Book Read Free

Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79)

Page 400

by Dionysius of Halicarnassus


     Οὐ γάρ πως ἅμα πάντα θεοὶ δόσαν ἀνθρώποισιν, ὡς καὶ τοὺς ἀστεϊσμοὺς ἅμα ἐν τοῖς Δημοσθένους λόγοις. οὐδὲν γάρ, ὧν ἑτέροις τισὶν ἔδωκεν ἀγαθῶν ὁ δαίμων, ἐκείνῳ ἐφθόνησεν.

  [55] ἃ δέ γε Αἰσχίνης περὶ αὐτοῦ γράφει συκοφαντῶν, ὥσπερ ἔφην, τοτὲ μὲν ὡς πικροῖς καὶ περιέργοις ὀνόμασι χρωμένου, τοτὲ δ’ ὡς ἀηδέσι καὶ φορτικοῖς, ῥᾳδίας ἔχει τὰς ἀπολογίας. εἴ γέ τοι βουληθείη τις χωρὶς ἕκαστον τῶν ἐγκλημάτων σκοπεῖν, τὰ μὲν ἐπαίνου μᾶλλον ἢ κατηγορίας ἄξια εὑρήσει, τὰ δ’ οὐκ ἀληθῶς εἰρημένα ὑπ’ αὐτοῦ. τὸ μὲν γὰρ πικραίνειν τὴν διάλεκτον, ὅταν ἀπαιτῶσιν οἱ καιροί (πολλάκις δὲ ἀπαιτοῦσι καὶ μάλιστα ἐν τοῖς παθητικοῖς τῶν ἐπιχειρημάτων), ἐγκώμιόν ἐστι τοῦ ῥήτορος, εἴ γε δὴ τὸ ποιεῖν τὸν ἀκροατὴν αὐστηρὸν τῶν νόμων φύλακα καὶ πικρὸν ἐξεταστὴν τῶν ἀδικημάτων καὶ τιμωρὸν ἀπαραίτητον τῶν παρανομούντων παρὰ τῆς ῥητορικῆς δυνάμεως ἢ μόνον ἢ μάλιστα τῶν ἄλλων ἀπαιτοῦμεν. ἀμήχανον δὲ τρυφεροῖς ὀνόμασι καλλωπίζοντα τὴν διάλεκτον ὀργὴν ἢ μῖσος ἢ τῶν παραπλησίων τι κινῆσαι παθῶν, ἀλλ’ ἀνάγκη καὶ νοήματ’ ἐξευρεῖν, ἃ δὴ τῶν τοιούτων ἔσται παθῶν ἀγωγά, καὶ ὀνόμασι τοιούτοις αὐτὰ περιλαβεῖν, οἷς πέφυκεν ἀκοὴ πικραίνεσθαι. εἰ μὲν οὖν μὴ κατὰ τὸν οἰκεῖον καιρὸν τῇ πικραινούσῃ διαλέκτῳ χρώμενον ἀπεδείκνυεν αὐτὸν ἢ πλεονάζοντα ἐν αὐτῇ καὶ τῆς ποσότητος ἀστοχοῦντα, εἰκότως ἂν ὡς ἁμαρτάνοντα διέβαλλεν. ὃ δὲ τούτων μὲν οὐδέτερον ἔχει δεικνύναι, κοινῶς δὲ διαβάλλει τὴν παθητικὴν διάλεκτον, οὖσαν ἐπιτηδειοτάτην εἰς πολιτικοὺς παραλαμβάνεσθαι λόγους, λεληθότα ἐγκώμια μεταφέρων εἰς τὰς κατηγορίας, ὥσπερ ἔφην.

