Book Read Free

Complete Works of Pindar

Page 32

by Pindar


  40 Ἀντία τε σύγγονος, Ἄργεϊ μὴ κρύπτειν φάος

  ὀμμάτων. νικαφορίαις γὰρ ὅσαις Προίτοιο τόδ’ ἱπποτρόφον

  ἄστυ θάλησεν Κορίνθου τ’ ἐν μυχοῖς· καὶ Κλεωναίων πρὸς ἀνδρῶν τετράκις,

  Σικυωνόθε δ’ ἀργυρωθέντες σὺν οἰνηραῖς φιάλαις ἀπέβαν,

  ἐκ δὲ Πελλάνας ἐπιεσσάμενοι νῶτον μαλακαῖσι κρόκαις·

  45 ἀλλὰ χαλκὸν μυρίον οὐ δυνατόν

  ἐξελέγχειν μακροτέρας γὰρ ἀριθμῆσαι σχολᾶς

  ὅν τε Κλείτωρ καὶ Τεγέα καὶ Ἀχαιῶν ὑψίβατοι πόλιες

  καὶ Λύκαιον πὰρ Διὸς θῆκε δρόμῳ, σὺν ποδῶν χειρῶν τε νικῶντι σθένει.

  Κάστορος δ’ ἐλθόντος ἐπὶ ξενίαν πὰρ Παμφάη

  50 καὶ κασιγνήτου Πολυδεύκεος, οὐ θαῦμα σφίσιν

  ἐγγενὲς ἔμμεν ἀεθληταῖς ἀγαθοῖσιν· ἐπεί

  εὐρυχόρου ταμίαι Σπάρτας ἀγώνων

  μοῖραν Ἑρμᾷ καὶ σὺν Ἡρακλεῖ διέποντι θάλειαν,

  μάλα μὲν ἀνδρῶν δικαίων περικαδόμενοι. καὶ μὰν θεῶν πιστὸν γένος.

  Δ΄ μεταμειβόμενοι δ’ ἐναλλὰξ ἁμέραν τὰν μὲν παρὰ πατρὶ φίλῳ

  56 Δὶ νέμονται, τὰν δ’ ὑπὸ κεύθεσι γαίας ἐν γυάλοις Θεράπνας,

  πότμον ἀμπιπλάντες ὁμοῖον· ἐπεί

  τοῦτον, ἢ πάμπαν θεὸς ἔμμεναι οἰκεῖν τ’ οὐρανῷ,

  εἵλετ’ αἰῶνα φθιμένου Πολυδεύκης Κάστορος ἐν πολέμῳ.

  60 τὸν γὰρ Ἴδας ἀμφὶ βουσίν πως χολωθεὶς ἔτρωσεν χαλκέας λόγχας ἀκμᾷ.

  ἀπὸ Ταϋγέτου πεδαυγάζων ἴδεν Λυγκεὺς δρυὸς ἐν στελέχει

  ἡμένους. κείνου γὰρ ἐπιχθονίων πάντων γένετ’ ὀξύτατον

  ὄμμα. λαιψηροῖς δὲ πόδεσσιν ἄφαρ

  ἐξικέσθαν, καὶ μέγα ἔργον ἐμήσαντ’ ὠκέως

  65 καὶ πάθον δεινὸν παλάμαις Ἀφαρητίδαι Διός· αὐτίκα γάρ

  ἦλθε Λήδας παῖς διώκων· τοὶ δ’ ἔναντα στάθεν τύμβῳ σχεδὸν πατρωΐῳ·

  ἔνθεν ἁρπάξαντες ἄγαλμ’ Ἀΐδα, ξεστὸν πέτρον,

  ἔμβαλον στέρνῳ Πολυδεύκεος· ἀλλ’ οὔ νιν φλάσαν

  οὐδ’ ἀνέχασσαν· ἐφορμαθεὶς δ’ ἄρ’ ἄκοντι θοῷ,

  70 ἤλασε Λυγκέος ἐν πλευραῖσι χαλκόν.

  Ζεὺς δ’ ἐπ’ Ἴδᾳ πυρφόρον πλᾶξε ψολόεντα κεραυνόν·

  ἅμα δ’ ἐκαίοντ’ ἐρῆμοι. χαλεπὰ δ’ ἔρις ἀνθρώποις ὁμιλεῖν κρεσσόνων.

