Book Read Free

Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79)

Page 409

by Dionysius of Halicarnassus


  [41] Πολλὰς δυνάμενος ἔτι διανοίας παρασχέσθαι τὸ συνετὸν ἐχούσας πονηρόν, ἵνα μὴ πλείων ὁ λόγος γένοιτό μοι τοῦ μετρίου, τὴν τελευταίαν ἔτι προσθήκην παραλήψομαι μόνην, ἣν ἀπαλλαττόμενος ἐκ τοῦ συλλόγου ὁ Ἀθηναῖος εἴρηκεν· ‘ἀλλ’ ὑμῶν τὰ μὲν ἰσχυρὰ ὄντα ἐλπιζόμενα μέλλεται, τὰ δὲ παρόντα βραχέα πρὸς τὰ ἤδη ἀντιτεταγμένα περιγενέσθαι. πολλήν γε ἀλογίαν’ φησί ‘τῆς διανοίας παρέχετε, εἰ μὴ μεταστησάμενοι ἡμᾶς ἄλλό τι τῶνδε σωφρονέστερον γνώσεσθε.’ οἷς ἐπιτίθησιν ‘οὐ γὰρ δὴ ἐπί γε τὴν ἐν τοῖς αἰσχροῖς καὶ προὔπτοις κινδύνοις πλεῖστα διαφθείρουσαν ἀνθρώπους αἰσχύνην τρέψεσθε. πολλοῖς γὰρ προορωμένοις ἔτι ἐς οἷα φέρονται τὸ αἰσχρὸν καλούμενον ὀνόματος ἐπαγωγοῦ δυνάμεις ἐπεσπάσατο ἡσσηθεῖσι τοῦ ῥήματος ἔργῳ συμφοραῖς ἀνηκέστοις ὁρῶντας περιπεσεῖν.’

