[9] ἃ δ’ ἐλλιπέστερον κατεσκεύασε καὶ ἐφ’ οἷς ἐγκαλοῦσιν αὐτῷ τινες, περὶ τὸ τεχνικώτερον μέρος ἐστὶ τοῦ πραγματικοῦ, τὸ λεγόμενον μὲν οἰκονομικόν, ἐν ἁπάσαις δὲ γραφαῖς ἐπιζητούμενον, ἐάν τε φιλοσόφους προέληταί τις ὑποθέσεις ἐάν τε ῥητορικάς. ταῦτα δὲ ἐστὶ τὰ περὶ τὴν διαίρεσιν καὶ τὰ περὶ τὴν τάξιν καὶ τὰ περὶ τὰς ἐξεργασίας. ἄρξομαι δ’ ἀπὸ τῆς διαιρέσεως, προειπὼν ὅτι τῶν πρὸ αὐτοῦ γενομένων συγγραφέων ἢ κατὰ τόπους μεριζόντων τὰς ἀναγραφὰς ἢ κατὰ χρόνους εὐπαρακολουθήτους ἐκεῖνος οὐδετέραν τούτων τῶν διαιρέσεων ἐδοκίμασεν. οὔτε γὰρ τοῖς τόποις, ἐν οἷς αἱ πράξεις ἐπετελέσθησαν, ἀκολουθῶν ἐμέρισε τὰς διηγήσεις, ὡς Ἡρόδοτός τε καὶ Ἑλλάνικος καὶ ἄλλοι τινὲς τῶν πρὸ αὐτοῦ συγγραφέων ἐποίησαν· οὔτε τοῖς χρόνοις, ὡς οἱ τὴν τοπικὴν ἐκδόντες ἱστορίαν προείλοντο, ἤτοι ταῖς διαδοχαῖς τῶν βασιλέων μερίζοντες τὰς ἀναγραφὰς ἢ ταῖς τῶν ἱερέων ἢ ταῖς περιόδοις τῶν ὀλυμπιάδων ἢ τοῖς ἀποδεικνυμένοις ἄρχουσιν ἐπὶ τὰς ἐνιαυσίους ἀρχάς. καινὴν δέ τινα καὶ ἀτριβῆ τοῖς ἄλλοις πορευθῆναι βουληθεὶς ὁδὸν θερείαις καὶ χειμερίοις ‹ὥραις ἀκολουθῶν› ἐμέρισε τὴν ἱστορίαν. ἐκ δὲ τούτου συμβέβηκεν αὐτῷ τοὐναντίον ἢ προσεδόκησεν. οὐ γὰρ σαφεστέρα γέγονεν ἡ διαίρεσις τῶν χρόνων ἀλλὰ δυσπαρακολουθητοτέρα [κατὰ τὰς ὥρας]. ἐφ’ ᾧ θαυμάζειν ἄξιον, πῶς αὐτὸν ἔλαθεν, ὅτι πολλῶν ἅμα πραγμάτων κατὰ πολλοὺς τόπους γινομένων εἰς μικρὰς κατακερματιζομένη τομὰς ἡ διήγησις οὐκ ἀπολήψεται τὸ ‘τηλαυγὲς φῶς’ ἐκεῖνο ‘καὶ καθαρόν’, ὡς ἐξ αὐτῶν γίνεται τῶν πραγμάτων φανερόν. ἐν γοῦν τῇ τρίτῃ βύβλῳ (ταύτῃ γὰρ ἀρκεσθήσομαι μόνῃ) τὰ περὶ Μυτιληναίους ἀρξάμενος γράφειν, πρὶν ὅλην ἐκπληρῶσαι τὴν διήγησιν, ἐπὶ τὰ Λακεδαιμονίων ἄπεισιν ἔργα· καὶ οὐδὲ ταῦτα συγκορυφώσας τῆς Πλαταιέων μέμνηται πολιορκίας· ἀφεὶς δὲ καὶ ταύτην ἀτελῆ τοῦ Μυτιληναϊκοῦ μέμνηται