Complete Works of Pindar

Home > Other > Complete Works of Pindar > Page 27
Complete Works of Pindar Page 27

by Pindar


  μυχῷ τ’ ἐν Μαραθῶνος, Ἥρας τ’ ἀγῶν’ ἐπιχώριον

  80 νίκαις τρισσαῖς, ὠριστόμενες, δάμασσας ἔργῳ·

  Ε΄ τέτρασι δ’ ἔμπετες ὑψόθεν

  σωμάτεσσι κακὰ φρονέων,

  τοῖς οὔτε νόστος ὁμῶς

  ἔπαλπνος ἐν Πυθιάδι κρίθη,

  85 οὐδὲ μολόντων πὰρ ματέρ’ ἀμφὶ γέλως γλυκύς

  ὦρσεν χάριν· κατὰ λαύρας δ’ ἐχθρῶν ἀπάοροι

  πτώσσοντι, συμφορᾷ δεδαγμένοι.

  ὁ δὲ καλόν τι νέον λαχών

  ἁβρότατος ἔπι μεγάλας

  90 ἐξ ἐλπίδος πέταται

  ὑποπτέροις ἀνορέαις, ἔχων

  κρέσσονα πλούτου μέριμναν. ἐν δ’ ὀλίγῳ βροτῶν

  τὸ τερπνὸν αὔξεται· οὕτω δὲ καὶ πίτνει χαμαί,

  ἀποτρόπῳ γνώμᾳ σεσεισμένον.

  95 ἐπάμεροι· τί δέ τις; τί δ’ οὔ τις; σκιᾶς ὄναρ

  ἄνθρωπος. ἀλλ’ ὅταν αἴγλα διόσδοτος ἔλθῃ,

  λαμπρὸν φέγγος ἔπεστιν ἀνδρῶν καὶ μείλιχος αἰών.

  Αἴγινα φίλα μᾶτερ, ἐλευθέρῳ στόλῳ

  πόλιν τάνδε κόμιζε Δὶ καὶ κρέοντι σὺν Αἰακῷ

  100 Πηλεῖ τε κἀγαθῷ Τελαμῶνι σύν τ’ Ἀχιλλεῖ.

  IX. ΤΕΛΕΣΙΚΡΑΤΗΙ ΚΥΡΗΝΑΙΩΙ ΟΠΛΙΤΟΔΡΟΜΩΙ

  Α΄ Ἐθέλω χαλκάσπιδα Πυθιονίκαν

  σὺν βαθυζώνοισιν ἀγγέλλων

  Τελεσικράτη Χαρίτεσσι γεγωνεῖν

  ὄλβιον ἄνδρα διωξίππου στεφάνωμα Κυράνας·

  5 τὰν ὁ χαιτάεις ἀνεμοσφαράγων ἐκ Παλίου κόλπων ποτὲ Λατοΐδας

  ἅρπασ’, ἔνεικέ τε χρυσέῳ παρθένον ἀγροτέραν

  δίφρῳ, τόθι νιν πολυμήλου

  καὶ πολυκαρποτάτας θῆκε δέσποιναν χθονός

  ῥίζαν ἀπείρου τρίταν εὐήρατον θάλλοισαν οἰκεῖν.

