Complete Works of Pindar

Home > Other > Complete Works of Pindar > Page 26
Complete Works of Pindar Page 26

by Pindar


  25 παντὶ μὲν θεὸν αἴτιον ὑπερτιθέμεν,

  φιλεῖν δὲ Κάρρωτον ἔξοχ’ ἑταίρων·

  ὃς οὐ τὰν Ἐπιμαθέος ἄγων

  ὀψινόου θυγατέρα Πρόφασιν Βαττιδᾶν

  ἀφίκετο δόμους θεμισκρεόντων·

  30 ἀλλ’ ἀρισθάρματον

  ὕδατι Κασταλίας ξενωθεὶς γέρας ἀμφέβαλε τεαῖσιν κόμαις,

  Β΄ ἀκηράτοις ἁνίαις

  ποδαρκέων δώδεκ’ ἂν δρόμων τέμενος.

  κατέκλασε γὰρ ἐντέων σθένος οὐδέν· ἀλλὰ κρέμαται

  35 ὁπόσα χεριαρᾶν

  τεκτόνων δαίδαλ’ ἄγων

  Κρισαῖον λόφον

  ἄμειψεν ἐν κοιλόπεδον νάπος

  θεοῦ· τό σφ’ ἔχει κυπαρίσσινον

  40 μέλαθρον ἀμφ’ ἀνδριάντι σχεδόν,

  Κρῆτες ὃν τοξοφόροι τέγεϊ Παρνασσίῳ

  καθέσσαντο μονόδροπον φυτόν.

  ἑκόντι τοίνυν πρέπει

  νόῳ τὸν εὐεργέταν ὑπαντιάσι.

  45 Ἀλεξιβιάδα, σὲ δ’ ἠΰκομοι φλέγοντι Χάριτες.

  μακάριος, ὃς ἔχεις

  καὶ πεδὰ μέγαν κάματον

  λόγων φερτάτων

  μναμήϊ’· ἐν τεσσαράκοντα γάρ

  50 πετόντεσσιν ἁνιόχοις ὅλον

  δίφρον κομίξαις ἀταρβεῖ φρενί,

  ἦλθες ἤδη Λιβύας πεδίον ἐξ ἀγλαῶν

  ἀέθλων καὶ πατρωΐαν πόλιν.

  πόνων δ’ οὔ τις ἀπόκλαρός ἐστιν οὔτ’ ἔσεται·

  55 ὁ Βάττου δ’ ἕπεται παλαιὸς ὄλβος ἔμπαν τὰ καὶ τὰ νέμων,

  πύργος ἄστεος ὄμμα τε φαεννότατον

  ξένοισι. κεῖνόν γε καὶ βαρύκομποι

  λέοντες περὶ δείματι φύγον,

  γλῶσσαν ἐπεί σφιν ἀπένεικεν ὑπερποντίαν·

  60 ὁ δ’ ἀρχαγέτας ἔδωκ’ Ἀπόλλων

  θῆρας αἰνῷ φόβῳ,

  ὄφρα μὴ ταμίᾳ Κυράνας ἀτελὴς γένοιτο μαντεύμασιν.

