by Pindar
20 ταῖς λιπαραῖς ἐν Ἀθάναις, οὐκ ἐμέμφθη
ῥυσίδιφρον χεῖρα πλαξίπποιο φωτός,
τὰν Νικόμαχος κατὰ καιρὸν νεῖμ’ ἁπάσαις ἁνίαις·
ὅν τε καὶ κάρυκες ὡρᾶν ἀνέγνον, σπονδοφόροι Κρονίδα
Ζηνὸς Ἀλεῖοι, παθόντες πού τι φιλόξενον ἔργον·
25 ἁδυπνόῳ τέ νιν ἀσπάζοντο φωνᾷ
χρυσέας ἐν γούνασιν πίτνοντα Νίκας
γαῖαν ἀνὰ σφετέραν, τὰν δὴ καλέοισιν Ὀλυμπίου Διός
ἄλσος· ἵν’ ἀθανάτοις Αἰνησιδάμου
παῖδες ἐν τιμαῖς ἔμιχθεν.
30 καὶ γὰρ οὐκ ἀγνῶτες ὑμῖν ἐντὶ δόμοι
οὔτε κώμων, ὦ Θρασύβουλ’, ἐρατῶν,
οὔτε μελικόμπων ἀοιδᾶν.
Γ΄ οὐ γὰρ πάγος οὐδὲ προσάντης ἁ κέλευθος γίνεται,
εἴ τις εὐδόξων ἐς ἀνδρῶν ἄγοι τιμὰς Ἑλικωνιάδων.
35 μακρὰ δισκήσαις ἀκοντίσσαιμι τοσοῦθ’, ὅσον ὀργάν
Ξεινοκράτης ὑπὲρ ἀνθρώπων γλυκεῖαν
ἔσχεν. αἰδοῖος μὲν ἦν ἀστοῖς ὁμιλεῖν,
ἱπποτροφίας τε νομίζων ἐν Πανελλάνων νόμῳ·
καὶ θεῶν δαῖτας προσέπτυκτο πάσας· οὐδέ ποτε ξενίαν
40 οὖρος ἐμπνεύσαις ὑπέστειλ’ ἱστίον ἀμφὶ τράπεζαν·
ἀλλ’ ἐπέρα ποτὶ μὲν Φᾶσιν θερείαις,
ἐν δὲ χειμῶνι πλέων Νείλου πρὸς ἀκτάν.
μή νυν, ὅτι φθονεραὶ θνατῶν φρένας ἀμφικρέμανται ἐλπίδες,
μήτ’ ἀρετάν ποτε σιγάτω πατρῴαν,
45 μηδὲ τούσδ’ ὕμνους· ἐπεί τοι
οὐκ ἐλινύσοντας αὐτοὺς ἐργασάμαν.
ταῦτα, Νικάσιππ’, ἀπόνειμον, ὅταν
ξεῖνον ἐμὸν ἠθαῖον ἔλθῃς.
III. ΜΕΛΙΣΣΩΙ ΘΗΒΑΙΩΙ ΙΠΠΟΙΣ
Α΄ Εἴ τις ἀνδρῶν εὐτυχήσαις ἢ σὺν εὐδόξοις ἀέθλοις
ἢ σθένει πλούτου κατέχει φρασὶν αἰανῆ κόρον,
ἄξιος εὐλογίαις ἀστῶν μεμίχθαι.
Ζεῦ, μεγάλαι δ’ ἀρεταὶ θνατοῖς ἕπονται
5 ἐκ σέθεν· ζώει δὲ μάσσων ὄλβος ὀπιζομένων, πλαγίαις δὲ φρένεσσιν
οὐχ ὁμῶς πάντα χρόνον θάλλων ὁμιλεῖ.
εὐκλέων δ’ ἔργων ἄποινα χρὴ μὲν ὑμνῆσαι τὸν ἐσλόν,
χρὴ δὲ κωμάζοντ’ ἀγαναῖς χαρίτεσσιν βαστάσαι.