  ὑπέδεκτο δ’ ἀργυρόπεζ’ Ἀφροδίτα

  10 Δάλιον ξεῖνον θεοδμάτων

  ὀχέων ἐφαπτομένα χερὶ κούφᾳ·

  καί σφιν ἐπὶ γλυκεραῖς εὐναῖς ἐρατὰν βάλεν αἰδῶ,

  ξυνὸν ἁρμόζοισα θεῷ τε γάμον μιχθέντα κούρᾳ θ’ Ὑψέος εὐρυβία

  ὃς Λαπιθᾶν ὑπερόπλων τουτάκις ἦν βασιλεύς,

  ἐξ Ὠκεανοῦ γένος ἥρως

  15 δεύτερος· ὅν ποτε Πίνδου κλεενναῖς ἐν πτυχαῖς

  Ναῒς εὐφρανθεῖσα Πηνειοῦ λέχει Κρέοισ’ ἔτικτεν,

  Γαίας θυγάτηρ. ὁ δὲ τὰν εὐώλενον

  θρέψατο παῖδα Κυράναν· ἁ μὲν οὔθ’ ἱστῶν παλιμβάμους ἐφίλησεν ὁδούς,

  οὔτε δείπνων †οἰκουριᾶν† μεθ’ ἑταιρᾶν τέρψιας,

  20 ἀλλ’ ἀκόντεσσίν τε χαλκέοις

  φασγάνῳ τε μαρναμένα κεράϊζεν ἀγρίους

  θῆρας, ἦ πολλάν τε καὶ ἡσύχιον

  βουσὶν εἰρήναν παρέχοισα πατρῴαις, τὸν δὲ σύγκοιτον γλυκύν

  παῦρον ἐπὶ γλεφάροις

  25 ὕπνον ἀναλίσκοισα ῥέποντα πρὸς ἀῶ.

  Β΄ κίχε νιν λέοντί ποτ’ εὐρυφαρέτρας

  ὀβρίμῳ μούναν παλαίοισαν

  ἄτερ ἐγχέων ἑκάεργος Ἀπόλλων.

  αὐτίκα δ’ ἐκ μεγάρων Χίρωνα προσήνεπε φωνᾷ·

  30 ‘σεμνὸν ἄντρον, Φιλλυρίδα προλιπὼν θυμὸν γυναικὸς καὶ μεγάλαν δύνασιν

  θαύμασον, οἷον ἀταρβεῖ νεῖκος ἄγει κεφαλᾷ,

  μόχθου καθύπερθε νεᾶνις

  ἦτορ ἔχοισα· φόβῳ δ’ οὐ κεχείμανται φρένες.

  τίς νιν ἀνθρώπων τέκεν; ποίας δ’ ἀποσπασθεῖσα φύτλας

  ὀρέων κευθμῶνας ἔχει σκιοέντων,

  35 γεύεται δ’ ἀλκᾶς ἀπειράντου;

  ὁσία κλυτὰν χέρα οἱ προσενεγκεῖν

  ἦρα καὶ ἐκ λεχέων κεῖραι μελιαδέα ποίαν;’

  τὸν δὲ Κένταυρος ζαμενής, ἀγανᾷ χλοαρὸν γελάσσαις ὀφρύϊ, μῆτιν ἑάν

  εὐθὺς ἀμείβετο· ‘κρυπταὶ κλαΐδες ἐντὶ σοφᾶς

  Πειθοῦς ἱερᾶν φιλοτάτων,

  40 Φοῖβε, καὶ ἔν τε θεοῖς τοῦτο κἀνθρώποις ὁμῶς

  αἰδέοντ’, ἀμφανδὸν ἁδείας τυχεῖν τὸ πρῶτον εὐνᾶς.

  καὶ γὰρ σέ, τὸν οὐ θεμιτὸν ψεύδει θιγεῖν,

  ἔτραπε μείλιχος ὀργὰ παρφάμεν τοῦτον λόγον. κούρας δ’ ὁπόθεν γενεάν

  ἐξερωτᾷς, ὦ ἄνα; κύριον ὃς πάντων τέλος

  45 οἶσθα καὶ πάσας κελεύθους·

  ὅσσα τε χθὼν ἠρινὰ φύλλ’ ἀναπέμπει, χὠπόσαι

  ἐν θαλάσσᾳ καὶ ποταμοῖς ψάμαθοι

  κύμασιν ῥιπαῖς τ’ ἀνέμων κλονέονται, χὤ τι μέλλει, χὠπόθεν

  ἔσσεται, εὖ καθορᾷς.

  50 εἰ δὲ χρὴ καὶ πὰρ σοφὸν ἀντιφερίξαι,

  Γ΄ ἐρέω· ταύτᾳ πόσις ἵκεο βᾶσσαν

  τάνδε, καὶ μέλλεις ὑπὲρ πόντου

  Διὸς ἔξοχον ποτὶ κᾶπον ἐνεῖκαι·

  ἔνθα νιν ἀρχέπολιν θήσεις, ἐπὶ λαὸν ἀγείραις

  55 νασιώταν ὄχθον ἐς ἀμφίπεδον· νῦν δ’ εὐρυλείμων πότνιά σοι Λιβύα

  δέξεται εὐκλέα νύμφαν δώμασιν ἐν χρυσέοις

  πρόφρων· ἵνα οἱ χθονὸς αἶσαν

  αὐτίκα συντελέθειν ἔννομον δωρήσεται,

  οὔτε παγκάρπων φυτῶν νάποινον οὔτ’ ἀγνῶτα θηρῶν.

