by Pindar
...
ΚΑΣΜΥΛΩΙ ΡΟΔΙΩΙ ΠΥΚΤΗΙ
fr. 2
ὁ δ’ ἐθέλων τε καὶ δυνάμενος ἁβρὰ πάσχειν
τὰν Ἀγαμήδεϊ Τρεφωνίῳ θ’ Ἑκαταβόλου
συμβουλίαν λαβών ...
ΜΕΙΔΙΑΙ ΑΙΓΙΝΗΤΗΙ
fr. 4
κεἴ μοί τιν’ ἄνδρα τῶν θανόντων
fr. 6
Melicertes Ἀθαμαντιάδας, filius Ἰνοῦς.
fr. 5
Αἰολίδαν δὲ Σίσυφον κέλοντο
ᾧ παιδὶ τηλέφαντον ὄρσαι
γέρας φθιμένῳ Μελικέρτᾳ
Ω̣Ι ΜΕΓΑΡΕΙ ΣΤΑΔΙΕΙ
fr. 6a
σύριγγες οι.[.]εσπ[...]π̣.τ̣[...]ξ̣.[
νὺξ μὲν ἦν, ὁ δ’ Ἀ̣λ̣έ̣ξ[ανδρος (ll. ca. 20) ]νοπ̣α̣ι̣ς τ(ῶν)
θρεμμάτ(ων) κοι[μω]μ(έν)ων, ὁ δ’ Ἑρμῆσ[
ἄκασκα
ν̣όμευε δ’ ἐρισφαραγ[.....].ι πα̣τ̣[ρ
ἀλλ’ ἦ μακ[ρ]ότερον καθετ.[ ].[ ].[
* * *
ἔμβολον
* * *
] Μ̣οῖσ’, ἀνέγειρ’ ἐμέ
χέρσον ἔσω
ἱέντ’ ε.[
δοκήσεις οὐ πὰρ σκοπόν
hεἴπερ τρ̣ιῶ̣ν̣ Ἰ̣σ̣θμ̣[οῖ], Νεμ‹έ›α‹ι δ›ὲ δυ[οῖν
Ἀλάτο̣[υ Λα]κεδα̣ιμ̣[ον
]λ̣έγοντι προβώμιον
εὑρίσκει χρυσει̣σεπεκ̣[
fr. 6b
]νδε τοι οἴκοθ̣ε̣ν̣
μάτηρ ἀκόντων
]ν γίνεται ¯¯ ὑπο̣δέξωνται
ἐπικράνοισι γὰρ ἂ̣ν̣ κιόνων
eἀριστε̣ύ̣οντα γὰρ ἐν..υιαι̣.α̣σι.[
]ἄρδοντ’ ἀοιδαῖς [
]γ̣ενναίων ἄωτος νεκτ̣α̣ρέας αι̣.[
].κα̣ρπὸν δ̣ρέποντε̣ς
φροντίδες
fr. 6c
ΑΘΗ̣Ν̣ΑΙΩΙ ΩΣΧΟΦΟΡΙΚΟΝ
fr. 6d
ἔρυξαν
Χάρισι πάσαι[ς
κίνδυνος (Θησέως)
fr. 7
ὅστις δὴ τρόπος ἐξεκύλισέ νιν
fr. 8
τρία κρᾶτα
fr. 10
ἐλπίσιν ἀθανάταις ἁρμοῖ φέρονται
fr. 11
οὐ ψεῦδος ἐρίξω
fr. 12
ἐνίκασαν οἳ
fr. 13
ἵπποσ κρατησίπους
fr. 14
Ζεὺσ εὐρύζυγος
fr. 16
κρατησιβίαν χερσί
fr. 17
ἁρμασίδουπος
fr. 18
Ποσειδὼν ἐλασίχθων
frr. 19-20
ἀγὼν μνασιστέφανος et μναστὴρ στεφάνων
fr. 21
Ἀὼς λιτά
fr. 22
τόσσαι (ἐπιτυχεῖν) καλῶν
