[14] Τῆς δὲ Νικίου στρατηγίας μνησθείς, ὅτε ναῦς ἑξήκοντα καὶ δισχιλίους ‹ὁπλίτας› Ἀθηναίων ἐπαγόμενος ἐπὶ Πελοπόννησον ἔπλευσε, κατακλείσας δὲ Λακεδαιμονίους εἰς τὰ φρούρια, τοὺς ἐν Κυθήροις ‹καὶ τοὺς ἐν Θυρέᾳ› κατοικοῦντας Αἰγινήτας ἐξεπολιόρκησε καὶ τῆς ἄλλης Πελοποννήσου πολλὴν ἐδῄωσεν, ἐξ ἧς αἰχμαλώτων πλῆθος ἐπαγόμενος ἀπέπλευσεν εἰς τὰς Ἀθήνας, οὕτως εἴρηκεν ἐπιτροχάδην, περὶ μὲν τῶν ἐν Κυθήροις πραγμάτων· ‘καὶ μάχης γενομένης ὀλίγον μέν τινα χρόνον ὑπέστησαν οἱ Κυθήριοι· ἔπειτα τραπόμενοι κατέφυγον εἰς τὴν ἄνω πόλιν καὶ ὕστερον συνέβησαν πρὸς Νικίαν καὶ τοὺς ξυνάρχοντας, Ἀθηναίοις ἐπιτρέψαι περὶ σφῶν αὐτῶν πλὴν θανάτου.’ περὶ δὲ τῆς Αἰγινητῶν ἁλώσεως τῶν ἐν Θυρέᾳ· ‘ἐν τούτῳ δ’ οἱ Ἀθηναῖοι κατασχόντες καὶ χωρήσαντες εὐθὺς πάσῃ τῇ στρατιᾷ αἱροῦσι τὴν Θυρέαν, καὶ τήν τε πόλιν κατέκαυσαν καὶ τὰ ἐνόντα ἐξεπόρθησαν, τούς τε Αἰγινήτας, ὅσοι μὴ ἐν χερσὶ διεφθάρησαν, ἄγοντες ἀφίκοντο εἰς τὰς Ἀθήνας.’ γενομένων δὲ περὶ τὰς πόλεις ἀμφοτέρας εὐθὺς ἐν ἀρχῇ τοῦ πολέμου μεγάλων συμφορῶν, δι’ ἃς ἐπεθύμησαν ἀμφότεραι τῆς εἰρήνης, περὶ μὲν τῆς προτέρας, ὅτε Ἀθηναῖοι τετμημένης μὲν αὐτοῖς τῆς χώρας, οἰκοφθορημένης δὲ τῆς πόλεως ὑπὸ λοιμοῦ, πᾶσαν ἀπογνόντες βοήθειαν ἄλλην ἀπέστειλαν πρεσβείαν εἰς Σπάρτην εἰρήνης τυχεῖν δεόμενοι, οὔτε τοὺς ἀποσταλέντας ἄνδρας εἴρηκεν οὔτε τοὺς ῥηθέντας ἐκεῖ λόγους ὑπ’ αὐτῶν οὔτε τοὺς ἐναντιωθέντας, ὑφ’ ὧν πεισθέντες Λακεδαιμόνιοι τὰς διαλλαγὰς ἀπεψηφίσαντο· φαύλως δέ πως καὶ ῥᾳθύμως ὡς περὶ μικρῶν καὶ ἀδόξων πραγμάτων ταῦτα εἴρηκε· ‘μετὰ δὲ τὴν δευτέραν εἰσβολὴν τῶν Πελοποννησίων οἱ Ἀθηναῖοι, ὡς ἥ τε γῆ αὐτῶν ἐτέτμητο τὸ δεύτερον καὶ ἡ νόσος ἐπέκειτο ἅμα καὶ ὁ πόλεμος, ἠλλοίωντο τὰς γνώμας, καὶ τὸν Περικλέα ἐν αἰτίᾳ εἶχον ὡς πείσαντα σφᾶς πολεμεῖν καὶ δι’ ἐκεῖνον ταῖς ξυμφοραῖς περιπεπτωκότες· πρὸς δὲ τοὺς Λακεδαιμονίους ὥρμηντο συγχωρεῖν, καὶ πρέσβεις τινὰς πέμψαντες πρὸς αὐτοὺς ἄπρακτοι ἐγένοντο.’ περὶ δὲ τῆς ὑστέρας, ὅτε Λακεδαιμόνιοι τοὺς περὶ Πύλον ἁλόντας τριακοσίους κομίσασθαι προθέμενοι πρεσβείαν ἀπέστειλαν εἰς τὰς Ἀθήνας, καὶ τοὺς λόγους εἴρηκε τοὺς ὑπὸ τοῦ Λακεδαιμονίου ῥηθέντας τότε καὶ τὰς αἰτίας ἐπελήλυθε, δι’ ἃς οὐκ ἐπετελέσθησαν αἱ σπονδαί.
