Book Read Free

Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79)

Page 407

by Dionysius of Halicarnassus


  [33] Οὗτος ὁ χαρακτὴρ τῆς ἀσαφοῦς καὶ πεπλεγμένης λέξεως, ἐν ᾗ πλείων ἔνεστι τῆς θέλξεως ἡ σκοτίζουσα τὴν διάνοιαν ὄχλησις, ἕως ἑκατὸν ἐκμηκύνεται στίχων. θήσω δὲ καὶ τὰ ἑξῆς οὐδεμίαν ἔτι λέξιν ἐμαυτοῦ προστιθείς· ‘πάντων δ’ αὐτῶν αἴτιον ἀρχὴ ἡ διὰ πλεονεξίαν καὶ φιλοτιμίαν, ἐκ δ’ αὐτῶν καὶ ἐς τὸ φιλονεικεῖν καθισταμένων τὸ πρόθυμον. οἱ γὰρ ἐν ταῖς πόλεσι προστάντες, μετὰ ὀνόματος ἑκάτεροι εὐπρεποῦς, πλήθους τε ἰσονομίας πολιτικῆς καὶ ἀριστοκρατίας σώφρονος προτιμήσει, τὰ μὲν κοινὰ λόγῳ θεραπεύοντες ἆθλα ἐποιοῦντο· παντὶ δὲ τρόπῳ ἀγωνιζόμενοι ἀλλήλων περιγενέσθαι ἐτόλμησάν τε τὰ δεινότατα, ἐπεξῄεσάν τε τὰς τιμωρίας ἔτι μείζους, οὐ μέχρι τοῦ δικαίου καὶ τῇ πόλει ξυμφόρου προστιθέντες, ἐς δὲ τὸ ἑκατέροις που αἰεὶ ἡδονὴν ἔχον ὁρίζοντες· καὶ ἢ μετὰ ψήφου ἀδίκου καταγνώσεως ἢ χειρὶ κτώμενοι τὸ κρατεῖν ἕτοιμοι ἦσαν τὴν αὐτίκα φιλονεικίαν ἐκπιμπλάναι. ὥστ’ εὐσεβείᾳ μὲν οὐδέτεροι ἐνόμιζον, εὐπρεπείᾳ δὲ λόγου, οἷς ξυμβαίη ἐπιφθόνως τι διαπράξασθαι, ἄμεινον ἤκουον· τὰ δὲ μέσα τῶν πολιτῶν ὑπ’ ἀμφοτέρων, ἢ ὅτι οὐκ ἐξηγωνίζοντο ἢ ὅτι φθόνῳ τοῦ περιεῖναι, διεφθείροντο. οὕτω πᾶσα ἰδέα κατέστη κακοτροπίας διὰ τὰς στάσεις τῷ Ἑλληνικῷ· καὶ τὸ εὔηθες, οὗ τὸ γενναῖον πλεῖστον μετέχει, καταγελασθὲν ἠφανίσθη· τὸ δὲ ἀντιτετάχθαι ἀλλήλοις τῇ γνώμῃ ἀπίστως ἐπὶ πολὺ διήνεγκεν. οὐ γὰρ ἦν ὁ διαλύσων οὔτε λόγος ἐχυρὸς οὔτε ὅρκος φοβερός. κρείττους δὲ ὄντες πάντες λογισμῷ ἐς τὸ ἀνέλπιστον τοῦ βεβαίου μὴ παθεῖν μᾶλλον προεσκόπουν ἢ πιστεῦσαι ἐδύναντο. καὶ οἱ φαυλότεροι γνώμην ὡς τὰ πλείω περιεγίγνοντο. τῷ γὰρ δεδιέναι τό τε αὑτῶν ἐνδεὲς καὶ τὸ τῶν ἐναντίων ξυνετόν, μὴ λόγοις τε ἥττους ὦσι καὶ ἐκ τοῦ πολυτρόπου αὐτῶν τῆς γνώμης φθάσωσι προεπιβουλευόμενοι, τολμηρῶς πρὸς τὰ ἔργα ἐχώρουν· οἱ δὲ καταφρονοῦντες κἂν προαισθέσθαι, καὶ ἔργῳ οὐδὲν σφᾶς δεῖν λαμβάνειν, ἃ γνώμῃ ἔξεστιν, ἄφρακτοι μᾶλλον διεφθείροντο.’ Ἐκ πολλῶν ἔτι δυνάμενος παραδειγμάτων ποιῆσαι φανερόν, ὅτι κρείττων ἐστὶν ἐν τοῖς διηγήμασιν, ὅταν ἐν τῷ συνήθει καὶ κοινῷ τῆς διαλέκτου χαρακτῆρι μένῃ, χείρων δέ, ὅταν ἐκτρέψῃ τὴν διάλεκτον ἐκ τῆς συνήθους ἐπὶ τὰ ξένα ὀνόματα καὶ βεβιασμένα σχήματα, ὧν ἔνια σολοικισμῶν παρέχεται δόξαν, ἀρκεσθήσομαι τούτοις, ἵνα μὴ περαιτέρω τοῦ δέοντος ἡ γραφή μοι προβῇ.

