Book Read Free

Complete Works of Pindar

Page 36

by Pindar


  ˘˘¯˘˘¯ ]ν χρόνον ὀρνύει

  ¯¯˘¯] Δᾶλον ἀγακλέα

  ¯¯˘¯¯ ] Χάρισι· Κάρθαι-

  α μὲν ˘¯¯ἐλα]χύνωτον στέρνον χθονός

  15 ˘¯˘¯¯]ν̣ιν Βαβυλῶνος ἀμείψομαι

  ¯¯¯˘˘¯]έχετα̣ι̣ πεδίων

  ˘˘¯˘¯¯˘˘ ]οι· θεῶν

  ¯˘˘¯˘˘¯ ]

  ¯˘˘¯¯˘˘ ]ρη·

  20 ˘˘¯˘˘¯˘˘ ]ν̣ ἰχθύσιν

  ἤτοι καὶ ἐγὼ σ[κόπ]ελον ναίων δια-

  γινώσκομαι μὲν ἀρεταῖς ἀέθλων

  Ἑλλανίσιν, γινώσκ[ο]μα̣[ι] δ̣ὲ καὶ

  μοῖσαν παρέχων̣ ἅλις·

  25 [ε]ἰ καί τι Διω̣[νύς]ο̣υ ἄρο̣[υρ]α φέρει

  βιόδωρον ἀμαχανίας ἄκος,

  ἄνιππός εἰμι καὶ βουνομίας ἀδαέστεροσ̣·

  ἀλλ’ ὅ γε Μέλαμπος οὐκ ἤθελεν

  λιπὼν πατρίδα μο[να]ρχε̣[ῖν] Ἄργει

  30 θέμενος οἰ[ω]νοπόλον γέρας.

  ἰὴ ἰή, ὢ ἰὲ Πα[ιάν.]

  Β΄ τὸ δὲ οἴκοθεν̣ ἄ̣στυ κα̣[ὶ ¯˘¯

  καὶ συγγένει’ ἀνδρὶ φ[˘¯˘¯

  στέρξαι· ματ[αί]ων δὲ̣ [˘˘¯¯

  35 ἑκὰς ἐόντων· λόγο[ν ἄν]α̣κ̣τ̣ο̣ς Εὐξαν[τίου

  {σ̣} ἐπαίνεσα̣ [Κρητ]ῶν μαιομένων ὃς ἀνα[ίνετο

  αὐταρχεῖν, πολίων δ’ ἑκατὸν πεδέχει[ν

  μέρος ἕβδομον Πασιφ[ά]α̣ς ‹σὺν› υἱ-

  οῖ]σ̣ι· τέρας δ’ ἑὸν εἶ-

  40 πέν σφι· ‘τρέω τοι πόλεμον

  Διὸς Ἐννοσίδαν τε βαρ[ύ]κτυπον.

  χθόνα τοί ποτε καὶ στρατὸν ἀθρόον

  πέμψαν κεραυνῷ τριόδοντί τε

  ἐς τὸν βαθὺν Τάρταρον ἐμὰν μα-

  45 τέρα λιπόντες καὶ ὅλον οἶκον εὐερκέα·

  ἔπειτα πλούτου πειρῶν μακάρων τ’ ἐπιχώριον

  τεθμὸν π[ά]μπαν ἐρῆμον ἀπωσάμενος

  μέγαν ἄλλοθι κλᾶρον ἔχω; λίαν

  μοι [δέο]ς ἔμπεδον εἴ-

  50 η κεν. ἔα, φρήν, κυπάρισ-

  σον, ἔα δὲ νομὸν Περιδάϊον.

  ἐμοὶ δ’ ὀλίγον δέδοται θά̣[μνου ˘˘,

  οὐ πενθέων δ’ ἔλαχον, ‹οὐ› στασίων

  (desunt 54-57)

  [˘¯˘¯˘¯ κεάρ̣ι̣ον () ἥρω ˘¯˘¯] πέρι

  (desunt 59-61)

  ἰὴ ἰή, ὢ ἰὲ Παιάν.

