Book Read Free

Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79)

Page 392

by Dionysius of Halicarnassus


  [23] ἀλλὰ γάρ, ἵνα μὴ περὶ ταῦτα διατρίβων ἀναγκασθῶ παραλιπεῖν τι τῶν περιλειπομένων, Ἰσοκράτην μὲν καὶ τὸν χαρακτῆρα τῆς ἀγωγῆς ἐκείνης ἐάσω, περὶ δὲ Πλάτωνος ἤδη διαλέξομαι τά γ’ ἐμοὶ δοκοῦντα μετὰ παρρησίας, οὐθὲν οὔτε τῇ δόξῃ τἀνδρὸς προστιθεὶς οὔτε τῆς ἀληθείας ἀφαιρούμενος, καὶ μάλιστα ἐπεί τινες ἀξιοῦσι πάντων αὐτὸν ἀποφαίνειν φιλοσόφων τε καὶ ῥητόρων ἑρμηνεῦσαι τὰ πράγματα δαιμονιώτατον παρακελεύονταί τε ἡμῖν ὅρῳ καὶ κανόνι χρῆσθαι καθαρῶν ἅμα καὶ ἰσχυρῶν λόγων τούτῳ τῷ ἀνδρί. ἤδη δέ τινων ἤκουσα ἐγὼ λεγόντων, ὡς, εἰ καὶ παρὰ θεοῖς διάλεκτός ἐστιν, ᾗ τὸ τῶν ἀνθρώπων κέχρηται γένος, οὐκ ἄλλως ὁ βασιλεὺς ὢν αὐτῶν διαλέγεται θεὸς ἢ ὡς Πλάτων. πρὸς δὴ τοιαύτας ὑπολήψεις καὶ τερατείας ἀνθρώπων ἡμιτελῶν περὶ λόγους, οἳ τὴν εὐγενῆ κατασκευὴν οὐκ ἴσασιν ἥ τίς ποτ’ ἐστὶν οὐδὲ δύνανται, πᾶσαν εἰρωνείαν ἀφείς, ὡς πέφυκα, διαλέξομαι. ὃν δὲ ἀξιῶ τρόπον ποιήσασθαι τὴν ἐξέτασιν αὐτοῦ, βούλομαι προειπεῖν. ἐγὼ τὴν μὲν ἐν τοῖς διαλόγοις δεινότητα τοῦ ἀνδρὸς καὶ μάλιστα ἐν οἷς ἂν φυλάττῃ τὸν Σωκρατικὸν χαρακτῆρα, ὥσπερ ἐν τῷ Φιλήβῳ, πάνυ ἄγαμαί τε καὶ τεθαύμακα, τῆς δ’ ἀπειροκαλίας αὐτὸν οὐδεπώποτ’ ἐζήλωσα τῆς ἐν ταῖς ἐπιθέτοις κατασκευαῖς, ὥσπερ ἔφην καὶ πρότερον, καὶ πάντων ἥκιστα ἐν οἷς ἂν εἰς πολιτικὰς ὑποθέσεις συγκαθεὶς ἐγκώμια καὶ ψόγους κατηγορίας τε καὶ ἀπολογίας ἐπιχειρῇ γράφειν. ἕτερος γάρ τις αὑτοῦ γίνεται τότε καὶ καταισχύνει τὴν φιλόσοφον ἀξίωσιν. κἀμοί γε πολλάκις ἐπῆλθεν εἰπεῖν ἐπὶ τῶν τοιούτων αὐτοῦ λόγων, ὃ πεποίηται παρ’ Ὁμήρῳ πρὸς τὴν Ἀφροδίτην ὁ Ζεὺς λέγων·

