Complete Works of Pindar

Home > Other > Complete Works of Pindar > Page 28
Complete Works of Pindar Page 28

by Pindar


  κώπαν σχάσον, ταχὺ δ’ ἄγκυραν ἔρεισον χθονί

  πρῴραθε, χοιράδος ἄλκαρ πέτρας.

  ἐγκωμίων γὰρ ἄωτος ὕμνων

  ἐπ’ ἄλλοτ’ ἄλλον ὥτε μέλισσα θύνει λόγον.

  Δ΄ ἔλπομαι δ’ Ἐφυραίων

  56 ὄπ’ ἀμφὶ Πηνεϊὸν γλυκεῖαν προχεόντων ἐμάν

  τὸν Ἱπποκλέαν ἔτι καὶ μᾶλλον σὺν ἀοιδαῖς

  ἕκατι στεφάνων θαητὸν ἐν ἅλιξι θησέμεν ἐν καὶ παλαιτέροις,

  νέαισίν τε παρθένοισι μέλημα. καὶ γάρ

  60 ἑτέροις ἑτέρων ἔρωτες ἔκνιξαν φρένας·

  τῶν δ’ ἕκαστος ὀρούει,

  τυχών κεν ἁρπαλέαν σχέθοι φροντίδα τὰν πὰρ ποδός·

  τὰ δ’ εἰς ἐνιαυτὸν ἀτέκμαρτον προνοῆσαι.

  πέποιθα ξενίᾳ προσανέϊ Θώρακος, ὅσπερ ἐμὰν ποιπνύων χάριν

  65 τόδ’ ἔζευξεν ἅρμα Πιερίδων τετράορον,

  φιλέων φιλέοντ’, ἄγων ἄγοντα προφρόνως.

  πειρῶντι δὲ καὶ χρυσὸς ἐν βασάνῳ πρέπει

  καὶ νόος ὀρθός.

  ἀδελφεοῖσί τ’ ἐπαινήσομεν ἐσλοῖς, ὅτι

  70 ὑψοῦ φέροντι νόμον Θεσσαλῶν

  αὔξοντες· ἐν δ’ ἀγαθοῖσι κεῖται

  πατρώϊαι κεδναὶ πολίων κυβερνάσιες.

  XI. ΘΡΑΣΥΔΑΙΩΙ ΘΗΒΑΙΩΙ ΠΑΙΔΙ ΣΤΑΔΙΕΙ

  Α΄ Κάδμου κόραι, Σεμέλα μὲν Ὀλυμπιάδων ἀγυιᾶτι,

  Ἰνὼ δὲ Λευκοθέα

  ποντιᾶν ὁμοθάλαμε Νηρηΐδων,

  ἴτε σὺν Ἡρακλέος ἀριστογόνῳ

  ματρὶ παραὶ Μελίαν χρυσέων ἐς ἄδυτον τριπόδων

  5 θησαυρόν, ὃν περίαλλ’ ἐτίμασε Λοξίας,

  Ἰσμήνιον δ’ ὀνύμαξεν, ἀλαθέα μαντίων θῶκον,

  ὦ παῖδες Ἁρμονίας,

  ἔνθα καί νυν ἐπίνομον ἡρωΐδων

  στρατὸν ὁμαγερέα καλεῖ συνίμεν,

  ὄφρα θέμιν ἱερὰν Πυθῶνά τε καὶ ὀρθοδίκαν

  10 γᾶς ὀμφαλὸν κελαδήσετ’ ἄκρᾳ σὺν ἑσπέρᾳ

  ἑπταπύλοισι Θήβαις

  χάριν ἀγῶνί τε Κίρρας,

  ἐν τῷ Θρασυδᾷος ἔμνασεν ἑστίαν

  τρίτον ἔπι στέφανον πατρῴαν βαλών,

  15 ἐν ἀφνεαῖς ἀρούραισι Πυλάδα

  νικῶν ξένου Λάκωνος Ὀρέστα.