  τόθι παῖδα τέξεται, ὃν κλυτὸς Ἑρμᾶς

  60 εὐθρόνοις Ὥραισι καὶ Γαίᾳ

  ἀνελὼν φίλας ὑπὸ ματέρος οἴσει.

  ταὶ δ’ ἐπιγουνίδιον θαησάμεναι βρέφος αὐταῖς,

  νέκταρ ἐν χείλεσσι καὶ ἀμβροσίαν στάξοισι, θήσονταί τέ νιν ἀθάνατον,

  Ζῆνα καὶ
ἁγνὸν Ἀπόλλων’, ἀνδράσι χάρμα φίλοις

  ἄγχιστον ὀπάονα μήλων,

  65 Ἀγρέα καὶ Νόμιον, τοῖς δ’ Ἀρισταῖον καλεῖν.’

  ὣς ἄρ’ εἰπὼν ἔντυεν τερπνὰν γάμου κραίνειν τελευτάν.

  ὠκεῖα δ’ ἐπειγομένων ἤδη θεῶν

  πρᾶξις ὁδοί τε βραχεῖαι. κεῖνο κεῖν’ ἆμαρ διαίτασεν· θαλάμῳ δὲ μίγεν

  ἐν πολυχρύσῳ Λιβύας· ἵνα καλλίσταν πόλιν

  70 ἀμφέπει κλεινάν τ’ ἀέθλοις.

  καί νυν ἐν Πυθῶνί νιν ἀγαθέᾳ Καρνειάδα

  υἱὸς εὐθαλεῖ συνέμειξε τύχᾳ·

  ἔνθα νικάσαις ἀνέφανε Κυράναν, ἅ νιν εὔφρων δέξεται

  καλλιγύναικι πάτρᾳ

  75 δόξαν ἱμερτὰν ἀγαγόντ’ ἀπὸ Δελφῶν.

  Δ΄ ἀρεταὶ δ’ αἰεὶ μεγάλαι πολύμυθοι·

  βαιὰ δ’ ἐν μακροῖσι ποικίλλειν

  ἀκοὰ σοφοῖς· ὁ δὲ καιρὸς ὁμοίως

  παντὸς ἔχει κορυφάν. ἔγνον ποτὲ καὶ Ἰόλαον

  80 οὐκ ἀτιμασαντά νιν ἑπτάπυλοι Θῆβαι· τόν, Εὐρυσθῆος ἐπεὶ κεφαλάν

  ἔπραθε φασγάνου ἀκμᾷ, κρύψαν ἔνερθ’ ὑπὸ γᾶν

  διφρηλάτα Ἀμφιτρύωνος

  σάματι, πατροπάτωρ ἔνθα οἱ Σπαρτῶν ξένος

  κεῖτο, λευκίπποισι Καδμείων μετοικήσαις ἀγυιαῖς.

  τέκε οἱ καὶ Ζηνὶ μιγεῖσα δαΐφρων

  85 ἐν μόναις ὠδῖσιν Ἀλκμήνα

  διδύμων κρατησίμαχον σθένος υἱῶν.

  κωφὸς ἀνήρ τις, ὃς Ἡρακλεῖ στόμα μὴ περιβάλλει,

  μηδὲ Διρκαίων ὑδάτων ἀὲ μέμναται, τά νιν θρέψαντο καὶ Ἰφικλέα·

  τοῖσι τέλειον ἐπ’ εὐχᾷ κωμάσομαί τι παθών

  ἐσλόν. Χαρίτων κελαδεννᾶν

  90 μή με λίποι καθαρὸν φέγγος. Αἰγίνᾳ τε γάρ

  φαμὶ Νίσου τ’ ἐν λόφῳ τρὶς δὴ πόλιν τάνδ’ εὐκλεΐξαι,

  σιγαλὸν ἀμαχανίαν ἔργῳ φυγών·

  οὕνεκεν, εἰ φίλος ἀστῶν, εἴ τις ἀντάεις, τό γ’ ἐν ξυνῷ πεποναμένον εὖ

  μὴ λόγον βλάπτων ἁλίοιο γέροντος κρυπτέτω·

  95 κεῖνος αἰνεῖν καὶ τὸν ἐχθρόν

  παντὶ θυμῷ σύν τε δίκᾳ καλὰ ῥέζοντ’ ἔννεπεν.