fr. 23
ἀμεύσεσθαι Νάξιον Τείσανδρον
fr. 24
ἀμευσιεπῆ φροντίδα
frr. 25-27
πέδοικος et πεδὰ στόμα φλέγει et πεδασχεῖν
ΥΜΝΟΙ ΘΗΒΑΙΟΙΣ ΕΙΣ ΔΙΑ
fr. 29
Α΄ Ἰσμηνὸν ἢ χρυσαλάκατον Μελίαν
ἢ Κάδμον ἢ Σπαρτῶν ἱερὸν γένος ἀνδρῶν
ἢ τὰν κυανάμπυκα Θήβαν
ἢ τὸ πάντολμον σθένος Ἡρακλέος
ἢ τὰν Διωνύσου πολυγαθέα τιμὰν
ἢ γάμον λευκωλένου Ἁρμονίας
ὑμνήσομεν;
* * *
fr. 32
μουσικὰν ὀρθὰν ἐπιδεικνυμένου
* * *
fr. 30
πρῶτον μὲν εὔβουλον Θέμιν οὐρανίαν
χρυσέαισιν ἵπποις Ὠκεανοῦ παρὰ παγᾶν
Μοῖραι ποτὶ κλίμακα σεμνὰν
ἆγον Οὐλύμπου λιπαρὰν καθ’ ὁδόν
5 σωτῆρος ἀρχαίαν ἄλοχον Διὸς ἔμμεν·
ἁ δὲ τὰς χρυσάμπυκας ἀγλαοκάρ-
πους τίκτεν ἀλαθέας Ὥρας.
* * *
fr. 33
ἄνα‹κτα› τὸν πάντων ὑπερ-
βάλλοντα Χρόνον μακάρων
* * *
fr. 33a
‹¯¯˘˘¯ κορύναν¯›
10 ¯˘¯¯]τον χερὶ τανδιεραν
¯¯˘¯¯]κῶν, ἐπὶ δὲ στρατὸν ἄϊσ-
ς¯˘¯¯˘]ο̣ς οὔτε θαλασ-
ς¯¯˘˘¯˘˘]μοισιν
¯¯˘¯]ε̣.[......¯˘˘]τ̣η̣ρ̣
...
* * *
fr. 33b
ἐν χρόνῳ δ’ ἔγεντ’ Ἀπόλλων
* * *
fr. 33e
χαῖρ’, ὦ θεοδμάτα, λιπαροπλοκάμου
παίδεσσι Λατοῦς ἱμεροέστατον ἔρνος,
πόντου θύγατερ, χθονὸς εὐρεί-
ας ἀκίνητον τέρας, ἅν τε βροτοί
5 Δᾶλον κικλῄσκοισιν, μάκαρες δ’ ἐν Ὀλύμπῳ
τηλέφαντον κυανέας χθονὸς ἄστρον.
* * *
fr. 33d
ἦν γὰρ τὸ πάροιθε φορητὰ
κυμάτεσσιν παντοδαπῶν ἀνέμων
ῥιπαῖσιν· ἀλλ’ ἁ Κοιογενὴς ὁπότ’ ὠδί-
νεσσι θυίοισ’ ἀγχιτόκοις ἐπέβα
5 νιν, δὴ τότε τέσσαρες ὀρθαί
πρέμνων ἀπώρουσαν χθονίων,
ἂν δ’ ἐπικράνοις σχέθον
πέτραν ἀδαμαντοπέδιλοι
κίονες, ἔνθα τεκοῖ-
10 σ’ εὐδαίμον’ ἐπόψατο γένναν.
.]..ισ[
...
