by Pindar
ἀνδρὸς φίλου Μοίρας ἐφετμαῖς.
ὔμμε τ’, ὦ χρυσάρματοι Αἰακίδαι,
20 τέθμιόν μοι φαμὶ σαφέστατον ἔμμεν
τάνδ’ ἐπιστείχοντα νᾶσον ῥαινέμεν εὐλογίαις.
μυρίαι δ’ ἔργων καλῶν τέτμανθ’ ἑκατόμπεδοι ἐν σχερῷ κέλευθοι
καὶ πέραν Νείλοιο παγᾶν καὶ δι’ Ὑπερβορέους·
οὐδ’ ἔστιν οὕτω βάρβαρος οὔτε παλίγγλωσσος πόλις,
25 ἅτις οὐ Πηλέος ἀΐει κλέος ἥρωος, εὐδαίμονος γαμβροῦ θεῶν,
Β΄ οὐδ’ ἅτις Αἴαντος Τελαμωνιάδα
καὶ πατρός· τὸν χαλκοχάρμαν ἐς πόλεμον
ἆγε σὺν Τιρυνθίοισιν πρόφρονα σύμμαχον ἐς Τροΐαν, ἥρωσι μόχθον,
Λαομεδοντιᾶν ὑπὲρ ἀμπλακιᾶν
30 ἐν ναυσὶν Ἀλκμήνας τέκος.
εἷλε δὲ Περγαμίαν, πέφνεν δὲ σὺν κείνῳ Μερόπων
ἔθνεα καὶ τὸν βουβόταν οὔρεϊ ἴσον
Φλέγραισιν εὑρὼν Ἀλκυονῆ, σφετέρας δ’ οὐ φείσατο
χερσὶν βαρυφθόγγοιο νευρᾶς
35 Ἡρακλέης. ἀλλ’ Αἰακίδαν καλέων
ἐς πλόον ‹κούρων› κύρησεν δαινυμένων.
τὸν μὲν ἐν ῥινῷ λέοντος στάντα κελήσατο νεκταρέαις σπονδαῖσιν ἄρξαι
καρτεραίχμαν Ἀμφιτρυωνιάδαν,
ἄνδωκε δ’ αὐτῷ φέρτατος
40 οἰνοδόκον φιάλαν χρυσῷ πεφρικυῖαν Τελαμών,
ὁ δ’ ἀνατείναις οὐρανῷ χεῖρας ἀμάχους
αὔδασε τοιοῦτον ἔπος· ‘Εἴ ποτ’ ἐμᾶν, ὦ Ζεῦ πάτερ,
θυμῷ θέλων ἀρᾶν ἄκουσας,
νῦν σε, νῦν εὐχαῖς ὑπὸ θεσπεσίαις
45 λίσσομαι παῖδα θρασὺν ἐξ Ἐριβοίας
ἀνδρὶ τῷδε ξεῖνον ἁμὸν μοιρίδιον τελέσαι·
τὸν μὲν ἄρρηκτον φυάν, ὥσπερ τόδε δέρμα με νῦν περιπλανᾶται
θηρός, ὃν πάμπρωτον ἀέθλων κτεῖνά ποτ’ ἐν Νεμέᾳ
θυμὸς δ’ ἑπέσθω.’ ταῦτ’ ἄρα οἱ φαμένῳ πέμψεν θεός
50 ἀρχὸν οἰωνῶν μέγαν αἰετόν· ἁδεῖα δ’ ἔνδον νιν ἔκνιξεν χάρις,
Γ΄ εἶπέν τε φωνήσαις ἅτε μάντις ἀνήρ
‘Ἔσσεταί τοι παῖς, ὃν αἰτεῖς, ὦ Τελαμών·
καί νιν ὄρνιχος φανέντος κέκλευ ἐπώνυμον εὐρυβίαν Αἴαντα, λαῶν
ἐν πόνοις ἔκπαγλον Ἐνυαλίου.’
55 ὣς ἦρα εἰπὼν αὐτίκα
ἕζετ’. ἐμοὶ δὲ μακρὸν πάσας ‹ἀν›αγήσασθ’ ἀρετάς·
Φυλακίδᾳ γὰρ ἦλθον, ὦ Μοῖσα, ταμίας
Πυθέᾳ τε κώμων Εὐθυμένει τε· τὸν Ἀργείων τρόπον
εἰρήσεταί που κἀν βραχίστοις.
