by Pindar
μαλθακᾷ φωνᾷ ποτιστάζων ὄαρον
βάλλετο κρηπῖδα σοφῶν ἐπέων· ‘Παῖ Ποσειδᾶνος Πετραίου,
Ζ΄ ἐντὶ μὲν θνατῶν φρένες ὠκύτεραι
140 κέρδος αἰνῆσαι πρὸ δίκας δόλιον τραχεῖαν ἑρπόντων πρὸς ἔπιβδαν ὅμως
ἀλλ’ ἐμὲ χρὴ καὶ σὲ θεμισσαμένους ὀργὰς ὑφαίνειν λοιπὸν ὄλβον.
εἰδότι τοι ἐρέω· μία βοῦς Κρηθεῖ τε μάτηρ
καὶ θρασυμήδεϊ Σαλμωνεῖ· τρίταισιν δ’ ἐν γοναῖς
ἄμμες αὖ κείνων φυτευθέντες σθένος ἀελίου χρύσεον
145 λεύσσομεν. Μοῖραι δ’ ἀφίσταιντ’, εἴ τις ἔχθρα πέλει
ὁμογόνοις αἰδῶ καλύψαι.
οὐ πρέπει νῷν χαλκοτόροις ξίφεσιν
οὐδ’ ἀκόντεσσιν μεγάλαν προγόνων τιμὰν δάσασθαι. μῆλά τε γάρ τοι ἐγώ
καὶ βοῶν ξανθὰς ἀγέλας ἀφίημ’ ἀγρούς τε πάντας, τοὺς ἀπούρας
150 ἁμετέρων τοκέων νέμεαι πλοῦτον πιαίνων·
κοὔ με πονεῖ τεὸν οἶκον ταῦτα πορσύνοντ’ ἄγαν·
ἀλλὰ καὶ σκᾶπτον μόναρχον καὶ θρόνος, ᾧ ποτε Κρηθεΐδας
ἐγκαθίζων ἱππόταις εὔθυνε λαοῖς δίκας
τὰ μὲν ἄνευ ξυνᾶς ἀνίας
155 λῦσον, ἄμμιν μή τι νεώτερον ἐξ αὐτῶν ἀναστάῃ κακόν.’
ὣς ἄρ’ ἔειπεν, ἀκᾷ δ’ ἀνταγόρευσεν καὶ Πελίας· ‘Ἔσομαι
τοῖος· ἀλλ’ ἤδη με γηραιὸν μέρος ἁλικίας
ἀμφιπολεῖ· σὸν δ’ ἄνθος ἥβας ἄρτι κυμαίνει· δύνασαι δ’ ἀφελεῖν
μᾶνιν χθονίων. κέλεται γὰρ ἑὰν ψυχὰν κομίξαι
160 Φρίξος ἐλθόντας πρὸς Αἰήτα θαλάμους
δέρμα τε κριοῦ βαθύμαλλον ἄγειν, τῷ ποτ’ ἐκ πόντου σαώθη
Η΄ ἔκ τε ματρυιᾶς ἀθέων βελέων.
ταῦτά μοι θαυμαστὸς ὄνειρος ἰὼν φωνεῖ. μεμάντευμαι δ’ ἐπὶ Κασταλίᾳ,
εἰ μετάλλατόν τι· καὶ ὡς τάχος ὀτρύνει με τεύχειν ναῒ πομπάν.
165 τοῦτον ἄεθλον ἑκὼν τέλεσον· καί τοι μοναρχεῖν
καὶ βασιλευέμεν ὄμνυμι προήσειν. καρτερός
ὅρκος ἄμμιν μάρτυς ἔστω Ζεὺς ὁ γενέθλιος ἀμφοτέροις.’
σύνθεσιν ταύταν ἐπαινήσαντες οἱ μὲν κρίθεν·
ἀτὰρ Ἰάσων αὐτὸς ἤδη
170 ὤρνυεν κάρυκας ἐόντα πλόον
φαινέμεν παντᾷ. τάχα δὲ Κρονίδαο Ζηνὸς υἱοὶ τρεῖς ἀκαμαντομάχαι
ἦλθον Ἀλκμήνας θ’ ἑλικογλεφάρου Λήδας τε, δοιοὶ δ’ ὑψιχαῖται
ἀνέρες, Ἐννοσίδα γένος, αἰδεσθέντες ἀλκάν,
ἔκ τε Πύλου καὶ ἀπ’ ἄκρας Ταινάρου· τῶν μὲν κλέος
175 ἐσλὸν Εὐφάμου τ’ ἐκράνθη σόν τε, Περικλύμεν’ εὐρυβία.