* * *
fr. 34
ὃς καὶ τυπεὶς ἁγνῷ πελέκει τέκετο ξαν-
θὰν Ἀθάναν
* * *
fr. 35
κείνων λυθέντες σαῖς ὑπὸ χερσίν, ἄναξ
* * *
* * *
fr. 35a
πλέον τι λαχών
* * *
fr. 35b
σοφοὶ δὲ καὶ τὸ μηδὲν ἄγαν ἔπος αἴνη-
σαν περισσῶς
* * *
fr. 35c
νόμων ἀκούοντες θεόδματον κέλαδον
ΕΙΣ ΑΜΜΩΝΑ
fr. 36
Ἄμμων Ὀλύμπου δέσποτα
ΕΙΣ ΠΕΡΣΕΦΟΝΗΝ
fr. 37
Πότνια θεσμοφόρε χρυσανίου
fr. 38
ἐν ἔργμασιν δὲ νικᾷ τύχα,
οὐ σθένος
fr. 39
Τύχα φερέπολις
frr. 40-41
Τύχα ἀπειθὴς et δίδυμον στρέφοισα πηδάλιον
fr. 42
...ἀλλοτρίοισιν μὴ προφαίνειν, τίς φέρεται
μόχθος ἄμμιν· τοῦτό γέ τοι ἐρέω·
καλῶν μὲν ὦν μοῖράν τε τερπνῶν
ἐς μέσον χρὴ παντὶ λαῷ
5 δεικνύναι· εἰ δέ τις ἀνθρώ-
ποισι θεόσδοτος ἀτληκηκότας
προστύχῃ, ταύταν σκότει κρύπτειν ἔοικεν.
fr. 43
‘ὦ τέκνον, ποντίου θηρὸς πετραίου
χρωτὶ μάλιστα νόον
προσφέρων πάσαις πολίεσσιν ὁμίλει·
τῷ παρεόντι δ’ ἐπαινήσαις ἑκών
5 ἄλλοτ’ ἀλλοῖα φρόνει.’
fr. 44
Ὠγυγιως†δὲ εὗρεν ΟΠΟΝΝΗ τη‹λ›εφανέσσι ΝΠΥΗΑ
fr. 45
ἀρχαιέστερον
fr. 46
ἄγριος ἔλαιος
fr. 47
ἐρίφων μεθομήρεον
fr. 49
Δαμοδίκα
ΕΙΣ ΑΠΟΛΛΩΝΑ ΠΤΩΙΟΝ
fr. 51a
προ[.]ινηθεὶς ἐπῇεν
γᾶν τε καὶ ‹¯ ¯› θάλασσαν
καὶ σκοπιαῖσιν [ἄκρ]αις ὀρέων ὕπερ ἔστα
καὶ μυχοὺς διζάσατο βαλλόμενος κρηπῖδας ἀλσέων.
* * *
fr. 51b
καί ποτε τὸν τρικάρανον
Πτωΐου κευθμῶνα κατέσχεθε κοῦ[ρος]
fr. 51d
‹¯˘˘› ναοπόλον μάντιν δαπέδοισιν ὁμοκλέα
...
fr. 51fa
ε.[
τ[
ου[
με[
5 εν[
βια[
γαρ[
μ’ε[
...
fr. 51fb
...
[]..ω̣[
[]νὰϊ..[
[]άρτ[.]μ̣[
[]...θ̣[
[ ]α̣.[
[]...[...].[
[ ]νὲ..ρὺ̣[
[].ιων
[]χρυσόπεζα[
10 []τερῳ κελ[
[]σγαν καιρὸν̣[
[]ενδεδονημ[
[ ]α βοῦσ̣ ὑπ’ οἴστρ̣[
fr. 51fc
...
[ ].ρ̣υω̣[.].
[ ]α̣ύαν
[]τροφος
[β]αθὺν δὲ δινη̣[
5 []αιων οὐδέ μ[ιν
[]π̣ταν ού.[
[]
[]α γλέφαρα[
[]ὰ̣ικαγ̣έστ̣[
10 [ ].υσ[
...
ΠΑΙΑΝΕΣ ΘΗΒΑΙΟΙΣ ΕΙΣ ΙΣΜΗΝΙΟΝ
fr. 52a
πρὶν ὀδυνηρὰ γήραος σ̣[.....μ]ο̣λεῖν,
πρίν τις εὐθυμίᾳ σκιαζέτω
νόημ’ ἄκοτον ἐπὶ μέτρα, ἰδών
[]δύναμιν οἰκόθετον.