  Γ΄ ὃ καὶ βαρειᾶν νόσων

  ἀκέσματ’ ἄνδρεσσι καὶ γυναιξὶ νέμει,

  65 πόρεν τε κίθαριν, δίδωσί τε Μοῖσαν οἷς ἂν ἐθέλῃ,

  ἀπόλεμον ἀγαγών

  ἐς πραπίδας εὐνομίαν,

  μυχόν τ’ ἀμφέπει

  μαντήϊον· τῷ [καὶ] Λακεδαίμονι

  70 ἐν Ἄργει τε καὶ ζαθέᾳ Πύλῳ

  ἔνασσεν ἀλκάεντας Ἡρακλέος

  ἐκγόνους Αἰγιμιοῦ τε. τὸ δ’ ἐμὸν γαρύει

  ἀπὸ Σπάρτας ἐπήρατον κλέος,

  ὅθεν γεγενναμένοι

  75 ἵκοντο Θήρανδε φῶτες Αἰγεΐδαι,

  ἐμοὶ πατέρες, οὐ θεῶν ἄτερ, ἀλλὰ Μοῖρά τις ἄγεν·

  πολύθυτον ἔρανον

  ἔνθεν ἀναδεξάμενοι,

  Ἄπολλον, τεᾷ,

  80 Καρνήϊ’, ἐν δαιτὶ σεβίζομεν

  Κυράνας ἀγακτιμέναν πόλιν·

  ἔχοντι τὰν χαλκοχάρμαι ξένοι

  Τρῶες Ἀντανορίδαι· σὺν Ἑλένᾳ γὰρ μόλον,

  καπνωθεῖσαν πάτραν ἐπεὶ ἴδον

  85 ἐν Ἄρει· τὸ δ’ ἐλάσιππον ἔθνος ἐνδυκέως

  δέκονται θυσίαισιν ἄνδρες οἰχνέοντές σφε δωροφόροι,

  τοὺς Ἀριστοτέλης ἄγαγε ναυσὶ θοαῖς

  ἁλὸς βαθεῖαν κέλευθον ἀνοίγων.

  κτίσεν δ’ ἄλσεα μείζονα θεῶν,

  90 εὐθύτομόν τε κατέθηκεν Ἀπολλωνίαις

  ἀλεξιμβρότοις πεδιάδα πομπαῖς

  ἔμμεν ἱππόκροτον

  σκυρωτὰν ὁδόν, ἔνθα πρυμνοῖς ἀγορᾶς ἔπι δίχα κεῖται θανών·

  Δ΄ μάκαρ μὲν ἀνδρῶν μέτα

  95 ἔναιεν, ἥρως δ’ ἔπειτα λαοσεβής.

  ἄτερθε δὲ πρὸ δωμάτων ἕτεροι λαχόντες Ἀΐδαν

  βασιλέες ἱεροί

  ἐντί· μεγαλᾶν δ’ ἀρετᾶν

  δρόσῳ μαλθακᾷ

  100 ῥανθεῖσαν ὕμνων ὑπὸ χεύμασιν,

  ἀκούοντί ποι χθονίᾳ φρενί,

  σφὸν ὄλβον υἱῷ τε κοινὰν χάριν

  ἔνδικόν τ’ Ἀρκεσίλᾳ· τὸν ἐν ἀοιδᾷ νέων

  πρέπει χρυσάορα Φοῖβον ἀπύειν,

  105 ἔχοντα Πυθωνόθεν

  τὸ καλλίνικον λυτήριον δαπανᾶν

  μέλος χαρίεν. ἄνδρα κεῖνον ἐπαινέοντι συνετοί·

  λεγόμενον ἐρέω·

  κρέσσονα μὲν ἁλικίας

  110 νόον φέρβεται

  γλῶσσάν τε· θάρσος δὲ τανύπτερος

  ἐν ὄρνιξιν αἰετὸς ἔπλετο·

  ἀγωνίας δ’, ἕρκος οἷον, σθένος·

  ἔν τε Μοίσαισι ποτανὸς ἀπὸ ματρὸς φίλας,

  115 πέφανταί θ’ ἁρματηλάτας σοφός·

  ὅσαι τ’ εἰσὶν ἐπιχωρίων καλῶν ἔσοδοι,

  τετόλμακε. θεός τέ οἱ τὸ νῦν τε πρόφρων τελεῖ δύνασιν,

  καὶ τὸ λοιπὸν ὁμοῖα, Κρονίδαι μάκαρες,

  διδοῖτ’ ἐπ’ ἔργοισιν ἀμφί τε βουλαῖς

  120 ἔχειν, μὴ φθινοπωρὶς ἀνέμων

  χειμερία κατὰ πνοὰ δαμαλίζοι χρόνον.

  Διός τοι νόος μέγας κυβερνᾷ

  δαίμον’ ἀνδρῶν φίλων.

  εὔχομαί νιν Ὀλυμπίᾳ τοῦτο δόμεν γέρας ἔπι Βάττου γένει.