  [34] Ἐπεὶ δὲ καὶ περὶ τῶν δημηγοριῶν αὐτοῦ τὰ δοκοῦντά μοι φανερὰ ποιήσειν ὑπεσχόμην, ἐν αἷς οἴονταί τινες τὴν ἄκραν τοῦ συγγραφέως εἶναι δύναμιν, διελόμενος καὶ ταύτην διχῇ τὴν θεωρίαν εἴς τε τὸ πραγματικὸν μέρος καὶ εἰς τὸ λεκτικὸν χωρὶς ὑπὲρ ἑκατέρου ποιήσομαι τὸν λόγον, ἀρξάμενος ἀπὸ τοῦ πραγματικοῦ. ἐν ᾧ πρώτην μὲν ἔχει μοῖραν ἡ τῶν ἐνθυμημάτων τε καὶ νοημάτων εὕρεσις, δευτέραν δὲ ἡ τῶν εὑρεθέντων χρῆσις· ἐκείνη μὲν ‹ἐν› τῇ φύσει μᾶλλον ἔχουσα τὴν ἰσχύν, αὕτη δὲ ἐν τῇ τέχνῃ. τούτων ἣ μὲν πλέον ἔχουσα τοῦ τεχνικοῦ τὸ φυσικὸν καὶ διδαχῆς ἐλάττονος δεομένη θαυμαστή τίς ἐστι παρὰ τῷ συγγραφεῖ· φέρει γὰρ ὥσπερ ἐκ πηγῆς πλουσίας ἄπειρόν τι χρῆμα νοημάτων τε καὶ ἐνθυμημάτων περιττῶν καὶ ξένων καὶ παραδόξων. ἣ δὲ πλεῖον ἔχουσα τὸ τεχνικὸν καὶ λαμπροτέραν ποιοῦσα φαίνεσθαι τὴν ἑτέραν ἐνδεεστέρα τοῦ δέοντος ἐπὶ πολλῶν. ὅσοι μὲν οὖν ἐκτεθαυμάκασιν αὐτὸν ὑπὲρ τὸ μέτριον, ὡς μηδὲν τῶν θεοφορήτων διαφέρειν, διὰ τὸ πλῆθος ἐοίκασι τῶν ἐνθυμημάτων τοῦτ’ ἐσχηκέναι τὸ πάθος. οὓς ἐὰν διδάσκῃ τις ἐφ’ ἑκάστῳ πράγματι παρατιθεὶς τὸν λόγον, ὅτι ταυτὶ μὲν οὐκ ἦν ἐπιτήδεια ἐν τούτῳ τῷ καιρῷ καὶ ὑπὸ τούτων τῶν προσώπων λέγεσθαι, ταυτὶ δ’ οὐκ ἐπὶ τούτοις τοῖς πράγμασιν οὐδὲ μέχρι τούτου, δυσχεραίνουσιν, ὅμοιόν τι πάσχοντες τοῖς κεκρατημένοις ὑφ’ οἵας δή τινος ὄψεως ἔρωτι μὴ πολὺ ἀπέχοντι μανίας. ἐκεῖνοί τε γὰρ πάσας τὰς ἀρετάς, ὁπόσαι γίνονται περὶ μορφὰς εὐπρεπεῖς, ταῖς καταδεδουλωμέναις αὑτοὺς προσεῖναι νομίζουσι, καὶ τοὺς ἐξονειδίζειν ἐπιχειροῦντας, εἴ τι περὶ αὐτὰς ὑπάρχει σίνος, ὡς βασκάνους καὶ συκοφάντας προβέβληνται· οὗτοί τε ὑπὸ τῆς μιᾶς ταύτης