  πλεῖστα νικάσαντά σε καὶ τελεταῖς

  ὡρίαις ἐν Παλλάδος εἶδον ἄφωνοί θ’ ὡς ἕκασται φίλτατον

  παρθενικαὶ πόσιν ἤ

  100 υἱὸν εὔχοντ’, ὦ Τελεσίκρατες, ἔμμεν,

  Ε΄ ἐν [τ’] Ὀλυμπίοισί τε καὶ βαθυκόλπου

  Γᾶς ἀέθλοις ἔν τε καὶ πᾶσιν

  ἐπιχωρίοις. ἐμὲ δ’ οὖν τις ἀοιδᾶν

  δίψαν ἀκειόμενον πράσσει χρέος, αὖτις ἐγεῖραι

  105 καὶ παλαιὰν δόξαν ἑῶν προγόνων· οἷοι Λιβύσσας ἀμφὶ γυναικὸς ἔβαν

  Ἴρασα πρὸς πόλιν, Ἀνταίου μετὰ καλλίκομον

  μναστῆρες ἀγακλέα κούραν

  τὰν μάλα πολλοὶ ἀριστῆες ἀνδρῶν αἴτεον

  σύγγονοι, πολλοὶ δὲ καὶ ξείνων. ἐπεὶ θαητὸν εἶδος

  ἔπλετο· χρυσοστεφάνου δέ οἱ Ἥβας

  110 καρπὸν ἀνθήσαντ’ ἀποδρέψαι

  ἔθελον. πατὴρ δὲ θυγατρὶ φυτεύων

  κλεινότερον γάμον, ἄκουσεν Δαναόν ποτ’ ἐν Ἄργει

  οἷον εὗρεν τεσσαράκοντα καὶ ὀκτὼ παρθένοισι πρὶν μέσον ἆμαρ, ἑλεῖν

  ὠκύτατον γάμον· ἔστασεν γὰρ ἅπαντα χορόν

  ἐν τέρμασιν αὐτίκ’ ἀγῶνος·

  115 σὺν δ’ ἀέθλοις ἐκέλευσεν διακρῖναι ποδῶν,

  ἅντινα σχήσοι τις ἡρώων, ὅσοι γαμβροί σφιν ἦλθον.

  οὕτω δ’ ἐδίδου Λίβυς ἁρμόζων κόρᾳ

  νυμφίον ἄνδρα· ποτὶ γραμμᾷ μὲν αὐτὰν στᾶσε κοσμήσαις, τέλος ἔμμεν ἄκρον,

  εἶπε δ’ ἐν μέσσοις ἀπάγεσθαι, ὃς ἂν πρῶτος θορών

  120 ἀμφί οἱ ψαύσειε πέπλοις.

  ἔνθ’ Ἀλεξίδαμος, ἐπεὶ φύγε λαιψηρὸν δρόμον,

  παρθένον κεδνὰν χερὶ χειρὸς ἑλών

  ἆγεν ἱππευτᾶν Νομάδων δι’ ὅμιλον. πολλὰ μὲν κεῖνοι δίκον

  φύλλ’ ἔπι καὶ στεφάνους·

  125 πολλὰ δὲ πρόσθεν πτερὰ δέξατο νικᾶν.

  X. ΙΠΠΟΚΛΕΙ ΘΕΣΣΑΛΩΙ ΠΑΙΔΙ ΔΙΑΥΛΟΔΡΟΜΩΙ

  Α΄ Ὀλβία Λακεδαίμων,

  μάκαιρα Θεσσαλία. πατρὸς δ’ ἀμφοτέραις ἐξ ἑνός

  ἀριστομάχου γένος Ἡρακλέος βασιλεύει.

  τί κομπέω παρὰ καιρόν; ἀλλά με Πυθώ τε καὶ τὸ Πελινναῖον ἀπύει

  5 Ἀλεύα τε παῖδες, Ἱπποκλέᾳ θέλοντες

  ἀγαγεῖν ἐπικωμίαν ἀνδρῶν κλυτὰν ὄπα.