  Ε΄ ταχέως δ’ ἐπ’ ἀδελφεοῦ βίαν πάλιν χώρησεν ὁ Τυνδαρίδας,

  καί νιν οὔπω τεθναότ’, ἄσθματι δὲ φρίσσοντα πνοὰς ἔκιχεν.

  75 θερμὰ δὴ τέγγων δάκρυα στοναχαῖς

  ὄρθιον φώνασε· ‘Πάτερ Κρονίων, τίς δὴ λύσις

  ἔσσεται πενθέων; καὶ ἐμοὶ θάνατον σὺν τῷδ’ ἐπίτειλον, ἄναξ.

  οἴχεται τιμὰ φίλων τατωμένῳ φωτί· παῦροι δ’ ἐν πόνῳ πιστοὶ βροτῶν

  καμάτου μεταλαμβάνειν.’ ὣς ἤνεπε· Ζεὺς δ’ ἀντίος ἤλυθέ οἱ,

  80 καὶ τόδ’ ἐξαύδασ’ ἔπος· ‘Ἐσσί μοι υἱός· τόνδε δ’ ἔπειτα πόσις

  σπέρμα θνατὸν ματρὶ τεᾷ πελάσαις

  στάξεν ἥρως, ἀλλ’ ἄγε τῶνδέ τοι ἔμπαν αἵρεσιν

  παρδίδωμ’· εἰ μὲν θάνατόν τε φυγὼν καὶ γῆρας ἀπεχθόμενον

  αὐτὸς Οὔλυμπον θέλεις ‹ναίειν ἐμοὶ› σύν τ’ Ἀθαναίᾳ κελαινεγχεῖ τ’ Ἄρει,

  85 ἔστι σοι τούτων λάχος· εἰ δὲ κασιγνήτου πέρι

  μάρνασαι, πάντων δὲ νοεῖς ἀποδάσσασθαι ἴσον,

  ἥμισυ μέν κε πνέοις γαίας ὑπένερθεν ἐών,

  ἥμισυ δ’ οὐρανοῦ ἐν χρυσέοις δόμοισιν.’

  ὣς ἄρ’ αὐδάσαντος οὐ γνώμᾳ διπλόαν θέτο βουλάν,

  90 ἀνὰ δ’ ἔλυσεν μὲν ὀφθαλμόν, ἔπειτα δὲ φωνὰν χαλκομίτρα Κάστορος.

  XI. ΑΡΙΣΤΑΓΟΡΑΙ ΤΕΝΕΔΙΩΙ ΠΡΥΤΑΝΕΙ

  Α΄ Παῖ Ῥέας, ἅ τε πρυτανεῖα λέλογχας, Ἑστία,

  Ζηνὸς ὑψίστου κασιγνήτα καὶ ὁμοθρόνου Ἥρας,

  εὖ μὲν Ἀρισταγόραν δέξαι τεὸν ἐς θάλαμον,

  εὖ δ’ ἑταίρους ἀγλαῷ σκάπτῳ πέλας

  5 οἵ σε γεραίροντες ὀρθὰν φυλάσσοισιν Τένεδον,

  πολλὰ μὲν λοιβαῖσιν ἀγαζόμενοι πρώταν θεῶν,

  πολλὰ δὲ κνίσᾳ· λύρα δέ σφι βρέμεται καὶ ἀοιδά·

  καὶ ξενίου Διὸς ἀσκεῖται θέμις αἰενάοις

  ἐν τραπέζαις· ἀλλὰ σὺν δόξᾳ τέλος

  10 δωδεκάμηνον περᾶσαί νιν ἀτρώτῳ κραδίᾳ.

  ἄνδρα δ’ ἐγὼ μακαρίζω μὲν πατέρ’ Ἀρκεσίλαν,

  καὶ τὸ θαητὸν δέμας ἀτρεμίαν τε ξύγγονον·

  εἰ δέ τις ὄλβον ἔχων μορφᾷ παραμεύσεται ἄλλους,

  ἔν τ’ ἀέθλοισιν ἀριστεύων ἐπέδειξεν βίαν,

  15 θνατὰ μεμνάσθω περιστέλλων μέλη,

  καὶ τελευτὰν ἁπάντων γᾶν ἐπιεσσόμενος.

  Β΄ ἐν λόγοις δ’ ἀστῶν ἀγαθοῖσιν ἐπαινεῖσθαι χρεών,

  καὶ μελιγδούποισι δαιδαλθέντα μελίζεν ἀοιδαῖς.