  Β΄ τὸν δὴ φονευομένου πατρὸς Ἀρσινόα Κλυταιμήστρας

  χειρῶν ὕπο κρατερᾶν

  ἐκ δόλου τροφὸς ἄνελε δυσπενθέος,

  ὁπότε Δαρδανίδα κόραν Πριάμου

  20 Κασσάνδραν πολιῷ χαλκῷ σὺν Ἀγαμεμνονίᾳ

  ψυχᾷ πόρευ’ Ἀχέροντος ἀκτὰν παρ’ εὔσκιον

  νηλὴς γυνά. πότερόν νιν ἄρ’ Ἰφιγένει’ ἐπ’ Εὐρίπῳ

  σφαχθεῖσα τῆλε πάτρας

  ἔκνισεν βαρυπάλαμον ὄρσαι χόλον;

  ἢ ἑτέρῳ λέχεϊ δαμαζομέναν

  25 ἐννύχιοι πάραγον κοῖται; τὸ δὲ νέαις ἀλόχοις

  ἔχθιστον ἀμπλάκιον καλύψαι τ’ ἀμάχανον

  ἀλλοτρίαισι γλώσσαις·

  κακολόγοι δὲ πολῖται.

  ἴσχει τε γὰρ ὄλβος οὐ μείονα φθόνον·

  30 ὁ δὲ χαμηλὰ πνέων ἄφαντον βρέμει.

  θάνεν μὲν αὐτὸς ἥρως Ἀτρεΐδας

  ἵκων χρόνῳ κλυταῖς ἐν Ἀμύκλαις,

  Γ΄ μάντιν τ’ ὄλεσσε κόραν, ἐπεὶ ἀμφ’ Ἑλένᾳ πυρωθέντας

  Τρώων ἔλυσε δόμους

  ἁβρότατος. ὁ δ’ ἄρα γέροντα ξένον

  35 Στροφίον ἐξίκετο, νέα κεφαλά,

  Παρνασσοῦ πόδα ναίοντ’· ἀλλὰ χρονίῳ σὺν Ἄρει

  πέφνεν τε ματέρα θῆκέ τ’ Αἴγισθον ἐν φοναῖς.

  ἦρ’, ὦ φίλοι, κατ’ ἀμευσίπορον τρίοδον ἐδινάθην,

  ὀρθὰν κέλευθον ἰὼν

  τὸ πρίν· ἤ μέ τις ἄνεμος ἔξω πλόου

  40 ἔβαλεν, ὡς ὅτ’ ἄκατον ἐνναλίαν;

  Μοῖσα, τὸ δὴ τεόν, εἰ μισθοῖο συνέθευ παρέχειν

  φωνὰν ὑπάργυρον, ἄλλοτ’ ἄλλᾳ ταρασσέμεν

  ἢ πατρὶ Πυθονίκῳ

  τό γέ νυν ἢ Θρασυδᾴῳ,

  45 τῶν εὐφροσύνα τε καὶ δόξ’ ἐπιφλέγει.

  τὰ μὲν ‹ἐν› ἅρμασι καλλίνικοι πάλαι

  Ὀλυμπίᾳ τ’ ἀγώνων πολυφάτων

  ἔσχον θοὰν ἀκτῖνα σὺν ἵπποις,

  Δ΄ Πυθοῖ τε γυμνὸν ἐπὶ στάδιον καταβάντες ἤλεγξαν

  50 Ἑλλανίδα στρατιὰν

  ὠκύτατι. θεόθεν ἐραίμαν καλῶν,

  δυνατὰ μαιόμενος ἐν ἁλικίᾳ.

  τῶν γὰρ ἀνὰ πτόλιν εὑρίσκων τὰ μέσα μακροτέρῳ

  ὄλβῳ τεθαλότα, μέμφομ’ αἶσαν τυραννίδων·

  ξυναῖσι δ’ ἀμφ’ ἀρεταῖς τέταμαι· φθονεροὶ δ’ ἀμύνονται.

  55 ‹ἀλλ’› εἴ τις ἄκρον ἑλὼν

  ἡσυχᾷ τε νεμόμενος αἰνὰν ὕβριν

  ἀπέφυγεν, μέλανος [δ’] ἂν ἐσχατιὰν

  καλλίονα θανάτου ‹στείχοι› γλυκυτάτᾳ γενεᾷ

  εὐώνυμον κτεάνων κρατίσταν χάριν πορών·

  ἅ τε τὸν Ἰφικλείδαν

  60 διαφέρει Ἰόλαον

  ὑμνητὸν ἐόντα, καὶ Κάστορος βίαν,

  σέ τε, ἄναξ Πολύδευκες, υἱοὶ θεῶν,

  τὸ μὲν παρ’ ἆμαρ ἕδραισι Θεράπνας,

  τὸ δ’ οἰκέοντας ἔνδον Ὀλύμπου.