  [56] τὰ δ’ αὐτὰ καὶ περὶ τῆς περιέργου λέξεως ἔχοι τις ἂν εἰπεῖν πρὸς τὸν Αἰσχίνην, ἐπειδὴ καὶ ταύτην αὐτοῦ χλευάζει τὴν ἀρετήν. δεχέσθω δέ τις τὴν περιεργίαν τῶν ὀνομάτων ὑπ’ αὐτοῦ ‹λεγομένην› λέγεσθαι νυνὶ περιττὴν ἐργασίαν καὶ ἐξηλλαγμένην τῶν ἐν ἔθει. οὐ γὰρ δή γε εἰ ὁ καθ’ ἡμᾶς βίος πολλὰ καὶ ἄλλα εἰκῇ τιθεὶς ἐπὶ τοῖς πράγμασιν ὀνόματα καὶ ταύτην ἀδιαφόρως κυκλεῖ τὴν λέξιν ἐπὶ τῆς πολυπραγμοσύνης, οὕτω καὶ τοὺς ἀρχαίους εἰκὸς αὐτῇ κεχρῆσθαι. εἰ μὲν οὖν τὴν ἀκαιρίαν ἢ τὸν πλεονασμὸν τῆς ἐξηλλαγμένης ἑρμηνείας διασύρων καὶ ταῦτα εἴρηκεν, ὡς τοῦ Δημοσθένους περὶ ἑκάτερον αὐτῶν ἁμαρτάνοντος, ψεύδεται περιφανῶς. ὁ γὰρ ἀνὴρ ἐν μὲν ταῖς δημηγορίαις καὶ τοῖς δημοσίοις ἀγῶσι πρὸς τὸ μέγεθος καὶ τὸ ἀξίωμα τῶν ὑποθέσεων ἀποβλέπων κέχρηται τῇ τοιαύτῃ κατασκευῇ πολλάκις, ἐν δὲ τοῖς ἰδιωτικοῖς λόγοις, οὓς περὶ μικρῶν συμβολαίων ἰδιώταις ἀνθρώποις γέγραφε, τὴν κοινὴν καὶ συνήθη λέξιν ἐπιτηδεύει, σπανίως δέ ποτε τὴν περιττὴν καὶ οὐδὲ ταύτην ἐπ’ αὐτοφώρῳ, ἀλλ’ ὥστε λαθεῖν. εἰ δὲ κἀνταῦθα τῷ γένει τῆς ἐξαλλαγῆς ὅλῳ πολεμῶν ταῦτ’ εἴρηκεν Αἰσχίνης, ἄτοπόν τι ποιεῖ πρᾶγμα, ταύτην διασύρων τὴν δεινότητα, ἧς πλείστης τῷ ῥήτορι δεῖ. τὸ γὰρ μὴ τοῖς πολλοῖς ὁμοίως ἐκφέρειν τὰς νοήσεις, ἀλλ’ ἐπὶ τὸ σεμνότερον καὶ ποιητικώτερον ἐκβιβάζειν τὴν ὀνομασίαν παρὰ τῆς πολιτικῆς δυνάμεως μάλιστα ἀπαιτοῦμεν. ταῦτα μὲν οὖν ἐγκώμια τῆς Δημοσθένους δεινότητος ὄντα ὡς ἁμαρτήματα φέρων Αἰσχίνης οὐκ ἀληθῶς μέν, εὐλόγως δ’ ἴσως, ἐχθρὸς ὢν καὶ οὐδὲν ἄλλο διαβάλλειν δυνάμενος, ἀπερισκέπτως, ὡς ἐγὼ κρίνω, συκοφαντεῖ.