60 ἄραντο γὰρ νίκας ἀπὸ παγκρατίου
τρεῖς ἀπ’ Ἰσθμοῦ, τὰς δ’ ἀπ’ εὐφύλλου Νεμέας,
ἀγλαοὶ παῖδές τε καὶ μάτρως. ἀνὰ δ’ ἄγαγον ἐς φάος οἵαν μοῖραν ὕμνων
τὰν Ψαλυχιαδᾶν δὲ πάτραν Χαρίτων
ἄρδοντι καλλίστᾳ δρόσῳ,
65 τόν τε Θεμιστίου ὀρθώσαντες οἶκον τάνδε πόλιν
θεοφιλῆ ναίοισι· Λάμπων δὲ μελέταν
ἔργοις ὀπάζων Ἡσιόδου μάλα τιμᾷ τοῦτ’ ἔπος,
υἱοῖσί τε φράζων παραινεῖ,
ξυνὸν ἄστει κόσμον ἑῷ προσάγων·
70 καὶ ξένων εὐεργεσίαις ἀγαπᾶται,
μέτρα μὲν γνώμᾳ διώκων, μέτρα δὲ καὶ κατέχων
γλῶσσα δ’ οὐκ ἔξω φρενῶν φαίης κέ νιν ἄνδρ’ ἐν ἀεθληταῖσιν ἔμμεν
Ναξίαν πέτραις ἐν ἄλλαις χαλκοδάμαντ’ ἀκόναν.
πίσω σφε Δίρκας ἁγνὸν ὕδωρ, τὸ βαθύζωνοι κόραι
75 χρυσοπέπλου Μναμοσύνας ἀνέτειλαν παρ’ εὐτειχέσιν Κάδμου πύλαις.
VII. ΣΤΡΕΨΙΑΔΗΙ ΘΗΒΑΙΩΙ ΠΑΓΚΡΑΤΙΩ
Α΄ Τίνι τῶν πάρος, ὦ μάκαιρα Θήβα,
καλῶν ἐπιχωρίων μάλιστα θυμὸν τεόν
εὔφρανας; ἦρα χαλκοκρότου πάρεδρον
Δαμάτερος ἁνίκ’ εὐρυχαίταν
5 ἄντειλας Διόνυσον, ἢ χρυσῷ μεσονύκτιον νείφοντα δεξαμένα τὸν φέρτατον θεῶν,
ὁπότ’ Ἀμφιτρύωνος ἐν θυρέτροις
σταθεὶς ἄλοχον μετῆλθεν Ἡρακλείοις γοναῖς;
ἢτ’ ἀμφὶ πυκναῖς Τειρεσίαο βουλαῖς;
ἢτ’ ἀμφ’ Ἰόλαον ἱππόμητιν;
10 ἢ Σπαρτῶν ἀκαμαντολογχᾶν; ἢ ὅτε καρτερᾶς Ἄδραστον ἐξ ἀλαλᾶς ἄμπεμψας ὀρφανόν
μυρίων ἑτάρων ἐς Ἄργος ἵππιον;
ἢ Δωρίδ’ ἀποικίαν οὕνεκεν ὀρθῷ
ἔστασας ἐπὶ σφυρῷ
Λακεδαιμονίων, ἕλον δ’ Ἀμύκλας
15 Αἰγεῖδαι σέθεν ἔκγονοι, μαντεύμασι Πυθίοις;
ἀλλὰ παλαιὰ γάρ
εὕδει χάρις, ἀμνάμονες δὲ βροτοί,
Β΄ ὅ τι μὴ σοφίας ἄωτον ἄκρον
κλυταῖς ἐπέων ῥοαῖσιν ἐξίκηται ζυγέν·
20 κώμαζ’ ἔπειτεν ἁδυμελεῖ σὺν ὕμνῳ
καὶ Στρεψιάδᾳ· φέρει γὰρ Ἰσθμοῖ
νίκαν παγκρατίου, σθένει τ’ ἔκπαγλος ἰδεῖν τε μορφάεις, ἄγει τ’ ἀρετὰν οὐκ αἴσχιον φυᾶς.