     Τούτων τῶν λόγων ὅτι μὲν οὔτε αὐτὸς μετέσχεν ὁ συγγραφεὺς τῷ συλλόγῳ τότε παρατυχὼν οὔτε τῶν διαθεμένων αὐτοὺς Ἀθηναίων ἢ Μηλίων ἤκουσεν, ἐξ ὧν αὐτὸς ἐν τῇ πρὸ ταύτης βύβλῳ περὶ αὑτοῦ γράφει, μαθεῖν ῥᾴδιον, ὅτι μετὰ τὴν ἐν Ἀμφιπόλει στρατηγίαν ἐξελαθεὶς τῆς πατρίδος πάντα τὸν λοιπὸν τοῦ πολέμου χρόνον ἐν Θρᾴκῃ διέτριψε. λείπεται δὴ σκοπεῖν, εἰ τοῖς τε πράγμασι προσήκοντα καὶ τοῖς συνεληλυθόσιν εἰς τὸν σύλλογον προσώποις ἁρμόττοντα πέπλακε ‹τὸν› διάλογον ‘ἐχόμενος ὡς ἔγγιστα τῆς συμπάσης γνώμης τῶν ἀληθῶς λεχθέντων’, ὡς αὐτὸς ἐν τῷ προοιμίῳ τῆς ἱστορίας προείρηκεν. ἆρ’ οὖν ὥσπερ τοῖς Μηλίοις οἰκεῖοι καὶ προσήκοντες ἦσαν οἱ περὶ τῆς ἐλευθερίας λόγοι παρακαλοῦντες τοὺς Ἀθηναίους μὴ καταδουλοῦσθαι πόλιν Ἑλληνίδα μηδὲν ἁμαρτάνουσαν εἰς αὐτούς, οὕτως καὶ τοῖς Ἀθηναίων στρατηγοῖς πρέποντες ἦσαν οἱ περὶ τῶν δικαίων μήτ’ ἐξετάζειν ἐῶντες μήτε λέγειν, ἀλλὰ τὸν τῆς βίας καὶ πλεονεξίας νόμον εἰσάγοντες καὶ ταῦτ’ εἶναι δίκαια τοῖς ἀσθενέσιν ἀποφαίνοντες, ὅσα τοῖς ἰσχυροτέροις δοκεῖ; ἐγὼ μὲν γὰρ οὐκ οἴομαι τοῖς ἐκ τῆς εὐνομωτάτης πόλεως ἐπὶ τὰς ἔξω πόλεις ἀποστελλομένοις ἡγεμόσι ταῦτα προσήκειν λέγεσθαι, οὐδ’ ἂν ἀξιώσαιμι τοὺς μὲν μικροπολίτας καὶ μηδὲν ἔργον ἐπιφανὲς ἀποδειξαμένους Μηλίους πλέονα τοῦ καλοῦ ποιεῖσθαι πρόνοιαν ἢ τοῦ ἀσφαλοῦς καὶ πάντα ἑτοίμους εἶναι τὰ δεινὰ ὑποφέρειν, ἵνα μηδὲν ἄσχημον ἀναγκασθῶσι πράττειν, τοὺς δὲ προελομένους τήν τε χώραν καὶ τὴν πόλιν ἐκλιπεῖν κατὰ τὸν Περσικὸν πόλεμον Ἀθηναίους, ἵνα μηδὲν αἰσχρὸν ὑπομείνωσιν ἐπίταγμα, τῶν ταὐτὰ προαιρουμένων ὡς ἀνοήτων κατηγορεῖν. οἴομαι δ’, ὅτι κἂν εἴ τινες ἄλλοι παρόντων Ἀθηναίων ταῦτα ἐπεχείρουν λέγειν, ἐπαχθῶς ἤνεγκαν ἂν οἱ τὸν κοινὸν βίον ἐξημερώσαντες. ἐγὼ μὲν δὴ διὰ ταύτας τὰς αἰτίας οὐκ ἐπαινῶ τὸν διάλογον τοῦτον ἀντιπαρεξετάζων τὸν ἕτερον. ἐν ἐκείνῳ μὲν γὰρ Ἀρχίδαμος ὁ Λακεδαιμόνιος δίκαιά τε προκαλεῖται τοὺς Πλαταιεῖς καὶ λέξει κέχρηται καθαρᾷ καὶ σαφεῖ καὶ οὐδὲν ἐχούσῃ σχῆμα βεβασανισμένον οὐδὲ ἀνακόλουθον· ἐν τούτῳ δὲ οἱ φρονιμώτατοι τῶν Ἑλλήνων αἴσχιστα μὲν ἐνθυμήματα φέρουσιν, ἀηδεστάτῃ δ’ αὐτὰ περιλαμβάνουσι λέξει· εἰ μὴ ἄρα μνησικακῶν ὁ συγγραφεὺς τῇ πόλει διὰ τὴν καταδίκην ταῦτα τὰ ὀνείδη κατεσκέδασεν αὐτῆς, ἐξ ὧν ἅπαντες μισήσειν αὐτὴν ἔμελλον. ἃ γὰρ οἱ προεστηκότες τῶν πόλεων καὶ τηλικαύτας ἐξουσίας πιστευόμενοι φρονεῖν τε καὶ λέγειν ‹ἐοίκασιν› πρὸς τὰς πόλεις ὑπὲρ τῆς αὑτῶν πατρίδος, ταῦτα κοινὰ ὑπολαμβάνουσιν ἅπαντες εἶναι τῆς ἀποστελλούσης πόλεως αὐτούς. καὶ περὶ μὲν τῶν διαλόγων ἅλις.