     Οὔ τοι, τέκνον ἐμόν, δέδοται πολεμήια ἔργα,

     ἀλλὰ σύ γ’ ἱμερόεντα μετέρχεο ἔργα γάμοιο

  Σωκρατικῶν διαλόγων, ταῦτα δὲ πολιτικοῖς καὶ ῥήτορσιν ἀνδράσι μελήσει. ποιοῦμαι δὲ τῆς ἐμαυτοῦ δόξης κοινοὺς κριτὰς τοὺς φιλολόγους ἅπαντας, ὑπεξαιρούμενος, εἴ τινές εἰσι φιλότιμοι καὶ πρὸς τὰς δόξας ἀλλὰ μὴ πρὸς τὴν ἀλήθειαν κρίνοντες τὰ πράγματα. τὸ μὲν οὖν ἐκλέγειν ἐξ ἁπάντων αὐτοῦ τῶν λόγων, εἴ τι κάκιστον εἴρηται, ὃ ποιοῦσιν ἕτεροί τινες, κἄπειτα τούτοις ἀντιπαρατιθέναι τὴν κράτιστα ἔχουσαν Δημοσθένους λέξιν οὐκ ἐδοκίμαζον, τὸ δ’ ἐκ τῶν ἀμφοτέρων μάλιστα εὐδοκιμούντων, ταῦτα παρ’ ἄλληλα θεὶς ἐξετάζειν τὰ κρείττω τοῦτ’ ἔδοξ’ εἶναι δίκαιον, καὶ ἐπ’ αὐτὸ τοδὶ τρέψομαι τὸ μέρος. δικανικὸς μὲν οὖν λόγος εἷς ἐστι Πλάτωνι, Σωκράτους ἀπολογία, δικαστηρίου μὲν ἢ ἀγορᾶς οὐδὲ θύρας ἰδών, κατ’ ἄλλην δέ τινα βούλησιν γεγραμμένος, οὔτ’ ἐν λόγοις τόπον ἔχων οὔτ’ ἐν διαλόγοις. τοῦτον μὲν οὖν ἐῶ. δημηγορία δὲ οὐδεμία, πλὴν εἴ τις ἄρα τὰς ἐπιστολὰς βούλεται δημηγορίας καλεῖν. ἀφείσθωσαν δὴ καὶ αὗται. ἐγκώμια δ’ ἐν τῷ συμποσίῳ πολλὰ μὲν ἔρωτος, ὧν ἔνια οὐκ ἄξια σπουδῆς, ἓν δὲ Σωκράτους ὁποῖον δή ποτε· οὐθὲν γὰρ δέομαι νῦν γε περὶ τούτου λέγειν. κράτιστος δὴ πάντων τῶν πολιτικῶν λόγων ὁ Μενέξενος, ἐν ᾧ τὸν ἐπιτάφιον διεξέρχεται λόγον, ὡς μὲν ἐμοὶ δοκεῖ, Θουκυδίδην παραμιμούμενος, ὡς δὲ αὐτός φησιν, Ἀρχίνῳ καὶ Δίωνι ...... τοῦτον δὴ παραλήψομαι τὸν λόγον καὶ παρ’ αὐτὸν ἐξετάσω Δημοσθένους λέξεις τινάς, οὐκ ἐκ τοῦ ‹ἐπιταφίου›· τοῦτον μὲν γὰρ οὐχ ἡγοῦμαι ὑπ’ ἐκείνου τοῦ ἀνδρὸς γεγράφθαι· ἀλλ’ ἐκ τῶν ἄλλων αὐτοῦ λόγων, ὅσοι περί τε τοῦ καλοῦ καὶ τῆς ἀρετῆς εἴρηνται, μᾶλλον δ’ ἐξ ἑνὸς ἀγῶνος· οὐ γὰρ ἔχω καιρὸν ὅσοις βούλομαι παραδείγμασι χρήσασθαι, πάντων μάλιστα βουληθεὶς ἄν. τοιοῦτος μὲν δή τις ὁ τρόπος ἔσται μοι τῆς συγκρίσεως.