  ΑΘΗΝΑΙΟΙΣ() ΕΙΣ ΔΗΛΟΝ

  fr. 52e

  Α΄ Ἰήϊε Δάλι’ Ἄπολλον

  (desunt vv. 2-15)

  Γ΄ π̣α̣[˘˘¯˘˘¯¯

  Δαλ[˘˘¯˘˘¯

  σὺν δ̣[˘˘¯˘˘¯¯

  Δ΄ ἰήϊε Δάλι’ Ἄπολλον

  20 [¯˘˘¯˘˘¯]

  [¯˘¯¯¯˘˘¯˘ ἐρίπναι]ς

  (desunt vv. 22-34)

  35 [¯˘˘¯˘˘ Εὔ-]

  βοιαν ἕλον καὶ ἔνασσαν·

  Ζ΄ ἰήϊε Δάλι’ Ἄπολλον·

  καὶ σποράδας φερεμήλους

  ἔκτισαν νάσους ἐρικυδέα τ’ ἔσχον

  40 Δᾶλον, ἐπεί σφιν Ἀπόλλων

  δῶκεν ὁ χρυσοκόμας

  Ἀστερίας δέμας οἰκεῖν·

  Η΄ ἰήϊε Δάλι’ Ἄπολλον·

  Λατόος ἔνθα με παῖδες

  45 εὐμενεῖ δέξασθε νόῳ θεράποντα

  ὑμέτερον κελαδεννᾷ

  σὺν μελιγάρυϊ παι-

  ᾶνος ἀγακλέος ὀμφᾷ.

  ΔΕΛΦΟΙΣ ΕΙΣ ΠΥΘΩ

  fr. 52f

  Α΄ Πρὸς Ὀλυμπίου Διός σε, χρυσέα

  κλυτόμαντι Πυθοῖ,

  λίσσομαι Χαρίτεσ-

  σίν τε καὶ σὺν Ἀφροδίτᾳ,

  5 ἐν ζαθέῳ με δέξαι χρόνῳ

  ἀοίδιμον Πιερίδων προφάταν·

  ὕδατι γὰρ ἐπὶ χαλκοπύλῳ

  ψόφον ἀϊὼν Κασταλίας

  ὀρφανὸν ἀνδρῶν χορεύσιος ἦλθον

  10 ἔταις ἀμαχανίαν ἀ̣[λ]έξων

  τεοῖσιν ἐμαῖς τε τιμ̣[α]ῖς·

  ἤτορι δὲ φίλῳ παῖς ἅτε ματέρι κεδνᾷ

  πειθόμενος κατέβαν στεφάνων

  καὶ θαλιᾶν τροφὸν ἄλσος Ἀ-

  15 πόλλωνος, τόθι Λατοΐδαν

  θαμινὰ Δελφῶν κόραι

  χθονὸς ὀμφαλὸν παρὰ σκιάεντα μελπ̣[ό]μεναι

  ποδὶ κροτέο[ντι γᾶν θο]ῷ

  (desunt 19-496str. 19-21, antistr., ep. 1-7)

  50 καὶ πόθεν ἀθαν[άτων ἔρις ἄ]ρ̣ξατο.

  ταῦτα θεοῖσι [μ]έν

  πιθεῖν σοφοὺ̣[ς] δυνατόν,

  βροτοῖσιν δ’ ἀμάχανο[ν εὑ]ρέμεν·

  ἀλλὰ παρθένοι γάρ, ἴσθ’ ὅτ[ι], Μο[ῖ]σαι,

  55 πάντα, κε[λαι]νεφεῖ σὺν

  πατρὶ Μναμοσ[ύν]ᾳ τε

  τοῦτον ἔσχετ[ε τεθ]μόν,

  κλῦτε νῦν· ἔρα[ται] δέ μο[ι]

  γλῶσσα μέλιτος ἄω̣τον γλυκὺν [˘˘¯¯

  60 ἀγῶνα Λοξία{ι} καταβάντ’ εὐρὺν

  ἐν θεῶν ξενίᾳ.