  VI. ΞΕΝΟΚΡΑΤΕΙ ΑΚΡΑΓΑΝΤΙΝΩΙ ΑΡΜΑΤΙ

  Α΄ Ἀκούσατ’· ἦ γὰρ ἑλικώπιδος Ἀφροδίτας ἄρουραν ἢ Χαρίτων

  ἀναπολίζομεν, ὀμφαλὸν ἐριβρόμου

  χθονὸς ἐς νάϊον προσοιχόμενοι·

  5 Πυθιόνικος ἔνθ’ ὀλβίοισιν Ἐμμενίδαις

  ποταμίᾳ τ’ Ἀκράγαντι καὶ μὰν Ξενοκράτει

  ἑτοῖμος ὕμνων θησαυρὸς ἐν πολυχρύσῳ

  Ἀπολλωνίᾳ τετείχισται νάπᾳ·

  Β΄ τὸν οὔτε χειμ�
�ριος ὄμβρος, ἐπακτὸς ἐλθών ἐριβρόμου νεφέλας

  11 στρατὸς ἀμείλιχος, οὔτ’ ἄνεμος ἐς μυχούς

  ἁλὸς ἄξοισι παμφόρῳ χεράδει

  τυπτόμενον. φάει δὲ πρόσωπον ἐν καθαρῷ

  15 πατρὶ τεῷ, Θρασύβουλε, κοινάν τε γενεᾷ

  λόγοισι θνατῶν εὔδοξον ἅρματι νίκαν

  Κρισαίαις ἐνὶ πτυχαῖς ἀπαγγελεῖ.

  Γ΄ σύ τοι σχεθών νιν ἐπὶ δεξιὰ χειρός, ὀρθὰν ἄγεις ἐφημοσύναν,

  21 τά ποτ’ ἐν οὔρεσι φαντὶ μεγαλοσθενεῖ

  Φιλύρας υἱὸν ὀρφανιζομένῳ

  Πηλεΐδᾳ παραινεῖν· μάλιστα μὲν Κρονίδαν,

  βαρύοπα στεροπᾶν κεραυνῶν τε πρύτανιν,

  θεῶν σέβεσθαι· ταύτας δὲ μή ποτε τιμᾶς

  ἀμείρειν γονέων βίον πεπρωμένον.

  Δ΄ ἔγεντο καὶ πρότερον Ἀντίλοχος βιατὰς νόημα τοῦτο φέρων,

  30 ὃς ὑπερέφθιτο πατρός, ἐναρίμβροτον

  ἀναμείναις στράταρχον Αἰθιόπων

  Μέμνονα. Νεστόρειον γὰρ ἵππος ἅρμ’ ἐπέδα

  Πάριος ἐκ βελέων δαϊχθείς· ὁ δ’ ἔφεπεν

  κραταιὸν ἔγχος· Μεσσανίου δὲ γέροντος

  δονηθεῖσα φρὴν βόασε παῖδα ὅν,

  Ε΄ χαμαιπετὲς δ’ ἄρ’ ἔπος οὐκ ἀπέριψεν· αὐτοῦ μένων δ’ ὁ θεῖος ἀνήρ

  πρίατο μὲν θανάτοιο κομιδὰν πατρός,

  40 ἐδόκησέν τε τῶν πάλαι γενεᾷ

  ὁπλοτέροισιν ἔργον πελώριον τελέσαις

  ὕπατος ἀμφὶ τοκεῦσιν ἔμμεν πρὸς ἀρετάν.

  τὰ μὲν παρίκει· τῶν νῦν δὲ καὶ Θρασύβουλος

  45 πατρῴαν μάλιστα πρὸς στάθμαν ἔβα,

  Ϝ΄ πάτρῳ τ’ ἐπερχόμενος ἀγλαΐαν ἅπασαν. νόῳ δὲ πλοῦτον ἄγει,

  ἄδικον οὔθ’ ὑπέροπλον ἥβαν δρέπων,

  σοφίαν δ’ ἐν μυχοῖσι Πιερίδων·

  50 τίν τ’, Ἐλέλιχθον, ἄρχεις ὃς ἱππιᾶν ἐσόδων,

  μάλα ἁδόντι νόῳ, Ποσειδάν, προσέχεται.

  γλυκεῖα δὲ φρὴν καὶ συμπόταισιν ὁμιλεῖν

  μελισσᾶν ἀμείβεται τρητὸν πόνον.

  VII. ΜΕΓΑΚΛΕΙ ΑΘΗΝΑΙΩΙ ΤΕΘΡΙΠΠΩΙ

  Α΄ Κάλλιστον αἱ μεγαλοπόλιες Ἀθᾶναι

  προοίμιον Ἀλκμανιδᾶν εὐρυσθενεῖ

  γενεᾷ κρηπῖδ’ ἀοιδᾶν ἵπποισι βαλέσθαι.