[15] εἰ μὲν οὖν ἐπὶ τῆς Ἀθηναίων πρεσβείας ‹ἡ› τὰ κεφάλαια τῶν γινομένων περιειληφυῖα δήλωσις ἤρκει, λόγων δὲ καὶ παρακλήσεων, αἷς ἐχρήσαντο οἱ πρέσβεις, οὐδὲν ἔδει, μήτε πεισθέντων μήτε δεξαμένων τὰς σπονδὰς Λακεδαιμονίων, τί δή ποτε οὐ τὴν αὐτὴν προαίρεσιν ἐφύλαξε καὶ ἐπὶ τῶν ἐκ τῆς Σπάρτης ἀφικομένων εἰς τὰς Ἀθήνας; οὐδὲ γὰρ ἐκεῖνοι διαπραξάμενοι τὴν εἰρήνην ἀπῆλθον. εἰ δ’ ἀκριβῶς ἔδει ταῦτα εἰρῆσθαι, διὰ τί παρέλιπε ῥᾳθύμως ἐκεῖνα; οὐ γὰρ δή γε ἀσθενείᾳ δυνάμεως ἐξείργετο περὶ ἀμφοτέρων τοὺς ἐνόντας εὑρεῖν τε καὶ ἐξειπεῖν λόγους. εἰ δὲ δὴ κατὰ λογισμόν τινα τὴν ἑτέραν προείλετο πρεσβείαν ἐξεργάσασθαι, οὐκ ἔχω συμβαλεῖν, κατὰ τί τὴν Λακωνικὴν προέκρινε τῆς Ἀττικῆς μᾶλλον, τὴν ὑστέραν τοῖς χρόνοις ἀντὶ τῆς προτέρας καὶ τὴν ἀλλοτρίαν ἀντὶ τῆς ἰδίας καὶ τὴν ἐπ’ ἐλάττοσι κακοῖς γενομένην ἀντὶ τῆς ἐπὶ μείζοσι.
Πόλεών τε ἁλώσεις καὶ κατασκαφὰς καὶ ἀνδραποδισμοὺς καὶ ἄλλας τοιαύτας συμφορὰς πολλάκις ἀναγκασθεὶς γράφειν ποτὲ μὲν οὕτως ὠμὰ καὶ δεινὰ καὶ οἴκτων ἄξια φαίνεσθαι ποιεῖ τὰ πάθη, ὥστε μηδεμίαν ὑπερβολὴν μήτε ἱστοριογράφοις μήτε ποιηταῖς καταλιπεῖν· ποτὲ δὲ οὕτως ταπεινὰ καὶ μικρά, ὥστε μηδ’ εἰς αἴσθησιν δεινῶν τι πεσεῖν γνώρισμα τοῖς ἀναγινώσκουσι τὸν ἄνδρα. λέγων τε ἃ περὶ τῆς Πλαταιέων πόλεως εἴρηκε καὶ περὶ τῆς Μυτιληναίων καὶ περὶ τῆς Μηλίων, οὐδὲν δέομαι τὰς λέξεις ἐκείνας φέρειν, ἐν αἷς ἀπὸ τῆς ἄκρας δυνάμεως ἐξείργασται τὰς συμφορὰς αὐτῶν. ἐν αἷς δ’ ἐπιτρέχει καὶ μικρὰ ποιεῖ τὰ πάθη αὐτῇ κατὰ πολλοὺς τόπους τῆς ἱστορίας, τούτων μνησθήσομαι· ‘Περὶ δὲ τοὺς αὐτοὺς χρόνους τούτους Σκιωναίους Ἀθηναῖοι ἐκπολιορκήσαντες ἀπέκτειναν τοὺς ἡβῶντας, παῖδας δὲ καὶ γυναῖκας ἠνδραπόδισαν καὶ τὴν γῆν Πλαταιεῦσιν ἔδωκαν νέμεσθαι.’ ‘Καὶ Ἀθηναῖοι πάλιν ἐς Εὔβοιαν διαβάντες Περικλέους στρατηγοῦντος κατεστρέψαντο πᾶσαν· καὶ τὴν ἄλλην ὁμολογίᾳ κατέστησαν, Ἑστιαιεῖς δ’ ἐξοικίσαντες αὐτοὶ τὴν γῆν ἔσχον.’ ‘Ἀνέστησαν δὲ Αἰγινήτας τῷ αὐτῷ χρόνῳ τούτῳ ἐξ Αἰγίνης Ἀθηναῖοι αὐτούς τε καὶ γυναῖκας καὶ παῖδας, ἐπικαλέσαντες οὐχ ἥκιστα τοῦ πολέμου σφίσιν αἰτίους εἶναι· καὶ τὴν Αἴγιναν ἀσφαλέστερον ἐφαίνετο τῇ Πελοποννησίων ἐπικειμένην αὑτῶν πέμψαντες ἐποίκους ἔχειν.’