  Β΄ θύεται γὰρ ἀγλαᾶς ὑπὲρ Πανελ-

  λάδος, ἅν τε Δελφῶν

  ἔθ[ν]ος εὔξατο λι-

  65 μοῦ θ̣[˘¯˘¯˘¯¯

  ἐκδι̣[˘¯˘¯¯˘¯

  φιλει[˘¯¯˘˘¯˘¯

  Κρόν[ιε ˘˘˘¯˘˘¯

  πρύτα̣[νι ˘¯¯˘˘¯

  70 τοὶ πα[˘¯¯˘¯˘˘¯

  χρησ[τ]η̣[ρι ¯˘˘¯˘¯¯

  Πυ]θωνόθ[εν ¯˘¯¯

  καί ποτε [˘˘¯¯¯¯¯

  παν θοὸ[ν ¯¯˘˘¯

  75 δ’ ἐς Τροΐα[ν ¯˘˘

  ἤνεγκε[ν ˘˘¯ θρασυμή-

  δεα πάϊς [¯˘¯

  ˘˘¯˘¯] ὃν ἐμ-

  βα[λ ¯¯˘¯˘˘¯

  Πάριος ἑ[καβόλος βροτη-

  80 σίῳ δέμαϊ θεός,

  Ἰλίου δὲ θῆκεν ἄφαρ

  ὀψιτέραν ἅλωσιν,

  κυανοπλόκοιο παῖδα ποντίας

  Θέτιος βιατάν,

  85 πιστὸν ἕρκος Ἀχαι-

  ῶν, θρασεῖ φόνῳ πεδάσαις·

  ὅσσα τ’ ἔριξε λευκωλένῳ

  ἄκναμπτον Ἥρᾳ μένος ἀν[τ]ερείδων

  ὅσα τε Πολιάδι. πρὸ πόνων

  90 δέ κε μεγ�
��λων Δαρδανίαν

  ἔπραθεν, εἰ μὴ φύλασσεν Ἀπό[λ]λ[ω]ν·

  νέφεσσι δ’ ἐν χ̣ρυσέοις Ὀλύμποι-

  ο καὶ κορυφα[ῖσι]ν ἵζων

  μόρσιμ’ ἀνα[λ]ύ̣εν Ζεὺς ὁ θεῶν σκοπὸς οὐ τόλ-

  95 μα· περὶ δ’ ὑψικόμῳ [Ἑ]λένᾳ

  χρῆν ἄρα Πέργαμο̣ν̣ εὐρὺ[ν] ἀ̣-

  ιστῶσαι σέλας αἰθομένου

  πυρός· ἐπεὶ δ’ ἄλκιμον

  νέκυν [ἐ]ν̣ τά[φῳ] πολυστόνῳ θέντο Πηλεΐδαν̣,

  100 ἁλὸς ἐπὶ κῦμα βάντες [ἦ]λ-

  θον ἄγγελο[ι] ὀπίσω

  Σκυρόθεν Ν̣[ε]οπτόλεμο̣[ν

  εὐρυβίαν ἄγοντες,

  ὃς διέπερσεν Ἰλίου πόλ[ιν·

  105 ἀλλ’ οὔτε ματέρ’ ἔπειτα κε̣δνάν

  ἔϊδεν οὔτε πατρωΐαις ἐν ἀρού̣[ραις

  ἵππους Μυρμιδόνων,

  χαλκοκορυ[στ]ὰν [ὅ]μιλ̣ο̣ν ἐγε[ίρ]ων.