  [24] λαμβανέσθω δὲ πρότερος Πλάτων, καὶ ἐπειδὴ μέγα φρονεῖν ἔοικεν ἐπί τε ἀκριβείᾳ καὶ σεμνότητι ὀνομάτων, ταῦτα ἐπὶ τῶν αὐτοῦ βασανίσω, ἀρξάμενος, ὅθεν περ κἀκεῖνος, τοῦ λόγου· ‘Ἔργῳ μὲν ἡμῖν οἵδε ἔχουσι τὰ προσήκοντα σφίσιν αὐτοῖς, ὧν τυχόντες πορεύονται τὴν εἱμαρμένην πορείαν.’ ἡ μὲν εἰσβολὴ θαυμαστὴ καὶ πρέπουσα τοῖς ὑποκειμένοις πράγμασι κάλλους τε ὀνομάτων ἕνεκα καὶ σεμνότητος καὶ ἁρμονίας, τὰ δ’ ἐπιλεγόμενα οὐκέθ’ ὅμοια τοῖς πρώτοις, αὐτίκα ‹τό›· ‘προπεμφθέντες κοινῇ μὲν ὑπὸ τῆς πόλεως, ἰδίᾳ δὲ ὑπὸ τῶν οἰκείων.’ ἐν γὰρ τῷ πάντα τὰ προσήκοντα σφίσιν αὐτοῖς ἔχειν τοὺς θαπτομένους ἐνῆν καὶ τὸ προπεμφθῆναι τὰ σώματ’ αὐτῶν ἐπὶ τὰς ταφὰς δημοσίᾳ τε καὶ ἰδίᾳ. ὥστε ‹οὐκ› ἀναγκαῖον ἦν πάλιν ταὐτὸ λέγειν· εἰ μὴ κράτιστον ‹ἁπάντων› τῶν περὶ τὰς ταφὰς νομίμων τοῦτο ὑπελάμβανεν ὁ ἀνὴρ εἶναι, λέγω δὴ τὸ παρεῖναι πολλοὺς ταῖς ἐκκομιδαῖς, καὶ οὐθὲν ἄτοπον ἐδόκει ποιεῖν συμπεριλαβών τε αὐτὸ τοῖς ἄλλοις καὶ χωρὶς ὑπὲρ αὐτοῦ μόνου λέγων. ἠλίθιος ἄρα τις ἦν, εἰ τοῦτον ἐδόκει τοῖς τελευτήσασι λαμπρότατον εἶναι τῶν κόσμων, οἷς ἡ πόλις αὐτοὺς ἐκόσμει. ἵνα γὰρ ἀφῶ πάντα τὰ ἄλλα, τὸ δημοσίᾳ γηροτροφεῖσθαι τοὺς πατέρας αὐτῶν ἄχρι θανάτου καὶ παιδεύεσθαι τοὺς υἱεῖς ἕως ἥβης πόσῳ κρεῖττον ἦν τοῦ προπ�
��μπεσθαι τὰ σώματα δημοσίᾳ; ἐμοὶ μὲν δοκεῖ μακρῷ. οὐκοῦν οὐκ ἀναγκαία, Πλάτων, ἥδε ἡ προσθήκη. ἀλλ’ ἄρα γε εἰ μὴ τοῦ ἀναγκαίου, κάλλους γε ἢ τῶν ἄλλων τινὸς τῶν ἐπιθέτων ἕνεκα κόσμων παρείληπται τὸ κῶλον αὐτῷ τουτί; πολλοῦ γε καὶ δεῖ· πρὸς γὰρ τῷ μηδὲν ἔχειν σπουδῆς ἄξιον ‹μήτε κατὰ τὴν ἐκλογὴν τῶν ὀνομάτων› μήτε κατὰ τὴν σύνθεσιν προσδιαφθείρει καὶ τὴν πρὸ αὐτοῦ περίοδον, λυμαίνεται γοῦν τήν τε συμμετρίαν αὐτῆς καὶ τὴν εὐφωνίαν. νῦν μὲν γὰρ δυσὶ περιλαμβανομένη κώλοις σύμμετρός ἐστι καὶ ἐναρμόνιος καὶ στρογγύλη καὶ βάσιν εἴληφεν ἀσφαλῆ· ἐὰν δὲ προσλάβῃ τουτὶ τὸ κῶλον, ἅπαντα ταῦτα ἀπεκρίθησαν, καὶ μεταλήψεται τὸν ἱστορικὸν ἀντὶ τοῦ λογικοῦ τύπον. εἰ δὲ χωρίσαντες τοῦτο τὸ κῶλον ἀπὸ τῶν προηγουμένων αὐτὸ καθ’ αὑτὸ ἐξοίσομεν, οὔτε περίοδος ἡμῖν γενήσεται καθ’ ἑαυτὸ γενόμενον οὔτε ἦθος ἢ πάθος ἕξει μὰ Δία οὔτε ἄλλην πειθὼ καὶ χάριν οὐδεμίαν. εἰ δὴ μήτε τοῦ ἀναγκαίου χάριν ἡ προσθήκη παρείληπται μήτε τοῦ περιττοῦ (περὶ ταῦτα δὲ καὶ ἐν τούτοις ἡ τῆς λέξεως κατασκευή), τίς ἂν τοῦτο ἔτι ἕτερον ὀνομάσειεν εἰ μὴ τοῦθ’ ὅπερ ἐστὶν ἀληθῶς, ἀκαιρίαν. τούτοις ἐκεῖνα ἐπιτίθησιν ὁ ἀνήρ· ‘Λόγῳ δὲ δὴ τὸν λειπόμενον κόσμον ὅ τε νόμος προστάττει τούτοις ἀποδοῦναι τοῖς ἀνδράσι καὶ χρή.’ τὸ καὶ χρὴ πάλιν ‹ἐνταῦθα› κείμενον ἐπὶ τελευτῆς τίνος ἕνεκα παρείληπται καὶ διὰ τί; πότερα σαφεστέραν ποιῆσαι τὴν λέξιν; ἀλλὰ καὶ χωρὶς τῆς προσθέσεως ταύτης ἐστὶ σαφής. εἴ γε οὖν οὕτως εἶχε· ‘Λόγῳ δὲ δὴ τὸν λειπόμενον κόσμον ὁ νόμος ἀποδοῦναι προστάττει τοῖς ἀνδράσι,’ τίς ἂν ταύτην ἐμέμψατο ὡς οὐ σαφῆ; ἀλλὰ τοῦτο ἥδιον ἀκουσθῆναι καὶ μεγαλοπρεπέστερον; πᾶν μὲν οὖν τοὐναντίον ἠφάνικεν αὐτῆς τὸ σεμνὸν καὶ λελύμανται. καὶ τοῦτο οὐ λόγῳ δεῖ μαθεῖν ἕκαστον, ἀλλ’ ἐκ τῶν ἑαυτοῦ γνῶναι παθῶν. ταῖς γὰρ ἀλόγοις αἰσθήσεσιν ἅπαντα τὰ ὀχληρὰ καὶ ἡδέα κρίνεται, καὶ οὐθὲν δεῖ ταύταις οὔτε διδαχῆς οὔτε παραμυθίας.