[16] Πολλὰ καὶ ἄλλα τις ἂν εὕροι δι’ ὅλης τῆς ἱστορίας ἢ τῆς ἄκρας ἐξεργασίας τετυχηκότα καὶ μήτε πρόσθεσιν δεχόμενα μήτ’ ἀφαίρεσιν, ἢ ῥᾳθύμως ἐπιτετροχασμένα καὶ οὐδὲ τὴν ἐλαχίστην ἔμφασιν ἔχοντα τῆς δεινότητος ἐκ
είνης, μάλιστα δ’ ἐν ταῖς δημηγορίαις καὶ ἐν τοῖς διαλόγοις καὶ ἐν ταῖς ἄλλαις ῥητορείαις. ὧν προνοούμενος ἔοικεν ἀτελῆ τὴν ἱστορίαν καταλιπεῖν, ὡς καὶ Κράτιππος ὁ συνακμάσας αὐτῷ καὶ τὰ παραλειφθέντα ὑπ’ αὐτοῦ συναγαγὼν γέγραφεν, οὐ μόνον ταῖς πράξεσιν αὐτὰς ἐμποδὼν γεγενῆσθαι λέγων, ἀλλὰ καὶ τοῖς ἀκούουσιν ὀχληρὰς εἶναι. τοῦτό γέ τοι συνέντα αὐτὸν ἐν τοῖς τελευταίοις τῆς ἱστορίας φησὶ μηδεμίαν τάξαι ῥητορείαν, πολλῶν μὲν κατὰ τὴν Ἰωνίαν γενομένων, πολλῶν δ’ ἐν ταῖς Ἀθήναις, ὅσα ‹διὰ› διαλόγων καὶ δημηγοριῶν ἐπράχθη. εἴ γέ τοι τὴν πρώτην καὶ τὴν ὀγδόην βύβλον ἀντιπαρεξετάζοι τις ἀλλήλαις, οὔτε τῆς αὐτῆς ἂν προαιρέσεως δόξειεν ἀμφοτέρας ὑπάρχειν οὔτε τῆς αὐτῆς δυνάμεως· ἣ μὲν γὰρ ὀλίγα πράγματα καὶ μικρὰ περιέχουσα πληθύει τῶν ῥητορειῶν, ἣ δὲ περὶ πολλὰς καὶ μεγάλας συνταχθεῖσα πράξεις δημηγορικῶν σπανίζει λόγων.
[17] Ἤδη δὲ ἔγωγε καὶ ἐν αὐταῖς ἔδοξα ταῖς ῥητορείαις τοῦτο συμβεβηκέναι τῷ ἀνδρὶ τὸ πάθος, ὥστε περὶ τὴν αὐτὴν ὑπόθεσιν καὶ ἐν τῷ αὐτῷ καιρῷ τιθέναι μὲν ἃς οὐκ ἔδει, παραλιπεῖν δὲ ἃς ἔδει λέγεσθαι. οἷόν τι καὶ περὶ τῆς Μυτιληναίων πόλεως ἐν τῇ τρίτῃ βύβλῳ πεποίηκε· μετὰ γὰρ τὴν ἅλωσιν αὐτῆς καὶ τὴν τῶν αἰχμαλώτων ἄφιξιν, οὓς ἀπέστειλεν ὁ στρατηγὸς Πάχης, διττῶν ἐκκλησιῶν γενομένων ἐν ταῖς Ἀθήναις τοὺς μὲν ἐν τῇ προτέρᾳ ῥηθέντας ὑπὸ τῶν δημαγωγῶν λόγους παρέλιπεν ὡς οὐκ ἀναγκαίους, ἐν ᾗ τούς τε αἰχμαλώτους ἀποκτεῖναι ὁ δῆμος ἐψηφίσατο καὶ τοὺς ἄλλους Μυτιληναίους ἡβηδόν, γυναῖκας δὲ καὶ παῖδας ἀνδραποδίσαι· τοὺς δ’ ἐν τῇ ὑστεραίᾳ πάλιν ὑπὸ τῶν αὐτῶν ῥηθέντας, ἐν ᾗ μετάνοιά τις ὑπεισῆλθε τοὺς πολλούς, περὶ τὴν αὐτὴν συνταχθέντας ὑπόθεσιν παρέλαβεν ὡς ἀναγκαίους.
