Book Read Free

Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79)

Page 417

by Dionysius of Halicarnassus


     Ἀλλὰ γὰρ ὅτι μὲν οὐχ ὁ ῥήτωρ παρὰ τοῦ φιλοσόφου τὰς τέχνας παρέλαβεν αἷς τοὺς θαυμαστοὺς ἐκείνους κατεσκεύασε λόγους, ἀλλὰ τοὐναντίον τὰ Δημοσθένους καὶ τὰ τῶν ἄλλων ῥητόρων ἔργα παραθέμενος Ἀριστοτέλης ταύτας ἔγραψε τὰς τέχνας, ἱκανῶς ἀποδεδεῖχθαι νομίζω.

  Ad Ammaeum I; De Thucydidis idiomatibus

  ΔΙΟΝΥΣΙΟΥ ΑΛΙΚΑΡΝΑΣΕΩΣ ΠΕΡΙ ΤΩΝ ΘΟΥΚΥΔΙΔΟΥ ΙΔΙΩΜΑΤΩΝ ΔΙΟΝΥΣΙΟΣ ΑΜΜΑΙΩΙ ΤΩΙ ΦΙΛΤΑΤΩΙ ΧΑΙΡΕΙΝ

  [1] Ἐγὼ μὲν ὑπελάμβανον ἀρκούντως δεδηλωκέναι τὸν Θουκυδίδου χαρακτῆρα, τὰ μέγιστα καὶ κυριώτατα τῶν ὑπαρχόντων περὶ αὐτὸν ἰδιωμάτων ἐπεξελθών, ἐν οἷς γε δὴ μάλιστα διαφέρειν ἔδοξέν μοι τῶν πρὸ αὐτοῦ ῥητόρων τε καὶ συγγραφέων, πρότερον μὲν ἐν τοῖς περὶ τῶν ἀρχαίων ῥητόρων πρὸς τὸ σὸν ὄνομα συνταχθεῖσιν ὑπομνηματισμοῖς, ὀλίγοις ‹δὲ› δὴ πρόσθεν χρόνοις ἐν τῇ περὶ αὐτοῦ τοῦ Θουκυδίδου κατασκευασθείσῃ γραφῇ προσειπὼν τὸν Αἴλιον Τουβέρωνα, ἐν ᾗ πάντα τὰ δεόμενα λόγου μετὰ τῶν οἰκείων ἀποδείξεων διεξελήλυθα κατὰ τὴν ἐμαυτοῦ δύναμιν· σοῦ δὲ ὑπολαμβάνοντος ἧττον ἠκριβῶσθαι τὰς γραφάς, ἐπειδὴ προεκθέμενος ἅπαντα τὰ συμβεβηκότα τῷ χαρακτῆρι τότε τὰς περὶ αὐτῶν πίστεις παρέχομαι, ἀκριβεστέραν δὲ τὴν δήλωσιν τῶν ἰδιωμάτων τοῦ χαρακτῆρος ἔσεσθαι νομίζοντος, εἰ παρὰ μίαν ἑκάστην τῶν προθέσεων τὰς λέξεις τοῦ συγγραφέως παρατιθείην, ὃ οἱ τὰς τέχνας καὶ τὰς εἰσαγωγὰς τῶν λόγων πραγματευόμενοι ποιοῦσιν, προελόμενος εἰς μηδὲν ἐλλείπειν καὶ τοῦτο πεποίηκα, τὸ διδασκαλικὸν σχῆμα λαβὼν ἀντὶ τοῦ ἀποδεικτικοῦ.