  [42] Τῶν δὲ δημηγορικῶν λόγων τεθαύμακα μὲν τὸν ἐν τῇ πρώτῃ βύβλῳ ῥηθέντα ἐν Ἀθήναις ὑπὸ Περικλέους περὶ τοῦ μὴ εἴκειν Λακεδαιμονίοις, τὸν ἔχοντα τήνδε τὴν ἀρχήν· ‘Τῆς μὲν γνώμης, ὦ ἄνδρες Ἀθηναῖοι, ἀεὶ τῆς αὐτῆς ἔχομαι, μὴ εἴκειν Πελοποννησίοις’ ὡς καὶ τοῖς ἐνθυμήμασιν ἡρμηνευμένον δαιμονίως καὶ οὔτε κατὰ τὴν σύνθεσιν τῶν μορίων οὔτε κατὰ τὴν ἐξαλλαγὴν τῶν σχηματισμῶν τῶν ἀνακολούθων καὶ βεβιασμένων ἐνοχλοῦντα τὰς ἀκοάς, πάσας δὲ περιειληφότα τὰς ἀρετάς, ὁπόσαι γίγνονται περὶ δημηγορικοὺς ‹λόγους›· καὶ τοὺς ὑπὸ Νικίου τοῦ στρατηγοῦ ῥηθέντας ἐν Ἀθήναις ὑπὲρ τῆς εἰς Σικελίαν στρατείας· τήν τε πεμφθεῖσαν ὑπὸ αὐτοῦ τοῖς Ἀθηναίοις ἐπιστολήν, ἐν ᾗ χρῄζει συμμαχίας ἄλλης καὶ διαδόχου, κάμνων τὸ σῶμα ὑπὸ νόσου· καὶ τὴν παράκλησιν τῶν στρατιωτῶν, ἣν ἐποιήσατο πρὸ τῆς τελευταίας ναυμαχίας· καὶ τὸν παραμυθητικὸν λόγον, ὅτε πεζῇ τὴν στρατιὰν ἔμελλεν ἀπάγειν, ἀπολωλεκὼς τὰς τριήρεις ἁπάσας· καὶ εἴ τινές εἰσιν ἄλλαι τοιαῦται δημηγορίαι καθαραὶ καὶ σαφεῖς καὶ εἰς τοὺς ἀληθινοὺς ἀγῶνας ἐπιτήδειοι. ὑπὲρ ἁπάσας δὲ τὰς ἐν ταῖς ἑπτὰ βύβλοις φερομένας τὴν Πλαταιέων ἀπολογίαν τεθαύμακα παρ’ οὐδὲν οὕτως ἕτερον ὡς τὸ μὴ βεβασανίσθαι μηδὲ κατεπιτετηδεῦσθαι, ἀληθεῖ δέ τινι καὶ φυσικῷ κεκοσμῆσθαι χρώματι. τά τε γὰρ ἐνθυμήματα πάθους ἐστὶ μεστὰ καὶ ἡ λέξις οὐκ ἀποσ�
�ρέφουσα τὰς ἀκοάς· ἥ τε γὰρ σύνθεσις εὐεπὴς καὶ τὰ σχήματα τῶν πραγμάτων ἴδια. ταῦτα δὴ τὰ Θουκυδίδου ζηλωτὰ ἔργα, καὶ ἀπὸ τούτων τὰ μιμήματα τοῖς ἱστοριογραφοῦσιν ὑποτίθεμαι λαμβάνειν.

  [43] Τὴν δ’ ἐν τῇ δευτέρᾳ βύβλῳ Περικλέους ἀπολογίαν, ἣν ὑπὲρ αὑτοῦ διετίθετο τραχυνομένων Ἀθηναίων, ὅτι τὸν πόλεμον ἔπεισεν αὐτοὺς ἀναλαβεῖν, οὐχ ὅλην ἐπαινῶ· οὐδὲ τὰς περὶ τῆς Μυτιληναίων πόλεως δημηγορίας, ἃς διέθεντο Κλέων καὶ Διόδοτος, ‹τὰς› ἐν τῇ τρίτῃ βύβλῳ· οὐδὲ τὴν Ἑρμοκράτους τοῦ Συρακοσίου πρὸς Καμαριναίους· οὐδὲ τὴν Εὐφήμου τοῦ πρεσβευτοῦ τῶν Ἀθηναίων τὴν ἐναντίαν ταύτης, οὐδὲ τὰς ὁμοίας ταύταις· οὐ γὰρ ἀνάγκη πάσας ἐξαριθμεῖσθαι τὰς εἰς τὸν αὐτὸν κατεσκευασμένας τῆς διαλέκτου χαρακτῆρα. ἵνα δὲ μὴ δόξῃ τις φάσεις ἀναποδείκτους με λέγειν, πολλὰς παρασχέσθαι πίστεις δυνάμενος δυσὶν ἀρκεσθήσομαι δημηγορίαις, ἵνα μὴ μακρὸς ὁ λόγος γένηται, τῇ Περικλέους ἀπολογίᾳ καὶ τῇ Ἑρμοκράτους πρὸς Καμαριναίους κατηγορίᾳ κατὰ τῆς Ἀθηναίων πόλεως.