  [25] συκοφαντεῖς τὸ πρᾶγμα, τάχ’ ἂν εἴποι τις, εὐέπειαν ἀπαιτῶν καὶ καλλιλογίαν παρὰ ἀνδρὸς οὐ ταῦτα σοφοῦ. τὰς νοήσεις ἐξέταζε, εἰ καλαὶ καὶ μεγαλοπρεπεῖς εἰσι καὶ παρ’ οὐθενὶ τῶν ἄλλων κείμεναι. περὶ ταύτας ἐκεῖνος ἐσπούδαζεν, ἐν ταύταις δεινὸς ἦν. τούτων εὐθύνας παρ’ αὐτοῦ λάμβανε, τὸν δὲ τρόπον τῆς λέξεως ἔα. καὶ πῶς ἔνι ταῦτ’ εἰπεῖν; τοὐναντίον γὰρ ἅπαντες ἴσασιν, ὅτι πλείονι κέχρηται φιλοτιμίᾳ περὶ τὴν ἑρμηνείαν ὁ φιλόσοφος ἢ περὶ τὰ πράγματα. μυρία τούτου τεκμήρια φέρειν ἔχοι τις ἄν, ἀλλ’ ἀπόχρη λόγος εἷς οὗτος ἐπιδείξασθαι τὴν κενοσπουδίαν τοῦ ἀνδρός, ᾗ κέχρηται περὶ τὸν περιττὸν καλλωπισμὸν τῆς ἀπαγγελίας. αὐτίκα γε οὖν τοῖς προειρημένοις ἐπιτιθεὶς διάνοιάν τινα οὔτε περιττὴν οὔτε θαυμαστὴν ἀλλ’ ὑπὸ πολλῶν εἰρημένην καὶ πολλάκις (ὅτι γὰρ ὁ τῶν καλῶν ἔργων ἔπαινος ἀθανάτους τὰς τιμὰς καὶ τὰς μνήμας δύναται ποιεῖν τοῖς ἀγαθοῖς, μυρίοις τῶν ἔμπροσθεν εἴρηται), συνιδὼν οὐθὲν οὔτε σοφὸν οὔτε περιττὸν τὴν γνώμην ἔχουσαν, ὅπερ οἶμαι λοιπὸν ἦν, ‹τῷ κάλλει› τῆς ἑρμηνείας αὐτὴν ἡδύνειν βούλεται. ἔπειθ’ ὥσπερ τὰ μειράκια καταβὰς ἀπὸ τῶν γενναίων καὶ μεγαλοπρεπῶν ὀνομάτων τε καὶ σχημάτων ἐπὶ τὰ θεατρικὰ τὰ Γοργίεια ταυτὶ παραγίνεται, τὰς ἀντιθέσεις καὶ τὰς παρισώσεις λέγω, καὶ διὰ τῶν λήρων τούτων κοσμεῖ τὴν φράσιν.