ἐξ Ἀπόλλωνος δὲ φορμιγκτὰς ἀοιδᾶν πατήρ
ἔμολεν, εὐαίνητος Ὀρφεύς.
πέμψε δ’ Ἑρμᾶς χρυσόραπις διδύμους υἱοὺς ἐπ’ ἄτρυτον πόνον,
τὸν μὲν Ἐχίονα, κεχλάδοντας ἥβᾳ, τὸν δ’ Ἔρυτον. ταχέες {δ’}
180 ἀμφὶ Παγγαίου θεμέθλοις ναιετάοντες ἔβαν,
καὶ γὰρ ἑκὼν θυμῷ γελανεῖ θᾶσσον ἔντυνεν βασιλεὺς ἀνέμων
Ζήταν Κάλαΐν τε πατὴρ Βορέας, ἄνδρας πτεροῖσιν
νῶτα πεφρίκοντας ἄμφω πορφυρέοις.
τὸν δὲ παμπειθῆ γλυκὺν ἡμιθέοισιν πόθον ἔνδαιεν Ἥρα
Θ΄ ναὸς Ἀργοῦς, μή τινα λειπόμενον
186 τὰν ἀκίνδυνον παρὰ ματρὶ μένειν αἰῶνα πέσσοντ’, ἀλλ’ ἐπὶ καὶ θανάτῳ
φάρμακον κάλλιστον ἑᾶς ἀρετᾶς ἅλιξιν εὑρέσθαι σὺν ἄλλοις.
ἐς δ’ Ἰαολκὸν ἐπεὶ κατέβα ναυτᾶν ἄωτος,
λέξατο πάντας ἐπαινήσαις Ἰάσων. καί ῥά οἱ
190 μάντις ὀρνίχεσσι καὶ κλάροισι θεοπροπέων ἱεροῖς
Μόψος ἄμβασε στρατὸν πρόφρων· ἐπεὶ δ’ ἐμβόλου
κρέμασαν ἀγκύρας ὕπερθεν,
χρυσέαν χείρεσσι λαβὼν φιάλαν
ἀρχὸς ἐν πρύμνᾳ πατέρ’ Οὐρανιδᾶν ἐγχεικέραυνον Ζῆνα, καὶ ὠκυπόρους
195 κυμάτων ῥιπὰς ἀνέμους τ’ ἐκάλει νύκτας τε καὶ πόντου κελεύθους
ἄματά τ’ εὔφρονα καὶ φιλίαν νόστοιο μοῖραν·
ἐκ νεφέων δέ οἱ ἀντάυσε βροντᾶς αἴσιον
φθέγμα· λαμπραὶ δ’ ἦλθον ἀκτῖνες στεροπᾶς ἀπορηγνύμεναι.
ἀμπνοὰν δ’ ἥρωες ἔστασαν θεοῦ σάμασιν
200 πιθόμενοι· κάρυξε δ’ αὐτοῖς
ἐμβαλεῖν κώπαισι τερασκόπος ἁδείας ἐνίπτων ἐλπίδας·
εἰρεσία δ’ ὑπεχώρησεν ταχειᾶν ἐκ παλαμᾶν ἄκορος.
σὺν Νότου δ’ αὔραις ἐπ’ Ἀξείνου στόμα πεμπόμενοι
ἤλυθον· ἔνθ’ ἁγνὸν Ποσειδάωνος ἕσσαντ’ ἐνναλίου τέμενος,
205 φοίνισσα δὲ Θρηϊκίων ἀγέλα ταύρων ὑπᾶρχεν,
καὶ νεόκτιστον λίθων βωμοῖο θέναρ.