  [44] Ὁ μὲν οὖν Περικλῆς ταῦτα λέγει· ‘Καὶ προσδεχομένῳ μοι τὰ τῆς ὀργῆς ὑμῶν εἰς ἐμὲ γεγένηται (αἰσθάνομαι γὰρ τὰς αἰτίας), καὶ ἐκκλησίαν τούτου ἕνεκα ξυνήγαγον, ὅπως ὑπομνήσω καὶ μέμψωμαι, εἴ τι μὴ ὀρθῶς ἢ ἐμοὶ χαλεπαίνετε ἢ ταῖς ξυμφοραῖς εἴκετε.’ ταῦτα Θουκυδίδῃ μὲν γράφοντι περὶ τοῦ ἀνδρὸς ἐν ἱστορικῷ σχήματι προσήκοντα ἦν, Περικλεῖ δὲ ἀπολογουμένῳ πρὸς ἠρεθισμένον ὄχλον οὐκ ἦν ἐπιτήδεια εἰρῆσθαι, καὶ ταῦτα ἐν ἀρχαῖς τῆς ἀπολογίας, πρὶν ἑτέροις τισὶν ἀπομειλίξασθαι λόγοις τὰς ὀργὰς τῶν εἰκότως ἐπὶ ταῖς συμφοραῖς ἀχθομένων, τετμημένης μὲν ὑπὸ Λακεδαιμονίων τῆς κρατίστης γῆς, πολλοῦ δὲ κατὰ τὸν λοιμὸν ἀπολωλότος ὄχλου, τὴν δ’ αἰτίαν τῶν κακῶν τούτων τοῦ πολέμου παρεσχηκότος, ὃν ὑπ’ ἐκείνου πεισθέντες ἀνεδέξαντο. σχῆμά τε οὐ τοῦτο τῇ διανοίᾳ πρεπωδέστατον ἦν, τὸ ἐπιτιμητικόν, ἀλλὰ τὸ παραιτητικόν· οὐ γὰρ ἐρεθίζειν προσήκει τὰς τῶν ὄχλων ὀργὰς τοὺς δημηγοροῦντας ἀλλὰ πραΰνειν. τούτοις ἐπιτίθησι διάνοιαν ἀληθῆ μὲν καὶ δεινῶς ἀπηγγελμένην, οὐ μέντοι γε τῷ παρόντι καιρῷ χρησίμην· ‘ἐγὼ γὰρ ἡγοῦμαι’ φησί ‘πόλιν πλείω ξύμπασαν ὀρθουμένην ὠφελεῖν τοὺς ἰδιώτας ἢ καθ’ ἕκαστον τῶν πολιτῶν εὐπραγοῦσαν, ἀθρόαν δὲ σφαλλομένην. καλῶς μὲν γὰρ φερόμενος ἀνὴρ τὸ καθ’ ἑαυτὸν διαφθειρομένης τῆς πατρίδος οὐδὲν ἧσσον ξυναπόλλυται, κακοτυχῶν δὲ ἐν εὐτυχούσῃ πολλῷ μᾶλλον διασῴζεται.’ εἰ μὲν γὰρ ἰδίᾳ τινὲς ἐβλάπτοντο τῶν πολιτῶν, εὐτύχει δὲ τὸ κοινόν, καλῶς ταῦτ’ ἔλεγεν· ἐπεὶ δ’ ἐν ταῖς ἐσχάταις συμφοραῖς ἦσαν ἅπαντες, οὐκέτι καλῶς. οὐδὲ γὰρ ἡ περὶ τοῦ μέλλοντος ἐλπίς, ὅτι ταῦτα πρὸς ἀγαθοῦ τῇ πόλει γενήσεται τὰ δεινά, βέβαιον εἶχέν τι· ἀφανὲς γὰρ ἀνθρώπῳ τὸ μέλλον καὶ πρὸς τὰ παρόντα τὰς περὶ τῶν [45] ἐσομένων γνώμας αἱ τύχαι τρέπουσι. Τούτοις ἐπιτίθησιν ἔτι φορτικωτέραν διάνοιαν καὶ ἥκιστα τῷ παρόντι καιρῷ πρέπουσαν· ‘καίτοι ἐμοὶ τοιούτῳ ἀνδρὶ ὀργίζεσθε, ὃς οὐδενὸς οἴομαι ἥσσων εἶναι γνῶναί τε τὰ δέοντα καὶ ἑρμηνεῦσαι ταῦτα, φιλόπολίς τε καὶ χρημάτων κρείσσων.’ θαυμαστὸν γάρ, εἰ Περικλῆς ὁ μέγιστος τῶν τότε ῥητόρων ἠγνόει τοῦτο, ὃ μηδεὶς ἂν τῶν ἐχόντων μέτριον νοῦν ἠγνόησεν, ὅτι πανταχῇ μὲν οἱ μὴ τεταμιευμένως ἐπαινοῦντες τὰς ἑαυτῶν ἀρετὰς ἐπαχθεῖς τοῖς ἀκούουσι φαίνονται, μάλιστα δ’ ἐν τοῖς πρὸς τὰ δικαστήρια καὶ τὰς ἐκκλησίας ἀγῶσιν, ἐν οἷς γε δὴ μὴ περὶ τιμῶν αὐτοῖς ἐστιν ἀλλὰ περὶ τιμωριῶν ὁ κίνδυνος· τότε γὰρ οὐκ ἐπαχθεῖς μόνον εἰσὶν ἑτέροις, ἀλλὰ καὶ δυστυχεῖς ἑαυτοῖς ἐκκαλούμενοι τὸν παρὰ τῶν πολλῶν φθόνον· ὅταν δὲ τοὺς αὐτούς τις ἔχῃ δικαστάς τε καὶ κατηγόρους, μυρίων αὐτῷ δεῖ δακρύων τε καὶ οἴκτων εἰς αὐτὸ τοῦτο πρῶτον τὸ μετ’ εὐνοίας ἀκουσθῆναι. ὁ δὲ δημαγωγὸς οὐκ ἀρκεῖται τούτοις ἀλλ’ ἐπεξεργάζεταί τε τούτοις καὶ μεταφράζει τὰ ῥηθέντα· ‘ὅ τε γὰρ γνούς’ φησί ‘καὶ μὴ σαφῶς διδάξας ἐν ἴσῳ καὶ εἰ μὴ ἐνεθυμήθη, ὅ τ’ ἔχων ἀμφότερα, τῇ δὲ πόλει δύσνους οὐκ ἂν ὁμοίως τι οἰκείως φράζοι· προσόντος δὲ καὶ τοῦδε, χρήμασι δὲ νικωμένου, τὰ ξύμπαντα τούτου ἑνὸς ἂν πωλοῖτο.’ οὐκ οἶδ’ ὅς τις ἂν ὁμολογήσειεν, ὥσπερ ἀληθῆ ταῦτα ἦν, οὕτως καὶ προσήκοντα εἶναι ὑπὸ Περικλέους ἐν Ἀθηναίοις ἠρεθισμένοις πρὸς αὐτοὺς λέγεσθαι. ἦν δέ γε οὐχ ἡ τῶν κρατίστων ἐνθυμημάτων τε καὶ νοημάτων εὕρεσις αὐτὴ καθ’ ἑαυτὴν ἀξία σπουδῆς, εἰ μὴ καὶ τοῖς πράγμασιν εἴη προσήκοντα καὶ τοῖς προσώποις καὶ τοῖς καιροῖς καὶ τοῖς ἄλλοις ἅπασιν· ἀλλ’ ὥσπερ καὶ κατ’ ἀρχὰς ἔφην, τὴν ἑαυτοῦ γνώμην ἀποδεικνύμενος ὁ συγγραφεύς, ἣν εἶχε περὶ τῆς Περικλέους ἀρετῆς, παρὰ τόπον ἔοικεν εἰρηκέναι ταῦτα. ἐχρῆν δέ γε αὐτὸν μὲν ὅ τι βούλεται περὶ τοῦ ἀνδρὸς ἀποφαίνεσθαι, τῷ δὲ κινδυνεύοντι τοὺς ταπεινοὺς καὶ παραιτητικοὺς τῆς ὀργῆς ἀποδοῦναι λόγους· τοῦτο γὰρ ἦν πρέπον τῷ μιμεῖσθαι βουλομένῳ συγγραφεῖ τὴν ἀλήθει�
�ν.

