοινοτάτοις καὶ συνηθεστάτοις κέχρηται. ἠθική τε καὶ πιθανὴ καὶ ἡδεῖά ἐστι καὶ πέφευγε τὴν τροπικήν, ὥσπερ ἐκείνη, [τὴν ἁπλῆν] φράσιν, τῆς δὲ Θουκυδίδου καὶ Γοργίου τὴν μεγαλοπρέπειαν καὶ σεμνότητα καὶ καλλιλογίαν εἴληφε. καὶ εἰς μὲν τὸ διδάξαι τὸν ἀκροατὴν σαφέστατα, ὅ τι βούλοιτο, τὴν ἁπλῆν καὶ ἀκόσμητον ἑρμηνείαν ἐπιτηδεύει τὴν Λυσίου, εἰς δὲ τὸ καταπλήξασθαι τῷ κάλλει τῶν ὀνομάτων σεμνότητά τε καὶ μεγαληγορίαν περιθεῖναι τοῖς πράγμασι τὴν ἐπίθετον καὶ κατεσκευασμένην φράσιν τῶν περὶ Γοργίαν ἐκμέμακται. ἁμαρτάνει δὲ ἐν οἷς ὡραΐζεταί ποτε, τοὺς Γοργίου νεαροὺς σχηματισμοὺς ζηλοῦσα (τὰ γὰρ ἀντίθετά τε καὶ πάρισα καὶ τὰ παραπλήσια τούτοις οὔτε μετριάζοντα οὔτ’ ἐν καιρῷ γινόμενα καταισχύνει τὴν μεγαλοπρέπειαν αὐτῆς), καὶ ἔτι μᾶλλον ἐν οἷς τὴν εὐέπειαν διώκουσα καὶ τὴν εὐρυθμίαν δι’ εὐλαβείας μὲν λαμβάνει τὸ συγκροῦσαι τὰ φωνήεντα τῶν γραμμάτων δι’ εὐλαβείας δὲ ποιεῖται τὸ χρήσασθαί τινι τῶν τραχυνόντων. διώκει δ’ ἐκ παντὸς τρόπου τὴν περίοδον οὐδὲ ταύτην στρογγύλην καὶ πυκνὴν ἀλλ’ ὑπαγωγικήν τινα καὶ πλατεῖαν καὶ πολλοὺς ἀγκῶνας, ὥσπερ οἱ μὴ κατ’ εὐθείας ῥέοντες ποταμοὶ ποιοῦσιν, ἐγκολπιζομένην. ταῦτα μέντοι πολλαχῇ μακροτέραν τε αὐτὴν ποιεῖ κἀναληθεστέραν ἀπαθῆ τε καὶ ‹ἄψυχον› καὶ πανηγυρικὴ
ν μᾶλλον ἢ ἐναγώνιον. τοῖς δὲ παραδείγμασιν ὀλίγον ὕστερον, ὅταν ὁ καιρὸς ἀπαιτῇ, χρήσομαι.

  [5] ἡ δὲ δὴ Πλατωνικὴ διάλεκτος βούλεται μὲν εἶναι καὶ αὐτὴ μῖγμα ἑκατέρων τῶν χαρακτήρων, τοῦ τε ὑψηλοῦ καὶ ἰσχνοῦ, καθάπερ εἴρηταί μοι πρότερον, πέφυκε δ’ οὐχ ὁμοίως πρὸς ἀμφοτέρους τοὺς χαρακτῆρας εὐτυχής. ὅταν μὲν οὖν τὴν ἰσχνὴν καὶ ἀφελῆ καὶ ἀποίητον ἐπιτηδεύῃ φράσιν, ἐκτόπως ἡδεῖά ἐστι καὶ φιλάνθρωπος. καθαρὰ γὰρ ἀποχρώντως γίνεται καὶ διαυγής, ὥσπερ τὰ διαφανέστατα τῶν ναμάτων, ἀκριβής τε καὶ λεπτὴ παρ’ ἡντινοῦν ἑτέραν τῶν [εἰς] τὴν αὐτὴν διάλεκτον εἰργασμένων. τήν τε κοινότητα διώκει τῶν ὀνομάτων καὶ τὴν σαφήνειαν ἀσκεῖ, πάσης ὑπεριδοῦσα κατασκευῆς ἐπιθέτου. ὅ τε πίνος αὐτῇ [καὶ ὁ χνοῦς] ὁ τῆς ἀρχαιότητος ἠρέμα καὶ λεληθότως