ἐς δὲ κίνδυνον βαθὺν ἰέμενοι δεσπόταν λίσσοντο ναῶν,
Ι΄ συνδρόμων κινηθμὸν ἀμαιμάκετον
ἐκφυγεῖν πετρᾶν. δίδυμαι γὰρ ἔσαν ζωαί, κυλινδέσκοντό τε κραιπνότεραι
210 ἢ βαρυγδούπων ἀνέμων στίχες· ἀλλ’ ἤδη τελευτὰν κεῖνος αὐταῖς
ἡμιθέων πλόος ἄγαγεν. ἐς Φᾶσιν δ’ ἔπειτεν
ἤλυθον, ἔνθα κελαινώπεσσι Κόλχοισιν βίαν
μεῖξαν Αἰήτᾳ παρ’ αὐτῷ. πότνια δ’ ὀξυτάτων βελέων
ποικίλαν ἴϋγγα τετράκναμον Οὐλυμπόθεν
215 ἐν ἀλύ�
�ῳ ζεύξαισα κύκλῳ
μαινάδ’ ὄρνιν Κυπρογένεια φέρεν
πρῶτον ἀνθρώποισι λιτάς τ’ ἐπαοιδὰς ἐκδιδάσκησεν σοφὸν Αἰσονίδαν·
ὄφρα Μηδείας τοκέων ἀφέλοιτ’ αἰδῶ, ποθεινὰ δ’ Ἑλλὰς αὐτάν
ἐν φρασὶ καιομέναν δονέοι μάστιγι Πειθοῦς.
220 καὶ τάχα πείρατ’ ἀέθλων δείκνυεν πατρωΐων·
σὺν δ’ ἐλαίῳ φαρμακώσαισ’ ἀντίτομα στερεᾶν ὀδυνᾶν
δῶκε χρίεσθαι. καταίνησάν τε κοινὸν γάμον
γλυκὺν ἐν ἀλλάλοισι μεῖξαι.
ἀλλ’ ὅτ’ Αἰήτας ἀδαμάντινον ἐν μέσσοις ἄροτρον σκίμψατο
225 καὶ βόας, οἳ φλόγ’ ἀπὸ ξανθᾶν γενύων πνέον καιομένοιο πυρός,
χαλκέαις δ’ ὁπλαῖς ἀράσσεσκον χθόν’ ἀμειβόμενοι
τοὺς ἀγαγὼν ζεύγλᾳ πέλασσεν μοῦνος. ὀρθὰς δ’ αὔλακας ἐντανύσαις
ἤλαυν’, ἀνὰ βωλακίας δ’ ὀρόγυιαν σχίζε νῶτον
γᾶς. ἔειπεν δ’ ὧδε· ‘Τοῦτ’ ἔργον βασιλεύς,
230 ὅστις ἄρχει ναός, ἐμοὶ τελέσαις ἄφθιτον στρωμνὰν ἀγέσθω,
ΙΑ΄ κῶας αἰγλᾶεν χρυσέῳ θυσάνῳ.’
ὣς ἄρ’ αὐδάσαντος ἀπὸ κρόκεον ῥίψαις Ἰάσων εἷμα θεῷ πίσυνος
εἴχετ’ ἔργου· πῦρ δέ νιν οὐκ ἐόλει παμφαρμάκου ξείνας ἐφετμαῖς.
σπασσάμενος δ’ ἄροτρον, βοέους δήσαις ἀνάγκᾳ
235 ἔντεσιν αὐχένας ἐμβάλλων τ’ ἐριπλεύρῳ φυᾷ
κέντρον αἰανὲς βιατὰς ἐξεπόνησ’ ἐπιτακτὸν ἀνήρ
μέτρον. ἴυξεν δ’ ἀφωνήτῳ περ ἔμπας ἄχει
δύνασιν Αἰήτας ἀγασθείς.
πρὸς δ’ ἑταῖροι καρτερὸν ἄνδρα φίλας
240 ὤρεγον χεῖρας, στεφάνοισί τέ νιν ποίας ἔρεπτον, μειλιχίοις τε λόγοις
ἀγαπάζοντ’. αὐτίκα δ’ Ἀελίου θαυμαστὸς υἱὸς δέρμα λαμπρόν
ἔννεπεν, ἔνθα νιν ἐκτάνυσαν Φρίξου μάχαιραι·
ἔλπετο δ’ οὐκέτι οἱ κεῖνόν γε πράξασθαι πόνον.