5 ἰ]ὴ ἰή, νῦν ὁ παντελὴς Ἐνιαυτός
Ὧρα[ί] τε Θεμίγονοι
πλάξ]ιππον ἄστυ Θήβας ἐπῆλθον
Ἀπόλ]λωνι δαῖτα φιλησιστέφανον ἄγοντες·
τὰ]ν δὲ λαῶν γενεὰν δαρὸν ἐρέπτοι
10 σώ]φρονος ἄνθεσιν εὐνομίας.
ΑΒΔΗΡΙΤΑΙΣ
fr. 52b
Α΄ Ναΐδ]ος Θρονίας Ἄβδηρε χαλκοθώραξ
Πος]ειδᾶνός τε παῖ,
σέθ]εν Ἰάονι τόνδε λαῷ
παι]ᾶνα [δι]ώξω
5 Δηρηνὸν Ἀπόλλωνα πάρ τ’ Ἀφρο[δίταν ˘¯
(desunt str. 5-7 cum antistropho 6vv. 7-226 col. 2)
[13 ll.].κ̣α̣[..]
..]α̣ τι̣να [τάνδε] ναίω
25 Θ[ρ]αϊκίαν γ[αῖ]αν ἀμπελό[ες]σάν τε καί
εὔκαρπον· μή μοι μέγας ἕρπων
κάμοι ἐξοπίσω χρόνος ἔμπεδος.
νεόπολίς εἰμι· ματρὸς
δὲ ματέρ’ ἐμᾶς ἔτεκον ἔμπαν
30 πολεμίῳ πυρὶ πλαγεῖ-
σαν. εἰ δέ τις ἀρκέων φίλοις
ἐχθροῖσι τραχὺς ὑπαντιάζει,
μόχθος ἡσυχίαν φέρει
καιρῷ καταβαίνων.
35 ἰὴ ἰὲ Παιάν, ἰὴ ἰέ· Παιὰν
δὲ μήποτε λείποι.
Β΄ ¯˘¯˘˘¯] ἀλκαὶ δὲ τεῖχος ἀνδρῶν
ὕψιστον ἵσταται
˘¯˘]ρ̣α· μάρναμαι μὰν
40 ¯˘˘ δᾴοις·
¯¯˘Πος]ειδάν̣ιο̣[ν γ]ένος [¯¯˘¯
τῶν γὰρ ἀν̣τ̣ομένων
˘¯˘] φέρεσθαι
¯¯˘˘]ω̣ς ἑ̣κ̣ὰς
45 ¯˘¯πο]τικύρσῃ
¯¯˘˘κα]ὶ μανίει
¯˘¯¯]
¯˘¯˘˘¯¯˘λ]αὸν ἀστῶν
¯¯˘¯]
50 ˘¯˘˘]ο̣ι· τὸ δ’ εὐβου-
λίᾳ τε καὶ α[ἰδ]οῖ
ἐ̣γ̣κείμενο[ν] αἰεὶ θάλλει μαλακαῖς ε[ὐ]δίαι[ς·]
κ̣αὶ τὸ μὲν διδότω
θ̣ε̣ό̣ς· [ὁ δ]’ ἐχθ̣ρ̣ὰ̣ νοήσαις
55 ἤδη φθόνο̣ς οἴχεται
τῶν πάλαι προθανόντων·
χρὴ δ’ ἄνδρα τοκεῦσι‹ν› φέρειν
βαθ̣ύδοξον αἶσαν.
τοὶ σὺν πολέμῳ κτησάμ[ενοι
60 χθόνα πολύδωρον, ὄλ[βον
ἐγκατέθηκαν πέραν Ἀ[θόω] Παιόνων
αἰχματᾶν [λαοὺς ἐλάσαντε]σ̣
ζαθέας τροφοῦ· ἀλλὰ [βαρεῖα μέν
ἐπέπεσε μοῖρα· τλάντ[ω]ν
65 δ’ ἔπειτα θεοὶ συνετέλεσσα[ν.
ὁ δὲ καλόν τι πονή[ς]αις
εὐαγορίαισι φλέγει·
κείνοις δ’ ὑπέρτατον ἦλθε φέγγος
ἄντα δ[υ]σμενέων Μελαμ-
70 φύλλου προπάροιθεν.