  [2] Ἵνα δὲ εὐπαρακολούθητος ὁ λόγος σοι γένηται, προθεὶς κατὰ λέξιν, ὅσα περὶ τοῦ συγγραφέως τυγχάνω προειρηκώς, ἐπιτροχάδην ἀναλήψομαι τῶν προθέσεων ἑκάστην καὶ τὰς ἀποδείξεις παρέξομαι, καθάπερ ἠξίους. ἕπεται δὲ τοῖς περὶ Ἡροδότου γραφεῖσιν τὰ μέλλοντα δηλοῦσθαι. τούτῳ γὰρ Θουκυδίδης τῷ ἀνδρὶ ἐπιβαλὼν καὶ τοῖς ἄλλοις ὧν πρότερον ἐμνήσθην, καὶ συνιδών, ἃς ἕκαστος αὐτῶν ἔσχεν ἀρετάς, ἴδιόν τι γένος χαρακτῆρος, οὔτε πεζὸν αὐτοτελῶς οὔτ’ ἔμμετρον ἀπηρτισμένως, κοινὸν δέ τι καὶ μικτὸν ἐξ ἀμφοῖν ἐργασάμενος εἰς τὴν ἱστορικὴν πραγματείαν ἐσπούδασεν εἰσαγαγεῖν· ἐπὶ μὲν τῆς ἐκλογῆς τῶν ὀνομάτων τὴν τροπικὴν καὶ γλωττηματικὴν καὶ ἀπηρχαιωμένην καὶ ξένην λέξιν παραλαμβάνων πολλάκις ἀντὶ τῆς κοινῆς καὶ συνήθους τοῖς καθ’ ἑαυτὸν ἀνθρώποις, ἐπὶ δὲ τῶν σχηματισμῶν, ἐν οἷς μάλιστα ἐβουλήθη διενεγκεῖν τῶν πρὸ αὑτοῦ, πλείστην εἰσενεγκάμενος πραγματείαν, τοτὲ μὲν λόγον ἐξ ὀνόματος ποιῶν, τοτὲ δὲ εἰς ὄνομα συνάγων τὸν λόγον· καὶ νῦν μὲν τὸ ῥηματικὸν ὀνοματικῶς ἐκφέρων, αὖθις δὲ τοὔνομα ῥῆμα ποιῶν· καὶ αὐτῶν γε τούτων ἀναστρέφων τὰς χρήσεις, ἵνα τὸ μὲν ὀνοματικὸν ‹προσηγορικὸν γένηται, τὸ δὲ προσηγορικὸν ὀνοματικῶς› λέγηται, καὶ τὰ μὲν παθητικὰ ῥήματα δραστήρια, τὰ δὲ δραστήρια παθητικά· πληθυντικῶν δὲ καὶ ἑνικῶν ἀλλάττων τὰς φύσεις καὶ ἀντικατηγορῶν ταῦτα ἀλλήλων, θηλυκά τ’ ἀρρενικοῖς καὶ ἀρρενικὰ θηλυκοῖς καὶ οὐδέτερα τούτων τισὶν συνάπτων, ἐξ ὧν ἡ κατὰ φύσιν ἀκολουθία πλανᾶται· τὰς δὲ ‹τῶν› ὀνοματικῶν ἢ μετοχικῶν πτώσεις τοτὲ μὲν πρὸς τὸ σημαινόμενον ἀπὸ τοῦ σημαίνοντος ἀποστρέφων, τοτὲ δὲ πρὸς τὸ ‹σημαῖνον ἀπὸ τοῦ› σημαινομένου· ἐν δὲ τοῖς συνδετικοῖς καὶ τοῖς προθετικοῖς μορίοις καὶ ἔτι μᾶλλον ἐν τοῖς διαρθροῦσι τὰς τῶν ὀνομάτων δυνάμεις ποιητοῦ τρόπον ἐνεξουσιάζων. πλεῖστα δ’ ἄν τις εὕροι παρ’ αὐτῷ τῶν σχημάτων, προσώπων τε ἀποστροφαῖς καὶ χρόνων ἐναλλαγαῖς καὶ τροπικῶν σημειώσεων μεταφοραῖς ἐξηλλαγμένα καὶ σολοικισμῶν λαμβάνοντα φαντασίας· ὁπόσα τε γίνεται πράγματα ἀντὶ σωμάτων ἢ σώματα ἀντὶ πραγμάτων, καὶ ἐφ’ ὧν ἐνθυμημάτων τε καὶ νοημάτων αἱ μεταξὺ παρεμπτώσεις πολλαὶ γινόμεναι διὰ μακροῦ τὴν ἀκολουθίαν κομίζονται, τά τε σκολιὰ καὶ πολύπλοκα καὶ δυσεξέλικτα καὶ τὰ ἄλλα τὰ συγγενῆ τούτοις. εὕροι δ’ ἄν τις οὐκ ὀλίγα καὶ τῶν θεατρικῶν σχημάτων κείμενα παρ’ αὐτῷ, τὰς παρισώσεις λέγω καὶ παρομοιώσεις καὶ παρονομασίας καὶ ἀντιθέσεις, ἐν αἷς ἐπλεόνασε Γοργίας ὁ Λεοντῖνος καὶ οἱ περὶ Πῶλον καὶ Λικύμνιον καὶ πολλοὶ ἄλλοι τῶν κατ’ αὐτὸν ἀκμασάντων. ἐκδηλότατα δὲ αὐτοῦ καὶ χαρακτηρικώτατά ἐστι τό τε πειρᾶσθαι δι’ ἐλαχίστων ὀνομάτων πλεῖστα σημαίνειν πράγματα καὶ πολλὰ συντιθέναι νοήματα εἰς ἓν καὶ ‹τὸ› ἔτι προσδεχόμενόν τι τὸν ἀκροατὴν ἀκούσεσθαι καταλιπεῖν, ὑφ’ ὧν ἀσαφὲς γίνεται τὸ βραχύ. ἵνα δὲ συνελὼν εἴπω, τέσσαρα μέν ἐστιν ὥσπερ ὄργανα τῆς Θουκυδίδου λέξεως, τὸ ποιητικὸν τῶν ὀνομάτων, τὸ πολυειδὲς τῶν σχημάτων, τὸ τραχὺ τῆς ἁρμονίας, τὸ τάχος τῆς σημασίας· χρώματα δὲ αὐτῆς τό τε στριφνὸν καὶ τὸ πικρὸν καὶ τὸ πυκνὸν καὶ τὸ αὐστηρὸν καὶ τὸ ἐμβριθὲς καὶ τὸ δεινὸν καὶ φοβερόν, ὑπὲρ ἅπαντα δὲ αὐτοῦ ταῦτα τὸ παθητικόν. τοιουτοσὶ μὲν δὴ τίς ἐστιν ὁ Θουκυδίδης κατὰ τὸν τῆς λέξεως χαρακτῆρα, ᾧ παρὰ τοὺς ἄλλους διήνεγκεν.


  [3] Γλωσσηματικὰ μὲν οὖν καὶ ἀπηρχαιωμένα καὶ δυσείκαστα τοῖς πολλοῖς ἐστι τό τε ἀκραιφνές καὶ ὁ ἐπιλογισμός καὶ ἡ περιωπή καὶ ἡ ἀνακωχή καὶ τὰ ὅμοια τούτοις. ποιητικὰ δὲ ἥ τε κωλύμη καὶ ἡ πρέσβευσις καὶ ἡ καταβοή καὶ ἡ ἀχθηδών καὶ ἡ δικαίωσις καὶ τὰ παραπλήσια.

     ἡ δ’ ἐν τοῖς σχηματισμοῖς καινότης τε καὶ πολυτροπία καὶ ἡ ἐξαλλαγὴ τῆς συνήθους χρήσεως, ἐν ᾗ μάλιστα διαφέρειν αὐτὸν ἡγούμεθα τῶν ἄλλων, ἐπὶ τούτων γίγνεται τῶν ἔργων φανερά· [4] ὅταν μὲν οὖν μίαν λέξιν εἴτε ὀνοματικὴν εἴτε ῥηματικὴν ἐν πλείοσιν ὀνόμασιν ἢ ῥήμασιν ἐκφέρῃ περιφράζων τὴν αὐτὴν νόησιν, τοιαύτην ποιεῖ τὴν λέξιν· ‘ἦν γὰρ ὁ Θεμιστοκλῆς βεβαιότατα δὴ φύσεως ἰσχὺν δηλώσας καὶ διαφερόντως τι ἐς αὐτὸ μᾶλλον ἑτέρου ἄξιος θαυμάσαι.’ καὶ μὴν ἐν τῷ ἐπιταφίῳ γέγραφεν· ‘οὐδ’ αὖ κατὰ πενίαν, ἔχων δέ τι ἀγαθὸν δρᾶσαι τὴν πόλιν, ἀξιώματος ἀφανείᾳ κεκώλυται’· καὶ γὰρ ἐν τούτοις τὸ σύντομον ποιεῖ τὸν λόγον τοιοῦτον, ὡς ἐπὶ τοῦ Λακεδαιμονίου Βρασίδα τέθηκεν, ὅτε μαχόμενος περὶ Πύλον ἀπὸ τῆς νεὼς τραυματίας γενόμενος ἐξέπεσεν· ‘πεσόντος δὲ αὐτοῦ’ φησίν ‘εἰς τὴν παρεξειρεσίαν ἡ ἀσπὶς περιερρύη.’ βούλεται γὰρ δηλοῦν· ‘πεσόντος δὲ αὐτοῦ ἔξω τῆς νεὼς ἐπὶ τὰ προέχοντα μέρη τῆς εἰρεσίας’ [εἰς θάλατταν].