[18] Ὁ δὲ δὴ περιβόητος ἐπιτάφιος, ὃν ἐν τῇ δευτέρᾳ βύβλῳ διελήλυθε, κατὰ τίνα δή ποτε λογισμὸν ἐν τούτῳ κεῖται τῷ τόπῳ μᾶλλον ἢ οὐκ ἐν ἑτέρῳ; εἴ τε γὰρ ἐν ταῖς μεγάλαις συμφοραῖς τῆς πόλεως, ἐν αἷς Ἀθηναίων πολλοὶ καὶ ἀγαθοὶ μαχόμενοι διεφθάρησαν, τοὺς εἰωθότας ὀλοφυρμοὺς ἐπ’ αὐτοῖς ἐχρῆν λέγεσθαι, εἴ τ’ ἐπὶ ταῖς μεγάλαις εὐπραγίαις, ἐξ ὧν δόξα τις ἐπιφανὴς ἢ δύναμις ἐγένετο τῇ πόλει, τιμᾶσθαι τοῖς ἐπιταφίοις ἐπαίνοις τοὺς ἀποθανόντας, ἐν ᾗ βούλεταί τις μᾶλλον βύβλῳ ἢ ἐν ταύτῃ τὸν ἐπιτάφιον ἥρμοττεν εἰρῆσθαι· ἐν ταύτῃ μὲν γὰρ οἱ κατὰ τὴν πρώτην τῶν Πελοποννησίων εἰσβολὴν πεσόντες Ἀθηναῖοι κομιδῇ τινες ἦσαν ὀλίγοι, καὶ οὐδ’ οὗτοι λαμπρόν τι πράξαντες ἔργον, ὡς αὐτὸς ὁ Θουκυδίδης γράφει· προειπὼν γὰρ περὶ τοῦ Περικλέους, ὅτι ‘τὴν πόλιν ἐφύλασσε καὶ δι’ ἡσυχίας μάλιστα ὅσον ἐδύνατο εἶχεν· ἱππέας μέντοι τινὰς ἐξέπεμπεν ἀεὶ τοῦ μὴ προδρόμους ἀπὸ τῆς στρατιᾶς ἐσπίπτοντας εἰς τοὺς ἀγροὺς τοὺς ἐγγὺς τῆς πόλεως κακουργεῖν’, καὶ ἱππομαχίαν φησὶ γενέσθαι βραχεῖαν ‘ἐν Φρυγίοις τῶν τε Ἀθηναίων τέλει ἑνὶ τῶν ἱππέων καὶ Θεσσαλοῖς μετ’ αὐτῶν πρὸς τοὺς Βοιωτῶν ἱππέας· ἐν ᾗ οὐκ ἔλαττον ἔσχον οἱ Θεσσαλοὶ καὶ Ἀθηναῖοι, μέχρι οὗ προσβοηθησάντων τοῖς Βοιωτοῖς τῶν ὁπλιτῶν τροπὴ ἐγένετο αὐτῶν, καὶ ἀπέθανον τῶν Θεσσαλῶν καὶ Ἀθηναίων οὐ πολλοί· ἀνείλοντο μέντοι αὐτοὺς αὐθημερὸν ἀσπόνδους· καὶ οἱ Πελοποννήσιοι τρόπαιον τῇ ὑστεραίᾳ ἔστησαν.’ ἐν δὲ τῇ τετάρτῃ βύβλῳ οἱ μετὰ Δημοσθένους περὶ Πύλον ἀγωνισάμενοι πρὸς Λακεδαιμονίων δύναμιν καὶ ἐκ γῆς καὶ ἐκ θαλάττης καὶ νικήσαντες ἐν ἀμφοτέραις ταῖς μάχαις, δι’ οὓς ἡ πόλις αὐχήματος ἐπληρώθη, πολλῷ πλείους τε καὶ κρείττους ἦσαν ἐκείνων. τί δή ποτε οὖν ἐπὶ μὲν τοῖς ὀλίγοις ἱππεῦσι καὶ οὐδεμίαν οὔτε δόξαν οὔτε δύναμιν τῇ πόλει κτησαμένοις τάς τε ταφὰς ἀνοίγει τὰς δημοσίας ὁ συγγραφεὺς καὶ τὸν ἐπιφανέστατον τῶν δημαγωγῶν Περικλέα τὴν ὑψηλὴν τραγῳδίαν ἐκείνην εἰσάγει διατιθέμενον· ἐπὶ δὲ τοῖς πλείοσι καὶ κρείττοσι, δι’ οὓς ὑπέπεσον Ἀθηναίοις οἱ τὸν πόλεμον ἐξενέγκαντες κατ’ αὐτῶν, ἐπιτηδειοτέροις οὖσι ταύτης τῆς τιμῆς τυγχάνειν οὐκ ἐποίησε τὸν ἐπιτάφιον; ἵνα δὲ πάσας ἀφῶ τὰς ἄλλας μάχας τάς τε κατὰ γῆν καὶ κατὰ θάλατταν, ἐν αἷς πολλοὶ διεφθάρησαν, οὓς πολὺ δικαιότερον ἦν κοσμεῖσθαι τοῖς ἐπιταφίοις ἐπαίνοις ἢ τοὺς περιπόλους τῆς Ἀττικῆς, ἱππεῖς δέκα ἢ πεντεκαίδεκα ὄντας, οἱ ἐν Σικελίᾳ μετὰ Νικίου καὶ Δημοσθένους ἀποθανόντες Ἀθηναίων καὶ τῶν συμμάχων ἔν τε ταῖς ναυμαχίαις ἔν τε τοῖς κατὰ γῆν ἀγῶσι καὶ τὸ τελευταῖον ἐν τῇ δυστήνῳ φυγῇ τετρακισμυρίων οὐκ ἐλάττους ὄντες καὶ οὐδὲ ταφῆς δυνηθέντες τυχεῖν τῆς νομίμου πόσῳ μᾶλλον ἦσαν ἐπιτηδειότεροι τυγχάνειν οἴκτων τε καὶ κόσμων ἐπιταφίων; ὃ δ’ οὕτως ἠμέληκε τῶν ἀνδρῶν, ὥστε μηδὲ τοῦτο αὐτὸ εἰπεῖν, ὅτι πένθος δημοσίᾳ προὔθετο ἡ πόλις καὶ τοὺς εἰωθότας ἐναγισμοὺς τοῖς ἐπὶ ξένης ἀποθανοῦσιν ἐπετέλεσεν καὶ τὸν ἐροῦντα ἐπ’ αὐτοῖς ἀπέδειξεν, ὃς τῶν τότε ῥητόρων λέγειν ἦν ἱκανώτατος. οὐ γὰρ δὴ εἰκὸς ἦν Ἀθηναίους ἐπὶ μὲν τοῖς πεντεκ
αίδεκα ἱππεῦσιν δημοσίᾳ πενθεῖν, ‹τοὺς δ’ ἐν Σικελίᾳ πεσόντας, ἐν οἷς› , τῶν δ’ ἐκ καταλόγου πλείους οἱ διαφθαρέντες ἢ πεντακισχίλιοι, μηδεμιᾶς ἀξιῶσαι τιμῆς. ἀλλ’ ἔοικεν ὁ συγγραφεὺς (εἰρήσεται γὰρ ἃ φρονῶ) τῷ Περικλέους προσώπῳ βουλόμενος ἀποχρήσασθαι καὶ τὸν ἐπιτάφιον ἔπαινον ὡς ὑπ’ ἐκείνου ῥηθέντα συνθεῖναι, ἐπειδὴ κατὰ τὸ δεύτερον ἔτος ἐτελεύτησεν ἁνὴρ τοῦδε τοῦ πολέμου καὶ οὐδεμιᾷ τῶν μετὰ ταῦτα γενομένων τῇ πόλει συμφορῶν παρεγένετο, εἰς ἐκεῖνο τὸ μικρὸν καὶ οὐκ ἄξιον σπουδῆς ἔργον τὸν ὑπὲρ τὴν ἀξίαν τοῦ πράγματος ἔπαινον ἀποθέσθαι.
Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) Page 403