ἰὴ ἰὲ Παιάν, ἰὴ ἰέ· Παιὰν
δὲ μήποτε λείποι.
Γ΄ ‘ἀ]λλά μιν ποταμῷ σχεδὸν μολόντα φύρσει
βαιοῖς σὺν ἔντεσιν
75 ποτὶ πολὺν στρατόν’· ἐν δὲ μηνὸς
πρῶτον τύχεν ἆμαρ·
ἄγγελλε δὲ φοινικόπεζα λόγον παρθένος
εὐμενὴς Ἑκάτα
τὸν ἐθέλοντα γενέσθαι.
&nbs
p; 80 ν]ῦν δ’ αὖ γ[λ]υκυμάχανο̣ν̣
(desunt str. vv. 7-9, cum antistropho 6vv. 81-946 col. 7)
95 [¯¯˘˘¯¯˘˘¯]
...˘.]ε καλέοντι μολπαί
Δᾶλο]ν ἀν’ εὔοδμον ἀμφί τε Παρ[νας]σ̣ίαις
πέτ̣ρ̣αις ὑψηλαῖς θαμὰ Δ[ελφ]ῶν
λιπαρ]άμπυ̣[κε]σ̣ ἱστάμε̣ν̣αι χορόν
100 ταχύ]ποδα π̣[αρ]θ̣ένοι χα̣λ̣-
κέᾳ] κ̣ελαδ[έον]τι γλυκὺν αὐδᾷ
τρόπ]ον· ἐμο̣[ὶ δ’ ἐπ]έ̣[ω]ν̣ ἐσ̣[.]
...ε]ὐκλέα [......]ν̣ χά[ρ]ιν,
Ἄβδ]ηρε, καὶ στ[ρατὸν] ἱ̣ππ̣οχάρμαν
105 σᾷ] β̣ί̣ᾳ πολέ[μ]ῳ τελευ-
ταί]ῳ προβι[β]άζοις.
ἰὴ ἰὲ Παιάν, ἰὴ ἰέ· Παιὰν
δὲ μήποτε λείποι.
fr. 52c
[ 10 ll.]ο̣ν ἀγλαο-
[ 11 ll.]ναι Χάριτε[ς]
.[
ιει̣σ̣[..]οξ̣[
5 ἀγλαϊᾶν τ̣[
μα̣τ̣έρ̣[
ναὸν ο̣[
καὶ θυόε̣[ντα
βωμὸν [
10 ὀκτὼ κ[
ὑψόθεν [
ἀοιδαῖς ἐν εὐπλε[κέσσι ¯¯ μελι-
γάρυϊ, τ̣[ὶ]ν δέ, χρυσο[
ὥριον ποτὶ χρόνον [
15 θεᾶς θ’ ἑλικάμπυκ[ος
ἐλαύν[ε]ις ἀν’ ἀμβροτ[
φαεννὸς αἰθήρ
(desunt. vv. 18-926 col. 10-14)
[]ν σθένος ἱεράν
[χαλκ]έ̣οπ’ αὐλῶν ὀμφάν
95 []λ̣ος
[]θυόντων
[]
[].
[]ο̣λατ[...]
100 []τ̣ύπ̣τηι̣[.]
[]δα̣[.]ε̣ χορόν
[]
ΚΕΙΟΙΣ ΕΙΣ ΔΗΛΟΝ
fr. 52d
Α΄ ˘˘¯˘˘¯˘˘] Ἄρτεμιν·
¯¯˘¯¯˘˘ ]υσομαι
¯¯˘¯¯˘˘ ]ος αὐ̣δάν·
˘˘˘¯¯˘˘ γυν]αικῶν ἑδνώσεται
5 ˘¯˘¯¯ ]ω̣δ’ ἐπέων δυνατώτερον·
¯¯¯˘˘ ]α κατὰ πᾶσαν ὁδόν
˘˘¯˘¯ἡ]σ̣υχίαν Κέῳ
¯˘˘¯˘˘¯ ]
¯˘˘¯¯˘˘¯ ]
10 ˘˘¯˘˘¯˘˘ ]άλλεται