  [57] τὸ δὲ φάσκειν φορτικοῖς καὶ ἀηδέσι τοῖς ὀνόμασιν αὐτὸν κεχρῆσθαι πόθεν ἐπῆλθεν αὐτῷ [λέγειν], ὑπὲρ πάντα ἔγωγε τεθαύμακα. οὐδὲν γὰρ εὑρίσκω τούτων παρὰ Δημοσθένει κείμενον, ὧν εἰρηκέναι φησὶν αὐτὸν Αἰσχίνης, οἷον ὅτι ‘οὐ δεῖ τῆς φιλίας ἀπορρῆξαι τὴν συμμαχίαν’ καὶ ὅτι ‘ἀμπελουργοῦσί τινες τὴν πόλιν’ καὶ ‘ὑποτέτμηται τὰ νεῦρα τοῦ δήμου’ καὶ ‘φορμορραφούμεθα’ καὶ ‘ἐπὶ τὰ στενά τινες ὥσπερ τὰς βελόνας διείρουσιν’, οἷς αὐτὸς ἐπιτίθησι διακωμῳδῶν· ‘ταῦτα δέ, ὦ κίναδος, τί ἐστι; ῥήματα ἢ θαύματα;’ οὐδέ γε ἄλλα τινὰ φορτικὰ καὶ ἀηδῆ ὀνόματα ἐν οὐδενὶ τῶν Δημοσθένους λόγων εὑρεῖν δεδύνημαι καὶ ταῦτα πέντε ἢ ἓξ μυριάδας στίχων ἐκείνου τοῦ ἀνδρὸς καταλελοιπότος. εἰ μέντοι τινὲς ἐν τοῖς ψευδεπιγράφοις εἰσὶ λόγοις ἀηδεῖς καὶ φορτικαὶ καὶ ἄγροικοι κατασκευαί, ὡς ἐν τοῖς κατ’ Ἀριστογείτονος β΄ καὶ ἐν τῇ ἀπολογίᾳ τῶν δώρων καὶ ἐν τῷ ‹περὶ τοῦ› μὴ ἐκδοῦναι Ἅρπαλον καὶ ἐν τῷ κατὰ Νεαίρας καὶ ἐν τῷ περὶ τῶν πρὸς Ἀλέξανδρον συνθηκῶν ἐν ἄλλοις τε συχνοῖς, οὓς ὁ Δημοσθένης οὐκ ἔγραψεν, ἐν ἑτέρᾳ δηλοῦταί μοι πραγματείᾳ τὰ περὶ Δημοσθένη. καὶ περὶ μὲν ὧν [58] Αἰσχίνης ἐπιτετίμηκεν αὐτῷ, ταῦτα ἱκανά.

     ἤδη δέ που κἀκεῖνό τινες οἳ μὲν ὡς χαρακτηρικὸν οἳ δ’ ὡς ἁμάρτημα τοῦ ῥήτορος ἐσημειώσαντο, λέγω δὲ τὸ πολλοῖς ὀνόμασι τὸ αὐτὸ πρᾶγμα δηλοῦν ἐνίοτε δή, οἷά ἐστι ταυτί· ‘Φιλίππῳ δ’ ἐξέσται καὶ πράττειν καὶ ποιεῖν, ὅ τι βούλεται’ καὶ ‘τὸν Μειδίαν τοῦτον οὐκ εἰδώς, ὅστις ποτ’ ἐστίν, οὐδὲ γιγνώσκων’ καὶ ‘τῆς ἀδελ
φῆς ἐναντίον κόρης ἔτι καὶ παιδὸς οὔσης’ καὶ πάντα τὰ τοιαῦτα. ὅσοι μὲν οὖν ἰδίωμα τοῦ χαρακτῆρος αὐτὸ ἀποφαίνουσι τοῦ Δημοσθένους, ὀρθῶς λέγουσι· κέχρηται γὰρ αὐτῷ χρησίμως ὁ ἀνήρ, ὥσπερ καὶ τῇ τμητικῇ [καὶ τῇ] βραχυλογίᾳ πάντων γε μᾶλλον καὶ εὐκαιρότερον. ὅσοι δ’ ἐν ἁμαρτήματος αὐτὸ μοίρᾳ φέρουσι, τὰς αἰτίας οὐκ ἐξητακότες, δι’ ἃς εἰώθει πλεονάζειν ἐνίοτε ἐν τοῖς ὀνόμασιν, οὐ δεόντως αὐτοῦ κατηγοροῦσιν, ἀλλ’ ἐοίκασιν οἱ τοῦτο συκοφαντοῦντες τὴν βραχυλογίαν ἐκ παντὸς ἀπαιτεῖν, ἥν, ὅπερ εἶπον, παντὸς μᾶλλον καὶ εὐκαιρότερον παρέχεται, τῶν δὲ ἄλλων ἀρετῶν οὐδεμίαν, οὐκέτι συνορῶντες ὅτι καὶ τῆς σαφηνείας δεῖ στοχάζεσθαι τὸν ῥήτορα καὶ τῆς ἐναργείας καὶ τῆς αὐξήσεως καὶ τῆς περὶ τὴν σύνθεσιν τῶν ὀνομάτων εὐρυθμίας, ὑπὲρ ἅπαντα δὲ ταῦτα τοῦ παθητικήν τε καὶ ἠθικὴν καὶ ἐναγώνιον ποιεῖν τὴν λέξιν, ἐν οἷς ἐστιν ἡ πλείστη τοῦ πιθανοῦ μοῖρα. τούτων δὲ τῶν ἀρετῶν ἑκάστην οὐχ ἡ βραχυλογία κράτιστα δύναται ποιεῖν, ἀλλὰ καὶ ὁ πλεονασμὸς ἐνίων ὀνομάτων, ᾧ καὶ ὁ Δημοσθένης κέχρηται. ἔφερον δ’ ἄν σοι παραδείγματα τῶν εἰρημένων, εἰ μὴ κοπώδης ἔμελλον φανήσεσθαι πρὸς σὲ δῆτα λέγων. ταῦτα, ὦ κράτιστε Ἀμμαῖε, γράφειν εἴχομέν σοι περὶ τῆς Δημοσθένους λέξεως. ἐὰν δὲ σῴζῃ τὸ δαιμόνιον ἡμᾶς, καὶ περὶ τῆς πραγματικῆς αὐτοῦ δεινότητος, ἔτι μείζονος ἢ τοῦδε καὶ θαυμαστοτέρου θεωρήματος, ἐν τοῖς ἑξῆς γραφησομένοις ἀποδώσομέν σοι τὸν λόγον.