ἔστι δὲ καὶ διδύμων ἀέθλων Μελίσσῳ
10 μοῖρα πρὸς εὐφροσύναν τρέψαι γλυκεῖαν
ἦτορ, ἐν βάσσαισιν Ἰσθμοῦ δεξαμένῳ στεφάνους, τὰ δὲ κοίλᾳ λέοντος
ἐν βαθυστέρνου νάπᾳ κάρυξε Θήβαν
ἱπποδρομίᾳ κρατέων· ἀνδρῶν δ’ ἀρετάν
σύμφυτον οὐ κατελέγχει.
15 ἴστε μὰν Κλεωνύμου
δόξαν παλαιὰν ἅρμασιν·
καὶ ματρόθε Λαβδακίδαισιν σύννομοι
πλούτου διέστειχον τετραοριᾶν πόνοις.
αἰὼν δὲ κυλινδομέναις ἁμέραις ἄλλ’ ἄλλοτ’ ἐξάλλαξεν. ἄτρωτοί γε μὰν παῖδες θεῶν.
IV. ΜΕΛΙΣΣΩΙ ΘΗΒΑΙΩΙ ΙΠΠΟΙΣ
Indice I III V VIII
Α΄ Ἔστι μοι θεῶν ἕκατι μυρία παντᾷ κέλευθος,
ὦ Μέλισσ’, εὐμαχανίαν γὰρ ἔφανας Ἰσθμίοις,
ὑμετέρας ἀρετὰς ὕμνῳ διώκειν·
αἷσι Κλεωνυμίδαι θάλλοντες αἰεί
5 σὺν θεῷ θνατὸν διέρχονται βιότου τέλος. ἄλλοτε δ’ ἀλλοῖος οὖρος
πάντας ἀνθρώπους ἐπαΐσσων ἐλαύνει.
τοὶ μὲν ὦν Θήβαισι τιμάεντες ἀρχᾶθεν λέγονται
πρόξενοί τ’ ἀμφικτιόνων κελαδεννᾶς τ’ ὀρφανοί
ὕβριος· ὅσσα δ’ ἐπ’ ἀνθρώπους ἄηται
10 μαρτύρια φθιμένων ζωῶν τε φωτῶν
ἀπλέτου δόξας, ἐπέψαυσαν κατὰ πὰν τέλος· ἀνορέαις δ’ ἐσχάταισιν
οἴκοθεν στάλαισιν ἅπτονθ’ Ἡρακλείαις·
καὶ μηκέτι μακροτέραν σπεύδειν ἀρετάν·
ἱπποτρόφοι τ’ ἐγένοντο,
15 χαλκέῳ τ’ Ἄρει ἅδον.
ἀλλ’ ἁμέρᾳ γὰρ ἐν μιᾷ
τραχεῖα νιφὰς πολέμοιο τεσσάρων
ἀνδρῶν ἐρήμωσεν μάκαιραν ἑστίαν·
νῦν δ’ αὖ μετὰ χειμέριον ποικίλα μηνῶν ζόφον
20 χθὼν ὥτε φοινικέοισιν ἄνθησεν ῥόδοις
Β΄ δαιμόνων βουλαῖς. ὁ κινητὴρ δὲ γᾶς Ὀγχηστὸν οἰκέων
καὶ γέφυραν ποντιάδα πρὸ Κορίνθου τειχέων,
τόνδε πορὼν γενεᾷ θαυμαστὸν ὕμνον
ἐκ λεχέων ἀνάγει φάμαν παλαιάν
25 εὐκλέων ἔργων· ἐν ὕπνῳ γὰρ πέσεν· ἀλλ’ ἀνεγειρομένα χρῶτα λάμπει,
Ἀοσφόρος θαητὸς ὣς ἄστροις ἐν ἄλλοις·
ἅ τε κἀν γουνοῖς Ἀθανᾶν ἅρμα καρύξαισα νικᾶν
ἔν τ’ Ἀδραστείοις ἀέθλοις Σικυῶνος ὤπασεν
τοιάδε τῶν τότ’ ἐόντων φύλλ’ ἀοιδᾶν.
30 οὐδὲ παναγυρίων ξυνᾶν ἀπεῖχον
καμπύλον δίφρον, Πανελλάνεσσι δ’ ἐριζόμενοι δαπάνᾳ χαῖρον ἵππων.
τῶν ἀπειράτων γὰρ ἄγνωτοι σιωπαί.