  [26] ἀκούσωμεν δὲ αὐτοῦ, πῶς λέγει· ‘Ἔργων γὰρ εὖ πραχθέντων λόγῳ καλῶς ῥηθέντι μνήμη καὶ κόσμος τοῖς πράξασι γίνεται παρὰ τῶν ἀκουσάντων.’ ἐνταῦθα τοῖς μὲν ἔργοις ὁ λόγος ἀντίκειται, τῷ δὲ πραχθῆναι τὸ ῥηθῆναι, μετωνόμασται δὲ ἀντὶ τοῦ εὖ τὸ καλῶς, παρισοῦται δὲ τὰ τρία μόρια τοῦ λόγου τοῖς τρισί. τοῦ δὲ ἀσφαλῶς βῆναι τὴν περίοδον ἕνεκα καὶ οὐθενὸς ἀναγκαίου, τέλος ἤδη τῆς διανοίας ἐχούσης, προσείληπται τὸ παρὰ τῶν ἀκουσάντων. ἆρά γε ὁμοίως ἡρμήνευται ὁ αὐτὸς νοῦς οὑτοσὶ τοῖς ποιηταῖς, οὓς περιφρονεῖ καὶ ἀπελαύνει τῆς πολιτείας ὁ φιλόσοφος, ἢ κάλλιον καὶ γενναιότερον; ‘Πρέπει δ’ ἐσλοῖσιν ὑμνεῖσθαι ... καλλίσταις ἀοιδαῖς. τοῦτο γὰρ ἀθανάτοις τιμαῖσι ποτιψαύει μόνον· ῥηθὲν ... θνᾴσκει δὲ σιγαθὲν καλὸν ἔργον.’ Πίνδαρος τοῦτο πεποίηκεν εἰς Ἀλέξανδρον τὸν Μακεδόνα, περὶ τὰ μέλη καὶ τοὺς ῥυθμοὺς μᾶλλον ἢ περὶ τὴν λέξιν ἐσπουδακώς. Πλάτων δέ, ὃς ἐπαγγέλλεται σοφίαν, τρυφεροῖς καλλωπίζει καὶ περιέργοις σχήμασι τὴν φράσιν. καὶ οὔπω τοῦθ’

 

‹ Prev