ἀρετῆς κεκαρωμένοι τὴν διάνοιαν ἅπαντα καὶ τὰ μὴ προσόντα τῷ συγγραφεῖ μαρτυροῦσιν· ἃ γὰρ ἕκαστος εἶναι βούλεται περὶ τὸ φιλούμενόν τε καὶ θαυμαζόμενον ὑφ’ ἑαυτοῦ, ταῦτα οἴεται. ὅσοι δ’ ἀδέκαστον τὴν διάνοιαν φυλάσσουσι καὶ τὴν ἐξέτασιν τῶν λόγων ἐπὶ τοὺς ὀρθοὺς κανόνας ἀναφέρουσιν, εἴ τε φυσικῆς τινος κρίσεως μετειληφότες εἴ τε καὶ διὰ διδαχῆς ἰσχυρὰ τὰ κριτήρια κατασκευάσαντες, οὔτε ἅπαντα ἐπαινοῦσιν ἐπ’ ἴσης οὔτε πρὸς ἅπαντα δυσχεραίνουσιν, ἀλλὰ τοῖς μὲν κατορθώμασι τὴν προσήκουσαν μαρτυρίαν ἀπονέμουσιν, εἰ δέ τι διημάρτηται μέρος ἐν [35] αὐτοῖς, οὐκ ἐπαινοῦσιν. ὁ γοῦν ἐπὶ πάντων ἐγὼ τῶν ἐμαυτοῦ θεωρημάτων κανόνας ὑποτιθέμενος οὔτε πρότερον ὤκνησα τὰ δοκοῦντά μοι φέρειν ἐς μέσον οὔτε νῦν ἀποτρέψομαι. διδοὺς δὴ τὸ πρῶτον, ὥσπερ κα
ὶ κατ’ ἀρχὰς ἔφην, τὸ περὶ τὴν εὕρεσιν τοῦ συγγραφέως εὔστοχον, καὶ εἴ τις ἄλλως προὑπείληφεν εἴ τε διὰ φιλονεικίαν εἴ τε δι’ ἀναισθησίαν, ἁμαρτάνειν αὐτὸν οἰόμενος, θάτερον οὐκέτι δίδωμι, τὸ περὶ τὰς οἰκονομίας αὐτοῦ τεχνικόν, πλὴν ἐπ’ ὀλίγων πάνυ δημηγοριῶν. ὁρῶ δὲ καὶ ‹τὰ› περὶ τὴν λέξιν ἐλαττώματα, περὶ ὧν ἤδη προείρηκα, πλεῖστα καὶ μέγιστα ταύταις συμβεβηκότα ταῖς ἰδέαις· καὶ γὰρ αἱ γλωττηματικαὶ καὶ ξέναι καὶ πεποιημέναι λέξεις ἐν ταύταις μάλιστα ἐπιπολάζουσι, καὶ τὰ πολύπλοκα καὶ ἀγκύλα καὶ βεβιασμένα σχήματα πλεῖστα περὶ ταύτας ἐστίν. εἰ δὲ τὰ εἰκότα ἔγνωκα, σύ τε κρινεῖς καὶ τῶν ἄλλων ἕκαστος ἐπὶ τὴν ἐξέτασιν ἀγόμενος τῶν ἔργων. ἔσται δὲ κατὰ ταὐτὰ ἡ παράθεσις αὐτῶν, ἀντιπαρεξεταζομένων τοῖς ἄριστά μοι δοκοῦσιν ἔχειν τῶν οὔτε κατὰ τὰς οἰκονομίας κατορθουμένων οὔτε κατὰ τὴν φράσιν ἀνεγκλήτων.

