Book Read Free

Complete Works of Pindar

Page 24

by Pindar


  Ἀρέθοισαν ἐπὶ κράναν παρ’ Αἰτναῖον ξένον,

  Δ΄ ὃς Συρακόσσαισι νέμει βασιλεύς,

  71 πραῢς ἀστοῖς, οὐ φθονέων ἀγαθοῖς, ξείνοις δὲ θαυμαστὸς πατήρ.

  τῷ μὲν διδύμας χάριτας

  εἰ κατέβαν ὑγίειαν ἄγων χρυσέαν κῶμόν τ’ ἀέθλων Πυθίων αἴγλαν στεφάνοις,

  τοὺς ἀριστεύων Φερένικος ἕλεν Κίρρᾳ ποτέ,

  75 ἀστέρος οὐρανίου φαμὶ τηλαυγέστερον κείνῳ φάος

  ἐξικόμαν κε βαθὺν πόντον περάσαις.

  ἀλλ’ ἐπεύξασθαι μὲν ἐγὼν ἐθέλω

  Ματρί, τὰν κοῦραι παρ’ ἐμὸν πρόθυρον σὺν Πανὶ μέλπονται θαμά

  σεμνὰν θεὸν ἐννύχιαι.

  80 εἰ δὲ λόγων συνέμεν κορυφάν, Ἱέρων, ὀρθὰν ἐπίστᾳ, μανθάνων οἶσθα προτέρων

  ἓν παρ’ ἐσλὸν πήματα σύνδυο δαίονται βροτοῖς

  ἀθάνατοι. τὰ μὲν ὦν οὐ δύνανται νήπιοι κόσμῳ φέρειν,

  ἀλλ’ ἀγαθοί, τὰ καλὰ τρέψαντες ἔξω.

  τὶν δὲ μοῖρ’ εὐδαιμονίας ἕπεται.

  85 λαγέταν γάρ τοι τύραννον δέρκεται,

  εἴ τιν’ ἀνθρώπων, ὁ μέγας πότμος. αἰὼν δ’ ἀσφαλής

  οὐκ ἔγεντ’ οὔτ’ Αἰακίδᾳ παρὰ Πηλεῖ

  οὔτε παρ’ ἀντιθέῳ Κάδμῳ· λέγονται μὰν βροτῶν

  ὄλβον ὑπέρτατον οἳ σχεῖν, οἵτε καὶ χρυσαμπύκων

  90 μελπομενᾶν ἐν ὄρει Μοισᾶν καὶ ἐν ἑπταπύλοις

  ἄϊον Θήβαις, ὁπόθ’ Ἁρμονίαν γᾶμεν βοῶπιν,

  ὁ δὲ Νηρέος εὐβούλου Θέτιν παῖδα κλυτάν,

  Ε΄ καὶ θεοὶ δαίσαντο παρ’ ἀμφοτέροις,

  καὶ Κρόνου παῖδας βασιλῆας ἴδον χρυσέαις ἐν ἕδραις, ἕδνα τε

  95 δέξαντο· Διὸς δὲ χάριν

  ἐκ προτέρων μεταμειψάμενοι καμάτων ἔστασαν ὀρθὰν καρδίαν. ἐν δ’ αὖτε χρόνῳ

  τὸν μὲν ὀξείαισι θύγατρες ἐρήμωσαν πάθαις

  εὐφροσύνας μέρος αἱ τρεῖς· ἀτὰρ λευκωλένῳ γε Ζεὺς πατήρ

  ἤλυθεν ἐς λέχος ἱμερτὸν Θυώνᾳ.

  100 τοῦ δὲ παῖς, ὅνπερ μόνον ἀθανάτα

  τίκτεν ἐν Φθίᾳ Θέτις, ἐν πολέμῳ τόξοις ἀπὸ ψυχὰν λιπών

  ὦρσεν πυρὶ καιόμενος

  ἐκ Δαναῶν γόον. εἰ δὲ νόῳ τις ἔχει θνατῶν ἀλαθείας ὁδόν, χρὴ πρὸς μακάρων

  τυγχάνοντ’ εὖ πασχέμεν. ἄλλοτε δ’ ἀλλοῖαι πνοαί

  105 ὑψιπετᾶν ἀνέμων. ὄλβος [δ’] οὐκ ἐς μακρὸν ἀνδρῶν ἔρχεται

  σάος, πολὺς εὖτ’ ἂν ἐπιβρίσαις ἕπηται.