  ἐκ δὲ περικτιόνων ἑκκαίδεκ’ Ἀρισταγόραν

  20 ἀγλααὶ νῖκαι πάτραν τ’ εὐώνυμον

  ἐστεφάνωσαν πάλᾳ καὶ μεγαυχεῖ παγκρατίῳ.

  ἐλπίδες δ’ ὀκνηρότεραι γονέων παιδὸς βίαν

  ἔσχον ἐν Πυθῶνι πειρᾶσθαι καὶ Ὀλυμπίᾳ ἀέθλων.

  ναὶ μὰ γὰρ ὅρκον, ἐμὰν δόξαν παρὰ Κασταλίᾳ

  25 καὶ παρ’ εὐδένδρῳ μολὼν ὄχθῳ Κρόνου

  κάλλιον ἂν δηριώντων ἐνόστησ’ ἀντι
πάλων,

  πενταετηρίδ’ ἑορτὰν Ἡρακλέος τέθμιον

  κωμάσαις ἀνδησάμενός τε κόμαν ἐν πορφυρέοις

  ἔρνεσιν. ἀλλὰ βροτῶν τὸν μὲν κενεόφρονες αὖχαι

  30 ἐξ ἀγαθῶν ἔβαλον· τὸν δ’ αὖ καταμεμφθέντ’ ἄγαν

  ἰσχὺν οἰκείων παρέσφαλεν καλῶν

  χειρὸς ἕλκων ὀπίσσω θυμὸς ἄτολμος ἐών.

  Γ΄ συμβαλεῖν μὰν εὐμαρὲς ἦν τό τε Πεισάνδρου πάλαι

  αἷμ’ ἀπὸ Σπάρτας, Ἀμύκλαθεν γὰρ ἔβα σὺν Ὀρέστᾳ,

  35 Αἰολέων στρατιὰν χαλκεντέα δεῦρ’ ἀνάγων,

  καὶ παρ’ Ἰσμηνοῦ ῥοᾶν κεκραμένον

  ἐκ Μελανίπποιο μάτρωος· ἀρχαῖαι δ’ ἀρεταί

  ἀμφέροντ’ ἀλλασσόμεναι γενεαῖς ἀνδρῶν σθένος·

  ἐν σχερῷ δ’ οὔτ’ ὦν μέλαιναι καρπὸν ἔδωκαν ἄρουραι,

  40 δένδρεά τ’ οὐκ ἐθέλει πάσαις ἐτέων περόδοις

  ἄνθος εὐῶδες φέρειν πλούτῳ ἴσον,

  ἀλλ’ ἐναμείβοντι. καὶ θνατὸν οὕτως ἔθνος ἄγει

  μοῖρα. τὸ δ’ ἐκ Διὸς ἀνθρώποις σαφὲς οὐχ ἕπεται

  τέκμαρ· ἀλλ’ ἔμπαν μεγαλανορίαις ἐμβαίνομεν,

  45 ἔργα τε πολλὰ μενοινῶντες· δέδεται γὰρ ἀναιδεῖ

  ἐλπίδι γυῖα, προμαθείας δ’ ἀπόκεινται ῥοαί.

  κερδέων δὲ χρὴ μέτρον θηρευέμεν·

  ἀπροσίκτων δ’ ἐρώτων ὀξύτεραι μανίαι.

  Ισθμιόνικοι — Isthmian Odes

  I. ΗΡΟΔΟΤΩΙ ΘΗΒΑΙΩΙ ΑΡΜΑΤΙ

  Α΄ Μᾶτερ ἐμά, τὸ τεόν, χρύσασπι Θήβα,

  πρᾶγμα καὶ ἀσχολίας ὑπέρτερον

  θήσομαι. μή μοι κραναὰ νεμεσάσαι

  Δᾶλος, ἐν ᾇ κέχυμαι.

  5 τί φίλτερον κεδνῶν τοκέων ἀγαθοῖς;

  εἶξον, ὠπολλωνιάς· ἀμφοτερᾶν τοι χαρίτων σὺν θεοῖς ζεύξω τέλος,

  καὶ τὸν ἀκερσεκόμαν Φοῖβον χορεύων

  ἐν Κέῳ ἀμφιρύτᾳ σὺν ποντίοις

  ἀνδράσιν, καὶ τὰν ἁλιερκέα Ἰσθμοῦ

  10 δειράδ’· ἐπεὶ στεφάνους

  ἓξ ὤπασεν Κάδμου στρατῷ ἐξ ἀέθλων,

  καλλίνικον πατρίδι κῦδος. ἐν ᾇ καὶ τὸν ἀδείμαντον Ἀλκμήνα τέκεν

  παῖδα, θρασεῖαι τόν ποτε Γηρυόνα φρῖξαν κύνες.