ἔστιν δ’ ἀφάνεια τύχας καὶ μαρναμένων,
πρὶν τέλος ἄκρον ἱκέσθαι·
35 τῶν τε γὰρ καὶ τῶν διδοῖ·
καὶ κρέσσον’ ἀνδρῶν χειρόνων
ἔσφαλε τέχνα καταμάρψαισ’· ἴστε μάν
Αἴαντος ἀλκάν, φοίνιον τὰν ὀψίᾳ
ἐν νυκτὶ ταμὼν περὶ ᾧ φασγάνῳ μομφὰν ἔχει
40 παίδεσσιν Ἑλλάνων ὅσοι Τροίανδ’ ἔβαν.
Γ΄ ἀλλ’ Ὅ�
�ηρός τοι τετίμακεν δι’ ἀνθρώπων, ὃς αὐτοῦ
πᾶσαν ὀρθώσαις ἀρετὰν κατὰ ῥάβδον ἔφρασεν
θεσπεσίων ἐπέων λοιποῖς ἀθύρειν.
τοῦτο γὰρ ἀθάνατον φωνᾶεν ἕρπει,
45 εἴ τις εὖ εἴπῃ τι· καὶ πάγκαρπον ἐπὶ χθόνα καὶ διὰ πόντον βέβακεν
ἐργμάτων ἀκτὶς καλῶν ἄσβεστος αἰεί.
προφρόνων Μοισᾶν τύχοιμεν, κεῖνον ἅψαι πυρσὸν ὕμνων
καὶ Μελίσσῳ, παγκρατίου στεφάνωμ’ ἐπάξιον,
ἔρνεϊ Τελεσιάδα. τόλμᾳ γὰρ εἰκώς
50 θυμὸν ἐριβρεμετᾶν θηρῶν λεόντων
ἐν πόνῳ, μῆτιν δ’ ἀλώπηξ, αἰετοῦ ἅ τ’ ἀναπιτναμένα ῥόμβον ἴσχει·
χρὴ δὲ πᾶν ἔρδοντ’ ἀμαυρῶσαι τὸν ἐχθρόν.
οὐ γὰρ φύσιν Ὠαριωνείαν ἔλαχεν·
ἀλλ’ ὀνοτὸς μὲν ἰδέσθαι,
55 συμπεσεῖν δ’ ἀκμᾷ βαρύς.
καί τοί ποτ’ Ἀνταίου δόμους
Θηβᾶν ἄπο Καδμεϊᾶν μορφὰν βραχύς,
ψυχὰν δ’ ἄκαμπτος, προσπαλαίσων ἦλθ’ ἀνήρ
τὰν πυροφόρον Λιβύαν, κρανίοις ὄφρα ξένων
60 ναὸν Ποσειδάωνος ἐρέφοντα σχέθοι,
Δ΄ υἱὸς Ἀλκμήνας· ὃς Οὔλυμπόνδ’ ἔβα, γαίας τε πάσας
καὶ βαθύκρημνον πολιᾶς ἁλὸς ἐξευρὼν θέναρ,
ναυτιλίαισί τε πορθμὸν ἡμερώσαις.
νῦν δὲ παρ’ Αἰγιόχῳ κάλλιστον ὄλβον
65 ἀμφέπων ναίει, τετίματαί τε πρὸς ἀθανάτων φίλος, Ἥβαν τ’ ὀπυίει,
χρυσέων οἴκων ἄναξ καὶ γαμβρὸς Ἥρας.
τῷ μὲν Ἀλεκτρᾶν ὕπερθεν δαῖτα πορσύνοντες ἀστοί
καὶ νεόδματα στεφανώματα βωμῶν αὔξομεν
ἔμπυρα χαλκοαρᾶν ὀκτὼ θανόντων,
70 τοὺς Μεγάρα τέκε οἱ Κρεοντὶς υἱούς·
τοῖσιν ἐν δυθμαῖσιν αὐγᾶν φλὸξ ἀνατελλομένα συνεχὲς παννυχίζει,
αἰθέρα κνισάεντι λακτίζοισα καπνῷ,
καὶ δεύτερον ἆμαρ ἐτείων τέρμ’ ἀέθλων
γίνεται, ἰσχύος ἔργον.