πολέμου· εἶτ’ ἐκεῖθεν ἄγει τὴν διήγησιν ἐπὶ τὰ περὶ Κέρκυραν, ὡς ἐστασίασαν οἳ μὲν Λακεδαιμονίους, οἳ δ’ Ἀθηναίους ἐπαγόμενοι· ἀφεὶς δὲ καὶ ταῦτα ἡμιτελῆ περὶ τῆς εἰς Σικελίαν στρατείας τῆς προτέρας Ἀθηναίων ὀλίγα λέγει. εἶτα Ἀθηναίων ἔκπλουν ἐπὶ Πελοπόννησον ἀρξάμενος λέγειν καὶ Λακεδαιμονίων τὴν ἐπὶ Δωριεῖς στρατείαν τὰ περὶ Λευκάδα πραχθέντα ὑπὸ Δημοσθένους τοῦ στρατηγοῦ καὶ τὸν πρὸς Αἰτωλοὺς πόλεμον ἐπιπορεύεται· ἐκεῖθεν δὲ ἄπεισιν ἐπὶ Ναύπακτον. ἀτελεῖς δὲ καὶ τοὺς ἠπειρωτικοὺς πολέμους καταλιπὼν Σικελίας ἅπτεται πάλιν, καὶ μετὰ τοῦτο Δῆλον καθαίρει καὶ τὸ Ἀμφιλοχικὸν Ἄργος πολεμούμενον ὑπὸ Ἀμπρακιωτῶν καταλείπει. καὶ τί δεῖ πλείω λέγειν; ὅλη γὰρ ἡ βύβλος οὕτω συγκέκοπται καὶ τὸ διηνεκὲς τῆς ἀπαγγελίας ἀπολώλεκε. πλανώμεθα δή, καθάπερ εἰκός, καὶ δυσκόλως τοῖς δηλουμένοις παρακολουθοῦμεν, ταραττομένης ἐν τῷ διασπᾶσθαι τὰ πράγματα τῆς διανοίας καὶ τὰς ἡμιτελεῖς τῶν ἀκουσθέντων μνήμας οὐ ῥᾳδίως οὐδ’ ἀκριβῶς ἀναφερούσης. χρὴ δὲ τὴν ἱστορικὴν πραγματείαν εἰρομένην εἶναι καὶ ἀπερίσπαστον, ἄλλως τε ἐπειδὰν περὶ πολλῶν γίνηται πραγμάτων καὶ δυσκαταμαθήτων. ὅτι δὲ οὐκ ὀρθὸς ὁ κανὼν οὗτος οὐδ’ οἰκεῖος ἱστορίᾳ, δῆλον. οὐδεὶς γὰρ τῶν μεταγενεστέρων συγγραφέων θερείαις καὶ χειμῶσι διεῖλε τὴν ἱστορίαν. ἀλλὰ πάντες τὰς τετριμμένας ‹ὁδοὺς καὶ δυναμένας› ἄγειν ἐπὶ τὴν σαφήνειαν μετῆλθον.
[10] Αἰτιῶνται δὲ καὶ τὴν τάξιν αὐτοῦ τινες, ὡς οὔτε ἀρχὴν τῆς ἱστορίας εἰληφότος ἣν ἐχρῆν οὔτε τέλος ἐφηρμοκότος αὐτῇ τὸ πρέπον, οὐκ ἐλάχιστον μέρος εἶναι λέγοντες οἰκονομίας ἀγαθῆς ἀρχήν τε λαβεῖν, ἧς οὐκ ἂν εἴη τι πρότερον, καὶ τέλει περιλαβεῖν τὴν πραγματείαν, ᾧ δόξει μηδὲν ἐνδεῖν· ὧν οὐδετέρου πρόνοιαν αὐτὸν πεποιῆσθαι τὴν προσήκουσαν. τὴν δὲ ἀφορμὴν ‹αὐτὸς› αὐτοῖς τῆς κατηγορίας ταύτης ὁ συγγραφεὺς παρέσχηται· προειπὼν γάρ, ὡς μέγιστος