  [46] Ὀχληρὰ δὲ κἀκεῖνα τὰ μειρακιώδη καλλωπίσματα τῆς λέξεως καὶ τὰ πολύπλοκα τῶν ἐνθυμημάτων σχήματα· ‘ἰέναι δὲ τοῖς ἐχθροῖς ὁμόσε καὶ ἀμύνεσθαι μὴ φρονήματι μόνον, ἀλλὰ καὶ καταφρονήματι. φρόνημα μὲν γὰρ καὶ ὑπὸ ἀμαθίας εὐτυχοῦς καὶ δειλῷ τινι ἐγγίγνεται· καταφρόνησις δέ, ὃς ἂν καὶ γνώμῃ πιστεύῃ τῶν ἐναντίων προέχειν· ὃ ἡμῖν ὑπάρχει. καὶ τὴν τόλμαν ἀπὸ τῆς ὁμοίας τύχης ἡ σύνεσις ἐκ τοῦ ὑπέρφρονος ὀχυρωτέραν παρέχεται· ἐλπίδι τε ἧσσον πιστεύει, ἧς ἐν τῷ ἀπόρῳ ἡ ἰσχύς· γνώμῃ δὲ ἀπὸ τῶν ὑπαρχόντων, ἧς βεβαιοτέρα ἡ πρόνοια.’ τά τε γὰρ ‘φρονήματα’ ψυχρότερά ἐστι καὶ τῆς Γοργίου προαιρέσεως μᾶλλον οἰκειότερα, ἥ τε τῶν ὀνομάτων ἐξήγησις ἀμφότερον σοφιστικὴ καὶ ἀπειρόκαλος· ἥ τε τόλμα ἣν ‘ἀπὸ τῆς ὁμοίας τύχης ἡ σύνεσις ἐκ τοῦ ὑπέρφρονος ὀχυρωτέραν παρέχεται’ τῶν Ἡρακλειτείων σκοτεινῶν ἀσαφεστέραν ἔχει τὴν δήλωσιν, ἥ τε τῆς ἐλπίδος ‘ἐν τῷ ἀπόρῳ ἰσχύς’ καὶ ἡ τῆς γνώμης ‘ἀπὸ τῶν ὑπαρχόντων βεβαιοτέρα πρόνοια’ ποιητικώτερον περιπέφρασται· βούλεται γὰρ λέγειν, ὅτι δεῖ τῇ γνώμῃ πιστεύειν μᾶλλον, ἣν ἐκ τῶν παρόντων λαμβάνομεν, [47] ἢ ταῖς ἐλπίσιν, ὧν ἐν τῷ μέλλοντι ἐστὶν ἡ ἰσχύς. ἤδη δ’ ἔγωγε κἀκεῖνο ἐνεθυμήθην, ὅτι παραμυθούμενος τὴν ὀργὴν τὴν κατειληφυῖαν αὐτοὺς ἐπὶ ταῖς παρούσαις συμφοραῖς, ὧν αἱ πλείους παράλογοί τε συνέβησαν αὐτοῖς καὶ ἀπροσδόκητοι, καὶ παρακαλῶν τὰς συμφορὰς γενναίως ὑφίστασθαι μὴ ἀφανίζοντας τὴν τῆς πόλεως ἀξίωσιν, ἀπαλγήσαντας δὲ τὰ ἴδια τοῦ κοινοῦ τῆς σωτηρίας ἀντιλαμβάνεσθαι, καὶ μετὰ τοῦτο διεξελθών, ὅτι τὴν κατὰ θάλατταν ἀρχὴν βεβαίως ἔχοντες οὔτε ὑπὸ βασιλέως οὔτε ὑπὸ Λακεδαιμονίων οὔτε ὑπ’ ἄλλου ἀνθρώπων ἔθνους οὐδενὸς καταλυθήσονται (ὧν ἡ πίστις οὐχ ἡ παροῦσα ἦν ἀλλ’ ἡ μέλλουσα, οὐδ’ ἐν τῇ προνοίᾳ τὸ βέβαιον ἔχουσα ἀλλ’ ἐν ταῖς ἐλπίσιν), ἔπειτα τούτων ἐπιλαθόμενος ἀξιοῖ μὴ πιστεύειν τῇ ἐλπίδι, ἧς ἐν τῷ ἀπόρῳ ἡ ἰσχύς. ἐναντία γὰρ δὴ ταῦτα ἀλλήλοις, εἴ γε δὴ τὸ μὲν λυποῦν τὴν αἴσθησιν εἶχεν ἤδη παροῦσαν, τῆς δ’ ὠφελείας ἡ δήλωσις ἔτι ἀπῆν.

 

‹ Prev