75 ἔνθα λευκωθεὶς κάρα
μύρτοις ὅδ’ ἀνὴρ διπλόαν
νίκαν ἀνεφάνατο παίδων ‹τε› τρίταν
πρόσθεν, κυβερνατῆρος οἰακοστρόφου
γνώμᾳ πεπιθὼν πολυβούλῳ· σὺν Ὀρσέᾳ δέ νιν
80 κωμάξομαι τερπνὰν ἐπιστάζων χάριν.
V. ΦΥΛΑΚΙΔΑΙ ΑΙΓΙΝΗΤΗΙ ΠΑΓΚΡΑΤΙΩΙ
Α΄ Μᾶτερ Ἀελίου πολυώνυμε Θεία,
σέο ἕκατι καὶ μεγασθενῆ νόμισαν
χρυσὸν ἄνθρωποι περιώσιον ἄλλων·
καὶ γὰρ ἐριζόμεναι
5 νᾶες ἐν πόντῳ καὶ ‹ὑφ’› ἅρμασιν ἵπποι
διὰ τεάν, ὤνασσα, τιμὰν ὠκυδινάτοις ἐν ἁμίλλαισι θαυμασταὶ πέλονται,
ἔν τ’ ἀγωνίοις ἀέθλοισι ποθεινόν
κλέος ἔπραξεν, ὅντιν’ ἀθρόοι στέφανοι
χερσὶ νικάσαντ’ ἀνέδησαν ἔθειραν
10 ἢ ταχυτᾶτι ποδῶν.
κρίνεται δ’ ἀλκὰ διὰ δαίμονας ἀνδρῶν.
δύο δέ τοι ζωᾶς ἄωτον μοῦνα ποιμαίνοντι τὸν ἄλπνιστον, εὐανθεῖ σὺν ὄλβῳ
εἴ τις εὖ πάσχων λόγον ἐσλὸν ἀκούῃ.
μὴ μάτευε Ζεὺς γενέσθαι· πάντ’ ἔχεις,
15 εἴ σε τούτων μοῖρ’ ἐφίκοιτο καλῶν.
θνατὰ θνατοῖσι πρέπει.
τὶν δ’ ἐν Ἰσθμῷ διπλόα θάλλοισ’ ἀρετά,
Φυλακίδ’, ἄγκειται, Νεμέᾳ δὲ καὶ ἀμφοῖν
Πυθέᾳ τε, παγκρατίου. τὸ δ’ ἐμόν,
20 οὐκ ἄτερ Αἰακιδᾶν, κέαρ ὕμνων γεύεται·
σὺν Χάρισιν δ’ ἔμολον Λάμπωνος υἱοῖς
Β΄ τάνδ’ ἐς εὔνομον πόλιν. εἰ δὲ τέτραπται
θεοδότων ἔργων κέλευθον ἂν καθαράν,
μὴ φθόνει κόμπον τὸν ἐοικότ’ ἀοιδᾷ
25 κιρνάμεν ἀντὶ πόνων.
καὶ γὰρ ἡρώων ἀγαθοὶ πολεμισταί
λόγον ἐκέρδαναν· κλέονται δ’ ἔν τε φορμίγγεσσιν ἐν αὐλῶν τε παμφώνοις ὁμοκλαῖς
μυρίον χρόνον· μελέταν δὲ σοφισταῖς
Διὸς ἕκατι πρόσβαλον σεβιζόμενοι·
30 ἐν μὲν Αἰτωλῶν θυσίαισι φαενναῖς
Οἰνεΐδαι κρατεροί,
ἐν δὲ Θήβαις ἱπποσόας Ἰόλαος
γέρας ἔχει, Περσεὺς δ’ ἐν Ἄργει, Κάστορος δ’ αἰχμὰ Πολυδεύκεός τ’ ἐπ’ Εὐρώτα ῥεέθροις.