  σμικρὸς ἐν σμικροῖς, μέγας ἐν μεγάλοις

  ἔσσομαι, τὸν δ’ ἀμφέποντ’ αἰεὶ φρασίν

  δαίμον’ ἀσκήσω κατ’ ἐμὰν θεραπεύων μαχανάν.

  110 εἰ δέ μοι πλοῦτον θεὸς ἁβρὸν ὀρέξαι,

  ἐλπίδ’ ἔχω κλέος εὑρέσθαι κεν ὑψηλὸν πρόσω.

  Νέστορα καὶ Λύκιον Σαρπηδόν’, ἀνθρώπων φάτις,

  ἐξ ἐπέων κελαδεννῶν, τέκτονες οἷα σοφοί

  ἅρμοσαν, γινώσκομεν· ἁ δ’ ἀρετὰ κλειναῖς ἀοιδαῖς

  115 χρονία τελέθει· παύροις δὲ πράξασθ’ εὐμαρές.

  IV. ΑΡΚΕΣΙΛΑΩΙ ΚΥΡΗΝΑΙΩΙ ΑΡΜΑΤΙ

  Α΄ Σάμερον μὲν χρή σε παρ’ ἀνδρὶ φίλῳ

  στᾶμεν, εὐίππου βασιλῆϊ Κυράνας, ὄφρα κωμάζοντι σὺν Ἀρκεσίλᾳ,

  Μοῖσα, Λατοίδαισιν ὀφειλόμενον Πυθῶνί τ’ αὔξῃς οὖρον ὕμνων,

  ἔνθα ποτὲ χρυσέων Διὸς αἰετῶν πάρεδρος

  5 οὐκ ἀποδάμου Ἀπόλλωνος τυχόντος ἱέρεα

  χρῆσεν οἰκιστῆρα Βάττον καρποφόρου Λιβύας, ἱεράν

  νᾶσον ὡς ἤδη λιπὼν κτίσσειεν εὐάρματον

  πόλιν ἐν ἀργεννόεντι μαστῷ,

  καὶ τὸ Μηδείας ἔπος ἀγκομίσαι

  10 ἑβδόμᾳ καὶ σὺν δεκάτᾳ γενεᾷ Θήραιον, Αἰήτα τό ποτε ζαμενής

  παῖς ἀπέπνευσ’ ἀθανάτου στόματος, δέσποινα Κόλχων. εἶπε δ’ οὕτως

  ἡμιθέοισιν Ἰάσονος αἰχματᾶο ναύταις·

  ‘Κέκλυτε, παῖδες ὑπερθύμων τε φωτῶν καὶ θεῶν·

  φαμὶ γὰρ τᾶσδ’ ἐξ ἁλιπλάκτου ποτὲ γᾶς Ἐπάφοιο κόραν

  15 ἀστέων ῥίζαν φυτεύσεσθαι μελησιμβρότων

  Διὸς ἐν Ἄμμωνος θεμέθλοις.

  ἀντὶ δελφίνων δ’ ἐλαχυπτερύγων ἵππους ἀμείψαντες θοάς,

  ἁνία τ’ ἀντ’ ἐρετμῶν δίφρους τε νωμάσοισιν ἀελλόποδας.

  κεῖνος ὄρνις ἐκτελευτάσει μεγαλᾶν πολίων

  20 ματρόπολιν Θήραν γενέσθαι, τόν ποτε Τριτωνίδος ἐν προχοαῖς

  λίμνας θεῷ ἀνέρι εἰδομένῳ γαῖαν διδόντι

  ξείνια πρῴραθεν Εὔφαμος καταβαίς

  δέξατ’ αἰσίαν δ’ ἐπί οἱ Κρονίων Ζεὺς πατὴρ ἔκλαγξε βροντάν ,

  Β΄ ἁνίκ’ ἄγκυραν ποτὶ χαλκόγενυν

  25 ναῒ κριμνάντων ἐπέτοσσε, θοᾶς Ἀργοῦς χαλινόν· δώδεκα δὲ πρότερον

  ἁμέρας ἐξ Ὠκεανοῦ φέρομεν νώτων ὕπερ γαίας ἐρήμων

  ἐννάλιον δόρυ, μήδεσιν ἀνσπάσσαντες ἁμοῖς.