ἐπιτρέχει χλοερόν τέ τι καὶ τεθηλὸς καὶ μεστὸν ὥρας ἄνθος ἀναδίδωσι. καὶ ὥσπερ ἀπὸ τῶν εὐωδεστάτων λειμώνων αὖρά τις ἡδεῖα ἐξ αὐτῆς φέρεται. καὶ οὔτε τὸ λιγυρὸν ἔοικεν ἐμφαίνειν λάλον οὔτε τὸ κομψὸν θεατρικόν. ὅταν δὲ εἰς τὴν περιττολογίαν καὶ τὸ καλλιεπεῖν, ὃ πολλάκις εἴωθε ποιεῖν, ἄμετρον ὁρμὴν λάβῃ, πολλῷ χείρων ἑαυτῆς γίνεται· καὶ γὰρ ἀηδεστέρα [τῆς ἑτέρας] καὶ κάκιον ἑλληνίζουσα καὶ παχυτέρα φαίνεται μελαίνει τε τὸ σαφὲς καὶ ζόφῳ ποιεῖ παραπλήσιον ἕλκει τε μακρὸν ἀποτείνασα τὸν νοῦν, συστρέψαι δέον ἐν ὀνόμασιν ὀλίγοις. ἐκχεῖται δ’ εἰς ἀπειροκάλους περιφράσεις πλοῦτον ὀνομάτων ἐπιδεικνυμένη κενόν, ὑπεριδοῦσά τε τῶν κυρίων καὶ ἐν τῇ κοινῇ χρήσει κειμένων τὰ πεποιημένα ζητεῖ καὶ ξένα καὶ ἀρχαιοπρεπῆ. μάλιστα δὲ χειμάζεται περὶ τὴν τροπικὴν φράσιν, πολλὴ μὲν ἐν τοῖς ἐπιθέτοις, ἄκαιρος δ’ ἐν ταῖς μετωνυμίαις, σκληρὰ ‹δὲ καὶ› οὐ σῴζουσα τὴν ἀναλογίαν ἐν ταῖς ‹μεταφοραῖς›. ἀλληγορίας τε περιβάλλεται πολλὰς ‹καὶ μακράς›, οὔτε μέτρον ἐχούσας οὔτε καιρόν. σχήμασί τε ποιητικοῖς ἐσχάτην προσβάλλουσιν ἀηδίαν καὶ μάλιστα τοῖς Γοργιείοις ἀκαίρως καὶ μειρακιωδῶς ἐναβρύνεται. καὶ πολὺς ὁ τελέτης ἐν τοῖς τοιούτοις παρ’ αὐτῷ, ὡς καὶ Δημήτριος ὁ Φαληρεὺς εἴρηκέ που καὶ ἄλλοι συχνοὶ πρότερον. οὐ γὰρ ἐμὸς ὁ μῦθος.

  [6] μηδεὶς δέ με τὰ τοιαῦτα ὑπολάβῃ λέγειν ἁπάσης καταγινώσκοντα τῆς ἐξηλλαγμένης καὶ ἐγκατασκεύου λέξεως, ‹ᾗ› κέχρηται Πλάτων· μὴ γὰρ δὴ οὕτω σκαιὸς μηδ’ ἀναίσθητος ἐγὼ γενοίμην, ὥστε ταύτην τὴν δόξαν ὑπὲρ ἀνδρὸς τηλικούτου λαβεῖν, ἐπεὶ πολλὰ περὶ πολλῶν οἶδα μεγάλα καὶ θαυμαστὰ καὶ ἀπὸ τῆς ἄκρας δυνάμεως ἐξενηνεγμένα ὑπ’ αὐτοῦ· ἀλλ’ ἐκεῖνο ἐνδείξασθαι βουλόμενον ὅτι ‹τὰ› τοιαῦτα ἁμαρτήματα ἐν ταῖς κατασκευαῖς εἴωθεν ἁμαρτάνειν καὶ χείρων μὲν αὐτὸς αὑτοῦ γίνεται, ὅταν τὸ μέγα διώκῃ καὶ περιττὸν ἐν τῇ φράσει, μακρῷ δέ τινι ἀμείνων, ὅταν τὴν ἰσχνὴν καὶ ἀκριβῆ καὶ δοκοῦσαν μὲν ἀποίητον εἶναι κατεσκευασμένην δ’ ἀμωμήτῳ καὶ ἀφελεῖ κατασκευῇ διάλεκτον εἰσφέρῃ. ἢ γὰρ οὐδὲν ἁμαρτάνει καθάπαξ ἢ βραχύ τι κομιδῇ καὶ οὐκ ἄξιον