  Libri secundi de antiquis oratoribus reliquiae

  [1] TZETZAE scholion in Crameri anecd. Oxon. t. III p. 367, 7 Διονύσιος ὁ Ἁλικαρνασσεὺς φησίν· ἁγνεύεται τὸ στόμα τῷ Δημοσθένει.

  [2] SCHOLION Aeschinis or. III 1 τὴν παράταξιν ὅση γεγένηται p. 315 Sch. δοκεῖ δὲ τραγικώτερον κεχρῆσθαι εὐθὺς ἐν ἀρχῇ τῇ μεταφορᾷ, πολιτικώτερον δὲ ὑπὸ Δημοσθένους εἰρῆσθαι τὸ αὐτὸ νόημα ἐν τῷ τῆς παραπρεσβείας εὐθὺς ἐν ἀρχῇ, ἔχον οὕτως ‘ὅση μέν, ὦ ἄνδρες Ἀθηναῖοι, σπουδὴ καὶ παραγγελία γέγονε’ καὶ τὰ ἑξῆς.

     argumentum or. III p. 352 R. μέμψαιτο δ’ ἄν τις τὸ προοίμιον ὡς τραγικὸν καὶ περιττὸν καὶ ἐπιλόγῳ μᾶλλον ἐοικός.

     scholion ibid. p. 353 R. ὅρα δὲ πῶς ἐπιλογικῶς ἤρξατο ἀπὸ συνηγόρων ἐκβολῆς, ὥσπερ καὶ ὁ Δημοσθένης. cf. schol. or. I 69 ἀξιοῦσι τινὲς μέμφεσθαι τῷ ῥήτορι ἐν ἀγῶνι συνηγόρων ἐκβολὴν ποιησαμένῳ, δέον ἐν ἐπιλόγῳ.

  [3] SCHOLION Aeschinis or. III 90 πλείους τραπόμενος τροπὰς τοῦ Εὐρίπου p. 331 Sch. ἔστι δὲ τὸ κῶλον χαριεντισμός. ἐπαινοῦσι δὲ τοῦτο τὸ κῶλον οἱ κριτικοὶ λέγοντες σωφρόνως αὐτὸ πεφράσθαι καὶ οὐ κούφως.

  [4] SCHOLION LAVR. Aeschinis or. III 180 τὰ σώματα παρακαταθέμενοι p. 346 Sch. ἐπιλαμβάνεται δὲ Διονύσιος, ὅτι τὸ παρακαταθέσθαι φυλακῆς πλείον’ ἔνδειξιν ἔχει, ἐπὶ δὲ τῶν σωμάτων τὸ ἐναντίον γίγνεται, διαφθείρονται γὰρ ἔσθ’ ὅτε. οὐκοῦν κακῶς ἐχρήσατο τῇ λέξει ὁ Αἰσχίνης.