φλέγεται δὲ ἰοπλόκοισι Μοίσαις,
μάτρωΐ θ’ ὁμωνύμῳ δέδωκε κοινὸν θάλος,
25 χάλκασπις ᾧ πότμον μὲν Ἄρης ἔμειξεν,
τιμὰ δ’ ἀγαθοῖσιν ἀντίκειται.
ἴστω γὰρ σαφὲς ὅστις ἐν ταύτᾳ νεφέλᾳ χάλαζαν αἵματος πρὸ φίλας πάτρας ἀμύνεται,
λοιγὸν ἄντα φέρων ἐναντίῳ στρατῷ,
ἀστῶν γενεᾷ μέγιστον κλέος αὔξων
30 ζώων τ’ ἀ
πὸ καὶ θανών.
τὺ δέ, Διοδότοιο παῖ, μαχατάν
αἰνέων Μελέαγρον, αἰνέων δὲ καὶ Ἕκτορα
Ἀμφιάραόν τε,
εὐανθέ’ ἀπέπνευσας ἁλικίαν
Γ΄ προμάχων ἀν’ ὅμιλον, ἔνθ’ ἄριστοι
36 ἔσχον πολέμοιο νεῖκος ἐσχάταις ἐλπίσιν.
ἔτλαν δὲ πένθος οὐ φατόν· ἀλλὰ νῦν μοι
Γαιάοχος εὐδίαν ὄπασσεν
ἐκ χειμῶνος. ἀείσομαι χαίταν στεφάνοισιν ἁρμόζων. ὁ δ’ ἀθανάτων μὴ θρασσέτω φθόνος,
40 ὅτι τερπνὸν ἐφάμερον διώκων
ἕκαλος ἔπειμι γῆρας ἔς τε τὸν μόρσιμον
αἰῶνα. θνᾴσκομεν γὰρ ὁμῶς ἅπαντες·
δαίμων δ’ ἄϊσος· τὰ μακρὰ δ’ εἴ τις
παπταίνει, βραχὺς ἐξικέσθαι χαλκόπεδον θεῶν ἕδραν· ὅ τοι πτερόεις ἔρριψε Πάγασος
45 δεσπόταν ἐθέλοντ’ ἐς οὐρανοῦ σταθμούς
ἐλθεῖν μεθ’ ὁμάγυριν Βελλεροφόνταν
Ζηνός. τὸ δὲ πὰρ δίκαν
γλυκὺ πικροτάτα μένει τελευτά.
ἄμμι δ’, ὦ χρυσέᾳ κόμᾳ θάλλων, πόρε, Λοξία,
50 τεαῖσιν ἁμίλλαισιν
εὐανθέα καὶ Πυθόϊ στέφανον.
VIII. ΚΛΕΑΝΔΡΩΙ ΑΙΓΙΝΗΤΗΙ ΠΑΙΔΙ ΠΑΓΚΡΑΤΙΩΙ
Α΄ Κλεάνδρῳ τις ἁλικίᾳ τε λύτρον εὔδοξον, ὦ νέοι, καμάτων
πατρὸς ἀγλαὸν Τελεσάρχου παρὰ πρόθυρον
ἰὼν ἀνεγειρέτω
κῶμον, Ἰσθμιάδος τε νίκας ἄποινα, καὶ Νεμέᾳ
5 ἀέθλων ὅτι κράτος ἐξεῦρε· τῶ καὶ ἐγώ, καίπερ ἀχνύμενος
θυμόν, αἰτέομαι χρυσέαν καλέσαι
Μοῖσαν. ἐκ μεγάλων δὲ πενθέων λυθέντες
μήτ’ ἐν ὀρφανίᾳ πέσωμεν στεφάνων,
μήτε κάδεα θεράπευε· παυσάμενοι δ’ ἀπράκτων κακῶν
γλυκύ τι δαμωσόμεθα καὶ μετὰ πόνον·
ἐπειδὴ τὸν ὑπὲρ κεφαλᾶς
10 λίθον γε Ταντάλου παρά τις ἔτρεψεν ἄμμι θεός,
Β΄ ἀτόλματον Ἑλλάδι μόχθον. ἀλλ’ ἐμοὶ δεῖμα μὲν παροιχομένων
καρτερὰν ἔπαυσε μέριμναν· τὸ δὲ πρὸ ποδὸς
ἄρειον ἀεὶ βλέπειν
χρῆμα πάν· δόλιος γὰρ αἰὼν ἐπ’ ἀνδράσι κρέμαται,
15 ἑλίσσων βίου πόρον· ἰατὰ δ’ ἐστὶ βροτοῖς σύν γ’ ἐλευθερίᾳ
καὶ τά. χρὴ δ’ ἀγαθὰν ἐλπίδ’ ἀνδρὶ μέλειν.