  [5] Ἐν οἷς δὲ τὰ ῥηματικὰ μόρια τῆς λέξεως ὀνοματικῶς σχηματίζει, τοιαύτην ποιεῖ τὴν φράσιν· ἔστιν δὲ αὐτῷ πρὸς Ἀθηναίους ὁ Κορίνθιος ἐν τῇ πρώτῃ βύβλῳ τάδε λέγων· ‘δικαιώματα μὲν οὖν τάδε πρὸς ὑμᾶς ἔχομεν, παραίνεσιν δὲ καὶ ἀξίωσιν χάριτος τοιάνδε.’ τὸ γὰρ παραινεῖν καὶ ἀξιοῦν ῥήματα ὄντα ὀνοματικὰ γέγονεν παραίνεσις καὶ ἀξίωσις. ταύτης ἐστὶ τῆς ἰδέας ἥ τε οὐκ ἀποτείχισις τοῦ Πλημμυρίου ἡ ἐν τῇ ἑβδόμῃ βύβλῳ ‹καὶ ἡ ὀλόφυρσις ἣν ἐν τῇ πρώτῃ βύβλῳ› τέθηκεν ἐν δημηγορίᾳ. τὸ γὰρ ἀποτειχίσαι καὶ τὸ ὀλοφύρασθαι ῥηματικὰ ὄντα ὀνοματικῶς ἐσχημάτικεν ἀποτείχισιν καὶ ὀλόφυρσιν.

  [6] Ὅταν δὲ ἀντιστρέψας ἑκατέρου τούτων τὴν φύσιν τὰ ὀνόματα ποιῇ ῥήματα, τοῦτον τὸν τρόπον ἐκφέρει τὴν λέξιν, ὡς ἐν τῇ πρώτῃ βύβλῳ περὶ τῆς αἰτίας τοῦ πολέμου γράφει· ‘τὴν μὲν οὖν ἀληθεστάτην αἰτίαν, λόγῳ δὲ ἀφανεστάτην, τοὺς Ἀθηναίους οἴομαι μεγάλους γινομένους ἀναγκάσαι εἰς τὸ πολεμεῖν.’ βούλεται γὰρ δηλοῦν, ὅτι μεγάλοι γιγνόμενοι οἱ Ἀθηναῖοι ἀνάγκην παρέσχον τοῦ πολέμου· πεποίηκεν δὲ ἀντὶ τῆς ἀνάγκης καὶ τοῦ πολέμου ὀνοματικῶν ὄντων ῥηματικὰ τό τε ἀναγκάσαι καὶ τὸ πολεμεῖν.