κατηγορίας. ἐγὼ δὲ ἠξίουν τηλικοῦτον ἄνδρα πεφυλάχθαι πᾶσαν ἐπιτίμησιν. ταὐτὰ μέντοι καὶ οἱ κατ’ αὐτὸν ἐκεῖνον γενόμενοι ὡς ἁμαρτάνοντι τῷ ἀνδρὶ ἐπιτιμῶσιν, ὧν τὰ ὀνόματα οὐθὲν δέομαι λέγειν, καὶ αὐτὸς ἑαυτῷ· τοῦτο γὰρ δὴ τὸ λαμπρότατον. ᾔσθετο γάρ, ὡς ἔοικεν, τῆς ἰδίας ἀπειροκαλίας καὶ ὄνομα ἔθετο αὐτῇ τὸ διθύραμβον, ὃ νῦν ἂν ᾐδέσθην ἐγὼ λέγειν ἀληθὲς ὄν. τοῦτο δὲ παθεῖν ἔοικεν, ὡς μὲν ἐγὼ νομίζω, τραφεὶς μὲν ἐν τοῖς Σωκρατικοῖς διαλόγοις ἰσχνοτάτοις ‹οὖσι› καὶ ἀκριβεστάτοις, οὐ μείνας δ’ ἐν αὐτοῖς ἀλλὰ τῆς Γοργίου καὶ Θουκυδίδου κατασκευῆς ἐρασθείς. ὥστ’ οὐθὲν ἔξω τοῦ εἰκότος ἔμελλε πείσεσθαι σπάσας τινὰ καὶ τῶν ἁμαρτημάτων ἅμα τοῖς ἀγαθοῖς, ὧν ἔχουσιν οἱ τῶν ἀνδρῶν ἐκείνων χαρακτῆρες.

  [7] παράδειγμα δὲ ποιοῦμαι τῆς γε ὑψηλῆς λέξεως ἐξ ἑνὸς βυβλίου τῶν πάνυ περιβοήτων, ἐν ᾧ τοὺς ἐρωτικοὺς διατίθεται λόγους ὁ Σωκράτης πρὸς ἕνα τῶν γνωρίμων Φαῖδρον, ἀφ’ οὗ τὴν ἐπιγραφὴν εἴληφε τὸ βυβλίον. ἐν γὰρ δὴ τῷ συγγράμματι τούτῳ πολλὴν μὲν ὥραν ἔχει καὶ χαρίτων ἐστὶ μεστὰ τὰ πρῶτα ταυτί· ‘Ὦ φίλε Φαῖδρε, ποῖ δὴ καὶ πόθεν; Παρὰ Λυσίου, ὦ Σώκρατες, τοῦ Κεφάλου. πορεύομαι δὴ πρὸς περίπατον ἔξω τείχους. συχνὸν γὰρ ἐκεῖ διέτριψα χρόνον καθήμενος ἐξ ἑωθινοῦ’ μέχρι τῆς ἀναγνώσεως τοῦ Λυσιακοῦ λόγου καὶ μετὰ τὴν ἀνάγνωσιν ἕως τινός. εἶθ’, ὥσπερ ἐξ ἀέρος εὐδίου καὶ σταθεροῦ πολὺς ἄνεμος καταρραγείς, ταράττει τὸ καθαρὸν τῆς φράσεως ἐς ποιητικὴν ἐκφέρων ἀπειροκαλίαν, ἐνθένδ’ ἀρξάμενος· ‘Ἄγετε δή, Μοῦσαι, εἴτε δι’ ᾠδῆς εἶδος λίγειαι εἴτε διὰ γένος τὸ Λιγύων μουσικὸν ταύτην ἔσχετε τὴν ἐπωνυμίαν, ξύμμοι λάβεσθε τοῦ μύθου.’ ὅτι δὲ ψόφοι ταῦτ’ εἰσὶ καὶ διθύραμβοι, κόμπον ὀνομάτων πολὺν νοῦν δὲ ὀλίγον ἔχοντες, αὐτὸς ἐρεῖ. διεξιὼν γάρ, ἀφ’ ἧς αἰτίας ἔρως ἐτέθη τῷ πάθει τοὔνομα, καὶ τῇδε χρησάμενος· ‘Ἡ γὰρ ἄνευ λόγου δόξης ἐπὶ τἀγαθὸν ὁρμώσης κρατήσασα ἐπιθυμ�
�α, πρὸς ἡδονὴν ἄγουσα κάλλους καὶ τῶν ἑαυτῆς συγγενῶν ἐπιθυμιῶν, ἐπὶ σωμάτων κάλλος ἐρρωμένως ῥωσθεῖσα νικήσασα ἀγωγὴ ἀπ’ αὐτῆς τῆς ῥώμης ἐπωνυμίαν λαβοῦσα ἔρως ἐκλήθη’ καὶ τοσαύτην ἐκμηκύνας περίφρασιν ὀλίγοις τοῖς ὀνόμασι δυναμένου περιληφθῆναι πράγματος ἐπιλαμβάνεται τῆς ἀκαιρίας τῆς αὐτὸς αὐτοῦ καί φησι· ‘Σιγῇ τοίνυν μου ἄκουε. τῷ ὄντι γὰρ θεῖος εἶναι ἔοικεν ὁ τόπος. ὥστ’ ἐὰν ἄρα πολλάκις νυμφόληπτος γένωμαι προἰόντος τοῦ λόγου, μὴ θαυμάσῃς. τὰ νῦν γὰρ ‹οὐκέ›τι πόρρω διθυράμβων τινῶν φθέγγομαι.’ ‹τάδ’ οὐχ ὑ›π’ ἄλλων, ἀλλὰ τοῖς αὑτῶν λόγοις ἁλισκόμεσθα ‹κατὰ τὴν τραγῳδί›αν, δαιμονιώτατε Πλάτων, διθυράμβων ψόφους καὶ λήρους ἠγαπηκότες. ἃ δ’ ἐν τῇ παλινῳδίᾳ τὸν ἔρωτα ἀφοσιούμενος αὖθις ὁ Σωκράτης εἴρηκεν ἐνθένδε ἀρξάμενος· ‘Ὁ μὲν δὴ μέγας ἡγεμὼν ἐν οὐρανῷ Ζεὺς ἐλαύνων πτηνὸν ἅρμα, πρῶτος πορεύεται διακοσμῶν πάντα καὶ ἐπιμελούμενος. τῷ δ’ ἕπεται στρατιὰ θεῶν καὶ δαιμόνων κατὰ ἕνδεκα μέρη κεκοσμημένη. μένει γὰρ Ἑστία ἐν θεῶν οἴκῳ μόνη. τῶν δ’ ἄλλων, ὅσοι ἐν τῷ τῶν δώδεκα θεῶν ἀριθμῷ τεταγμένοι θεοὶ ἄρχοντες ἡγοῦνται κατὰ τάξιν, ἣν ἕκαστος ἐτάχθη, πολλαὶ μὲν οὖν καὶ μακάριαι θέαι τε καὶ ἔξοδοι ἐντὸς οὐρανοῦ, ἃς θεῶν γένος εὐδαιμόνων ἐπιστρέφεται, πράττων ἕκαστος δι’ αὑτοῦ τὰ αὐτῶν. ἕπεται δ’ αἰεὶ ὁ θέλων τε καὶ δυνάμενος· φθόνος γὰρ ἔξω θείου χοροῦ ἵσταται.’ ταῦτα καὶ τὰ ὅμοια τούτοις, ἃ πολλά ἐστιν, εἰ λάβοι μέλη καὶ ῥυθμοὺς ὥσπερ οἱ διθύραμβοι καὶ τὰ ὑπορχήματα, τοῖς Πινδάρου ποιήμασιν ἐοικέναι δόξειεν ἂν τοῖς εἰς τὸν ἥλιον εἰρημένοις, ὥς γ’ ἐμοὶ φαίνεται· ‘Ἀκτὶς ἀελίου, τί πολύσκοπ’ ἐμήσω θοῶν μᾶτερ ὀμμάτων; ἄστρον ὑπέρτατον, ἐν ἁμέρᾳ κλεπτόμενον ἔθηκας ἀμάχανον ἰσχὺν πτανὸν ἀνδράσι καὶ σοφίας ὁδόν, ἐπίσκοτον ἀτραπὸν ἐσσυμένα. ἐλαύνεις τι νεώτερον ἢ πάρος; ἀλλά σε πρὸς Διὸς ἱπποσόα θοάς, ἱκετεύω, ἀπήμονα ἐς οἶμον τινὰ τράποιο Θήβαις, ὦ πότνια, πάγκοινον τέρας. πολέμου δ’ εἰ σᾶμα φέρεις τινὸς ἢ καρποῦ φθίσιν ἢ νιφετοῦ σθένος ὑπέρφατον ἢ στάσιν οὐλομέναν ἢ πόντου κενεῶσιν ἀμ πέδον ἢ παγετὸν χθονὸς ἢ νότιον θέρος ὕδατι ζακότῳ διερὸν ἢ γαῖαν κατακλύσαισα θήσεις ἀνδρῶν νέον ἐξ ἀρχᾶς γένος, ὀλοφύ‹ρομαι οὐ›δὲν ὅ,τι πάντων μέτα πείσομαι’. κἀνταῦθα οὐ‹κ ἄκαιρος ἡ ἀλ›ληγορία, ὡς παρὰ Πλάτωνι.

 

‹ Prev