χρὴ δ’ ἐν ἑπταπύλοισι Θήβαις τραφέντα
Αἰγίνᾳ Χαρίτων ἄωτον προνέμειν,
πατρὸς οὕνεκα δίδυμαι γένοντο θύγατρες Ἀσωπίδων
ὁπλόταται, Ζηνί τε ἅδον βασιλέϊ.
ὃ τὰν μὲν παρὰ καλλιρόῳ
20 Δίρκᾳ φιλαρμάτου πόλιος ᾤκισσεν ἁγεμόνα·
Γ΄ σὲ δ’ ἐς νᾶσον Οἰνοπίαν ἐνεγκὼν κοιμᾶτο, δῖον ἔνθα τέκες
Αἰακὸν βαρυσφαράγῳ πατρὶ κεδνότατον
ἐπιχθονίων· ὃ καί
δαιμόνεσσι δίκας ἐπείραινε· τοῦ μὲν ἀντίθεοι
25 ἀρίστευον υἱέες υἱέων τ’ ἀρηΐφιλοι παῖδες ἀνορέᾳ
χάλκεον στονόεντ’ ἀμφέπειν ὅμαδον,
σώφρονές τ’ ἐγένοντο πινυτοί τε θυμόν.
ταῦτα καὶ μακάρων ἐμέμναντ’ ἀγοραί,
Ζεὺς ὅτ’ ἀμφὶ Θέτιος ἀγλαός τ’ ἔρισαν Ποσειδὰν γάμῳ,
ἄλοχον εὐειδέα θέλων ἑκάτερος
ἑὰν ἔμμεν· ἔρως γὰρ ἔχεν.
30 ἀλλ’ οὔ σφιν ἄμβροτοι τέλεσαν εὐνὰν θεῶν πραπίδες,
Δ΄ ἐπεὶ θεσφάτων ‹ἐπ›άκουσαν· εἶπε δ’ εὔβουλος ἐν μέσοισι Θέμις,
εἵνεκεν πεπρωμένον ἦν, φέρτερον πατέρος
ἄνακτα γόνον τεκεῖν
ποντίαν θεόν, ὃς κεραυνοῦ τε κρέσσον ἄλλο βέλος
35 διώξει χερὶ τριόδοντός τ’ ἀμαιμακέτου, Ζηνὶ μισγομέναν
ἢ Διὸς παρ’ ἀδελφεοῖσιν. ‘ἀλλὰ τὰ μέν
παύσατε· βροτέων δὲ λεχέων τυχοῖσα
υἱὸν εἰσιδέτω θανόντ’ ἐν πολέμῳ,
χεῖρας Ἄρεΐ ‹τ’› ἐναλίγκιον στεροπαῖσί τ’ ἀκμὰν ποδῶν.