ἐγένετο τῶν πρὸ αὐτοῦ πολέμων ὁ Πελοποννησιακὸς χρόνου τε μήκει καὶ παθημάτων πολλῶν συντυχίαις, τελευτῶν τοῦ προοιμίου τὰς αἰτίας βούλεται πρῶτον εἰπεῖν, ἀφ’ ὧν τὴν ἀρχὴν ἔλαβε. διττὰς δὲ ταύτας ὑποθέμενος, τήν τε ἀληθῆ μέν, οὐκ εἰς ἅπαντας δὲ λεγομένην, τὴν αὔξησιν τῆς Ἀθηναίων πόλεως, καὶ τὴν οὐκ ἀληθῆ μέν, ὑπὸ δὲ Λακεδαιμονίων πλαττομένην, τὴν Ἀθήνηθεν ἀποσταλεῖσαν Κερκυραίοις κατὰ Κορινθίων συμμαχίαν, οὐκ ἀπὸ τῆς ἀληθοῦς καὶ αὐτῷ δοκούσης τὴν ἀρχὴν πεποίηται τῆς διηγήσεως, ἀλλ’ ἀπὸ τῆς ἑτέρας, κατὰ λέξιν οὕτως γράφων· ‘ἤρξαντο δὲ Ἀθηναῖοι αὐτοῦ καὶ Πελοποννήσιοι, λύσαντες τὰς τριακοντούτεις σπονδάς, αἳ αὐτοῖς ἐγένοντο μετὰ Εὐβοίας ἅλωσιν διότι δὲ ἔλυσαν, τὰς αἰτίας προέγραψα πρῶτον καὶ τὰς διαφορὰς τοῦ μή τινας ζητῆσαί ποτε, ἐξ ὅτου τοσοῦτος πόλεμος τοῖς Ἕλλησι κατέστη. τὴν μὲν γὰρ ἀληθεστάτην πρόφασιν, ἀφανεστάτην δὲ λόγῳ, τοὺς Ἀθηναίους ἡγοῦμαι μεγάλους γιγνομένους καὶ φόβον παρέχοντας τοῖς Λακεδαιμονίοις ἀναγκάσαι ἐς τὸ πολεμεῖν. αἱ δὲ ἐς τὸ φανερ�
�ν λεγόμεναι αἰτίαι αἵδε ἦσαν. Ἐπίδαμνός ἐστι πόλις εἰς δεξιὰ ἐσπλέοντι τὸν Ἰόνιον κόλπον. προσοικοῦσιν δ’ αὐτὴν Ταυλάντιοι βάρβαροι, Ἰλλυρικὸν ἔθνος.’ καὶ μετὰ τοῦτο διεξέρχεται τὰ περὶ Ἐπίδαμνον καὶ τὰ περὶ Κέρκυραν καὶ τὰ περὶ Ποτίδαιαν καὶ τὴν Πελοποννησίων σύνοδον εἰς Σπάρτην καὶ τοὺς ῥηθέντας ἐκεῖ κατὰ τῆς Ἀθηναίων πόλεως λόγους. ταῦτα δὲ μέχρι δισχιλίων ἐκμηκύνας στίχων, τότε περὶ τῆς ἑτέρας αἰτίας τὸν λόγον ἀποδίδωσι τῆς ἀληθοῦς τε καὶ αὐτῷ δοκούσης, ἐνθένδε ἀρξάμενος· ‘ἐψηφίσαντο δὲ οἱ Λακεδαιμόνιοι τὰς σπονδὰς λελύσθαι καὶ πολεμεῖν Ἀθηναίοις οὐ τοσοῦτον τῶν συμμάχων πεισθέντες τοῖς λόγοις, ὅσον φοβούμενοι τοὺς Ἀθηναίους, μὴ ἐπὶ μεῖζον δυνηθῶσιν, ὁρῶντες αὐτοῖς τὰ πολλὰ τῆς Ἑλλάδος ὑποχείρια ἤδη ὄντα. οἱ γὰρ Ἀθηναῖοι τρόπῳ τοιούτῳ ἦλθον ἐπὶ τὰ πράγματα, ἐν οἷς ἠυξήθησαν.’ οἷς ἐπιτίθησι τὰ ἔργα τῆς πόλεως, ὅσα μετὰ τὸν Περσικὸν πόλεμον ἕως τοῦ Πελοποννησιακοῦ διεπράξαντο, κεφαλαιωδῶς καὶ ἐπιτροχάδην ἐν ἐλάττοσιν ἢ πεντακοσίοις στίχοις. ἀναμνησθεὶς δ’ ὅτι πρότερα τῶν Κερκυραϊκῶν ἦν καὶ οὐκ ἀπ’ ἐκείνων ἔλαβε τὴν ἀρχὴν ὁ πόλεμος ἀλλ’ ἀπὸ τούτων, ταῦτα πάλιν κατὰ λέξιν γράφει· ‘μετὰ ταῦτα δὲ ἤδη γίγνεται οὐ πολλοῖς ἔτεσιν ὕστερον τὰ προειρημένα, τά τε Κερκυραϊκὰ καὶ τὰ Ποτιδαιατικὰ καὶ ὅσα πρόφασις τοῦδε τοῦ πολέμου κατέστη. ταῦτα δὲ πάντα ὅσα ἔπραξαν οἱ Ἕλληνες πρός τε ἀλλήλους καὶ πρὸς τὸν βάρβαρον, ἐγένοντο ἐν ἔτεσι πεντήκοντα μάλιστα μεταξὺ τῆς τε Ξέρξου ἀναχωρήσεως καὶ τῆς ἀρχῆς τοῦδε τοῦ πολέμου· ἐν οἷς οἱ Ἀθηναῖοι τήν τε ἀρχὴν ἐγκρατεστέραν κατεστήσαντο καὶ αὐτοὶ ἐπὶ μέγα ἐχώρησαν δυνάμεως, οἱ δὲ Λακεδαιμόνιοι αἰσθόμενοι οὔτε ἐκώλυον, εἰ μὴ ἐπὶ βραχύ, ἡσύχαζόν τε τὸ πλέον τοῦ χρόνου, ὄντες μὲν καὶ πρὸ τοῦ μὴ ταχεῖς ἐς τοὺς πολέμους, ἢν μὴ ἀναγκάζωνται, τότε δέ τι καὶ πολέμοις οἰκείοις ἐξειργόμενοι· πλὴν ἡ δύναμις τῶν Ἀθηναίων σαφῶς ᾔρετο καὶ τῆς συμμαχίας αὐτῶν ἥπτετο· τότε δὲ οὐκέτι ἐποιοῦντο ἀνασχετόν, ἀλλ’ ἐπιχειρητέα ἐδόκει εἶναι πάσῃ προθυμίᾳ, καὶ καθαιρετέα ἡ ἰσχύς, ἢν [11] δύνωνται, ἀραμένοις τόνδε τὸν πόλεμον.’ ἐχρῆν δὲ αὐτὸν ἀρξάμενον τὰς αἰτίας τοῦ πολέμου ζητεῖν πρῶτον ἀποδοῦναι τὴν ἀληθῆ καὶ ἑαυτῷ δοκοῦσαν. ἥ τε γὰρ φύσις ἀπῄτει τὰ πρότερα τῶν ὑστέρων ἄρχειν καὶ τἀληθῆ πρὸ τῶν ψευδῶν λέγεσθαι, ἥ τε τῆς διηγήσεως εἰσβολὴ κρείττων ἂν ἐγίνετο μακρῷ, τοιαύτης οἰκονομίας τυχοῦσα. οὐδὲ γὰρ ἐκεῖνό τις ἂν εἰπεῖν ἔχοι τῶν ἀπολογεῖσθαι περὶ αὐτοῦ βουλομένων, ὅτι μικρὰ καὶ οὐκ ἄξια λόγου τὰ πράγματα ἦν ἢ κοινὰ καὶ κατημαξευμένα τοῖς πρὸ αὐτοῦ, ὥστε μὴ δεῖν ἀπὸ τούτων ἀρχὴν ποιεῖσθαι. αὐτὸς γὰρ ὡς ἐκλειφθέντα τὸν τόπον τοῦτον ὑπὸ τῶν ἀρχαίων