  XII. ΜΙΔΑΙ ΑΥΛΗΤΗΙ ΑΚΡΑΓΑΝΤΙΝΩΙ

  Α΄ Αἰτέω σε, φιλάγλαε, καλλίστα βροτεᾶν πολίων,

  Φερσεφόνας ἕδος, ἅ τ’ ὄχθαις ἔπι μηλοβότου

  ναίεις Ἀκράγαντος ἐΰδματον κολώναν, ὦ ἄνα,

  ἵλαος ἀθανάτων ἀνδρῶν τε σὺν εὐμενίᾳ

  5 δέξαι στεφάνωμ�
� τόδ’ ἐκ Πυθῶνος εὐδόξῳ Μίδᾳ

  αὐτόν τε νιν Ἑλλάδα νικάσαντα τέχνᾳ, τάν ποτε

  Παλλὰς ἐφεῦρε θρασειᾶν ‹Γοργόνων›

  οὔλιον θρῆνον διαπλέξαισ’ Ἀθάνα·

  Β΄ τὸν παρθενίοις ὑπό τ’ ἀπλάτοις ὀφίων κεφαλαῖς

  10 ἄϊε λειβόμενον δυσπενθέϊ σὺν καμάτῳ,

  Περσεὺς ὁπότε τρίτον ἄυσεν κασιγνητᾶν μέρος

  ἐνναλίᾳ Σερίφῳ λαοῖσί τε μοῖραν ἄγων.

  ἤτοι τό τε θεσπέσιον Φόρκοι’ ἀμαύρωσεν γένος,

  λυγρόν τ’ ἔρανον Πολυδέκτᾳ θῆκε ματρός τ’ ἔμπεδον

  15 δουλοσύναν τό τ’ ἀναγκαῖον λέχος,

  εὐπαράου κρᾶτα συλάσαις Μεδοίσας

  Γ΄ υἱὸς Δανάας, τὸν ἀπὸ χρυσοῦ φαμὲν αὐτορύτου

  ἔμμεναι. ἀλλ’ ἐπεὶ ἐκ τούτων φίλον ἄνδρα πόνων

  ἐρρύσατο παρθένος αὐλῶν τεῦχε πάμφωνον μέλος,

  20 ὄφρα τὸν Εὐρυάλας ἐκ καρπαλιμᾶν γενύων

  χριμφθέντα σὺν ἔντεσι μιμήσαιτ’ ἐρικλάγκταν γόον.

  εὗρεν θεός· ἀλλά νιν εὑροῖσ’ ἀνδράσι θνατοῖς ἔχειν,

  ὠνύμασεν κεφαλᾶν πολλᾶν νόμον,

  εὐκλεᾶ λαοσσόων μναστῆρ’ ἀγώνων,

  Δ΄ λεπτοῦ διανισόμενον χαλκοῦ θαμὰ καὶ δονάκων,

  26 τοὶ παρὰ καλλίχορον ναίοισι πόλιν Χαρίτων

  Καφισίδος ἐν τεμένει, πιστοὶ χορευτᾶν μάρτυρες.

  εἰ δέ τις ὄλβος ἐν ἀνθρώποισιν, ἄνευ καμάτου

  οὐ φαίνεται· ἐκ δὲ τελευτάσει νιν ἤτοι σάμερον

  30 δαίμων τὸ δὲ μόρσιμον οὐ παρφυκτόν , ἀλλ’ ἔσται χρόνος

  οὗτος, ὃ καί τιν’ ἀελπτίᾳ βαλών

  ἔμπαλιν γνώμας τὸ μὲν δώσει, τὸ δ’ οὔπω.

  Νεμεόνικοι — Nemean Odes

  I. ΧΡΟΜΙΩΙ ΑΙΤΝΑΙΩΙ ΙΠΠΟΙΣ

  Α΄ Ἄμπνευμα σεμνὸν Ἀλφεοῦ,

  κλεινᾶν Συρακοσσᾶν θάλος Ὀρτυγία,

  δέμνιον Ἀρτέμιδος,

  35 Δάλου κασιγνήτα, σέθεν ἁδυεπής

  ὕμνος ὁρμᾶται θέμεν

  αἶνον ἀελλοπόδων μέγαν ἵππων, Ζηνὸς Αἰτναίου χάριν·

  ἅρμα δ’ ὀτρύνει Χρομίου Νεμέα τ’ ἔργμασιν νικαφόροις ἐγκώμιον ζεῦξαι μέλος.