κεῖτο γὰρ λόχμᾳ, δράκοντος δ’ εἴχετο λαβροτατᾶν γενύων,
245 ὃς πάχει μάκει τε πεντηκόντερον ναῦν κράτει,
τέλεσεν ἃν πλαγαὶ σιδάρου.
μακρά μοι νεῖσθαι κατ’ ἀμαξιτόν· ὥρα γὰρ συνάπτει καί τινα
οἶμον ἴσαμι βραχύν· πολλοῖσι δ’ ἅγημαι σοφίας ἑτέροις.
κτεῖνε μὲν γλαυκῶπα τέχναις ποικιλόνωτον ὄφιν,
250 ὠρκεσίλα, κλέψεν τε Μήδειαν σὺν αὐτᾷ, τὰν Πελίαο φονόν·
ἔν τ’ Ὠκεανοῦ πελάγεσσι μίγεν πόντῳ τ’ ἐρυθρῷ
Λαμνιᾶν τ’ ἔθνει γυναικῶν ἀνδροφόνων·
ἔνθα καὶ γυίων ἀέθλοις ἐπεδείξαντο κρίσιν ἐσθᾶτος ἀμφίς,
ΙΒ΄ καὶ συνεύνασθεν. καὶ ἐν ἀλλοδαπαῖς
255 σπέρμ’ ἀρούραις τουτάκις ὑμετέρας ἀκτῖνος ὄλβου δέξατο μοιρίδιον
ἆμαρ ἢ νύκτες· τόθι γὰρ γένος Εὐφάμου φυτευθὲν λοιπὸν αἰεί
τέλλετο· καὶ Λακεδαιμονίων μιχθέντες ἀνδρῶν
ἤθεσιν ἔν ποτε Καλλίσταν ἀπῴκησαν χρόνῳ
νᾶσον· ἔνθεν δ’ ὔμμι Λατοίδας ἔπορεν Λιβύας πεδίον
260 σὺν θεῶν τιμαῖς ὀφέλλειν, ἄστυ χρυσοθρόνου
διανέμειν θεῖον Κυράνας
ὀρθόβουλον μῆτιν ἐφευρομένοις.
γνῶθι νῦν τὰν Οἰδιπόδα σοφίαν· εἰ γάρ τις ὄζους ὀξυτόμῳ πελέκει
ἐξερείψειεν μεγάλας δρυός, αἰσχύνοι δέ οἱ θαητὸν εἶδος,
265 καὶ φθινόκαρπος ἐοῖσα διδοῖ ψᾶφον περ’ αὐτᾶς,
εἴ ποτε χειμέριον πῦρ ἐξίκηται λοίσθιον,
ἢ σὺν ὀρθαῖς κιόνεσσιν δεσποσύναισιν ἐρειδομένα<
μόχθον ἄλλοις ἀμφέπει δύστανον ἐν τείχεσιν,
ἑὸν ἐρημώσαισα χῶρον.
270 ἐσσὶ δ’ ἰατὴρ ἐπικαιρότατος, Παιάν τέ σοι τιμᾷ φάος.
χρὴ μαλακὰν χέρα προσβάλλοντα τρώμαν ἕλκεος ἀμφιπολεῖν.
ῥᾴδιον μὲν γὰρ πόλιν σεῖσαι καὶ ἀφαυροτέροις·
ἀλλ’ ἐπὶ χώρας αὖτις ἕσσαι δυσπαλὲς δὴ γίνεται, ἐξαπίνας
εἰ μὴ θεὸς ἁγεμόνεσσι κυβερνατὴρ γένηται.
275 τὶν δὲ τούτων ἐξυφαίνονται χάριτες.
τλᾶθι τᾶς εὐδαίμονος ἀμφὶ Κυράνας θέμεν σπουδὰν ἅπασαν.