ἀλλ’ ἐν Οἰνώνᾳ μεγαλήτορες ὀργαί
35 Αἰακοῦ παίδων τε· τοὶ καὶ σὺν μάχαις
δὶς πόλιν Τρώων πράθον, ἑσπόμενοι
Ἡρακλῆϊ πρότερον,
καὶ σὺν Ἀτρείδαις. ἔλα νῦν μοι πεδόθεν·
λέγε, τίνες Κύκνον, τίνες Ἕκτορα πέφνον,
40 καὶ στράταρχον Αἰθιόπων ἄφοβον
Μέμνονα χαλκοάραν· τίς ἄρ’ ἐσλὸν Τήλεφον
τρῶσεν ἑῷ δορὶ Καΐκου παρ’ ὄχθαις;
Γ΄ τοῖσιν Αἴγιναν προφέρει στόμα πάτραν,
διαπρεπέα νᾶσον· τετείχισται δὲ πάλαι
45 πύργος ὑψηλαῖς ἀρεταῖς ἀναβαίνειν.
πολλὰ μὲν ἀρτιεπής
γλῶσσά μοι τοξεύματ’ ἔχει περὶ κείνων
κελαδέσαι· καὶ νῦν ἐν Ἄρει μαρτυρήσαι κεν πόλις Αἴαντος ὀρθωθεῖσα ναύταις
ἐν πολυφθόρῳ Σαλαμὶς Διὸς ὄμβρῳ
50 ἀναρίθμων ἀνδρῶν χαλαζάεντι φόνῳ.
ἀλλ’ ὅμως καύχαμα κατάβρεχε σιγᾷ·
Ζεὺς τά τε καὶ τὰ νέμει,
Ζεὺς ὁ πάντων κύριος. ἐν δ’ ἐρατει�
�ῷ
μέλιτι καὶ τοιαίδε τιμαὶ καλλίνικον χάρμ’ ἀγαπάζοντι. μαρνάσθω τις ἔρδων
55 ἀμφ’ ἀέθλοισιν γενεὰν Κλεονίκου
ἐκμαθών· οὔτοι τετύφλωται μακρός
μόχθος ἀνδρῶν οὐδ’ ὁπόσαι δαπάναι
ἐλπίδ’ ἔκνιξαν ὄπιν.
αἰνέω καὶ Πυθέαν ἐν γυιοδάμαις
60 Φυλακίδᾳ πλαγᾶν δρόμον εὐθυπορῆσαι,
χερσὶ δεξιόν, νόῳ ἀντίπαλον.
λάμβανέ οἱ στέφανον, φέρε δ’ εὔμαλλον μίτραν,
καὶ πτερόεντα νέον σύμπεμψον ὕμνον.
VI. ΦΥΛΑΚΙΔΑΙ ΑΙΓΙΝΗΤΗΙ ΠΑΙΔΙ ΠΑΓΚΡΑΤΙΩΙ
Α΄ Θάλλοντος ἀνδρῶν ὡς ὅτε συμποσίου
δεύτερον κρατῆρα Μοισαίων μελέων
κίρναμεν Λάμπωνος εὐαέθλου γενεᾶς ὕπερ, ἐν Νεμέᾳ μὲν πρῶτον, ὦ Ζεῦ,
τὶν ἄωτον δεξάμενοι στεφάνων,
5 νῦν αὖτε Ἰσθμοῦ δεσπότᾳ
Νηρεΐδεσσί τε πεντήκοντα παίδων ὁπλοτάτου
Φυλακίδα νικῶντος. εἴη δὲ τρίτον
σωτῆρι πορσαίνοντας Ὀλυμπίῳ Αἴγιναν κάτα
σπένδειν μελιφθόγγοις ἀοιδαῖς.
10 εἰ γάρ τις ἀνθρώπων δαπάνᾳ τε χαρείς
καὶ πόνῳ πράσσει θεοδμάτους ἀρετάς
σύν τέ οἱ δαίμων φυτεύει δόξαν ἐπήρατον, ἐσχατιαῖς ἤδη πρὸς ὄλβου
βάλλετ’ ἄγκυραν θεότιμος ἐών.
τοίαισιν ὀργαῖς εὔχεται
15 ἀντιάσαις Ἀΐδαν γῆράς τε δέξασθαι πολιόν
ὁ Κλεονίκου παῖς· ἐγὼ δ’ ὑψίθρονον
Κλωθὼ κασιγνήτας τε προσεννέπω ἑσπέσθαι κλυταῖς