  σχεδὸν δ[ὲ Το]μάρου Μολοσσίδα γαῖαν

  110 ἐξίκετ’ οὐδ’ [ἀ]νέμους ἔ[λ]α̣[θ]εν

  ο̣ὐδὲ τὸν̣ [ε]ὐ̣ρ̣υφαρέτραν ἑκαβόλον·

  ὤ̣[μο]σε [γὰρ θ]εός,

  γέ[ρον]θ̣’ ὅ̣[τι] Πρίαμον

  π[ρ]ὸς ἑρκεῖον ἤναρε βωμὸν ἐ[π-

  115 εν]θορόντα, μή νιν εὔφρον’ ἐς οἶ[κ]ον

  μ̣ήτ’ ἐπὶ γῆρας ἱξέ-

  μεν βίου· ἀμφιπόλοις δὲ

  κ]υριᾶν περὶ τιμᾶν

  δηρι]αζόμενον κτάνεν

  120 ‹ἐν› τεμέ]νεϊ φίλῳ γᾶς παρ’ ὀμφαλὸν εὐρύν.

  ‹ἰὴ› ἰῆτε νῦν, μέτρα π̣αιηό-

  ν]ων ἰῆτε, νέοι.

  Γ΄ ὀνομακλύτα γ’ ἔνεσσι Δωριεῖ

  μ[ε]δέοισα [πό]ντῳ

  125 νᾶσος, [ὦ] Διὸς Ἑλ-

  λανίου φαεννὸν ἄστρον.

  οὕνεκεν οὔ σε παιηόνων

  ἄδορπον εὐνάξομεν, ἀλλ’ ἀοιδᾶν

  ῥόθια δεκομένα κατερεῖς,

  130 πόθεν ἔλαβες ναυπρύτανιν

  δαίμονα καὶ τὰν θεμίξενον ἀρετ[άν.

  ὁ πάντα τοι τά τε καὶ τὰ τεύχων

  σὸν ἐγγυάλιξεν ὄλβον

  εὐρύο[πα] Κρόνου παῖς, ὑδάτ‹εσς›ι δ’ ἐπ’ Ἀσ[ω-

  135 ποῦ π[οτ’ ἀ]πὸ προθύρων βαθύκολ-

  πον ἀν̣ε̣ρέψατο παρθένον

  Αἴγιναν· τότε χρύσεαι ἀ-

  έρος ἔκρυψαν κόμ̣[α]ι

  ἐπιχώριον κατάσκιον νῶτον ὑμέτερον,

  140 ἵνα λεχέων ἐπ’ ἀμβρότων

  φ[ ˘¯˘˘˘˘¯ ]·

  αισ[ ˘¯˘¯˘˘ ]αι

  Μυρ[μιδον ¯˘¯¯]

  τον[ ˘¯˘¯˘ σωφρο]νέστατον

  145 Διὸς [¯˘¯¯]

  πεύ[ ˘¯˘˘¯ ]

  πο[ ˘¯˘¯˘¯]ον

  πα[ ˘˘¯˘¯¯˘]ων·

  ξε[ν ¯˘¯¯˘˘]έμμεν ἁ̣λίῳ

  150 κυ[ ˘˘˘˘˘¯˘]υ δε-

  ξ̣α̣[ ˘˘˘¯¯˘]τ̣ίᾳ

  νο̣[ ˘˘¯¯]εμον..ναιδων·

  τρ[ ¯˘¯˘˘ ]νοῖον ἃ σοί

  σε[ ¯˘˘¯˘ ]ο̣ῦν οἵ

  155 Ζη[ν ˘˘˘˘¯ ]πρὶν Στυγὸς ὅρκιο̣ν ἐξ εὔ-

  [¯˘˘¯˘˘¯] δ̣ικάσαι

  (desunt vv. 157-1686antistr. 9-13,ep. 1-5)