  [5] SCHOLION LAVR. Aeschinis or. III 189 τοῖς μὲν πύκταις ἔστιν ὁ ἀγὼν πρὸς ἀλλήλους, τοῖς δ’ ἀξιοῦσι στεφανοῦσθαι πρὸς αὐτὴν τὴν ἀρετήν p. 347 Sch. ὁ Διονύσιος ἐπιλαμβάνεται. οὐ γάρ. φησί, νικῆσαι βουλόμεθα τὴν ἀρετήν, ὡς τοὺς ἀνταγωνιστάς.

  On the Character of Thucydides

  ΔΙΟΝΥΣΙΟΥ ΑΛΙΚΑΡΝΑΣΕΩΣ ΠΕΡΙ ΘΟΥΚΥΔΙΔΟΥ

  [1] Ἐν τοῖς προεκδοθεῖσι περὶ τῆς μιμήσεως ὑπομνηματισμοῖς ἐπεληλυθὼς οὓς ὑπελάμβανον ἐπιφανεστάτους εἶναι ποιητάς τε καὶ συγγραφεῖς, ὦ Κόιντε Αἴλιε Τουβέρων, καὶ δεδηλωκὼς ἐν ὀλίγοις, τίνας ἕκαστος αὐτῶν εἰσφέρεται πραγματικάς τε καὶ λεκτικὰς ἀρετάς, καὶ πῇ μάλιστα χείρων ἑαυτοῦ γίνεται κατὰ τὰς ἀποτυχίας, εἴ τε τῆς προαιρέσεως οὐχ ἅπαντα κατὰ τὸν ἀκριβέστατον λογισμὸν θηρώσης εἴ τε τῆς δυνάμεως οὐκ ἐν ἅπασι τοῖς ἔργοις κατορθούσης, ἵνα τοῖς προαιρουμένοις γράφειν τε καὶ λέγειν εὖ καλοὶ καὶ δεδοκιμασμένοι κανόνες ὦσιν, ἐφ’ ὧν ποιήσονται τὰς κατὰ μέρος γυμνασίας μὴ πάντα μιμούμενοι τὰ παρ’ ἐκείνοις κείμενα τοῖς ἀνδράσιν, ἀλλὰ τὰς μὲν ἀρετὰς αὐτῶν λαμβάνοντες, τὰς δ’ ἀποτυχίας φυλαττόμενοι· ἁψάμενός τε τῶν συγγραφέων ἐδήλωσα καὶ περὶ Θουκυδίδου τὰ δοκοῦντά μοι, συντόμῳ τε καὶ κεφαλαιώδει γραφῇ περιλαβών, οὐ δι’ ὀλιγωρίαν καὶ ῥᾳστώνην οὐδὲ διὰ σπάνιν τῶν δυνησομένων βεβαιῶσαι τὰς προθέσεις, ἀλλὰ τῆς εὐκαιρίας τῶν γραφομένων στοχαζόμενος, ὡς καὶ περὶ τῶν ἄλλων ἐποίησα. οὐ γὰρ ἦν ἀκριβῆ καὶ διεξοδικὴν δήλωσιν ὑπὲρ ἑκάστου τῶν ἀνδρῶν ποιεῖσθαι, προελόμενον εἰς ἐλάχιστον ὄγκον συναγαγεῖν τὴν πραγματείαν. σοῦ δὲ βουληθέντος ἰδίαν συντάξασθαί με περὶ Θουκυδίδου γραφὴν ἅπαντα περιειληφυῖαν τὰ δεόμενα λόγων, ἀναβαλόμενος τὴν περὶ Δημοσθένους πραγματείαν, ἣν εἶχον ἐν χερσίν, ὑπεσχόμην τε ποιήσειν, ὡς προῃροῦ, καὶ τελέσας τὴν ὑπόσχεσιν ἀποδίδωμι.