  ἀλλ’ ἐγὼ Ἡροδότῳ τεύχων τὸ μὲν ἅρματι τεθρίππῳ γέρας,

  15 ἁνία τ’ ἀλλοτρίαις οὐ χερσὶ νωμάσαντ’ ἐθέλω

  ἢ Καστορείῳ ἢ Ἰολάοι’ ἐναρμόξαι νιν ὕμνῳ.

  κεῖνοι γὰρ ἡρώων διφρηλάται Λακεδαίμονι καὶ Θήβαις ἐτέκνωθεν κράτιστοι·

  Β΄ ἔν τ’ ἀέθλοισι θίγον πλείστων ἀγώνων,

  καὶ τριπόδεσσιν ἐκόσμησαν δόμον

  20 καὶ λεβήτεσσιν φιάλαισί τε χρυσοῦ,

  γευόμενοι στεφάνων

  νικαφόρων· λάμπει δὲ σαφὴς ἀρετά

  ἔν τε γυμνοῖσι σταδίοις σφίσιν ἔν τ’ ἀσπιδοδούποισιν ὁπλίταις δρόμοις,

  οἷά τε χερσὶν ἀκοντίζοντες αἰχμαῖς

  25 καὶ λιθίνοις ὁπότ’ ἐν δίσκοις ἵεν.

  οὐ γὰρ ἦν πενταέθλιον, ἀλλ’ ἐφ’ ἑκάστῳ

  ἔργματι κεῖτο τέλος.

  τῶν ἀθρόοις ἀνδησάμενοι θαμάκις

  ἔρνεσιν χαίτας ῥεέθροισί τε Δίρκας ἔφανεν καὶ παρ’ Εὐρώτᾳ πέλας,

  30 Ἰφικλέος μὲν παῖς ὁμόδαμος ἐὼν Σπαρτῶν γένει,

  Τυνδαρίδας δ’ ἐν Ἀχαιοῖς ὑψίπεδον Θεράπνας οἰκέων ἕδος.

  χαίρετ’. ἐγὼ δὲ Ποσειδάωνι Ἰσθμῷ τε ζαθέᾳ

  Ὀγχηστίαισίν τ’ ἀϊόνεσσιν περιστέλλων ἀοιδάν

  γαρύσομαι τοῦδ’ ἀνδρὸς ἐν τιμαῖσιν ἀγακλέα τὰν Ἀσωποδώρου πατρὸς αἶσαν

  Γ΄ Ἐρχομενοῖό τε πατρῴαν ἄρουραν,

  36 ἅ νιν ἐρειδόμενον ναυαγίαις

  ἐξ ἀμετρήτας ἁλὸς ἐν κρυοέσσᾳ

  δέξατο συντυχίᾳ·

  νῦν δ’ αὖτις ἀρχαίας ἐπέβασε Πότμος

  40 συγγενὴς εὐαμερίας. ὁ πονήσαις δὲ νόῳ καὶ προμάθειαν φέρει·

  εἰ δ’ ἀρετᾷ κατάκειται πᾶσαν ὀργάν,

  ἀμφότερον δαπάναις τε καὶ πόνοις,

  χρή νιν εὑρόντεσσιν ἀγάνορα κόμπον

  μὴ φθονεραῖσι φέρειν

  45 γνώμαις. ἐπεὶ κούφα δόσις ἀνδρὶ σοφῷ

  ἀντὶ μόχθων παντοδαπῶν ἔπος εἰπόντ’ ἀγαθὸν ξυνὸν ὀρθῶσαι καλόν.

  μισθὸς γὰρ ἄλλοις ἄλλος ἐπ’ ἔργμασιν ἀνθρώποις γλυκύς,

  μηλοβότᾳ τ’ ἀρότᾳ τ’ ὀρνιχολόχῳ τε καὶ ὃν πόντος τράφει.

  γαστρὶ δὲ πᾶς τις ἀμύνων λιμὸν αἰανῆ τέταται·

  50 ὃς δ’ ἀμφ’ ἀέθλοις ἢ πολεμίζων ἄρηται κῦδος ἁβρόν,

  εὐαγορηθεὶς κέρδος ὕψιστον δέκεται, πολιατᾶν καὶ ξένων γλώσσας ἄωτον.