  [7] Ὅταν δὲ τῶν ῥημάτων ἀλλάττῃ τὰ εἴδη τῶν παθητικῶν καὶ ποιητικῶν, οὕτω σχηματίζει τὸν λόγον· ‘οὔτε γὰρ ἐκεῖνο κωλύει ταῖς σπονδαῖς οὔτε τόδε·’ τὸ γὰρ κωλύει ῥῆμα ἐνεργητικὸν ὑπάρχον ἀντὶ τοῦ κωλύεται παθητικοῦ ὄντος παρείληπται· ἦν δὲ τὸ σημαινόμενον ὑπὸ τῆς λέξεως τοιοῦτο· ‘οὔτε γὰρ ἐκεῖνο κωλύεται ταῖς σπονδαῖς οὔτε τόδε.’ καὶ ἔτι τὰ ἐν τῷ προοιμίῳ λεγόμενα· ‘τῆς γὰρ ἐμπορίας οὐκ οὔσης, οὐδ’ ἐπιμιγνύντες ἀδεῶς ἀλλήλοις’· καὶ γὰρ ‹ἐν› τούτοις τὸ ἐπιμιγνύντες ἐνεργητικὸν ὑπάρχον ῥῆμα τοῦ ἐπιμιγνύμενοι παθητικοῦ ὄντος χώραν ἐπέχει.

  [8] Ὅταν δὲ ἀντὶ τοῦ ποιητικοῦ τὸ παθητικὸν παραλαμβάνῃ, τοῦτον σχηματίζει τὸν τρόπον· ‘ἡμῶν δὲ ὅσοι μὲν Ἀθηναίοις ἤδη ἐνηλλάγησαν’· βούλεται μὲν γὰρ δηλοῦν· ‘ἡμῶν δὲ ὅσοι μὲν Ἀθηναίοις συνήλλαξαν’, παρείληφεν δὲ τὸ ἐνηλλάγησαν παθητικὸν ὑπάρχον ἀντὶ ποιητικοῦ τοῦ συνήλλαξαν. καὶ τὸ ἐπιφερόμενον τούτῳ· ‘τοὺς δ’ ἐν τῇ μεσογείᾳ μᾶλλον κατῳκημένους’· ἀντὶ γὰρ τοῦ ποιητικοῦ ῥήματος τοῦ κατῳκηκότας τὸ παθητικὸν παρείληφεν τὸ κατῳκημένους.

  [9] Παρὰ δὲ τὰς τῶν ἑνικῶν τε καὶ πληθυντικῶν διαφοράς, ὅταν ἐναλλάττῃ τὴν ἑκατέρου τούτων τάξιν, ἑνικὰ μὲν ἀντὶ πληθυντικῶν οὕτως ἐκφέρει· ‘καὶ εἴ τῳ ἄρα παρέστηκεν τὸν μὲν Συρακόσιον, αὑτὸν δὲ οὐ πολέμιον εἶναι τῷ Ἀθηναίῳ·’ βούλεται μὲν γὰρ τοὺς Συρακοσίους λέγειν καὶ τοὺς Ἀθηναίους, πεποίηκεν δὲ τῶν ὀνομάτων ἑκάτερον ἑνικόν. καὶ ἐν οἷς φησιν· ‘καὶ τὸν πολέμιον δεινότερον ἕξομεν, μὴ ῥᾳδίας αὐτῷ πάλιν οὔσης τῆς ἀναχωρήσεως’· τοὺς γὰρ πολεμίους ἐσχημάτικεν ἑνικῶς, οὐχὶ πληθυντικῶς. Ἀντὶ δὲ τοῦ ἑνικοῦ τὸ πληθυντικὸν παραλαμβάνει τοῦτον τὸν τρόπον ἐξαλλάττων τὴν συνήθη φράσιν· κεῖται δὲ ἡ λέξις ‹ἐν› τῷ προοιμίῳ τοῦ ἐπιταφίου· ‘μέχρι γὰρ τοῦδε ἀνεκτοὶ οἱ ἔπαινοί εἰσιν περὶ ἑτέρων λεγόμενοι, ἐς ὅσον ἂν καὶ αὐτὸς ἕκαστος οἴηται ἱκανὸς εἶναι δρᾶσαί τι ὧν ἤκουσεν’· τὸ γὰρ ἕκαστος καὶ τὸ ἤκουσεν ἑνικά, τὰ δ’ ἐπιφερόμενα τούτοις πληθυντικῶς ἐξενήνεκται· ‘τῷ δὲ ὑπερβάλλοντι αὐτὸν φθονοῦντες ἤδη καὶ ἀπιστοῦσιν’ οὐ καθ’ ἑνὸς λέγεσθαι πεφύκασιν, ἀλλὰ κατὰ πολλῶν.

 

‹ Prev