  [2] Μέλλων δὲ τῶν κατὰ μέρος ἅπτεσθαι λόγων, ὀλίγα περὶ ἐμαυτοῦ τε καὶ τοῦ γένους τῆς πραγματείας βούλομαι προειπεῖν· οὐ σοῦ μὰ Δία καὶ τῶν σοὶ παραπλησίων ἕνεκα, τῶν ἀπὸ παντὸς τοῦ βελτίστου κρινόντων τὰ πράγματα καὶ μηδὲν ἡγουμένων χρῆμα τιμιώτερον τῆς ἀληθείας· ἀλλὰ τῶν ἄλλ�
�ν, ὅσοις πολὺ τὸ φιλαίτιον ἔνεστιν ‹εἴ τε κατὰ τὸν ζῆλον› τῶν ἀρχαίων γινόμενον εἴτε κατὰ τὴν ὑπεροψίαν τῶν ἐπὶ τῆς αὐτῆς ἡλικίας εἴ τε κατ’ ἀμφότερα ταῦτα τὰ πάθη κοινὰ τῆς ἀνθρωπίνης ὄντα φύσεως. ὑποπτεύω γὰρ ἔσεσθαί τινας τῶν ἀναγνωσομένων τὴν γραφὴν τοὺς ἐπιτιμήσοντας ἡμῖν, ὅτι τολμῶμεν ἀποφαίνειν Θουκυδίδην τὸν ἁπάντων κράτιστον τῶν ἱστοριογράφων καὶ κατὰ τὴν προαίρεσίν ποτε τῶν λόγων ἁμαρτάνοντα καὶ κατὰ τὴν δύναμιν ἐξασθενοῦντα, καὶ ‹διὰ› τοῦθ’ οὗτος ἡμᾶς ὁ λογισμὸς εἰσῆλθεν, ὅτι παράδοξα· καινοτομεῖν πράγματα πρῶτοι καὶ μόνοι δόξομεν, εἴ τι τῶν ὑπὸ Θουκυδίδου γραφέντων συκοφαντεῖν ἐπιβαλοίμεθα, οὐ ταῖς κοιναῖς μόνον ἐναντιούμενοι δόξαις, ἃς ἅπαντες ἐκ τοῦ μακροῦ χρόνου παραλαβόντες ἀναφαιρέτους ἔχουσιν, ἀλλὰ καὶ ταῖς ἰδίαις τῶν ἐπιφανεστάτων φιλοσόφων τε καὶ ῥητόρων μαρτυρίαις ἀπιστοῦντες, οἳ κανόνα τῆς ἱστορικῆς πραγματείας ἐκεῖνον ὑποτίθενται τὸν ἄνδρα καὶ τῆς περὶ τοὺς πολιτικοὺς λόγους δεινότητος ὅρον· ὧν οὔτε προαιρέσεις ἰσχυρὰς . ταύτας δὴ τὰς ἐπιτιμήσεις ἀπολύσασθαι βουλόμενος ἐχούσας τι θεατρικὸν καὶ τῶν πολλῶν ἀγωγόν, περὶ μὲν ἐμαυτοῦ τοσοῦτον ἀρκεσθήσομαι μόνον εἰπών, ὅτι τὸ φιλόνεικον τοῦτο καὶ δύσερι καὶ προσυλακτοῦν εἰκῇ πᾶσιν ἐν παντὶ πεφυλαγμένος τῷ βίῳ μέχρι τοῦ παρόντος καὶ οὐδεμίαν ἐκδεδωκὼς γραφήν, ἐν ᾗ κατηγορῶ τινος, ἔξω μιᾶς πραγματείας, ἣν συνεταξάμην ὑπὲρ τῆς πολιτικῆς φιλοσοφίας πρὸς τοὺς κατατρέχοντας αὐτῆς ἀδίκως, οὐκ ἂν ἐπεχείρησα νῦν πρῶτον εἰς τὸν ἐπιφανέστατον τῶν συγγραφέων τὴν οὔτ’ ἐλευθέροις ἤθεσι πρέπουσαν οὔτ’ ἐμαυτῷ συνήθη κακοήθειαν ἐναποδείκνυσθαι. περὶ δὲ τοῦ γένους τῆς γραφῆς πλείονα μὲν εἶχον λέγειν, ἀρκεσθήσομαι δὲ ὀλίγοις. εἰ δὲ ἀληθεῖς καὶ προσήκοντας ἐμαυτῷ προῄρημαι λόγους, σύ τε κρινεῖς καὶ τῶν ἄλλων φιλολόγων ἕκαστος.

 

‹ Prev