[3] Ἔστι δὴ τὸ βούλημά μου τῆς πραγματείας οὐ καταδρομὴ τῆς Θουκυδίδου προαιρέσεώς τε καὶ δυνάμεως, οὐδ’ ἐκλογισμὸς τῶν ἁμαρτημάτων οὐδ’ ἐξευτελισμὸς οὐδ’ ἄλλο τι τοιοῦτον ἔργον οὐδέν, ἐν ᾧ τὰ μὲν κατορθώματα καὶ τὰς ἀρετὰς οὐδενὸς ἠξίωκα λόγου, τοῖς δὲ μὴ κατὰ τὸ κράτιστον εἰρημένοις ἐπιφύομαι· ἐκλογισμὸς δέ τις τοῦ χαρακτῆρος τῶν λόγων, ἅπαντα περιειληφώς, ὅσα συμβέβηκεν αὐτῷ κοινά τε πρὸς ἑτέρους καὶ διαφέροντα παρὰ τοὺς ἄλλους. ἐν οἷς ἀναγκαῖον ἦν μὴ τὰς ἀρετὰς λέγεσθαι μόνον, ἀλλὰ καὶ τὰς γειτνιώσας αὐταῖς κακίας. οὐδεμία γὰρ αὐτάρκης ἀνθρώπου φύσις οὔτ’ ἐν λόγοις οὔτ’ ἐν ἔργοις ἀναμάρτητος εἶναι, κρατίστη δὲ ἡ πλεῖστα μὲν ἐπιτυγχάνουσα, ἐλάχιστα δὲ ἀστοχοῦσα. ἐπὶ ταύτην δὴ τὴν ὑπόθεσιν ἀναφέρων ἕκαστος τὰ ῥηθησόμενα μὴ τῆς προαιρέσεώς μου γενέσθω κατήγορος, ἀλλὰ τῶν ἰδίων τοῦ χαρακτῆρος ἔργων ἐξεταστὴς δίκαιος. ὅτι δ’ οὐκ ἐγὼ τοῦτο πρῶτος ἐπικεχείρηκα ποιεῖν, ἀλλὰ πολλοὶ καὶ πάλαι καὶ καθ’ ἡμᾶς, οὐ φιλαπεχθήμονας προελόμενοι γραφὰς ἀλλὰ θεωρητικὰς τῆς ἀληθείας, μυρίους παρασχέσθαι δυνάμενος μάρτυρας, δυεῖν ἀνδράσιν ἀρκεσθήσομαι μόνοις, Ἀριστοτέλει καὶ Πλάτωνι. Ἀριστοτέλης τε γὰρ οὐχ ἅπαντα κατὰ τὸ κράτιστον εἰρῆσθαι πείθεται τῷ καθηγητῇ Πλάτωνι· ὧν ἐστι τὰ περὶ τῆς ἰδέας καὶ τὰ περὶ τἀγαθοῦ καὶ τὰ περὶ τῆς πολιτείας· αὐτός τε ὁ Πλάτων Παρμενίδην καὶ Πρωταγόραν καὶ Ζήνωνα καὶ τῶν ἄλλων φυσιολόγων οὐκ ὀλίγους ἡμαρτηκότας ἀποδεικνύναι βούλεται· καὶ οὐδεὶς αὐτῷ κατ’ αὐτό γε τοῦτο ἐπιτιμᾷ, ἐνθυμούμενος ὅτι τῆς φιλοσόφου θεωρίας σκοπός ἐστιν ἡ τῆς ἀληθείας γνῶσις, ἀφ’ ἧς καὶ τὸ τοῦ βίου τέλος γίνεται φανερόν. ὅπου δὴ τοὺς περὶ δογμάτων διαφερομένους οὐδεὶς μέμφεται τῆς προαιρέσεως, εἰ μὴ πάντα τὰ τῶν πρεσβυτέρων ἐπαινοῦσιν, ἦ που τούς γε προελομένους χαρακτήρων ἰδιότητα δηλῶσαι μέμψαιτ’ ἄν τις, εἰ μὴ πάσας μαρτυροῦσι τοῖς πρὸ αὐτῶν καὶ τὰς μὴ προσούσας ἀρετάς;