  γεύεται γὰρ ἀέθλων·

  στρατῷ τ’ ἀμφικτιόνων ὁ Παρνάσσιος αὐτὸν μυχός

  διαυλοδρομᾶν ὕπατον παίδων ἀνέειπεν.

  10 Ἄπολλον, γλυκὺ δ’ ἀνθρώπων τέλος ἀρχά τε δαίμονος ὀρνύντος αὔξεται·

  ὁ μέν που τεοῖς τε μήδεσι τοῦτ’ ἔπραξεν,

  τὸ δὲ συγγενὲς ἐμβέβακεν ἴχνεσιν πατρός

  Ὀλυμπιονίκα δὶς ἐν πολεμαδόκοις

  Ἄρεος ὅπλοις·

  15 ἔθηκε καὶ βαθυλείμων ὑπὸ Κίρρας πετρᾶν

  ἀγὼν κρατησίποδα Φρικίαν.

  ἕποιτο μοῖρα καὶ ὑστέραισιν

  ἐν ἁμέραις ἀγάνορα πλοῦτον ἀνθεῖν σφίσιν·

  Β΄ τῶν δ’ ἐν Ἑλλάδι τερπνῶν

  20 λαχόντες οὐκ ὀλίγαν δόσιν, μὴ φθονεραῖς ἐκ θεῶν

  μετατροπίαις ἐπικύρσαιεν. θεὸς εἴη

  ἀπήμων κέαρ· εὐδαίμων δὲ καὶ ὑμνητὸς οὗτος ἀνὴρ γίνεται σοφοῖς,

/>   ὃς ἂν χερσὶν ἢ ποδῶν ἀρετᾷ κρατήσαις

  τὰ μέγιστ’ ἀέθλων ἕλῃ τόλμᾳ τε καὶ σθένει,

  25 καὶ ζώων ἔτι νεαρόν

  κατ’ αἶσαν υἱὸν ἴδῃ τυχόντα στεφάνων Πυθίων.

  ὁ χάλκεος οὐρανὸς οὔ ποτ’ ἀμβατὸς αὐτῷ·

  ὅσαις δὲ βροτὸν ἔθνος ἀγλαΐαις ἁπτόμεσθα, περαίνει πρὸς ἔσχατον

  πλόον· ναυσὶ δ’ οὔτε πεζὸς ἰών ‹κεν› εὕροις

  30 ἐς Ὑπερβορέων ἀγῶνα θαυμαστὰν ὁδόν.

  παρ’ οἷς ποτε Περσεὺς ἐδαίσατο λαγέτας,

  δώματ’ ἐσελθών,

  κλειτὰς ὄνων ἑκατόμβας ἐπιτόσσαις θεῷ

  ῥέζοντας· ὧν θαλίαις ἔμπεδον

  35 εὐφαμίαις τε μάλιστ’ Ἀπόλλων

  χαίρει, γελᾷ θ’ ὁρῶν ὕβριν ὀρθίαν κνωδάλων.

  Γ΄ Μοῖσα δ’ οὐκ ἀποδαμεῖ

  τρόποις ἐπὶ σφετέροισι· παντᾷ δὲ χοροὶ παρθένων

  λυρᾶν τε βοαὶ καναχαί τ’ αὐλῶν δονέονται·

  40 δάφνᾳ τε χρυσέᾳ κόμας ἀναδήσαντες εἰλαπινάζοισιν εὐφρόνως.

  νόσοι δ’ οὔτε γῆρας οὐλόμενον κέκραται

  ἱερᾷ γενεᾷ· πόνων δὲ καὶ μαχᾶν ἄτερ

  οἰκέοισι φυγόντες

  ὑπέρδικον Νέμεσιν. θρασείᾳ δὲ πνέων καρδίᾳ

  45 μόλεν Δανάας ποτὲ παῖς, ἁγεῖτο δ’ Ἀθάνα,

  ἐς ἀνδρῶν μακάρων ὅμιλον· ἔπεφνέν τε Γοργόνα, καὶ ποικίλον κάρα

  δρακόντων φόβαισιν ἤλυθε νασιώταις

  λίθινον θάνατον φέρων. ἐμοὶ δὲ θαυμάσαι

  θεῶν τελεσάντων οὐδέν ποτε φαίνεται

  50 ἔμμεν ἄπιστον.

 

‹ Prev