τὸ μὲν ἐμόν, Πηλέϊ γέρας θεόμορον
ὀπάσσαι γάμου Αἰακίδᾳ,
40 ὅν τ’ εὐσεβέστατον φάτις Ἰαολκοῦ τράφειν πεδίον·
Ε΄ ἰόντων δ’ ἐς ἄφθιτον ἄντρον εὐθὺς Χίρωνος αὐτίκ’ ἀγγελίαι
μηδὲ Νηρέος θυγάτηρ νεικέων πέταλα
δὶς ἐγγυαλιζέτω
ἄμμιν· ἐν διχομηνίδεσσιν δὲ ἑσπέραις ἐρατόν
45 λύοι κεν χαλινὸν ὑφ’ ἥρωϊ παρθενίας.’ ὣς φάτο Κρονίδαις
ἐννέποισα θεά· τοὶ δ’ ἐπὶ γλεφάροις
νεῦσαν ἀθανάτοισιν· ἐπέων δὲ καρπός
οὐ κατέφθινε. φαντὶ γὰρ ξύν’ ἀλέγειν
καὶ γάμον Θέτιος ἄνακτα, καὶ νεαρὰν ἔδειξαν σοφῶν
στόματ’ ἀπείροισιν ἀρετὰν Ἀχιλέος·
ὃ καὶ Μύσιον ἀμπελόεν
50 αἵμαξε Τηλέφου μέλανι ῥαίνων φόνῳ πεδίον
Ϝ΄ γεφύρωσέ τ’ Ἀτρεΐδαισι νόστον, Ἑλέναν τ’ ἐλύσατο, Τροΐας
ἶνας ἐκταμὼν δορί, ταί νιν ῥύοντό ποτε
μάχας ἐναριμβρότου
ἔργον ἐν πεδίῳ κορύσσοντα, Μέμνονός τε βίαν
55 ὑπέρθυμον Ἕκτορά τ’ ἄλλους τ’ ἀριστέας· οἷς δῶμα Φερσεφόνας
μανύων Ἀχιλεύς, οὖρος Αἰακιδᾶν,
Αἴγιναν σφετέραν τε ῥίζαν πρόφαινεν.
τὸν μὲν οὐδὲ θανόντ’ ἀοιδαὶ τι λίπον,
ἀλλά οἱ παρά τε πυρ�
��ν τάφον θ’ Ἑλικώνιαι παρθένοι
στάν, ἐπὶ θρῆνόν τε πολύφαμον ἔχεαν.
ἔδοξ’ ἦρα καὶ ἀθανάτοις,
60 ἐσλόν γε φῶτα καὶ φθίμενον ὕμνοις θεᾶν διδόμεν.
Ζ΄ τὸ καὶ νῦν φέρει λόγον, ἔσσυταί τε Μοισαῖον ἅρμα Νικοκλέος
μνᾶμα πυγμάχου κελαδῆσαι. γεραίρετέ νιν,
ὃς Ἴσθμιον ἂν νάπος
Δωρίων ἔλαχεν σελίνων· ἐπεὶ περικτίονας
65 ἐνίκασε δή ποτε καὶ κεῖνος ἄνδρας ἀφύκτᾳ χερὶ κλονέων.
τὸν μὲν οὐ κατελέγχει κριτοῦ γενεά
πατραδελφεοῦ· ἁλίκων τῶ τις ἁβρόν
ἀμφὶ παγκρατίου Κλεάνδρῳ πλεκέτω
μυρσίνας στέφανον, ἐπεί νιν Ἀλκαθόου τ’ ἀγὼν σὺν τύχᾳ
ἐν Ἐπιδαύρῳ τε νεότας δέκετο πρίν·
τὸν αἰνεῖν ἀγαθῷ παρέχει·
70 ἥβαν γὰρ οὐκ ἄπειρον ὑπὸ χειᾷ καλῶν δάμασεν.
θραύσματα — Fragments
ΕΠΙΝΙΚΟΙ ΙΣΘΜΙΟΝΙΚΑΙΣ
fr. 1a
[ ]ν[.]ντιφ[
......].υπανια[
10 .]α̣[....].φερει λαιλ̣[α
χαν νᾶα κύματος ακ.[
εν ὀρθῷ δρόμῳ βαθ[
ἔσφα̣λ̣’ ὅλῳ νόῳ
πτε[ρ]οε[......].μο[
15 κα̣ον̣υ.[
.]φιμε̣.[
.]οιρε[
φο[
...
fr. 1b
...
[ ].σ[][
[]
[ ]οι Νεμεα κ̣[
[ ].
5 [ ]ο̣λ̣αμ̣[
[ἀ]γλαο̣.[
...
fr. 1c
...
[].ε̣.[
[ ]ο̣ι̣..[
[]ε̣σα[
[]υμα.[
[ ]δ.[