  [36] Ἐν μὲν οὖν τῇ δευτέρᾳ βύβλῳ ‹τὴν› ἐπὶ Πλαταιὰς Λακεδαιμονίων τε καὶ τῶν συμμάχων ἔλασιν ἀρξάμενος γράφειν ὑποτίθεται, τοῦ βασιλέως τῶν Λακεδαιμονίων Ἀρχιδάμου μέλλοντος δῃώσειν τὴν γῆν, πρέσβεις παρὰ τῶν Πλαταιέων ἀφιγμένους πρὸς αὐτόν, καὶ λόγους ἀποδίδωσιν, οἵους εἰκὸς ἦν ὑπὸ ἀμφοτέρων εἰρῆσθαι, τοῖς ‹τε› προσώποις πρέποντας καὶ τοῖς πράγμασιν οἰκείους καὶ μήτ’ ἐλλείποντας τοῦ μετρίου μήτε ὑπεραίροντας, λέξει τε κεκόσμηκεν αὐτοὺς καθαρᾷ καὶ σαφεῖ καὶ συντόμῳ καὶ τὰς ἄλλας ἀρετὰς ἐχούσῃ· τήν τε ἁρμονίαν οὕτως ἔναυλον ἀποδέδωκεν ἅμα τοῖς ἡδίστοις παρεξετάζεσθαι· ‘Τοῦ δ’ ἐπιγιγνομένου θέρους οἱ Πελοποννήσιοι καὶ οἱ ξύμμαχοι ἐς μὲν τὴν Ἀττικὴν οὐκ ἐσέβαλον, ἐστράτευσαν δ’ ἐπὶ Πλάταιαν· ἡγεῖτο δ’ Ἀρχίδαμος ὁ Ζευξιδάμου Λακεδαιμονίων βασιλεύς· καὶ καθίσας τὸν στρατὸν ἔμελλε δῃώσειν τὴν γῆν. οἱ δὲ Πλαταιεῖς εὐθὺς πρέσβεις πέμψαντες πρὸς αὐτὸν ἔλεγον τοιάδε· Ἀρχίδαμε καὶ Λακεδαιμόνιοι, οὐ δίκαια ποιεῖτε οὐδὲ ἄξια οὔθ’ ὑμῶν οὔτε πατέρων ὧν ἐστε, ἐς γῆν τὴν Πλαταιέων στρατεύοντες. Παυσανίας γὰρ ὁ Κλεομβρότου Λακεδαιμόνιος ἐλευθερώσας τὴν Ἑλλάδα ἀπὸ τῶν Μήδων μετὰ Ἑλλήνων τῶν ἐθελησάντων συνάρασθαι τοῦ κινδύνου καὶ τῆς μάχης, ἣ παρ’ ἡμῖν ἐγένετο, θύσας ἐν τῇ Πλαταιέων ἀγορᾷ ἱερὰ Διὶ ἐλευθερίῳ καὶ ξυγκαλέσας πάντας τοὺς συμμάχους, ἀπεδίδου Πλαταιεῦσι γῆν καὶ πόλιν τὴν σφετέραν ἔχοντας αὐτονόμους οἰκεῖν, στρατεῦσαί τε μηδένα ποτὲ ἀδίκως ἐπ’ αὐτοὺς μηδ’ ἐπὶ δουλείᾳ· εἰ δὲ μή, ἀμύνειν τοὺς παρόντας ξυμμάχους κατὰ δύναμιν. τάδε μὲν ἡμῖν πατέρες οἱ ὑμέτεροι ἔδοσαν ἀρετῆς ἕνεκα καὶ προθυμίας τῆς ἐν ἐκείνοις τοῖς κινδύνοις γενομένης. ὑμεῖς δὲ τἀναντία ἐκείνοις δρᾶτε· μετὰ γὰρ Θηβαίων τῶν ἡμῖν ἐχθίστων ἐπὶ δουλείᾳ τῇ ἡμετέρᾳ ἥκετε. μάρτυρας δὲ θεοὺς τούς τε ὁρκίους τότε γενομένους ποιούμενοι καὶ τοὺς ὑμετέρους πατρῴους καὶ ἡμετέρους ἐγχωρίους λέγομεν ὑμῖν, γῆν τὴν Πλαταιίδα μὴ ἀδικεῖν μηδὲ παραβαίνειν τοὺς ὅρκους, ἐᾶν δὲ οἰκεῖν αὐτονόμους, ὥσπερ Παυσανίας ἐδικαίωσε.’ τοιαῦτα τῶν Πλαταιέων λεγόντων Ἀρχίδαμος ἀποκρίνεται τοιάδε· ‘Δίκαια λέγετε, ὦ ἄνδρες Πλαταιεῖς, ἢν ποιῆτε ὅμοια τοῖς λόγοις. καθάπερ γὰρ Παυσανίας ὑμῖν παρέδωκεν, αὐτοί τε αὐτονομεῖσθε καὶ τοὺς ἄλλους ξυνελευθεροῦτε, ὅσοι μετασχόντες τῶν τότε κινδύνων ὑμῖν τε ξυνώμοσαν καὶ εἰσὶ νῦν ὑπ’ Ἀθηναίοις· παρασκευή τε τοσήδε καὶ πόλεμος γεγένηται αὐτῶν ἕνεκα καὶ τῶν ἄλλων ἐλευθερώσεως. ἧς μάλιστα μὲν μετασχόντες καὶ αὐτοὶ ἐμμείνατε τοῖς ὅρκοις. εἰ δὲ μή, ἅπερ καὶ πρότερον ἤδη προὐκαλεσάμεθα, ἡσυχίαν ἄγετε νεμόμενοι τὰ ὑμέτερα αὐτῶν· καὶ ἔστε μηδὲ μεθ’ ἑτέρων, δέχεσθε δ’ ἀμφοτέρους φίλους, ἐπὶ πολέμῳ δὲ μηδετέρους. καὶ τάδε ἡμῖν ἀρκέσει.’ ὁ μὲν Ἀρχίδαμος τοσαῦτα εἶπεν. οἱ δὲ Πλαταιῶν πρέσβεις ἀκούσαντες ταῦτα εἰσῆλθον εἰς τὴν πόλιν· καὶ τῷ πλήθει τὰ ῥηθέντα κοινώσαντες ἀπεκρίναντο αὐτῷ, ὅτι ἀδύνατα εἴη σφίσι ποιεῖν, ἃ προκαλεῖται, ἄνευ Ἀθηναίων· παῖδες γὰρ σφῶν καὶ γυναῖκες παρ’ ἐκείνοις εἴησαν. δεδιέναι δὲ καὶ περὶ πάσῃ τῇ πόλει, μὴ ‘κείνων ἀποχωρησάντων Ἀθηναῖοι ἐλθόντες σφίσιν οὐκ ἐπιτρέπωσιν ἢ Θηβαῖοι ὡς ἔνορκοι ὄντες κατὰ τὸ ἀμφοτέρους δέχεσθαι αὖθις σφῶν τὴν πόλιν πειράσωσι καταλαβεῖν. ὃ δὲ θαρσύνων αὐτοὺς πρὸς ταῦτα ἔφη· ‘Ὑμεῖς δὲ πόλιν μὲν καὶ οἰκίας ἡμῖν παράδοτε τοῖς Λακεδαιμονίοις, καὶ γῆς ὅρους ἀποδείξατε, καὶ δένδρα τὰ ὑμέτερα καὶ εἴ τι ἄλλο δυνατὸν εἰς ἀριθμὸν ἐλθεῖν· αὐτοὶ δὲ μεταχωρήσατε ὅποι βούλεσθε, ἕως ἂν ὁ πόλεμος ᾖ· ἐπειδὰν δὲ παρέλθῃ, ἀποδώσομεν ὑμῖν, ἃ ἂν παραλάβωμεν· μέχρι δὲ τοῦδε ἕξομεν ὑμῖν παρακαταθήκην ἐργαζόμενοι καὶ ἀποφορὰν φέροντες, ἣ ἂν ὑμῖν ἱκανὴ μέλλῃ ἔσεσθαι.’ οἳ δὲ ἀκούσαντες αὖθις εἰσῆλθον εἰς τὴν πόλιν, καὶ βουλευσάμενοι μετὰ τοῦ πλήθους ἔλεξαν, ὅτι βούλονται Ἀθηναίοις κοινῶσαι πρῶτον ἃ προκαλεῖται, καὶ ἢν πείθωσιν αὐτούς, ποιεῖν ταῦτα. μέχρι δὲ τούτου σπείσασθαι σφίσιν ἐκέλευον καὶ