  τουτάκι δ’ οἰοπόλος δαίμων ἐπῆλθεν, φαιδίμαν

  ἀνδρὸς αἰδοίου πρόσοψιν θηκάμενος· φιλίων δ’ ἐπέων

  30 ἄρχετο, ξείνοις ἅ τ’ ἐλθόντεσσιν εὐεργέται

  δεῖπν’ ἐπαγγέλλοντι πρῶτον.

  ἀλλὰ γὰρ νόστου πρόφασις γλυκεροῦ

  κώλυεν μεῖναι. φάτο δ’ Εὐρύπυλος Γαιαόχου παῖς ἀφθίτου Ἐννοσίδα

  ἔμμεναι· γίνωσκε δ’ ἐπειγομένους· �
�ν δ’ εὐθὺς ἁρπάξαις ἀρούρας

  35 δεξιτερᾷ προτυχὸν ξένιον μάστευσε δοῦναι,

  οὐδ’ ἀπίθησέ ἱν, ἀλλ’ ἥρως ἐπ’ ἀκταῖσιν θορών,

  χειρί οἱ χεῖρ’ ἀντερείσαις δέξατο βώλακα δαιμονίαν.

  πεύθομαι δ’ αὐτὰν κατακλυσθεῖσαν ἐκ δούρατος

  ἐναλίαν βᾶμεν σὺν ἅλμᾳ

  40 ἑσπέρας ὑγρῷ πελάγει σπομέναν. ἦ μάν νιν ὤτρυνον θαμά

  λυσιπόνοις θεραπόντεσσιν φυλάξαι· τῶν δ’ ἐλάθοντο φρένες

  καί νυν ἐν τᾷδ’ ἄφθιτον νάσῳ κέχυται Λιβύας

  εὐρυχόρου σπέρμα πρὶν ὥρας. εἰ γὰρ οἴκοι νιν βάλε πὰρ χθόνιον

  Ἀίδα στόμα, Ταίναρον εἰς ἱερὰν Εὔφαμος ἐλθών,

  45 υἱὸς ἱππάρχου Ποσειδάωνος ἄναξ,

  τόν ποτ’ Εὐρώπα Τιτυοῦ θυγάτηρ τίκτε Καφισοῦ παρ’ ὄχθαις,

  Γ΄ τετράτων παίδων κ’ ἐπιγεινομένων

  αἷμά οἱ κείναν λάβε σὺν Δαναοῖς εὐρεῖαν ἄπειρον. τότε γὰρ μεγάλας

  ἐξανίστανται Λακεδαίμονος Ἀργείου τε κόλπου καὶ Μυκηνᾶν.

  50 νῦν γε μὲν ἀλλοδαπᾶν κριτὸν εὑρήσει γυναικῶν

  ἐν λέχεσιν γένος, οἵ κεν τάνδε σὺν τιμᾷ θεῶν

  νᾶσον ἐλθόντες τέκωνται φῶτα κελαινεφέων πεδίων

  δεσπόταν· τὸν μὲν πολυχρύσῳ ποτ’ ἐν δώματι

  Φοῖβος ἀμνάσει θέμισσιν

  55 Πύθιον ναὸν καταβάντα χρόνῳ

  ὑστέρῳ, νάεσσι πολεῖς ἀγαγὲν Νείλοιο πρὸς πῖον τέμενος Κρονίδα.’

  ἦ ῥα Μηδείας ἐπέων στίχες. ἔπταξαν δ’ ἀκίνητοι σιωπᾷ

  ἥροες ἀντίθεοι πυκινὰν μῆτιν κλύοντες.

  ὦ μάκαρ υἱὲ Πολυμνάστου, σὲ δ’ ἐν τούτῳ λόγῳ

  60 χρησμὸς ὤρθωσεν μελίσσας Δελφίδος αὐτομάτῳ κελάδῳ·

  ἅ σε χαίρειν ἐστρὶς αὐδάσαισα πεπρωμένον

  βασιλέ’ ἄμφανεν Κυράνᾳ,

  δυσθρόου φωνᾶς ἀνακρινόμενον ποινὰ τίς ἔσται πρὸς θεῶν.