ἄξιον ἱστορίας ὑπείληφεν, αὐταῖς λέξεσιν οὕτως γράφων· ‘ἔγραψα δὲ αὐτὰ καὶ τὴν ἐκβολὴν τοῦ λόγου ἐποιησάμην, διότι τοῖς πρὸ ἐμοῦ ἅπασιν ἐκλιπὲς τὸ χωρίον τοῦτο ἦν· καὶ ἢ τὰ πρὸ τῶν Μηδικῶν Ἑλληνικὰ ξυνετίθεσαν, ἢ αὐτὰ τὰ Μηδικά. τούτων δὲ ὧνπερ καὶ ἥψατο ἐν τῇ Ἀττικῇ συγγραφῇ Ἑλλάνικος, βραχέως τε καὶ τοῖς χρόνοις οὐκ ἀκριβῶς ἐπεμνήσθη· ἅμα δὲ καὶ τῆς ἀρχῆς ἀπόδειξιν ἔχει τῆς τῶν Ἀθηναίων, ἐν οἵῳ τρόπῳ κατέστη.’ [12] ἱκανὸν μὲν οὖν καὶ τοῦτο τεκμήριον ἦν τοῦ μὴ κατὰ τὸν ἄριστον τρόπον ᾠκονομῆσθαι τὴν διήγησιν ὑπ’ αὐτοῦ, λέγω δὴ τὸ μὴ τὴν κατὰ φύσιν ἔχειν ἀρχήν. πρόσεστι δὲ τούτῳ καὶ τὸ μὴ εἰς ἃ ἔδει κεφάλαια τετελευτηκέναι τὴν ἱστορίαν. ἔτη γὰρ ἑπτὰ καὶ εἴκοσιν περιειληφότος τοῦ πολέμου, πάντα τὸν χρόνον τοῦτον ἕως τῆς καταλύσεως αὐτοῦ βιώσας, μέχρι τοῦ δευτέρου καὶ εἰκοστοῦ κατεβίβασεν ἔτους τὴν ἱστορίαν, τῇ περὶ Κυνὸς σῆμα ναυμαχίᾳ τὴν ὀγδόην βύβλον παρεκτείνας, καὶ ταῦτα προειρηκὼς ἐν τῷ προοιμίῳ πάντα περιλήψεσθαι τὰ πραχθέντα κατὰ τόνδε τὸν πόλεμον· καὶ ἐν τῇ πέμπτῃ βύβλῳ πάλιν συνκεφαλαιοῦται τοὺς χρόνους, ἀφ’ οὗ τε ἤρξατο καὶ μέχρι οὗ προελθὼν κατελύθη, ταῦτα κατὰ λέξιν γεγραφώς· ‘καὶ τοῖς ἀπὸ χρησμῶν τι ἰσχυρισαμένοις μόνον δὴ τοῦτο ὀχυρῶς ξυμβάν. ἀεὶ γὰρ ἐγὼ μέμνημαι καὶ ἀρχομένου τοῦ πολέμου καὶ μέχρι οὗ ἐτελεύτησε προφερόμενον ὑπὸ πολλῶν, ὅτι τρὶς ἐννέα ἔτη δέοι γενέσθαι αὐτόν. ἐπεβίων δὲ διὰ παντὸς αὐτοῦ, αἰσθανόμενός τε τῇ ἡλικίᾳ καὶ προσέχων τὴν γνώμην, ὅπως ἀκριβῶς τι εἴσομαι· καὶ ξυνέβη μοι φεύγειν τὴν ἐμαυτοῦ ἔτη εἴκοσι μετὰ τὴν εἰς Ἀμφίπολιν στρατηγίαν, καὶ γενομένῳ παρ’ ἀμφοτέροις τοῖς πράγμασι καὶ οὐχ ἧσσον τοῖς Πελοποννησίοις διὰ τὴν φυγὴν καθ’ ἡσυχίαν τι αὐτῶν μᾶλλον αἰσθέσθαι. τὴν οὖν μετὰ τὰ δέκα ἔτη διαφοράν τε καὶ ξύγχυσιν τῶν σπονδῶν καὶ τὰ ἔπειτα, ὡς ἐπολεμήθη, ἐξηγήσομαι.’