[4] Ἓν ἔτι λείπεταί μοι μέρος ἀπολογίας δεόμενον, ἐπίφθονον μέν τι κατηγόρημα καὶ τοῖς πολλοῖς κεχαρισμένον, ῥᾳδίως δ’ ἐξελεγχθῆναι δυνησόμενον, ὡς οὐκ ἔστιν ὑγιές. οὐ γὰρ εἰ τῇ δυνάμει λειπόμεθα Θουκυδίδου τε καὶ τῶν ἄλλων ἀνδρῶν, καὶ τὸ θεωρητικὸν αὐτῶν ἀπολωλέκαμεν. οὐδὲ γὰρ τὰς Ἀπελλοῦ καὶ Ζεύξιδος καὶ Πρωτογένους καὶ τῶν ἄλλων γραφέων τῶν διωνομασμένων τέχνας οἱ μὴ τὰς αὐτὰς ἔχοντες ἐκείνοις ἀρετὰς κρίνειν κεκώλυνται, οὐδὲ τὰ Φειδίου καὶ Πολυκλείτου καὶ Μύρωνος ἔργα οἱ μὴ τηλικοῦτοι δημιουργοί. ἐῶ γὰρ λέγειν, ὅτι πολλῶν ἔργων οὐχ ἥττων τοῦ τεχνίτου κριτὴς ὁ ἰδιώτης, τῶν τε δι’ αἰσθήσεως ἀλόγου καὶ τοῖς πάθεσι καταλαμβανομένων, καὶ ὅτι πᾶσα τέχνη τούτων στοχάζεται τῶν κριτηρίων καὶ ἀπὸ τούτων λαμβάνει τὴν ἀρχήν. ἅλις ἔστω μοι προοιμίων, ἵνα μὴ λάθω περὶ ταῦτα κατατρίψας τὸν λόγον.
[5] Μέλλων δὲ ἄρχεσθαι τῆς περὶ Θουκυδίδου γραφῆς ὀλίγα βούλομαι περὶ τῶν ἄλλων συγγραφέων εἰπεῖν, τῶν τε πρεσβυτέρων καὶ τῶν κατὰ τοὺς αὐτοὺς ἀκμασάντων ἐκείνῳ χρόνους, ἐξ ὧν ἔσται καταφανὴς ἥ τε προαίρεσις τοῦ ἀνδρός, ᾗ χρησάμενος διήλλαξε τοὺς πρὸ αὐτοῦ, καὶ ἡ δύναμις. ἀρχαῖοι μὲν οὖν συγγραφεῖς πολλοὶ καὶ κατὰ πολλοὺς τόπους ἐγένοντο πρὸ τοῦ Πελοποννησιακοῦ πολέμου· ἐν οἷς ἐστιν Εὐγέων τε ὁ Σάμιος καὶ Δηίοχος ὁ Προκοννήσιος καὶ Εὔδημος ὁ Πάριος καὶ Δημοκλῆς ὁ Φυγελεὺς καὶ Ἑκαταῖος ὁ Μιλήσιος, ὅ τε Ἀργεῖος Ἀκουσίλαος καὶ ὁ Λαμψακηνὸς Χάρων καὶ ὁ Χαλκηδόνιος Μελησαγόρας, ὀλίγῳ δὲ πρεσβύτεροι τῶν Πελοποννησιακῶν καὶ μέχρι τῆς Θουκυδίδου παρεκτείναντες ἡλικίας Ἑλλάνικός τε ὁ Λέσβιος καὶ Δαμάστης ὁ Σιγειεὺς καὶ Ξενομήδης ὁ Χῖος καὶ Ξάνθος ὁ Λυδὸς καὶ ἄλλοι συχνοί. οὗτοι προαιρέσει τε ὁμοίᾳ ἐχρήσαντο περὶ τὴν ἐκλογὴν τῶν ὑποθέσεων καὶ δυνάμεις οὐ πολύ τι διαφερούσας ἔσχον ἀλλήλων, οἳ μὲν τὰς Ἑλληνικὰς ἀναγράφοντες ἱστορίας, οἳ δὲ τὰς βαρβαρικάς, [καὶ] αὐτάς τε ταύτας οὐ συνάπτοντες ἀλλήλαις, ἀλλὰ κατ’ ἔθνη καὶ κατὰ πόλεις διαιροῦντες καὶ χωρὶς ἀλλήλων ἐκφέροντες, ἕνα καὶ τὸν αὐτὸν φυλάττοντες σκοπόν, ὅσαι διεσῴζοντο παρὰ τοῖς ἐπιχωρίοις μνῆμαι κατὰ ἔθνη τε καὶ κατὰ πόλεις, εἴ τ’ ἐν ἱεροῖς εἴ τ’ ἐν βεβήλοις ἀποκείμεναι γραφαί, ταύτας εἰς τὴν κοινὴν ἁπάντων γνῶσιν ἐξενεγκεῖν, οἵας παρέλαβον, μήτε προστιθέντες αὐταῖς τι μήτε ἀφαιροῦντες· ἐν αἷς καὶ μῦθοί τινες ἐνῆσαν ἀπὸ τοῦ πολλοῦ πεπιστευμένοι χρόνου καὶ θεατρικαί τινες περιπέτειαι πολὺ τὸ ἠλίθιον ἔχειν τοῖς νῦν δοκοῦσαι· λέξιν τε ὡς ἐπὶ τὸ πολὺ τὴν αὐτὴν ἅπαντες ἐπιτηδεύσαντες, ὅσοι τοὺς αὐτοὺς προείλοντο τῶν διαλέκτων χαρακτῆρας, τὴν σαφῆ καὶ κοινὴν καὶ καθαρὰν καὶ σύντομον καὶ τοῖς πράγμασι προσφυῆ καὶ μηδεμίαν σκευωρίαν ἐπιφαίνουσαν τεχνικήν· ἐπιτρέχει μέντοι τις ὥρα τοῖς ἔργοις αὐτῶν καὶ χάρις, τοῖς μὲν πλείων, τοῖς δ’ ἐλάττων, δι’ ἣν ἔτι μένουσιν αὐτῶν αἱ γραφαί. ὁ δ’ Ἁλικαρνασεὺς
Ἡρόδοτος, γενόμενος ὀλίγῳ πρότερον τῶν Περσικῶν, παρεκτείνας δὲ μέχρι τῶν Πελοποννησιακῶν, τήν τε πραγματικὴν προαίρεσιν ἐπὶ τὸ μεῖζον ἐξήνεγκε καὶ λαμπρότερον, οὔτε πόλεως μιᾶς οὔτ’ ἔθνους ἑνὸς ἱστορίαν προελόμενος ἀναγράψαι, πολλὰς δὲ καὶ διαφόρους πράξεις ἔκ τε τῆς Εὐρώπης ἔκ τε τῆς Ἀσίας εἰς μιᾶς περιγραφὴν πραγματείας συναγαγεῖν (ἀρξάμενος γοῦν ἀπὸ τῆς τῶν Λυδῶν δυναστείας μέχρι τοῦ Περσικοῦ πολέμου κατεβίβασε τὴν ἱστορίαν, πάσας τὰς ἐν τοῖς κ καὶ διακοσίοις ἔτεσι γενομένας πράξεις ἐπιφανεῖς Ἑλλήνων τε καὶ βαρβάρων μιᾷ συντάξει περιλαβών), καὶ τῇ λέξει προσαπέδωκε τὰς παραλειφθείσας ὑπὸ τῶν πρὸ αὐτοῦ συγγραφέων ἀρετάς.