  [ ]α̣ρ̣ο̣ι̣[

  170 ˘¯˘˘¯¯]κλυτὰς ἴδω ι̣[¯

  ¯¯˘¯˘˘ χα]λκοχάρμα̣ι̣[

  ποινὰ ˘¯˘˘]δα κεχολωμένος

  ¯˘˘¯˘]ω̣ι

  ˘¯˘¯]ξ̣[˘˘]ες

  175 ˘¯]ι̣ μυρία[ν φλ]ό̣γ’ ὀπῶν τε δο̣-

  ..¯.κτ]ύποι ν[έμ]ειν ἀπείρονας ἀρετάς

  Αἰακ]ι̣δᾶν· φ[ιλεῖ]τ̣ε

  ..¯.]ι̣ πόλιν πατρίαν, φί-

  λων] δ̣’ ἐύφ̣[ρον]α̣ λαόν

  180 ..] γονε̣υ̣[]στεφάνοισι παν

  εὐ]θαλέος ὑγιε[ίας] σκιάζετε· Μοισᾶν

  δ’] ἐ̣παβολέ̣οντ̣[ι] πολλάκι, Παιάν, δέ-

  ξ’] ἐννόμων θ̣[αλί]αν.

  ΘΗΒΑΙΟΙΣ Ε̣ΙΣ ΠΤΩΙΟΝ ΠΡΟΣ Τ̣Α̣

  fr. 52g

  Α΄ Μαντευμ̣άτ̣[ω]ν τε θεσπεσίων δοτῆρα

  καὶ τελεσσιε[πῆ]

  θεοῦ ἄδυτον [.....]ον ἀγλαάν τ’ ἐς αὐλάν

  Ὠκεανοῖο̣ [ ]υ Μελίας

  5 Ἀπόλλωνί γ’ [].[

  ὀρ‹ε›ιδρόμον τ̣[ε

  σὺν ἀπιομ[ήδ]ει φιλ̣α̣[

  γα να̣‹ί›ειν το[.. ]ν̣δέλ.[

  χέων ῥαθά[μιγ]γ̣α̣ πλ̣[

  10 Χαρίτεσσί μοι ἄγχι θ[

  γλυκὺν κατ’ αὐλὸν αἰθερ[

  ἰόντι τηλαυγέ’ ἀγ κορυφὰν [

  ἥρωα Τήνερον λέγομεν [

  ........]α ταύρων ε̣ι̣[

  15 ..........]ν προβωμ[

  ..........]οιτ.τ.μο[....]παρα̣[

  ..........κελ]ά̣δησαν αὐδάν·

  ......]αντεσι χρηστήριον

  fort. huc trahenda:

  [ ]αντεσι χρησ̣τήριον

  []αιδ’ε.[

  [ ]δα[ ]εκρα[

  []ανέ[ ]τ’ οὐρα̣[

  [ ].[

  fr. 52ga

  μιγεῖσ’ α[

  παῖδα· τ[

  ὁ μέγιστ[ος

  εὐαλάκ̣[ατον

  5 ἰσόθε[ον ¯¯ ἐ-

  λαχύν[ωτον

  νᾶσον̣ [

  ζ̣έμεν[

  fr. 52gb

  ν[

  .[

  χ̣αρμ[

  πρῶτ[ο

  5 δεκ[

  σοφ[

  μ̣[

  τ̣[

  fr. 52gc

  ἁγνας αγι̣[

  πεποταμ[

  [ ]α̣πολ̣[

  fr. 52gd

  ... ρ̣ο̣αιπ̣[

  σέ τε καὶ ῥαδ[

  fr. 52ge

  ]μικτος αλω-

  ]α̣ν ἵν’ ἀγλαοχ̣α̣ί̣ταν

  fr. 52gf

  ...

  ]τριαινα[

  ]εν Πτωιω[ι

  ]εν σοφ̣[

  fr. 52gA

  ...

  .... ].[

  γον ὁμ[

  εν̣νικ[

  λυ̣πευ[...