  Δ΄ ἄμμι δ’ ἔοικε Κρόνου σεισίχθον’ υἱόν

  γείτον’ ἀμειβομένοις εὐεργέταν

  ἁρμάτων ἱπποδρόμιον κελαδῆσαι,

  55 καὶ σέθεν, Ἀμφιτρύων,

  παῖδας προσειπεῖν τὸν Μινύα τε μυχόν

  καὶ τὸ Δάματρος κλυτὸν ἄλσος Ἐλευσῖνα καὶ Εὔβοιαν ἐν γναμπτοῖς δρόμοις

  Πρωτεσίλα, τὸ τεὸν δ’ ἀνδρῶν Ἀχαιῶν

  ἐν Φυλάκᾳ τέμενος συμβάλλομαι.

  60 πάντα δ’ ἐξειπεῖν, ὅσ’ ἀγώνιος Ἑρμᾶς

  Ἡροδότῳ ἔπορεν

  ἵπποις, ἀφαιρεῖται βραχὺ μέτρον ἔχων

  ὕμνος. ἦ μὰν πολλάκι καὶ τὸ σεσωπαμένον εὐθυμίαν μείζω φέρει.

  εἴη νιν εὐφώνων πτερύγεσσ�
�ν ἀερθέντ’ ἀγλααῖς

  65 Πιερίδων, ἔτι καὶ Πυθῶθεν Ὀλυμπιάδων τ’ ἐξαιρέτοις

  Ἀλφεοῦ ἔρνεσι φράξαι χεῖρα τιμὰν ἑπταπύλοις

  Θήβαισι τεύχοντ’. εἰ δέ τις ἔνδον νέμει πλοῦτον κρυφαῖον,

  ἄλλοισι δ’ ἐμπίπτων γελᾷ, ψυχὰν Ἀΐδᾳ τελέων οὐ φράζεται δόξας ἄνευθεν.

  II. ΞΕΝΟΚΡΑΤΗΙ ΑΚΡΑΓΑΝΤΙΝΩΙ ΑΡΜΑΤΙ

  Indice I III VIII

  Α΄ Οἱ μὲν πάλαι, ὦ Θρασύβουλε, φῶτες, οἳ χρυσαμπύκων

  ἐς δίφρον Μοισᾶν ἔβαινον κλυτᾷ φόρμιγγι συναντόμενοι,

  ῥίμφα παιδείους ἐτόξευον μελιγάρυας ὕμνους,

  ὅστις ἐὼν καλὸς εἶχεν Ἀφροδίτας

  5 εὐθρόνου μνάστειραν ἁδίσταν ὀπώραν.

  ἁ Μοῖσα γὰρ οὐ φιλοκερδής πω τότ’ ἦν οὐδ’ ἐργάτις·

  οὐδ’ ἐπέρναντο γλυκεῖαι μελιφθόγγου ποτὶ Τερψιχόρας

  ἀργυρωθεῖσαι πρόσωπα μαλθακόφωνοι ἀοιδαί.

  νῦν δ’ ἐφίητι ‹τὸ› τὠργείου φυλάξαι

  10 ῥῆμ’ ἀλαθείας ‹ἐτᾶς› ἄγχιστα βαῖνον,

  ‘χρήματα χρήματ’ ἀνήρ’ ὃς φᾶ κτεάνων θ’ ἅμα λειφθεὶς καὶ φίλων.

  ἐσσὶ γὰρ ὦν σοφός· οὐκ ἄγνωτ’ ἀείδω

  Ἰσθμίαν ἵπποισι νίκαν,

  τὰν Ξενοκράτει Ποσειδάων ὀπάσαις,

  15 Δωρίων αὐτῷ στεφάνωμα κόμᾳ

  πέμπεν ἀναδεῖσθαι σελίνων,

  Β΄ εὐάρματον ἄνδρα γεραίρων, Ἀκραγαντίνων φάος.

  ἐν Κρίσᾳ δ’ εὐρυσθενὴς εἶδ’ Ἀπόλλων νιν πόρε τ’ ἀγλαΐαν

  καὶ τόθι κλειναῖς ‹τ’› Ἐρεχθειδᾶν χαρίτεσσιν ἀραρώς

 

‹ Prev