  ἐπεὶ τίνα πάτραν, τίνα οἶκον ναίων ὀνυμάξεαι

  ἐπιφανέστερον

  Ἑλλάδι πυθέσθαι;

  πάσαισι γὰρ πολίεσι λόγος ὁμιλεῖ

  10 Ἐρεχθέος ἀστῶν, Ἄπολλον, οἳ τεόν

  δόμον Πυθῶνι δίᾳ θαητὸν ἔτευξαν.

  ἄγοντι δέ με πέντε μὲν Ἰσθμοῖ νῖκαι, μία δ’ ἐκπρεπής

  15 Διὸς Ὀλυμπιάς,

  δύο δ’ ἀπὸ Κίρρας,

  ὦ Μεγάκλεες,

  ὑμαί τε καὶ προγόνων.

  νέᾳ δ’ εὐπραγίᾳ χαίρω τι· τὸ δ’ ἄχνυμαι,

  φθόνον ἀμειβόμενον τὰ καλὰ ἔργα. φαντί γε μάν

  20 οὕτω κ’ ἀνδρὶ παρμονίμαν

  θάλλοισαν εὐδαιμονίαν τὰ καὶ τὰ φέρεσθαι.

  VIII. ΑΡΙΣΤΟΜΕΝΗΙ ΑΙΓΙΝΗΤΗΙ ΠΑΛΑΙΣΤΗΙ

  Α΄ Φιλόφρον Ἡσυχία, Δίκας

  ὦ μεγιστόπολι θύγατερ,

  βουλᾶν τε καὶ πολέμων

  ἔχοισα κλαῗδας ὑπερτάτας

  5 Πυθιόνικον τιμὰν Ἀριστομένει δέκευ.

  τὺ γὰρ τὸ μαλθακὸν ἔρξαι τε καὶ παθεῖν ὁμῶς

  ἐπίστασαι καιρῷ σὺν ἀτρεκεῖ·

  τὺ δ’ ὁπόταν τις ἀμείλιχον

  καρδίᾳ κότον ἐνελάσῃ,

  10 τραχεῖα δυσμενέων

  ὑπαντιάξαισα κράτει τιθεῖς

  ὕβριν ἐν ἄντλῳ, τὰν οὐδὲ Πορφυρίων μάθεν

  παρ’ αἶσαν ἐξερεθίζων. κέρδος δὲ φίλτατον,

  ἑκόντος εἴ τις ἐκ δόμων φέροι.

  15 βία δὲ καὶ μεγάλαυχον ἔσφαλεν ἐν χρόνῳ.

  Τυφὼς Κίλιξ ἑκατόγκρανος οὔ νιν ἄλυξεν,

  οὐδὲ μὰν βασιλεὺς Γιγάντων· δμᾶθεν δὲ κεραυνῷ

  τόξοισί τ’ Ἀπόλλωνος· ὃς εὐμενεῖ νόῳ

  Ξενάρκειον ἔδεκτο Κίρραθεν ἐστεφανωμένον

  20 υἱὸν ποίᾳ Παρνασσίδι Δωριεῖ τε κώμῳ.

  Β΄ ἔπεσε δ’ οὐ Χαρίτων ἑκάς

  ἁ δικαιόπολις ἀρεταῖς

  κλειναῖσιν Αἰακιδᾶν

  θιγοῖσα νᾶσος· τελέαν δ’ ἔχει

  25 δόξαν ἀπ’ ἀρχᾶς. πολλοῖσι μὲν γὰρ ἀείδεται

  νικαφόροις ἐν ἀέθλοις θρέψαισα καὶ θοαῖς

  ὑπερτάτους ἥρωας ἐν μάχαις·

  τὰ δὲ καὶ ἀνδράσιν ἐμπρέπει.

  εἰμὶ δ’ ἄσχολος ἀναθέμεν

  30 πᾶσαν μακραγορίαν

  λύρᾳ τε καὶ φθέγματι μαλθακῷ,

  μὴ κόρος ἐλθὼν κνίσῃ. τὸ δ’ ἐν ποσί μοι τράχον

  ἴτω τεὸν χρέος, ὦ παῖ, νεώτατον καλῶν,

  ἐμᾷ ποτανὸν ἀμφὶ μαχανᾷ.