  ἐκ φρεν[ὸς ]φ.εις

  κλοπα[ ]

  Κλεὸς ἕκατι]

  Π ....ΑΙΣ ΕΙΣ ΔΗΛΟΝ

  fr. 52h

  Ἄπολλο[ν ¯¯˘˘¯ ]

  σὲ καὶ.[˘˘¯˘. ]

  ματ̣έ̣ρ[]

  παιαν[
].[.]ι̣[]

  στεφ[]εὐανθέος

  ἔρνεσ[ ]α̣..

  μή μο[ι]υ̣σ̣

  ἀρχομ[ ].ραν

  ἥρωϊ[]χ̣ων

  10 κελαδήσαθ’ ὕμνους,

  Ὁμήρου [δὲ μὴ τρι]π̣τὸν κατ’ ἀμαξιτόν

  ἰόντες, ἀ̣[λλ’ ἀλ]λοτρίαις ἀν’ ἵπποις,

  ἐπεὶ αυ[ π]τανὸν ἅρμα

  Μοισα[ ]μεν.

  15 ἐ]πεύχο[μαι] δ’ Οὐρανοῦ τ’ εὐπέπλῳ θυγατρὶ

  Μναμ[ο]σύ[ν]ᾳ κόραισί τ’ εὐ-

  μαχανίαν διδόμεν.

  τ]υφλα̣[ὶ γὰ]ρ ἀνδρῶν φρένες,

  ὅ]στις ἄνευθ’ Ἑλικωνιάδων

  20 βαθεῖαν ε..[..].ων ἐρευνᾷ σοφίας ὁδόν.

  ἐμ̣ο̣ὶ̣ δ̣ὲ τοῦτο̣[ν δ]ι̣έδω-

  κ.ν] ἀθάνατ̣[ο]ν πόνον

  []

  [ δέλτου ]

  (desunt vv. 25-31)

  []....[.]..τ̣ο·

  [ λέχο̣σ̣ ]π̣...έσθα[ι]

  [ ]

  35 [˘¯˘¯¯˘¯πατ]ρ̣ῴαν Ἑκ̣α̣έρ-

  [γ ¯˘˘¯˘¯˘¯]

  [¯˘˘¯˘˘¯]

  ἔδο[ξ ˘¯¯˘¯]

  α[˘˘¯˘˘¯˘˘]νους

  40 δ̣[˘¯˘.(.)¯˘¯¯˘]ο̣ ἕσσατο

  ΕΠ. [......]α[

  .]υνας· τί πείσομα[ι

  ἦ̣ Διὸς οὐκ ἐθέλο[ισα

  Κοίου θυγάτηρ π[

  45 ἄπιστά μ[ο]ι δέδο[ι]κ̣α̣ κ̣α̣μ̣[

  δέ μιν ἐν πέλ̣[α]γ̣[ο]σ̣

  ῥιφθεῖσαν εὐαγέα πέτραν φανῆναι[·

  καλέ̣οντί μιν Ὀρτυγίαν ναῦται πάλαι.

  πεφόρητο δ’ ἐπ’ Αἰγαῖον θαμά·

  50 τᾶς ὁ κράτιστος

  ἐράσσατο μιχθείς

  τοξοφόρον τελέσαι γόνον

  [

  [

  55 .[

  α[

  .[

  fr. 52hA

  [inscriptio ?]

  [ ]

  [ ]

  []ι̣ων

  5 [ ]

  [ ].[

  [ ]ον τέλος ἔςται

  [ ]υχᾳ· συ[..]θ̣μ̣ον

  [ ]περαίνοις

  10 [ ]ν ἀ̣πὸ καὶ πατρός· ὑμ-

  [ν ]

  fr. 52hAa

  ......]ε̣κ̣[

  ......]ι̣ντενει[

  α̣π̣.σ̣σ̣ο̣ν̣ εἶχε ἀμφι̣γ̣ν̣[

  ρ̣υ̣ παρθ[έ]νῳ [ς]ὺν πο̣μ̣[

 

‹ Prev