ΙΓ΄ τῶν δ’ Ὁμήρου καὶ τόδε συνθέμενος
ῥῆμα πόρσυν’· ἄγγελον ἐσλὸν ἔφα τιμὰν μεγίσταν πράγματι παντὶ φέρειν·
αὔξεται καὶ Μοῖσα δι’ ἀγγελίας ὀρθᾶς. ἐπέγνω μὲν Κυράνα
280 καὶ τὸ κλεεννότατον μέγαρον Βάττου δικαιᾶν
Δαμοφίλου πραπίδων. κεῖνος γὰρ ἐν παισὶν νέος,
ἐν δὲ βουλαῖς πρέσβυς ἐγκύρσαις ἑκατονταετεῖ βιοτᾷ,
ὀρφανίζει μὲν κακὰν γλῶσσαν φαεννᾶς ὀπός,
ἔμαθε δ’ ὑβρίζοντα μισεῖν,
285 οὐκ ἐρίζων ἀντία τοῖς ἀγαθοῖς,
οὐδὲ μακύνων τέλος οὐδέν. ὁ γὰρ καιρὸς πρὸς ἀνθρώπων βραχὺ μέτρον ἔχει.
εὖ νιν ἔγνωκεν· θεράπων δέ οἱ, οὐ δράστας ὀπαδεῖ. φαντὶ δ’ ἔμμεν
τοῦτ’ ἀνιαρότατον, καλὰ γινώσκοντ’ ἀνάγκᾳ
ἐκτὸς ἔχειν πόδα. καὶ μὰν κεῖνος Ἄτλας οὐρανῷ
290 προσπαλαίει νῦν γε πατρῴας ἀπὸ γᾶς ἀπό τε κτεάνων·
λῦσε δὲ Ζεὺς ἄφθιτος Τιτᾶνας. ἐν δὲ χρόνῳ
μεταβολαὶ λήξαντος οὔρου
ἱστίων. ἀλλ’ εὔχεται οὐλο�
�έναν νοῦσον διαντλήσαις ποτέ
οἶκον ἰδεῖν, ἐπ’ Ἀπόλλωνός τε κράνᾳ συμποσίας ἐφέπων
295 θυμὸν ἐκδόσθαι πρὸς ἥβαν πολλάκις, ἔν τε σοφοῖς
δαιδαλέαν φόρμιγγα βαστάζων πολίταις ἡσυχίᾳ θιγέμεν,
μήτ’ ὦν τινι πῆμα πορών, ἀπαθὴς δ’ αὐτὸς πρὸς ἀστῶν·
καί κε μυθήσαιθ’, ὁποίαν, Ἀρκεσίλα,
εὗρε παγὰν ἀμβροσίων ἐπέων, πρόσφατον Θήβᾳ ξενωθείς.
V. ΑΡΚΕΣΙΛΑΩΙ ΚΥΡΗΝΑΙΩΙ ΑΡΜΑΤΙ
Α΄ Ὁ πλοῦτος εὐρυσθενής,
ὅταν τις ἀρετᾷ κεκραμένον καθαρᾷ
βροτήσιος ἀνὴρ πότμου παραδόντος αὐτὸν ἀνάγῃ
πολύφιλον ἑπέταν.
5 ὦ θεόμορ’ Ἀρκεσίλα,
σύ τοί νιν κλυτᾶς
αἰῶνος ἀκρᾶν βαθμίδων ἄπο
σὺν εὐδοξίᾳ μετανίσεαι
ἕκατι χρυσαρμάτου Κάστορος·
10 εὐδίαν ὃς μετὰ χειμέριον ὄμβρον τεάν
καταιθύσσει μάκαιραν ἑστίαν.
σοφοὶ δέ τοι κάλλιον
φέροντι καὶ τὰν θεόσδοτον δύναμιν.
σὲ δ’ ἐρχόμενον ἐν δίκᾳ πολὺς ὄλβος ἀμφινέμεται·
15 τὸ μέν, ὅτι βασιλεύς
ἐσσί· μεγαλᾶν πολίων
ἔχει συγγενής
ὀφθαλμὸς αἰδοιότατον γέρας
τεᾷ τοῦτο μειγνύμενον φρενί·
20 μάκαρ δὲ καὶ νῦν, κλεεννᾶς ὅτι
εὖχος ἤδη παρὰ Πυθιάδος ἵπποις ἑλών
δέδεξαι τόνδε κῶμον ἀνέρων,
Ἀπολλώνιον ἄθυρμα· τῶ σε μὴ λαθέτω,
Κυράνᾳ γλυκὺν ἀμφὶ κᾶπον Ἀφροδίτας ἀειδόμενον,