  ἦ μάλα δὴ μετὰ καὶ νῦν, ὥτε φοινικανθέμου ἦρος ἀκμᾷ,

  65 παισὶ τούτοις ὄγδοον θάλλει μέρος Ἀρκεσίλας·

  τῷ μὲν Ἀπόλλων ἅ τε Πυθὼ κῦδος ἐξ ἀμφικτιόνων ἔπορεν<

  ἱπποδρομίας. ἀπὸ δ’ αὐτὸν ἐγὼ Μοίσαισι δώσω

  καὶ τὸ πάγχρυσον νάκος κριοῦ· μετὰ γάρ

  κεῖνο πλευσάντων Μινυᾶν, θεόπομποί σφισιν τιμαὶ φύτευθεν.

  Δ΄ τίς γὰρ ἀρχὰ δέξατο ναυτιλίας,

  71 τίς δὲ κίνδυνος κρατεροῖς ἀδάμαντος δῆσεν ἅλοις; θέσφατον ἦν Πελίαν

  ἐξ ἀγαυῶν Αἰολιδᾶν θανέμεν χείρεσσιν ἢ βουλαῖς ἀκνάμπτοις.

  ἦλθε δέ οἱ κρυόεν πυκινῷ μάντευμα θυμῷ,

  πὰρ μέσον ὀμφαλὸν εὐδένδροιο ῥηθὲν ματέρος

  75 τὸν μονοκρήπιδα πάντως ἐν φυλακᾷ σχεθέμεν μεγάλᾳ,

  εὖτ’ ἂν αἰπεινῶν ἀπὸ σταθμῶν ἐς εὐδείελον

  χθόνα μόλῃ κλειτᾶς Ἰαολκοῦ,

  ξεῖνος αἴτ’ ὦν ἀστός. ὁ δ’ ἦρα χρόνῳ

  ἵκετ’ αἰχμαῖσιν διδύμαισιν ἀνὴρ ἔκπαγλος· ἐσθὰς δ’ ἀμφοτέρα νιν ἔχεν,

  80 ἅ τε Μαγνήτων ἐπιχώριος ἁρμόζοισα θαητοῖσι γυίοις,

  ἀμφὶ δὲ παρδαλέᾳ στέγετο φρίσσοντας ὄμβρους·

  οὐδὲ κομᾶν πλόκαμοι κερθέντες ᾤχοντ’ ἀγλαοί,

  ἀλλ’ ἅπαν νῶτον καταίθυσσον. τάχα δ’ εὐθὺς ἰὼν σφετέρας

  ἐστάθη γνώμας ἀταρβάκτοιο πειρώμενος

  85 ἐν ἀγορᾷ πλήθοντος ὄχλου.

  τὸν μὲν οὐ γίνωσκον· ὀπιζομένων δ’ ἔμπας τις εἶπεν καὶ τόδε·

  ‘Οὔ τί που οὗτος Ἀπόλλων, οὐδὲ μὰν χαλκάρματός ἐστι πόσις

  Ἀφροδίτας· ἐν δὲ Νάξῳ φαντὶ θανεῖν λιπαρᾷ

  Ἰφιμεδείας παῖδας, Ὦτον καὶ σέ, τολμάεις Ἐπιάλτα ἄναξ.

  90 καὶ μὰν Τιτυὸν βέλος Ἀρτέμιδος θήρευσε κραιπνόν,

  ἐξ ἀνικάτου φαρέτρας ὀρνύμενον,

  ὄφρα τις τᾶν ἐν δυνατῷ φιλοτάτων ἐπιψαύειν ἔραται.’

  Ε΄ τοὶ μὲν ἀλλάλοισιν ἀμειβόμενοι

  γάρυον τοιαῦτ’· ἀνὰ δ’ ἡμιόνοις ξεστᾷ τ’ ἀπήνᾳ προτροπάδαν Πελίας

  95 ἵκετο σπεύδων· τάφε δ’ αὐτίκα παπτάναις ἀρίγνωτον πέδιλον

  δεξιτερῷ μόνον ἀμφὶ ποδί. κλέπτων δὲ θυμῷ

  δεῖμα προσήνεπε· ‘Ποίαν γαῖαν, ὦ ξεῖν’, εὔχεαι

  πατρίδ’ ἔμμεν; καὶ τίς ἀνθρώπων σε χαμαιγενέων πολιᾶς

  ἐξανῆκεν γαστρός; ἐχθίστοισι μὴ ψεύδεσιν

  100 καταμιάναις εἰπὲ γένναν.’