[6] Τούτοις ἐπιγενόμενος Θουκυδίδης οὔτ’ ἐφ’ ἑνὸς ἐβουλήθη τόπου καθιδρῦσαι τὴν ἱστορίαν, ὡς οἱ περὶ τὸν Ἑλλάνικον ἐποίησαν, οὔτε τὰς ἐξ ἁπάσης χώρας Ἕλλησιν ἢ βαρβάροις ἐπιτελεσθείσας πράξεις εἰς μίαν ἱστορίαν συναγαγεῖν, μιμησάμενος Ἡρόδοτον· τῆς μὲν προτέρας ὑπεριδὼν ὡς εὐτελοῦς καὶ ταπεινῆς καὶ πολλὰ οὐ δυνησομένης τοὺς ἀναγινώσκοντας ὠφελῆσαι· τῆς δ’ ὑστέρας ὡς μείζονος ἢ δυνατῆς πεσεῖν εἰς σύνοψιν ἀνθρωπίνου λογισμοῦ κατὰ τὸν ἀκριβέστατον τῶν τρόπων· ἕνα δὲ προχειρισάμενος πόλεμον, ὃν ἐπολέμησαν Ἀθηναῖοι καὶ Πελοποννήσιοι πρὸς ἀλλήλους, τοῦτον ἐσπούδασεν ἀναγράψαι· ἐρρωμένος τε τὸ σῶμα καὶ τὴν διάνοιαν ὑγιαίνων καὶ μέχρι παντὸς αὐτοῦ βιώσας, καὶ οὐκ ἐκ τῶν ἐπιτυχόντων ἀκουσμάτων τὰς πράξεις συντιθείς, ἀλλ’ οἷς μὲν αὐτὸς παρῆν, ἐξ ἐμπειρίας, ὧν δ’ ἀπελείφθη διὰ τὴν φυγήν, παρὰ τῶν ἄριστα γινωσκόντων πυνθανόμενος. πρῶτον μὲν δὴ κατὰ τοῦτο διήλλαξε τῶν πρὸ αὐτοῦ συγγραφέων, λέγω δὲ κατὰ τὸ λαβεῖν ὑπόθεσιν μήτε μονόκωλον παντάπασι μήτ’ εἰς πολλὰ μεμερισμένην καὶ ἀσυνάρτητα κεφάλαια· ἔπειτα κατὰ τὸ μηδὲν αὐτῇ μυθῶδες προσάψαι, μηδ’ εἰς ἀπάτην καὶ γοητείαν τῶν πολλῶν ἐκτρέψαι τὴν γραφήν, ὡς οἱ πρὸ αὐτοῦ πάντες ἐποίησαν, Λαμίας τινὰς ἱστοροῦντες ἐν ὕλαις καὶ νάπαις ἐκ γῆς ἀνἱεμένας, καὶ Ναΐδας ἀμφιβίους ἐκ Ταρτάρων ἐξιούσας καὶ διὰ πελάγους νηχομένας καὶ μιξόθηρας, καὶ ταύτας εἰς ὁμιλίαν ἀνθρώποις συνερχομένας, καὶ ἐκ θνητῶν καὶ θείων συνουσιῶν γονὰς ἡμιθέους, καὶ ἄλλας τινὰς ἀπίστους τῷ καθ’ ἡμᾶς βίῳ καὶ πολὺ τὸ ἀνόητον ἔχειν δοκούσας ἱστορίας.
[7] Ταῦτα δ’ εἰπεῖν προήχθην οὐκ ἐπιτιμῶν ἐκείνοις τοῖς ἀνδράσιν, ἀλλὰ καὶ πολλὴν ἔχων συγγνώμην, εἰ καὶ τῶν μυθικῶν ἥψαντο πλασμάτων, ἐθνικὰς καὶ τοπικὰς ἐκφέροντες ἱστορίας· ἐν ἅπασι γὰρ ἀνθρώποις καὶ κοινῇ κατὰ τόπους καὶ κατὰ πόλεις ἰδίᾳ μνῆμαί τινες ἐσῴζοντο καὶ τῶν τοιούτων ἀκουσμάτων, ὥσπερ ἔφην, ἃς διαδεχόμενοι παῖδες παρὰ πατέρων ἐπιμελὲς ἐποιοῦντο παραδιδόναι τοῖς ἐκγόνοις καὶ τοὺς βουλομένους αὐτὰς εἰς τὸ κοινὸν ἐκφέρειν οὕτως ἠξίουν