[13] Ὅτι δὲ καὶ περὶ τὰς ἐξεργασίας τῶν κεφαλαίων ἧττον ἐπιμελής ἐστιν, ἢ πλείονας τοῦ δέοντος λόγους ἀποδιδοὺς τοῖς ἐλαττόνων δεομένοις ἢ ῥᾳθυμότερον ἐπιτρέχων τὰ δεόμενα πλείονος ἐξεργασίας, πολλοῖς τεκμηρίοις βεβαιῶσαι δυν
άμενος ὀλίγοις χρήσομαι· τὰς μὲν πρώτας Ἀθηναίων καὶ Πελοποννησίων ναυμαχίας ἀμφοτέρας περὶ τὴν τελευτὴν τῆς δευτέρας βύβλου γράφειν ἀρξάμενος, ἐν αἷς πρὸς ἑπτὰ καὶ τεσσαράκοντα ναῦς Πελοποννησίων εἴκοσι ναυσὶν Ἀθηναῖοι μόνοι πρὸς πολλαπλασίους τῶν βαρβάρων ναυμαχήσαντες ἃς μὲν διέφθειρον, ἃς δ’ αὐτάνδρους ἔλαβον οὐκ ἐλάττους ἢ ὅσας ἔστειλαν ἐπὶ τὸν πόλεμον. θήσω δὲ καὶ τὴν λέξιν αὐτοῦ. ‘Ἐγένετο μετὰ ταῦτα καὶ ἐπ’ Εὐρυμέδοντι ποταμῷ ἐν Παμφυλίᾳ πεζομαχία καὶ ναυμαχία Ἀθηναίων καὶ τῶν ξυμμάχων πρὸς Μήδους, καὶ ἐνίκων τῇ αὐτῇ ἡμέρᾳ ἀμφότερα Ἀθηναῖοι Κίμωνος τοῦ Μιλτιάδου στρατηγοῦντος, καὶ εἷλον τριήρεις Φοινίκων καὶ διέφθειρον τὰς πάσας διακοσίας.’ ὅμοια δ’ ἐστὶ παρ’ αὐτῷ καὶ τὰ κατὰ τὰς πεζικὰς μάχας ἢ μηκυνόμενα πέρα τοῦ δέοντος ἢ συναγόμενα εἰς ἔλαττον τοῦ μετρίου. τὰ μέν γε περὶ Πύλον Ἀθηναίοις πραχθέντα καὶ τὰ περὶ τὴν Σφακτηρίαν καλουμένην νῆσον, ἐν ᾗ Λακεδαιμονίους κατακλείσαντες ἐξεπολιόρκησαν, ἀρξάμενος ἐν τῇ τετάρτῃ βύβλῳ διηγεῖσθαι καὶ μεταξὺ τοῦ πολέμου τοῦδε πράξεις τινὰς ἑτέρας παραδιηγησάμενος, εἶτ’ αὖθις ἐπιστρέψας ἐπὶ τὴν ἀπόδοσιν τῶν ἑξῆς, ἅπαντα τὰ γεγενημένα κατὰ τὰς μάχας ὑπ’ ἀμφοτέρων διελήλυθεν ἀκριβῶς καὶ δυνατῶς, πλείους ἢ τριακοσίους στίχους αὐτὸς ἀποδεδωκὼς ταῖς μάχαις, καὶ ταῦτα οὐ πολλῶν ὄντων οὔτε τῶν ἀπολομένων οὔτε τῶν παραδόντων τὰ ὅπλα. αὐτός γέ τοι συγκεφαλαιούμενος τὰ περὶ τὴν μάχην κατὰ λέξιν οὕτως γράφει· ‘ἀπέθανον δὲ ἐν τῇ νήσῳ καὶ ζῶντες ἐλήφθησαν τοσοίδε· εἴκοσι μὲν ὁπλῖται διέβησαν καὶ τετρακόσιοι οἱ πάντες· τούτων ζῶντες ἐκομίσθησαν ὀκτὼ ἀποδέοντες τριακόσιοι, οἱ δ’ ἄλλοι ἀπέθανον. καὶ Σπαρτιᾶται τούτων ἦσαν εἴκοσι καὶ ἑκατὸν τῶν ζώντων, Ἀθηναίων δὲ οὐ πολλοὶ διεφθάρησαν.’
Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) Page 402