  τὸν δὲ θαρσήσαις ἀγανοῖσι λόγοις

  ὧδ’ ἀμείφθη· ‘Φαμὶ διδασκαλίαν Χίρωνος οἴσειν. ἀντρόθε γὰρ νέομαι

  πὰρ Χαρικλοῦς καὶ Φιλύρας, ἵνα Κενταύρου με κοῦραι θρέψαν ἁγναί.

  εἴκοσι δ’ ἐκτελέσαις ἐνιαυτοὺς οὔτε ἔργον

  105 οὔτ’ ἔπος ἐντράπελον κείνοισιν εἰπὼν ἱκόμαν

  οἴκαδ’, ἀρχαίαν κομίζων πατρὸς ἐμοῦ, βασιλευομέναν

  οὐ κατ’ αἶσαν, τάν ποτε Ζεὺς ὤπασεν λαγέτᾳ

  Αἰόλῳ καὶ παισὶ τιμάν.

  πεύθομαι γάρ νιν Πελίαν ἄθεμιν λευκαῖς πιθήσαντα φρασίν

  110 ἁμετέρων ἀποσυλᾶσαι βιαίως ἀρχεδικᾶν τοκέων·

  τοί μ’, ἐπεὶ πάμπρωτον εἶδον φέγγος, ὑπερφιάλου

  ἁγεμόνος δείσαντες ὕβριν, κᾶδος ὡσείτε φθιμένου δνοφερόν

  ἐν δώμασι θηκά�
�ενοι μίγα κωκυτῷ γυναικῶν,

  κρύβδα πέμπον σπαργάνοις ἐν πορφυρέοις,

  115 νυκτὶ κοινάσαντες ὁδόν, Κρονίδᾳ δὲ τράφεν Χίρωνι δῶκαν.

  Ϝ΄ ἀλλὰ τούτων μὲν κεφάλαια λόγων

  ἴστε. λευκίππων δὲ δόμους πατέρων, κεδνοὶ πολῖται, φράσσατέ μοι σαφέως·

  Αἴσονος γὰρ παῖς ἐπιχώριος οὐ ξείναν ἱκάνω γαῖαν ἄλλων.

  φὴρ δέ με θεῖος Ἰάσονα κικλῄσκων προσαύδα.’

  120 ὣς φάτο· τὸν μὲν ἐσελθόντ’ ἔγνον ὀφθαλμοὶ πατρός·

  ἐκ δ’ ἄρ’ αὐτοῦ πομφόλυξαν δάκρυα γηραλέων γλεφάρων,

  ἃν περὶ ψυχὰν ἐπεὶ γάθησεν, ἐξαίρετον

  γόνον ἰδὼν κάλλιστον ἀνδρῶν.

  καὶ κασίγνητοί σφισιν ἀμφότεροι

  125 ἤλυθον κείνου γε κατὰ κλέος· ἐγγὺς μὲν Φέρης κράναν Ὑπερῇδα λιπών,

  ἐκ δὲ Μεσσάνας Ἀμυθάν· ταχέως δ’ Ἄδματος ἷκεν καὶ Μέλαμπος

  εὐμενέοντες ἀνεψιόν. ἐν δαιτὸς δὲ μοίρᾳ

  μειλιχίοισι λόγοις αὐτοὺς Ἰάσων δέγμενος

  ξείνι’ ἁρμόζοντα τεύχων πᾶσαν ἐυφροσύναν τάνυεν

  130 ἀθρόαις πέντε δραπὼν νύκτεσσιν ἔν θ’ ἁμέραις

  ἱερὸν εὐζοίας ἄωτον.

  ἀλλ’ ἐν ἕκτᾳ πάντα λόγον θέμενος σπουδαῖον ἐξ ἀρχᾶς ἀνήρ

  συγγενέσιν παρεκοινᾶθ’· οἱ δ’ ἐπέσποντ’. αἶψα δ’ ἀπὸ κλισιᾶν

  ὦρτο σὺν κείνοισι· καί ῥ’ ἦλθον Πελία μέγαρον·

  135 ἐσσύμενοι δ’ εἴσω κατέσταν· τῶν δ’ ἀκούσαις αὐτὸς ὑπαντίασεν

  Τυροῦς ἐρασιπλοκάμου γενεά· πραῢν δ’ Ἰάσων

 

‹ Prev