  ἀρχαὶ δὲ βέβληνται θεῶν

  κείνου σὺν ἀνδρὸς δαιμονίαις ἀρεταῖς.

  10 ἔστι δ’ ἐν εὐτυχίᾳ

  πανδοξίας ἄκρον· μεγάλων δ’ ἀέθλων

  Μοῖσα μεμνᾶσθαι φιλεῖ.

  σπεῖρέ νυν ἀγλαΐαν τινὰ νάσῳ, τὰν Ὀλύμπου δεσπότας

  Ζεὺς ἔδωκεν Φερσεφόνᾳ, κατένευσέν τέ οἱ χαίταις, ἀριστεύοισαν εὐκάρπου χθονός

  15 Σικελίαν πίειραν ὀρθώσειν κορυφαῖς πολίων ἀφνεαῖς·

  ὤπασε δὲ Κρονίων πολέμου μναστῆρά οἱ χαλκεντέος

  λαὸν ἵππαιχμον, θαμὰ δὴ καὶ Ὀλυμπιάδων φύλλοις ἐλαιᾶν χρυσέοις

  μιχθέντα. πολλῶν ἐπέβαν καιρὸν οὐ ψεύδει βαλών·

  Β΄ ἔσταν δ’ ἐπ’ αὐλείαις θύραις

  20 ἀνδρὸς φιλοξείνου καλὰ μελπόμενος,

  ἔνθα μοι ἁρμόδιον

  δεῖπνον κεκόσμηται, θαμὰ δ’ ἀλλοδαπῶν

  οὐκ ἀπείρατοι δόμοι

  ἐντί· λέλογχε δὲ μεμφομένοις ἐσλοὺς ὕδωρ καπνῷ φέρειν

  25 ἀντίον. τέχναι δ’ ἑτέρων ἕτεραι· χρὴ δ’ ἐν εὐθείαις ὁδοῖς στείχοντα μάρνασθαι φυᾷ.

  πράσσει γὰρ ἔργῳ μὲν σθένος,

  βουλαῖσι δὲ φρήν, ἐσσόμενον προϊδεῖν

  συγγενὲς οἷς ἕπεται.

  Ἁγησιδάμου παῖ, σέο δ’ ἀμφὶ τρόπῳ

  30 τῶν τε καὶ τῶν χρήσιες.

  οὐκ ἔραμαι πολὺν ἐν μεγάρῳ πλοῦτον κατακρύψαις ἔχειν,

  ἀλλ’ ἐόντων εὖ τε παθεῖν καὶ ἀκοῦσαι φίλοις ἐξαρκέων. κοιναὶ γὰρ ἔρχοντ’ ἐλπίδες

  πολυπόνων ἀνδρῶν. ἐγὼ δ’ Ἡρακλέος ἀντέχομαι προφρόνως

  ἐν κορυφαῖς ἀρετᾶν μεγάλαις, ἀρχαῖον ὀτρύνων λόγον,

  35 ὡς, ἐπεὶ σπλάγχνων ὕπο ματέρος αὐτίκα θαητὰν ἐς αἴγλαν παῖς Διός

  ὠδῖνα φεύγων διδύμῳ σὺν κασιγνήτῳ μόλεν,

  Γ΄ ὡς [τ’] οὐ λαθὼν χρυσόθρονον

  Ἥραν κροκωτὸν σπάργανον ἐγκατέβα·

  ἀλλὰ θεῶν βασιλέα

  40 σπερχθεῖσα θυμῷ πέμπε δράκοντας ἄφαρ.

  τοὶ μὲν οἰχθεισᾶν πυλᾶν

  ἐς θαλάμου μυχὸν εὐρὺν ἔβαν, τέκνοισιν ὠκείας γνάθους

  ἀμφελίξασθαι μεμαῶτες· ὁ δ’ ὀρθὸν μὲν ἄντεινεν κάρα, πειρᾶτο δὲ πρῶτον μάχας,

  δισσαῖσι δοιοὺς αὐχένων

  45 μάρψαις ἀφύκτοις χερσὶν ἑαῖς ὄφιας.

  ἀγχομένοις δὲ χρόνος

  ψυχὰς ἀπέπνευσεν μελέων ἀφάτων.

  ἐκ δ’ ἄρ’ ἄτλατον δέος

  πλᾶξε γυναῖκας, ὅσαι τύχον Ἀλκμήνας ἀρήγοισαι λέχει·

  50 καὶ γὰρ αὐτὰ ποσσὶν ἄπεπλος ὀρούσαισ’ ἀπὸ στρωμνᾶς ὅμως ἄμυνεν ὕβριν κνωδάλων.

  ταχὺ δὲ Καδμείων ἀγοὶ χαλκέοις σὺν ὅπλοις ἔδραμον ἀθρόοι,

  ἐν χερὶ δ’ Ἀμφιτρύων κολεοῦ γυμνὸν τινάσσων ‹φάσγανον›

  ἵκετ’, ὀξείαις ἀνίαισι τυπείς. τὸ γὰρ οἰκεῖον πιέζει πάνθ’ ὁμῶς·

  εὐθὺς δ’ ἀπήμων κραδία κᾶδος ἀμφ’ ἀλλότριον.

  Δ΄ ἔστα δὲ θάμβει δυσφόρῳ

  56 τερπνῷ τε μιχθείς. εἶδε γὰρ ἐκνόμιον

  λῆμά τε καὶ δύναμιν

  υἱοῦ· παλίγγλωσσον δέ οἱ ἀθάνατοι


  ἀγγέλων ῥῆσιν θέσαν.

  60 γείτονα δ’ ἐκκάλεσεν Διὸς ὑψίστου προφάταν ἔξοχον,

  ὀρθόμαντιν Τειρεσίαν· ὁ δέ οἱ φράζε καὶ παντὶ στρατῷ, ποίαις ὁμιλήσει τύχαις,

  ὅσσους μὲν ἐν χέρσῳ κτανών,

  ὅσσους δὲ πόντῳ θῆρας ἀϊδροδίκας·

  καί τινα σὺν πλαγίῳ

  65 ἀνδρῶν κόρῳ στείχοντα τὸν ἐχθρότατον

  φᾶ ἑ δᾳώσειν μόρον.

  καὶ γὰρ ὅταν θεοὶ ἐν πεδίῳ Φλέγρας Γιγάντεσσιν μάχαν

  ἀντιάζωσιν, βελέων ὑπὸ ῥιπαῖσι κείνου φαιδίμαν γαίᾳ πεφύρσεσθαι κόμαν

  ἔνεπεν· αὐτὸν μὰν ἐν εἰρήνᾳ τὸν ἅπαντα χρόνον ‹ἐν› σχερῷ

  70 ἡσυχίαν καμάτων μεγάλων ποινὰν λαχόντ’ ἐξαίρετον

  ὀλβίοις ἐν δώμασι, δεξάμενον θαλερὰν Ἥβαν ἄκοιτιν καὶ γάμον

  δαίσαντα πὰρ Δὶ Κρονίδᾳ, σεμνὸν αἰνήσειν νόμον.

  II. ΤΙΜΟΔΗΜΩΙ ΑΧΑΡΝΕΙ ΠΑΓΚΡΑΤΕΙ

  Α΄ Ὅθεν περ καὶ Ὁμηρίδαι

  ῥαπτῶν ἐπέων τὰ πόλλ’ ἀοιδοί

  ἄρχονται, Διὸς ἐκ προοιμίου, καὶ ὅδ’ ἀνήρ

  καταβολὰν ἱερῶν ἀγώνων νικαφορίας δέδεκται πρῶτον, Νεμεαίου

  5 ἐν πολυϋμνήτῳ Διὸς ἄλσει.

  Β΄ ὀφείλει δ’ ἔτι, πατρίαν

  εἴπερ καθ’ ὁδόν νιν εὐθυπομπός

  αἰὼν ταῖς μεγάλαις δέδωκε κόσμον Ἀθάναις,

  θαμὰ μὲν Ἰσθμιάδων δρέπεσθαι κάλλιστον ἄωτον ἐν Πυθίοισί τε νικᾶν

  10 Τιμονόου παῖδ’· ἔστι δ’ ἐοικός

  Γ΄ ὀρειᾶν γε Πελειάδων

 

‹ Prev