συγγράφειν, ὡς παρὰ τῶν ἀρχαίων ἐδέξαντο. ἐκείνοις μὲν οὖν τοῖς ἀνδράσιν ἀναγκαῖον ἦν ποικίλλειν τοῖς μυθώδεσιν ἐπεισοδίοις τὰς τοπικὰς ἀναγραφάς. Θουκυδίδῃ δὲ τῷ προελομένῳ μίαν ὑπόθεσιν, ᾗ παρεγίνετο αὐτός, οὐχ ἥρμοττεν ἐγκαταμίσγειν τῇ διηγήσει τὰς θεατρικὰς γοητείας οὐδὲ πρὸς τὴν ἀπάτην ἁρμόττεσθαι τῶν ἀναγνωσομένων, ἣν ἐκεῖναι πεφύκασι φέρειν αἱ συντάξεις, ἀλλὰ πρὸς τὴν ὠφέλειαν, ὡς αὐτὸς ἐν τῷ προοιμίῳ τῆς ἱστορίας δεδήλωκε κατὰ λέξιν οὕτως γράφων· ‘καὶ ἐς μὲν ἀκρόασιν τὸ μὴ μυθῶδες αὐτῶν ἀτερπέστερον φαίνεται· ὅσοι δὲ βουλήσονται τῶν τε γεγονότων τὸ σαφὲς σκοπεῖν, καὶ τῶν μελλόντων ποτὲ κατὰ τὸ ἀνθρώπειον τοιούτων καὶ παραπλησίων ἔσεσθαι, ὠφέλιμα κρίνειν αὐτὰ ἀρκούντως ἕξει· κτῆμά τε ἐς ἀεὶ μᾶλλον ἢ ἀγώνισμα ἐς τὸ παραχρῆμα ἀκούειν ξύγκειται.’
[8] Μαρτυρεῖται δὲ τῷ ἀνδρὶ τάχα μὲν ὑπὸ πάντων φιλοσόφων τε καὶ ῥητόρων, εἰ δὲ μή, τῶν γε πλείστων, ὅτι καὶ τῆς ἀληθείας, ἧς ἱέρειαν εἶναι τὴν ἱστορίαν βουλόμεθα, πλείστην ἐποιήσατο πρόνοιαν, οὔτε προστιθεὶς τοῖς πράγμασιν οὐδὲν ὃ μὴ δίκαιον οὔτε ἀφαιρῶν, οὐδὲ ἐνεξουσιάζων τῇ γραφῇ, ἀνέγκλητον δὲ καὶ καθαρὰν τὴν προαίρεσιν ἀπὸ παντὸς φθόνου καὶ πάσης κολακείας φυλάττων, μάλιστα δ’ ἐν ταῖς περὶ τῶν ἀγαθῶν ἀνδρῶν γνώμαις. καὶ γὰρ Θεμιστοκλέους ἐν τῇ πρώτῃ βύβλῳ μνησθεὶς τὰς ὑπαρχούσας αὐτῷ ἀρετὰς ἀφθόνως ἐπελήλυθε, καὶ τῶν Περικλέους πολιτευμάτων ἁψάμενος ἐν τῇ δευτέρᾳ βύβλῳ τῆς διαβεβοημένης περὶ αὐτοῦ δόξης ἄξιον εἴρηκεν ἐγκώμιον· περί τε Δημοσθένους τοῦ στρατηγοῦ καὶ Νικίου τοῦ Νικηράτου καὶ Ἀλκιβιάδου τοῦ Κλεινίου καὶ ἄλλων στρατηγῶν τε καὶ ῥητόρων ἀναγκασθεὶς λέγειν, ὅσα προσήκοντα ἦν ἑκάστῳ, δεδήλωκε. παραδείγματα δὲ περὶ αὐτῶν φέρειν οὐ δέομαι τοῖς διεληλυθόσιν αὐτοῦ τὰς ἱστορίας. ταῦτα μὲν οὖν ἂν ἔχοι τις εἰπεῖν, ἃ περὶ τὸν πραγματικὸν τόπον ὁ συγγραφεὺς κατορθοῖ, καλὰ καὶ μιμήσεως ἄξια. [κράτιστον δὲ πάντων τὸ μηδὲν ἑκουσίως ψεύδεσθαι μηδὲ μιαίνειν τὴν αὑτοῦ συνείδησιν.]
Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) Page 401