τὴν γῆν μὴ δῃοῦν. ὃ δ’ ἡμέρας τε ἐσπείσατο, ἐν αἷς εἰκὸς ἦν κομισθῆναι, καὶ τὴν γῆν οὐκ ἔτεμνεν. ἐλθόντες δὲ οἱ Πλαταιεῖς πρέσβεις ὡς τοὺς Ἀθηναίους καὶ βουλευσάμενοι μετ’ αὐτῶν πάλιν ἦλθον ἀγγέλλοντες τοῖς ἐν τῇ πόλει τοιάδε· ‘Οὔτ’ ἐν τῷ πρὸ τοῦ χρόνῳ, ἄνδρες Πλαταιεῖς, ἀφ’ οὗ ξύμμαχοι ἐγενόμεθα, Ἀθηναῖοι φασὶν ἐν οὐδενὶ ὑμᾶς προέσθαι ἀδικουμένους οὔτε νῦν περιόψεσθαι, βοηθήσειν δὲ κατὰ δύναμιν· ἐπισκήπτουσίν τε ὑμῖν πρὸς τῶν ὅρκων, οὓς οἱ πατέρες ὤμοσαν, μηδὲν νεωτερίζειν περὶ τὴν συμμαχίαν.’ τοιαῦτα τῶν πρέσβεων ἀπαγγειλάντων οἱ Πλαταιεῖς ἐβουλεύσαντο Ἀθηναίους μὴ προδιδόναι, ἀλλ’ ἀνασχέσθαι καὶ γῆν τεμνομένην, εἰ δέοι, ὁρῶντας καὶ ἄλλο πάσχοντας, ὅ τι ἂν ξυμβαίνῃ· ἐξελθεῖν τε μηδένα ἔτι, ἀλλ’ ἀπὸ τοῦ τείχους ἀποκρίνασθαι, ὅτι ἀδύνατά ἐστι σφίσι ποιεῖν ἃ Λακεδαιμόνιοι προκαλοῦνται. ὡς δ’ ἀπεκρίναντο, ἐντεῦθεν δὴ πρῶτον μὲν ἐς ἐπιμαρτυρίαν καὶ θεῶν καὶ ἡρώων τῶν ἐγχωρίων Ἀρχίδαμος ὁ βασιλεὺς κατέστη λέγων ὧδε· ‘Θεοὶ ὅσοι γῆν τὴν Πλαταιίδα ἔχετε, καὶ ἥρωες, ξυνίστορες ἔστε, ὅτι οὔτε τὴν ἀρχὴν ἀδίκως, ἐκλιπόντων δὲ τῶνδε προτέρων τὸ ξυνώμοτον ἐπὶ γῆν τήνδε ἤλθομεν, ἐν ᾗ οἱ πατέρες ἡμῶν εὐξάμενοι ὑμῖν Μήδων ἐκράτησαν καὶ παρέσχετε αὐτὴν εὐμενῆ ἐναγωνίσασθαι τοῖς Ἕλλησιν, οὔτε νῦν ἤν τι ποιῶμεν, ἀδικήσομεν· προκαλεσάμενοι γὰρ πολλὰ καὶ εἰκότα οὐ τυγχάνομεν. ξυγγνώμονες δὲ ἔστε τῆς μὲν ἀδικίας κολάζεσθαι τοῖς ὑπάρχουσι προτέροις, τῆς δὲ τιμωρίας τυγχάνειν τοῖς ἐπιφέρουσι νομίμως.’ τοσαῦτα ἐπιθειάσας καθίστη εἰς πόλεμον τὸν στρατόν.’

 

‹ Prev