  35 παλαισμάτεσσι γὰρ ἰχνεύων ματραδελφεούς

  Οὐλυμπίᾳ τε Θεόγνητον οὐ κατελέγχεις,

  οὐδὲ Κλειτομάχοιο νίκαν Ἰσθμοῖ θρασύγυιον·

  αὔξων δὲ πάτραν Μειδυλιδᾶν λόγον φέρεις,

  τὸν ὅνπερ ποτ’ Ὀϊκλέος παῖς ἐν ἑπταπύλοις ἰδών

  40 υἱοὺς Θήβαις αἰνίξατο παρμένοντας αἰχμᾷ,

  Γ΄ ὁπότ’ ἀπ’ Ἄργεος ἤλυθον

  δευτέραν ὁδὸν Ἐπίγονοι.

  ὧδ’ εἶπε μαρναμένων·

  ‘φυᾷ τὸ γενναῖον ἐπιπρέπει

  45 ἐκ πατέρων παισὶ λῆμα. θαέομαι σαφές

  δράκοντα ποικίλον αἰθᾶς Ἀλκμᾶν’
ἐπ’ ἀσπίδος

  νωμῶντα πρῶτον ἐν Κάδμου πύλαις.

  ὁ δὲ καμὼν προτέρᾳ πάθᾳ

  νῦν ἀρείονος ἐνέχεται

  50 ὄρνιχος ἀγγελίᾳ

  Ἄδραστος ἥρως· τὸ δὲ οἴκοθεν

  ἀντία πράξει. μόνος γὰρ ἐκ Δαναῶν στρατοῦ

  θανόντος ὀστέα λέξαις υἱοῦ, τύχᾳ θεῶν

  ἀφίξεται λαῷ σὺν ἀβλαβεῖ

  55 Ἄβαντος εὐρυχόρους ἀγυιάς.’ τοιαῦτα μέν

  ἐφθέγξατ’ Ἀμφιάρηος. χαίρων δὲ καὶ αὐτός

  Ἀλκμᾶνα στεφάνοισι βάλλω, ῥαίνω δὲ καὶ ὕμνῳ,

  γείτων ὅτι μοι καὶ κτεάνων φύλαξ ἐμῶν

  ὑπάντασεν ἰόντι γᾶς ὀμφαλὸν παρ’ ἀοίδιμον,

  60 μαντευμάτων τ’ ἐφάψατο συγγόνοισι τέχναις.

  Δ΄ τὺ δ’, Ἑκαταβόλε, πάνδοκον

  ναὸν εὐκλέα διανέμων

  Πυθῶνος ἐν γυάλοις,

  τὸ μὲν μέγιστον τόθι χαρμάτων

  65 ὤπασας, οἴκοι δὲ πρόσθεν ἁρπαλέαν δόσιν

  πενταεθλίου σὺν ἑορταῖς ὑμαῖς ἐπάγαγες·

  ὦναξ, ἑκόντι δ’ εὔχομαι νόῳ

  κατά τιν’ ἁρμονίαν βλέπειν

  ἀμφ’ ἕκαστον, ὅσα νέομαι.

  70 κώμῳ μὲν ἁδυμελεῖ

  Δίκα παρέστακε· θεῶν δ’ ὄπιν

  ἄφθονον αἰτέω, Ξέναρκες, ὑμετέραις τύχαις.

  εἰ γάρ τις ἐσλὰ πέπαται μὴ σὺν μακρῷ πόνῳ,

  πολλοῖς σοφὸς δοκεῖ πεδ’ ἀφρόνων

  75 βίον κορυσσέμεν ὀρθοβούλοισι μαχαναῖς·

  τὰ δ’ οὐκ ἐπ’ ἀνδράσι κεῖται· δαίμων δὲ παρίσχει·

  ἄλλοτ’ ἄλλον ὕπερθε βάλλων, ἄλλον δ’ ὑπὸ χειρῶν,

  μέτρῳ καταβαίνει· [ἐν] Μεγάροις δ’ ἔχεις γέρας,

 

‹ Prev